Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Δογματικές συνέπειες της ταύτισης ουσίας και ενέργειας

Κριτική της παρερμηνείας των πατερικών κειμένων από τον αντίπαλο και απόρριψη της κατηγορίας ότι η διάκριση φυσικής ουσίας και ενέργειας συνιστά αιρετική διδασκαλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 6

Ἡμεῖς δὲ μετὰ τῶν ἁγίων καὶ τὴν θείαν ἐνέργειαν κυρίως ὀνομάζεσθαι λέγομεν πρὸς τὸ τῆς θείας οὐσίας παντάπασιν ὑπερώνυμον ἀντιδιαστέλλοντες αὐτὴν (οὐδὲ γὰρ ἡ θεία ἐνέργεια κυρίως ὀνομάζεται· καὶ γὰρ ἀπὸ τῶν ἀποτελεσμάτων ἤτοι τῶν κτισμάτων ὀνομάζεται). Τὴν δὲ τοῦ Θεοῦ οὐσίαν οὐδὲ ἀπὸ τῶν κτισμάτων ὀνομάσαι θεμιτὸν κατὰ τὸν μέγαν Διονύσιον. Ἐπεὶ δὲ ὁ Ἀκίνδυνος κυρίως θεότητα ὀνομάζεσθαι τὴν οὐσίαν τοῦ Θεοῦ φησί, τὸ γὰρ κυρίως καὶ καθ’ ἑαυτὸ ὀνομαζόμενον καὶ κυρίως ὑπὸ τῶν ὀνομαζόντων καταλαμβάνεται, οὐκοῦν καὶ καταληπτὴν ὁ ἄθλιος ἐνταῦθα ποιεῖ τὴν οὐσίαν τοῦ Θεοῦ, ἣν καὶ πρότερον κτιστὴν ἐποίησεν. Ἐπεχείρησε δὲ οὗτος ἐνταῦθα καὶ μαρτυρίας ἀπὸ τῶν ἁγίων προαγαγεῖν ὅτι ἡ οὐσία τοῦ Θεοῦ ἐστιν ἡ κυρίως ὀνομαζομένη καὶ προτίθησι τοὺς κατὰ Ἀρείου λέγοντας ὅτι καθάπερ ἕνα Θεὸν φρονεῖν ἐδιδάχθημεν οὕτω καὶ μίαν θεότητα ὁμολογεῖν παρειλήφαμεν καὶ ὁ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος ἐξ ἀνάγκης ἢ τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συντίθεται. Ποῦ τοίνυν ἐκ τούτων καὶ τῶν τοιούτων ῥήσεων ὅτι ἡ οὐσία τοῦ Θεοῦ κυρίως ὀνομάζεται; Ὁ δὲ φρενοβλαβῶς καθάπερ κάρῳ βαρεῖ τινι κάτοχος παραφθεγγόμενος μᾶλλον ἢ φθεγγόμενος προβάλλεται εἰς μαρτυρίαν τὰ μηδὲν τοιοῦτον, οἷον λέγει μαρτυροῦντα.

Ἐπεὶ δὲ καὶ κατὰ τῶν λεγόντων κτιστὴν καὶ ἄκτιστον θεότητα τὰ τοιαῦτα τοῖς ἁγίοις ἡμῶν εἴρηται πατράσιν, αὐτὸς δέ ἐστιν ὁ λέγων κτιστὴν καὶ ἄκτιστον θεότητα ὡς προαναπέφηνε, καὶ κατ’ αὐτοῦ λοιπὸν τὰ τοιαῦτα εἴρηται, ὥστε αὐτὸς καθ’ ἑαυτοῦ ὁ τάλας λέγει, ἃ λέγει, καὶ προφέρει ἃ προφέρει τῶν ἁγίων ἐκ τῆς κατὰ τὴν ἄκραν δυσσέβειαν παραφορᾶς. Ἡμεῖς δέ, ὥσπερ ἕνα Θεὸν φρονεῖν ἐδιδάχθημεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀκτίστῳ, ἅπερ ἐστὶν αὐτοῖς ἅπαντα κοινά, οὕτω καὶ μίαν θεότητα ὁμολογεῖν παρελάβομεν, οὐ τρισυπόστατον μόνον ἀλλὰ καὶ παντοδύναμον καὶ οὐ κατὰ τὰς θείας ὑποστάσεις μόνον ἄκτιστον ἀλλὰ καὶ κατὰ τὰς θείας δυνάμεις καὶ ἐνεργείας, αἳ κοιναὶ τῶν τριῶν ὑποστάσεων εἰσίν. Ὁ δὲ καταγινώσκων ἡμῶν Ἀκίνδυνος τῶν μίαν λεγόντων οὕτω θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ τῷ πολλὰς θεότητας λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται, ὅπερ ἀμφότερον οὗτος πάσχει φανερῶς ὁ ἄθλιος.

Ὅταν μὲν γὰρ λέγῃ κτιστὴν καὶ ἄκτιστον θεότητα, πολλὰς λέγει καὶ φρονεῖ θεότητας. Πῶς γὰρ οὔ; Ἐπεὶ δὲ κτιστὴν αὐτὴν λέγει τὴν τοῦ Θεοῦ δύναμιν καὶ ἐνέργειαν, κτιστὴν ἐξ ἀνάγκης λέγει καὶ τὴν φύσιν. «Ἧς γὰρ φύσεως ἡ ἐνέργεια κτιστή, ἄκτιστος αὐτὴ οὐκ ἔστι» κατὰ τοὺς θεολόγους. Κτιστὴν δὲ οὕτω ποιῶν θεότητα καὶ τὴν οὐσίαν τοῦ Θεοῦ οὐδεμίαν οὗτος εἶναι πρεσβεύει θεότητα. Ἡ γὰρ κτιστὴ θεότης ψευδώνυμός ἐστι καὶ οὐκ ἔστι θεότης. Ἀλλὰ καὶ ὅταν λέγῃ ὁ Ἀκίνδυνος μὴ διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, οὐδεμίαν εἶναι λέγει θεότητα· ἀναιρεῖ γὰρ δι’ ἀλλήλων καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ὥσπερ ὁ Σαβέλλιος ἀνῄρει δι’ ἀλλήλων τὸν Πατέρα καὶ τὸν Υἱὸν τὴν διαφορὰν αὐτῶν ἀρνούμενος. Ἀλλὰ καὶ Πατέρα ἔλεγεν ὁ Σαβέλλιος υἱοῦ ἐστερημένον καὶ Υἱὸν Πατρὸς μὴ διαφέρειν ἀλλήλων πειθόμενος αὐτούς, οὐκοῦν οὐδὲ Πατέρα ἔλεγεν οὐδὲ Υἱόν· οὕτω δὴ καὶ ὁ Ἀκίνδυνος οὐσίαν εἶναι λέγει τῆς ἐνεργείας ἐστερημένην καὶ ἐνέργειαν τῆς οὐσίας μὴ διαφέρειν πειθόμενος αὐτὰς ἀλλήλων. Καὶ οὕτως οὐδεμίαν εἶναι λέγει θεότητα, ἀρνούμενος ὁ τάλας τὸν Θεὸν καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν. Ἐπεὶ καὶ οἱ θεολόγοι οὐσίαν ἐστερημένην ἐνεργείας καὶ ἐνέργειαν οὐσίας οὐδαμῆ οὐδαμῶς εἶναι ἀποφαίνονται.

Πολλὰ δὴ κἀνταῦθα ὁ Ἀκίνδυνος καταψευσάμενος οὐχ ἡμῶν μόνον ἀλλὰ καὶ τῶν ἀπ’ αἰῶνος ἁγίων καὶ εἰπὼν μὴ φρονῆσαί ποτε τούτους μηδὲ διδάξαι, ἅπερ αὐτοὶ μὲν διαρρήδην καὶ φρονοῦσι καὶ διδάσκουσιν, αὐτὸς δὲ Ἑλλήνων εἶναι ταῦτα φρονήματά φησι συκοφαντῶν καὶ τούτους ἅμα καὶ παροινῶν.

Εἶτα θέλων αὐτὸς δεῖξαι ὅτι οὐδὲν διαφέρει τῆς θείας φύσεως ἡ θεία ἐνέργεια καὶ αὐτὸν τὸν Ἄρειον καὶ τὸν Εὐνόμιον συκοφαντεῖ γράφων αὐτῶν εἶναι τὸ λέγειν διαφορὰν ἐπὶ τοῦ θείου τῆς φυσικῆς ἐνεργείας, ἤγουν τοῦ Υἱοῦ, καὶ τῆς φυσικῆς οὐσίας, ἤγουν τοῦ Πατρός. Τοῦτο δὲ γράψας ὁ Ἀκίνδυνος τὸν μὲν Ἄρειον καὶ τὸν Εὐνόμιον ἐσυκοφάντησεν, ἑαυτοῦ δὲ τὴν δυσσέβειαν πᾶσαν ἐφανέρωσεν· ὅτι μὴ ὅτι τὸ παντοδύναμον ἀλλὰ καὶ τὸ τρισυπόστατον ἀρνεῖται τῆς μιᾶς θεότητος. Ὁ μὲν γὰρ Εὐνόμιος οὐκ ἔλεγε φυσικὸν ὅλως εἶναι τὸν Υἱὸν τοῦ Πατρός.

Πῶς γὰρ κτίσμα τοῦτον εἶναι λέγων τοῦ πατρός, οὐδὲ τὰ φυσικὰ διαφέρειν ὅλως τῆς οὐσίας; Ἢ γὰρ ὅλον ἄληπτον εἶναι τὸ θεῖον ἢ τελέως ληπτὸν ἀπεφαίνετο, καθάπερ καὶ ὁ Ἀκίνδυνος ἀρτίως. Οἱ δὲ ἀληθεῖς θεολόγοι πάντες καὶ φυσικὸν εἶναι τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ φασι καὶ διαφέρειν τοῦ Πατρὸς τοῦτον κατὰ τὴν ὑπόστασιν. Ὁ δὲ Ἀκίνδυνος τῶν κακοφρόνων εἶναι τοῦτο λέγων, ἔδειξεν ἑαυτὸν οὐχ οὕτω φρονοῦντα ἀλλὰ δυσσεβῶς.