Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Ορθοδοξία του πατριάρχη Ισιδώρου και η υπερώνυμη θεία ουσία

Υπεράσπιση του θεολογικού τροπαρίου του πατριάρχη Ισιδώρου έναντι των κατηγοριών περί πολυθεΐας και θεολογική διάκριση μεταξύ υπερώνυμης θείας ουσίας και ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 6

Διὸ καὶ τὸ θεολογικὸν τροπάριον Ἰσιδώρου τοῦ ἁγιωτάτου πατριάρχου προθείς, ὡς πολυθεΐαν εἰσάγοντος καὶ αὐτοῦ κατηγορεῖ· καίτοι ὁ πατριάρχης τοῦτο καθάπαξ ἐφιλοτιμήσατο μηδὲν παρ’ ἑαυτοῦ εἰπεῖν ἀλλ’ αὐτὰς τὰς τῶν ἁγίων θεολογικὰς φωνὰς συνθεῖναι πρὸς ῥυθμὸν καὶ μέλος. Ὅπερ οὖν ὁ μέγας Βασίλειος ἀλλαχοῦ τε πολλαχοῦ καὶ Πρὸς Εὐστάθιον τὸν ἰατρὸν ἐπιστέλλων εἶπε θεολογικῶς, καὶ ὁ μέγας Διονύσιος ἐν τῷ Περὶ θείων ὀνομάτων τρισκαιδεκάτῳ κεφαλαίῳ, τοῦτο καὶ ὁ πατριάρχης γράφων ἐμμελῶς, φησὶ πρὸς τὸν ἐν τρισὶ προσώποις προσκυνούμενον Θεόν.

Φαμέν σου θεότητα κυρίως τὴν ἐνέργειαν, πόθῳ δὲ πολλάκις καὶ τὴν φύσιν. Αὗται δ’ ἐπεί σοι κοιναὶ τυγχάνουσι, μιᾶς καὶ θεότητος τριὰς ἄδομεν ἀκτίστου σε ὁποτέραν ἂν λέγοι τις. Ταῦτα προθεὶς ὁ Ἀκίνδυνος καὶ τὸν πατριάρχην μετὰ τοῦ μεγάλου πάντως Βασιλείου πολύθεον εἰπὼν εἶναι διὰ ταῦτα καὶ ἑλληνόφρονα, εἶθ’ ὥσπερ κατὰ τὸν Καϊάφαν τῷ ἐνυποκρίτῳ καὶ μὴ κατ’ ἐπίγνωσιν ζήλῳ καὶ περιρρηγνὺς ἑαυτοῦ τὰ ἱμάτια, «ὢ τῆς πλάνης», φησίν, «ὢ τῆς τοσαύτης ἀπάτης, ὢ τῆς ἀπονοίας»!

Ναί, ὢ τῆς ἀπάτης καὶ τῆς πλάνης καὶ τῆς ἀπονοίας! ἣν αὐτός τε πέπονθας καὶ τοὺς ἁγίους καὶ τοὺς τούτοις ὁμολόγους φρενοβλαβῶς δοξάσας πολυθέους καὶ ἧς τοῖς εὐεξαπατήτοις καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυναμένοις γυναίοις μετέδωκας καὶ τοῖς κατ’ αὐτὰ τὴν διάνοιαν ἀνδράσιν, ὡς εἰς κτιστὰ καὶ ἄκτιστα κατὰ σὲ καὶ τούτους κατατέμνειν τὸν ἕνα Θεὸν καὶ τοὺς ἄκτιστον εἶναι κατὰ πάντα φρονοῦντας τὸν ἕνα Θεὸν πολυθέους ὀνομάζειν.

Ἀλλ’ ἴδωμεν καὶ τὰ ἐπιχειρήματα δι’ ὧν οἴεται ἀνατρέπειν ὁ Ἀκίνδυνος τὴν ὑπὸ τοῦ πατριάρχου πρὸς μέλος συντεθεῖσαν τοῦ μεγάλου Βασιλείου καὶ τῶν ἄλλων ἁπάντων ἁγίων θεολογίαν. «Ἐπειδή, φησί, κυρίως εἶναι λέγουσι θεότητα τὴν ἐνέργειαν, λείπεται τὴν οὐσίαν τοῦ Θεοῦ μὴ κυρίως εἶναι λέγειν θεότητα καὶ λοιπὸν κατωτέραν ταύτην τούτους λέγειν τῆς ἐνεργείας».

Καὶ μὴν αὐτὸς ὑπάρχεις ὁ πρότερον εἰπὼν ὅτι ἡμεῖς ὑπερκειμένην εἶναι λέγομεν τῆς ἐνεργείας τοῦ Θεοῦ τὴν οὐσίαν τοῦ Θεοῦ καὶ διὰ τοῦτο κατηγόρησας ἡμῶν. Πῶς οὖν νῦν μεταβαλὼν λέγεις ὅτι ὑπερκειμένην εἶναι λέγομεν τὴν ἐνέργειαν ὡς κυρίως οὖσαν θεότητα; Ἠγνόησας γάρ, ἄθλιε, ὅτι καὶ τοῦ κυρίως ὀνομάζεσθαι ὑπέρκειται ἡ οὐσία τοῦ Θεοῦ παντάπασιν ὡς ὑπερώνυμος. Εἰ τοίνυν κυρίως θεότης παρὰ τῶν ὄντως θεολόγων καλεῖται ἡ θεία ἐνέργεια, οὐχ ὡς μὴ ὄντως, οὐδ’ ὡς κατωτέρας τῆς οὐσίας οὔσης, ἀλλ’ ὡς ὑπερκειμένης κατὰ τὸ ὑπερώνυμον, καλῶς ἡμεῖς καὶ εὐσεβῶς εἴπομεν ὑπερκεῖσθαι κατὰ τὸ ὑπερώνυμον τὴν θείαν οὐσίαν τῆς θείας ἐνεργείας. Μᾶλλον δὲ οὐκ ἠγνόησε τοῦτο ὁ Ἀκίνδυνος. Πῶς γάρ; Ὃς προλαβὼν τοῦτο λέγειν ἐμαρτύρησεν ἡμᾶς, ἀλλὰ πρὸς ἀπάτην τῶν αὐτῷ πειθομένων πάντα γράφων, νῦν οὐ κατηγορῶν φαίνεται μόνον ἀλλὰ καὶ συκοφαντεῖ ἡμᾶς τε καὶ τὸν πατριάρχην καὶ τοὺς κατ’ αὐτὸν ὀρθῶς φρονοῦντας, τἀναντία ὧν αὐτὸς πρότερον ἐμαρτύρησε καὶ κατηγόρησεν ἡμῶν.