Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Τριαδολογικές και χριστολογικές διαστάσεις της θείας ενέργειας έναντι του ευνομιανισμού

Ανασκευή της κατηγορίας περί ευνομιανισμού μέσα από τριαδολογικά και χριστολογικά επιχειρήματα, τονίζοντας το ενυπόστατο των θείων προσώπων και αναδεικνύοντας τις πλάνες του Ακινδύνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 6

Τὸ δὲ λέγειν οὐσίαν μὲν τὸν Πατέρα ἐνέργειαν δὲ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, πόσης πάλιν δυσσεβείας; Οὐκέτι γὰρ ἕξει ὁ Υἱὸς ἢ τὸ Πνεῦμα τὸ Ἅγιον ἐνέργειαν ἄκτιστον καὶ τὴν αὐτὴν τῷ Πατρί, ἵνα μὴ καὶ τὸν υἱὸν σχοίη ἑκάτερον αὐτῶν.

Εἰ δὲ ἄλλην ἐνέργειαν ἔχουσι παρ’ ἣν ἔχει ὁ Πατήρ, οὐδὲ τὴν οὐσίαν ἕξουσι τὴν αὐτὴν τῷ Πατρί. Τὰ γὰρ μὴ τῆς αὐτῆς ἐνεργείας οὐδὲ τῆς αὐτῆς οὐσίας εἰσίν. Εἰ δὲ μήτ’ ἄλλην μήτε τὴν αὐτὴν ἔχουσιν ἐνέργειαν οὐδ’ ἐν ἰδίᾳ ὑποστάσει ἔσονται.

Οὐκοῦν κατὰ τὸν Ἀκίνδυνον ἀνούσια καὶ ἀνυπόστατα, βαβαὶ τῆς ἀσεβείας, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Οἱ γὰρ ἅγιοι Πατέρες εἰ καὶ λέγουσιν ἐνέργειαν Πατρὸς τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ συνεπινοοῦσιν ἢ καὶ συνεκφωνοῦσι τῇ ἐνεργείᾳ ταύτῃ τὸ ἐνούσιον καὶ ἐνυπόστατον, καὶ οὕτω τῆς κοινῆς θείας ἐνεργείας ἀποδιαστέλλουσιν ἣν κοινὴν θείαν καὶ ἄκτιστον ἐνέργειαν καὶ ὁ Υἱὸς ἔχει καὶ τὸ πνεῦμα τὸ Ἅγιον.

Οὕτω γὰρ καὶ ἀκτῖνα καὶ ἀπαύγασμα λέγουσι τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐνυπόστατον, ὡς καὶ τὴν αὐτὴν ἀκτῖνα ἔχειν ταῦτα τῷ Πατρί. «Ὥσπερ γὰρ ἐν τρισὶν ἡλίοις», κατὰ τὸν θεολόγον Γρηγόριον, «μία τοῦ φωτὸς σύγκρασις καὶ ἓν τὸ ἔξαλμα τῆς λαμπρότητος», ὅπερ νῦν ὁ Ἀκίνδυνος ἀθετεῖ, καὶ νῦν μὲν εἰς κτίσμα κατασπᾷ, νῦν δὲ λέγει εἶναι τοῦτο τὸν Υἱὸν αὐτόν, ὡς κατ’ αὐτόν, τὸ αὐτὸ εἶναι κτίσμα τε καὶ τὸν φύσει τοῦ Θεοῦ Υἱόν.

Ταῦτα καὶ εἰπὼν καὶ παθὼν ὁ τάλας οὗτος Ἀκίνδυνος «δῆλον ἤδη, φησί, γενήσεται, ὅτι οὐκ ἄλλο ἐστὶν ἡ οὐσία καὶ ἕτερον ἡ φυσικὴ αὐτῆς ἐνέργεια, ἤγουν ὅτι οὐδὲν διαφέρουσιν ἀλλήλων αὗται· φησὶ γὰρ ὁ Εὐνόμιος ‘οὐ χρὴ τοὺς πειθομένους τῇ ἀληθείᾳ γνώμαις ἑτέρων ἑπομένους ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν’, αὐτὸ δὴ τοῦτο λέγων, ὅπερ καὶ οἱ κατὰ τὸν Παλαμᾶν».

Ἴδωμεν οὖν τίς αὐτὸ τοῦτο λέγει, ὅπερ ὁ Εὐνόμιος. Οὗτος μὲν τὴν ἐνέργειαν ταύτην κτιστὴν εἶναι λέγει, ἡμᾶς δὲ ἐμαρτύρησεν ὁ Ἀκίνδυνος ἄκτιστον εἶναι λέγειν τὴν ἐνέργειαν περὶ ἧς ὁ λόγος. Οὐκ ἄρα συμφωνεῖ κατὰ τοῦτο ὁ Εὐνόμιος ἡμῖν, ἀλλὰ καὶ τἀναντιώτατα φρονεῖ. Ὁ δὲ Ἀκίνδυνος οὐ μόνον μαρτυρεῖ ἡμᾶς ἄκτιστον δοξάζειν καὶ τὴν ἐνέργειαν, ἀλλὰ διὰ τοῦτο καὶ κατηγορεῖ. Οὐκοῦν αὐτὸς κτιστὴν εἶναι λέγει τὴν θείαν ἐνέργειαν καὶ τῷ Εὐνομίῳ κατὰ τοῦτο συμφωνεῖ. Ἀλλὰ καὶ τοὺς ἑνοῦντας τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν ὁ Εὐνόμιος ἀποτρέπεται. Ἡμεῖς δὲ μίαν λέγομεν θεότητα εἶναι ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ, ἑνοῦντες τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ὅπερ καὶ ὁ Ἀκίνδυνος συνεμαρτύρησεν ἡμῖν διὰ τοῦ προενεχθέντος πατριαρχικοῦ τροπαρίου. Οὐκοῦν ἐναντία λέγομεν ἡμεῖς κατὰ τοῦτο τῷ Εὐνομίῳ καὶ ἡμᾶς ὁ Εὐνόμιος ἀποτρέπεται. Ὁ δὲ Ἀκίνδυνος καὶ κατὰ τοῦτο ἡμῶν κατηγορῶν καὶ πᾶσι παραγγέλλων ἡμῖν μὴ πείθεσθαι, τὴν αὐτὴν ἄντικρυς λέγει τῷ Εὐνομίῳ φωνὴν ὅτι ‘οὐ χρὴ γνώμαις ἑτέρων ἑπομένους τοὺς πειθομένους τῇ ἀληθείᾳ, ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν’. Ὁρᾷς ὅπως ὁμόφρων καὶ ὁμόλογος τῷ Εὐνομίῳ ὁ Ἀκίνδυνος;

Ἄλλωστε καὶ ὁ ἑνῶν δύο τινὰ ἑνοῖ τοὐλάχιστον. Ἡμεῖς οὖν καθ’ ὃ διαφέρει ἡ οὐσία τῆς ἐνεργείας, δύο ταύτας λέγοντες, δυνάμεθα ἑνοῦν αὐτάς. Ὁ δὲ Ἀκίνδυνος κἂν ἄκτιστον εἴπῃ, καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν μὴ διαφέρειν ὅλως μηδὲ δύο ταύτας εἶναι λέγων, οὐδὲ δύναται ἑνοῦν. Καὶ τὴν αὐτὴν ἂν εἴποι τῷ Εὐνομίῳ φωνὴν ὅτι οὐ χρὴ ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν, οὕτω κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἅπαντα χωρεῖ, οὐ μόνον ἃ παρ’ ἑαυτοῦ λέγει, ἀλλὰ καὶ ὅσα παρὰ τῶν ἁγίων προβάλλεται. Καὶ μηδὲ ταῦτα μόνον, ἀλλὰ καὶ ὅσα παρὰ τῶν ἐναγῶν ἐπιχειρεῖ προφέρειν. Ἀλλ’ οὕτω τῷ ἐξαγίστῳ Εὐνομίῳ, ἡμῶν μὲν καὶ λεγόντων καὶ φρονούντων τἀναντία, αὐτοῦ δὲ συμφωνοῦντος, τὰς καθ’ ἑαυτοῦ καὶ κατ’ ἐκείνου ῥήσεις τῶν ἁγίων, ὡς καθ’ ἡμῶν φρενοβλαβῶς προβάλλεται καὶ τὰ μηδέποτε εἰς «ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» βουλόμενα γύναια, καὶ τοὺς κατ’ ἐκεῖνα τὴν διάνοιαν φρεναπατᾷ. Εἶτα σπουδάζει δεῖξαι τὴν ὑπερούσιον οὐσίαν τοῦ Θεοῦ μετεχομένην εἶναι καὶ θεοποιὸν οὖσαν χάριν, ἣν πρότερον διεβεβαιοῦτο εἶναι κτίσμα, ὥστε τὸ αὐτὸ εἶναι λέγει ὁ τρισάθλιος καὶ κτίσμα καὶ οὐσίαν τοῦ Θεοῦ. Ἀλλὰ τὴν αὐτὴν οὐσίαν εἶναι λέγει καὶ ἀμέθεκτον, ὥστε κατ’ αὐτὸν τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ μεθεκτὸν εἶναι καὶ ἀμέθεκτον, ὃ παρὰ φύσιν καὶ ἀδύνατόν ἐστι, καὶ τῷ Θεῷ αὐτῷ ὡς παρὰ φύσιν καὶ κακόν.

Κακὸς γὰρ εἶναι ὁ Θεὸς οὐ δύναται. Οὐκοῦν οὗτος οὐ μόνον εἶπεν ἀφρόνως «ὅτι οὐκ ἔστι Θεός», ἀλλὰ καὶ τῶν ἀφρόνων ἀφρονέστερος ὑπάρχων, οὐ μόνον οὐχ ὑπὲρ φύσιν, ἀλλ’ οὐδὲ γοῦν κατὰ φύσιν κτίσμα, ἀλλὰ παρὰ φύσιν εἶναι λέγει τὸν Θεόν.

Πόθεν δὲ οὗτος κατασκευάζει τὸν Θεὸν εἶναι κατ’ οὐσίαν καὶ μεθεκτὸν καὶ ἀμέθεκτον καὶ ὅλον εἶναι ἀμφότερον καὶ πᾶσι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀναισθήτοις καὶ τοῖς δαίμοσιν αὐτοῖς, ὢ τῆς ἀφροσύνης, κατ’ οὐσίαν εἶναι μεθεκτόν; Ὅτι ὅλος ὁ Θεὸς παρὰ τῶν ἁγίων λέγεται εἶναι πανταχοῦ καὶ ὅλος μετέχεσθαι καὶ ὅλος εἶναι οὐσία καὶ ἐνέργεια. Ἀγνοῶν ὅτι ὅλος ὁ Θεὸς λέγεται ἐνανθρωπῆσαι, ἀλλ’ οὐ διὰ τοῦτο κατὰ τὸ αὐτὸ καὶ ἐνηνθρώπησε καὶ οὐκ ἐνηνθρώπησεν. Ἀλλὰ κατὰ μὲν τὴν τοῦ Υἱοῦ ὑπόστασιν ὅλος ἐνηνθρώπησεν· ἐν ἑκάστῃ γὰρ τῶν ὑποστάσεων ὅλη καὶ τελεία ἡ θεότης ἐστίν, ὁ δὲ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐνηνθρώπησε· καὶ ὅλος ὁ υἱὸς ἐσαρκώθη.

Ἀλλ’ ἡ μὲν ὑπόστασις μία τῆς τοῦ Υἱοῦ θεότητος καὶ τῆς σαρκός, ἣν ἐξ ἡμῶν ἀνέλαβεν ὑπὲρ ἡμῶν, ἡ δὲ οὐσία τῆς τοῦ Υἱοῦ θεότητος καὶ τῆς σαρκὸς οὐ μία. Καὶ ὅλος πάλιν ὁ Θεὸς μονάς ἐστι καὶ ὅλος τριάς, ἀλλ’ οὐ διὰ τοῦτό τις εὖ φρονῶν ἐρεῖ μηδὲν διαφέρειν τῆς Τριάδος τὴν μονάδα. Οὕτω καὶ ὅλος οὐσία καὶ ὅλος ἐνέργειά ἐστιν, ἀλλ’ οὐ διὰ τοῦτό τις τῶν εὖ φρονούντων ἐρεῖ μὴ διαφέρειν τῆς οὐσίας τὴν ἐνέργειαν. Ὁ δὲ Ἀκίνδυνος «ἃ μὴ ἑώρακεν ἐμβατεύων εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ» τὰ μὴ κατάλληλα τοῖς ἑαυτοῦ δόγμασι, μᾶλλον δὲ καὶ τὰ ὑπεναντία ὡς συνήγορα προάγει τοὺς μὴ ἐπεσκεμμένως ἀκροωμένους. Ἡμεῖς δὲ τὸν βόρβορον τῶν αὐτοῦ ῥημάτων ἀπὸ τῆς καρδίας ἐκφοροῦντες τῶν παραδεξαμένων, εἴπερ ἄρα βούλοιντο καὶ ἐνασμενίζουσι τῇ ἀπαλλαγῇ τῆς πολυμόρφου ταύτης δυσσεβείας, οὐ μικρᾶς ὅμως τῆς ἀηδίας ἀναπιμπλάμεθα.