Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Η αναγκαιότητα της διακρίσεως ουσίας και ενέργειας έναντι των αιρετικών κακοδοξιών

Απόδειξη των δογματικών ατόπων που προκύπτουν από την ταύτιση ουσίας και ενέργειας, το αδύνατο της μετοχής των κτισμάτων στη θεία ουσία και ο έλεγχος των κακοδοξιών του Ακινδύνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 8

Ὥσπερ ὁ ἥλιος ἀμειώτως τοῖς μετέχουσι μεταδιδοὺς θέρμης καὶ φωτὸς ἐμφύτους ταῦτ’ ἔχει καὶ οὐσιώδεις ἐνεργείας, οὕτω καὶ αἱ θεῖαι μεταδόσεις ἀμειώτως ἐνοῦσαι τῷ μεταδιδόντι φυσικαὶ καὶ οὐσιώδεις ἐνέργειαί εἰσιν αὐτοῦ, τοιγαροῦν καὶ ἄκτιστοι. καθάπερ δὲ τοῦ μὲν ἡλιακοῦ φωτὸς οὐδ’ ἴχνος ὑπολείπεται, τοῦ ἡλίου ὄντος ὑπὸ γῆν καὶ τοὺς ὑπὲρ γῆν ἐπιλιπόντος, οὐδ’ ἔνι τὸ τῆς αὐγῆς ταύτης ἀπολαῦον ὄμμα μὴ ἀνακεκρᾶσθαι πρὸς αὐτὴν καὶ δι’ αὐτῆς ἡνῶσθαι τῷ βλύζοντι τὸ φῶς· ἡ δ’ ἐκεῖθεν θέρμη καὶ ὅσα ἐξ αὐτῆς τελεῖται συμβαλλομένης πρὸς γένεσίν τε καὶ αὔξησιν τοῖς αἰσθητοῖς καὶ τὴν τῶν χυμῶν καὶ ποιοτήτων πολυειδῆ διαφορὰν οὐκ ἐπιλείπει ταῦτα, κἂν μὴ τὸ συναφὲς ἔχῃ διὰ τῆς ἀκτῖνος πρὸς τὸν ἥλιον· τὸν αὐτὸν τρόπον ὡς κατ’ ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα, τῶν ἐπιβαλλόντων μόνων τῷ ὑπερφυεῖ καὶ θειοτάτῳ φωτὶ τῆς θεοποιοῦ χάριτος εἰλικρινῶς μετέχειν καὶ δι’ αὐτῆς ἡνῶσθαι τῷ θεῷ. τὰ δ’ ἄλλα πάντα τῆς δημιουργικῆς ἐνεργείας ἐστὶν ἀποτελέσματα, χάριτι μὲν ἐκ μὴ ὄντων προηγμένα, δηλονότι δωρεάν, οὐ κατηγλαϊσμένα δὲ τῇ χάριτι, ἥτις τῆς τοῦ θεοῦ λαμπρότητος ἐπώνυμόν ἐστιν.

Ἡ τοῦ θεοῦ λαμπρότης αὕτη καὶ θεοποιὸς ἐνέργεια, ἧς τὰ μετέχοντα θεοῦται, θεία τίς ἐστι χάρις, ἀλλ’ οὐχ ἡ φύσις τοῦ θεοῦ, οὐχ ὡς ἀποῦσα τῶν κεχαριτωμένων, κατὰ τὴν Ἀκινδύνου ληρώδη συκοφαντίαν, πανταχοῦ γὰρ ἡ φύσις τοῦ θεοῦ, ἀλλ’ ὡς οὐκ οὖσα μεθεκτή, μηδενὸς ὄντος κτιστοῦ, καθὰ προϋποδέδεικται, τοῦ δυνηθέντος ἂν μεταλαχεῖν αὐτῆς. καὶ ἡ θεία γὰρ ἐνέργεια καὶ χάρις τοῦ πνεύματος, πανταχοῦ παροῦσα καὶ ἀχώριστος αὐτοῦ διατελοῦσα, τοῖς δι’ ἀκαθαρσίαν ἀνεπιτηδείοις πρὸς μετάληψιν ἀμέθεκτός ἐστιν ὥσπερ ἀποῦσα. ὥσπερ, γάρ φησιν, αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίνονται, ἀλλ’ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ πνεύματος ἐνέργεια, ἀλλ’ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις μηδὲ στραγγαλιῶδες· καὶ πάλιν, πᾶσι μὲν πάρεστι τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν, τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων οὐκέτι.

Καθάπερ τὸ τοῦ ἡλίου φῶς τῆς ἀκτῖνος καὶ τῆς δι’ αὐτῆς χορηγουμένης θέρμης ἀχώριστόν ἐστιν, ἀλλὰ τῶν ἀπολαυόντων τοῖς ὀφθαλμοὺς μὴ κεκτημένοις ἀμέθεκτόν ἐστι τὸ φῶς, τῆς παρὰ τῆς ἀκτῖνος μόνης ἀντιλαμβανομένοις θέρμης· οὐ γάρ ἐστιν ὅλως ἀντίληψιν φωτὸς γενέσθαι τοῖς τῶν ὀμμάτων ἀμοιροῦσιν· οὕτω καὶ πολλῷ μᾶλλον οὐδενὶ τῶν τῆς θείας αἴγλης ἀπολαυόντων ἔσται μέθεξις τῆς οὐσίας τοῦ κτίσαντος· οὐ γάρ ἐστιν, οὐκ ἔστι τῶν κτισμάτων οὐδέν, ὃ δύναμιν ἴσχει δεκτικὴν τῆς τοῦ κτίσαντος φύσεως.

Συμμαρτυρείτω δὲ κἀνταῦθα νῦν ἡμῖν τὸ μήτε κτιστὴν μήτ’ οὐσίαν εἶναι τοῦ θεοῦ τὴν μετεχομένην ἐνέργειαν καὶ ὁ τοῦ Χριστοῦ βαπτιστὴς Ἰωάννης σὺν Ἰωάννῃ τῷ μᾶλλον τῶν ἄλλων πεφιλημένῳ τῷ Χριστῷ μαθητῶν καὶ τῷ χρυσῷ τὴν γλῶτταν Ἰωάννῃ. ὁ μὲν ἱστορῶν τε καὶ συγγραφόμενος· ὁ δὲ τοῦ Χριστοῦ πρόδρομος καὶ βαπτιστὴς λέγων, οὐκ ἐκ μέτρου δίδοσθαι παρὰ θεοῦ πατρὸς τὸ πνεῦμα τῷ Χριστῷ· ὁ δὲ χρυσορρήμων ἐξηγούμενος καὶ γράφων, ὅτι πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν λέγει· πάντες γὰρ ἡμεῖς μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν λαμβάνομεν· ἐκεῖνος δὲ ἀμέτρητον καὶ ὁλόκληρον ἔχει πᾶσαν τὴν ἐνέργειαν. εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία. τῷ μὲν γὰρ εἰπεῖν πνεῦμα τὴν ἐνέργειαν, μᾶλλον δὲ αὐτὸ τὸ πνεῦμα τοῦ θεοῦ, ὡς ὁ βαπτιστὴς εἶπε, καὶ τῷ ἀμέτρητον εἶναι ταύτην, τὸ ἄκτιστον αὐτῆς παρέστησε· τῷ δὲ μέτρῳ ταύτην ἡμᾶς λαμβάνειν, τὴν πρὸς τὴν ἄκτιστον οὐσίαν τῆς ἀκτίστου ἐνεργείας διαφοράν. οὐδεὶς γὰρ οὐδέποτε τὴν οὐσίαν τοῦ θεοῦ λαμβάνει, ἀλλ’ οὐδ’ εἰ πάντας ὁμοῦ συλλαβὼν εἴποις καὶ ταῦτα μεριστῶς κατὰ λόγον τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος. προϊὼν δὲ ὁ Χρυσόστομος πατὴρ καὶ ἑτέραν διαφορὰν δείκνυσι τῆς ἀκτίστου οὐσίας πρὸς τὴν ἄκτιστον ἐνέργειαν· εἰ δὲ ἡ ἐνέργεια, λέγων, τοῦ πνεύματος ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία.

Εἰ κατὰ τοὺς Ἀκινδύνου λήρους καὶ τοὺς κατ’ αὐτὸν φρονοῦντας μηδὲν διαφέρει τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια, καὶ τὸ ποιεῖν, ὃ τῆς ἐνεργείας ἐστί, κατ’ οὐδὲν διοίσει τοῦ γεννᾶν καὶ ἐκπορεύειν, ἃ τῆς οὐσίας ἐστίν. εἰ δὲ τὸ ποιεῖν τοῦ γεννᾶν καὶ ἐκπορεύειν οὐ διενήνοχε, καὶ τὰ ποιήματα κατ’ οὐδὲν διοίσει τοῦ γεννήματος καὶ τοῦ προβλήματος. εἰ δὲ τοῦθ’ οὕτως ἔχει κατ’ αὐτούς, ὅ τε τοῦ θεοῦ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κατ’ οὐδὲν διοίσει τῶν κτισμάτων καὶ τὰ κτίσματα πάντ’ ἔσται τοῦ θεοῦ καὶ πατρὸς γεννήματά τε καὶ προβλήματα καὶ θεοποιηθήσεται ἡ κτίσις καὶ ὁ θεὸς συντετάξεται τοῖς κτίσμασι. διὰ τοῦτο ὁ θεῖος Κύριλλος τὴν διαφορὰν ἐπιδεικνὺς τῆς τοῦ θεοῦ οὐσίας τε καὶ ἐνεργείας, τῆς μὲν θείας φύσεως εἶναι, φησί, τὸ γεννᾶν· τὸ δὲ ποιεῖν τῆς αὐτοῦ θείας ἐνεργείας. καὶ προσαποφαίνεται σαφῶς λέγων· φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν.

Εἰ μηδὲν διαφέρει τῆς θείας ἐνεργείας ἡ θεία οὐσία, καὶ τὸ γεννᾶν καὶ ἐκπορεύειν οὐδὲν διοίσει τοῦ ποιεῖν. ποιεῖ δὲ ὁ θεὸς καὶ πατὴρ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι· ὥστε καὶ γεννᾷ καὶ ἐκπορεύει, κατὰ τὴν Ἀκινδύνου δόξαν καὶ τῶν κατ’ αὐτόν, δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι.

Εἰ μηδὲν διαφέρει ἡ θεία οὐσία τῆς θείας ἐνεργείας, οὐδὲ τῆς θελήσεως διενήνοχε, καὶ ἔσται ὁ μόνος ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεγεννημένος, καὶ ἐκ τῆς θελήσεως κατ’ αὐτούς, ὡς ἔοικε, πεποιημένος. Εἰ μηδὲν διαφέρει τῆς θείας ἐνεργείας ἡ τοῦ θεοῦ οὐσία, μαρτυρεῖται δὲ παρὰ τῶν θεοφόρων καὶ ἐνεργείας πολλὰς ἔχειν ὁ θεός, ὡς καὶ δημιουργικὰς προνοίας εἶναι τούτου καὶ ἀγαθότητας, καθάπερ ἀνωτέρω δέδεικται, καὶ πολλὰς λοιπὸν οὐσίας ἔχει ὁ θεός· ὃ μηδείς ποτ’ εἶπεν ἢ ἐφρόνησε τοῦ χριστωνύμου γένους.

Εἰ μηδὲν διαφέρουσι τῆς θείας οὐσίας αἱ τοῦ θεοῦ ἐνέργειαι, οὐδὲ πρὸς ἀλλήλας ἕξουσι διαφοράν. οὐκοῦν τῆς τοῦ θεοῦ προγνώσεως οὐδὲν διενήνοχεν ἡ θέλησις; ὥστ’ ἢ μὴ πάντα προγινώσκειν τὸν θεόν, οὐδὲ γὰρ πάντα θέλει τὰ γινόμενα, ἢ θελητὴν εἶναι καὶ τῶν πονηρῶν, ἐπειδὴ πάντα προγινώσκει· καὶ ἢ μὴ εἶναι πάντα προειδότα, ταὐτὸ δ’ εἰπεῖν, οὐδὲ θεόν· ἢ μὴ εἶναι ἀγαθόν, ταὐτὸ δ’ εἰπεῖν, οὐδὲ θεόν. διαφέρει τοιγαροῦν τῆς θείας θελήσεως ἡ πρόγνωσις, οὐκοῦν καὶ τῆς θείας οὐσίας ἑκατέρα τούτων.

Εἰ μὴ πρὸς ἀλλήλας ἔχουσι διαφορὰν αἱ θεῖαι ἐνέργειαι, καὶ τὸ δημιουργεῖν λοιπὸν τοῦ προγινώσκειν οὐ διενήνοχεν. ἐπεὶ οὖν ἤρξατό ποτε ὁ θεὸς δημιουργεῖν, καὶ προγινώσκειν ἤρξατο λοιπόν. καὶ πῶς θεός, ὁ μὴ πρὸ αἰώνων τὰ πάντα προειδώς;

Εἰ μηδὲν διαφέρει τῆς θείας προγνώσεως ἡ τοῦ θεοῦ δημιουργικὴ ἐνέργεια, τῇ προγνώσει τοῦ θεοῦ σύνδρομα ἔσται τὰ δημιουργήματα· δημιουργούμενα ἀνάρχως, ὡς ἀνάρχως αὐτοῦ δημιουργοῦντος· ἐπεὶ καὶ ἀνάρχως αὐτός τε προγινώσκει καὶ τὰ προγινωσκόμενα ἀνάρχως προγινώσκεται. καὶ πῶς θεός, τῶν ποιημάτων αὐτοῦ μηδαμῶς ὑστέρων ὄντων;

Εἰ μηδὲν διαφέρει τῆς τοῦ θεοῦ προγνώσεως ἡ δημιουργικὴ ἐνέργεια, οὐδὲ τὸ δημιουργεῖν ὑπόκειται θελήσει, ἐπεὶ μηδὲ ἡ πρόγνωσις· οὐδὲ τῷ θέλειν δημιουργεῖ θεός, ἀλλὰ τῷ πεφυκέναι μόνον. καὶ πῶς θεός, ὁ θελήσεως δημιουργῶν χωρίς;

Ὁ θεὸς αὐτὸς μέν ἐστιν ἐν ἑαυτῷ, ὡς τῶν τριῶν θείων ὑποστάσεων συμφυῶς καὶ ἀϊδίως ἐχομένων ἀλλήλων καὶ ἀφύρτως περιχωρουσῶν εἰς ἀλλήλας. ἐν τῷ παντὶ δέ ἐστιν ὁ θεὸς καὶ τὸ πᾶν ἐν τῷ θεῷ, ὁ μὲν ὡς συνέχων, τὸ δὲ ὡς ὑπ’ αὐτοῦ συνεχόμενον. οὐκοῦν καὶ τῆς συνεκτικῆς ἐνεργείας, ἀλλ’ οὐχὶ τῆς οὐσίας τὰ πάντα μετέχει τοῦ θεοῦ. ταῦτ’ ἄρα καὶ οἱ θεολόγοι ἐνέργειάν φασι θεοῦ εἶναι, τὸ εἶναι τοῦτον πανταχοῦ.

Καὶ οἱ τῷ θεῷ εὐαρεστήσαντες καὶ τοῦ δι’ ὃ γεγόνασιν ἐπιτυχόντες, τουτέστι τῆς θεώσεως (εἰς τοῦτο γάρ φασι πεποίηκεν ἡμᾶς ὁ θεός, ἵνα κοινωνοὺς ποιήσῃ τῆς οἰκείας θεότητος), καὶ οἱ τοιοῦτοι τοίνυν ἐν τῷ θεῷ εἰσιν, ὡς ὑπ’ αὐτοῦ θεοποιούμενοι, καὶ ὁ θεὸς ἐν αὐτοῖς, ὡς θεοποιῶν αὐτούς ἐστιν. οὐκοῦν καὶ αὐτοὶ τῆς θείας ἐνεργείας, εἰ καὶ τρόπον ἕτερον, ἀλλ’ οὐχὶ τῆς οὐσίας τοῦ θεοῦ μετέχουσι. διὸ καὶ οἱ θεολόγοι τῆς θείας ἐνεργείας εἶναι ὄνομα τὴν θεότητά φασιν.

Ἡ ὑπερούσιος καὶ ὑπέρζωος καὶ ὑπέρθεος καὶ ὑπεράγαθος φύσις, ᾗ ὑπεράγαθός ἐστι καὶ ὑπέρθεος καὶ τὰ τοιαῦτα, οὔτε λέγεται οὔτε νοεῖται οὔτε ὅλως πως θεωρεῖται διὰ τὸ πάντων ἐξῃρημένη καὶ ὑπεράγνωστος εἶναι καὶ τῶν ὑπερουρανίων νόων ὑπεριδρυμένη ἀπεριλήπτῳ δυνάμει καὶ πᾶσι πάντῃ ἄληπτός τε καὶ ἄρρητος αἰεί. οὐδὲ γὰρ ὄνομά ἐστιν αὐτῆς κατὰ τὸν νῦν αἰῶνα ἢ κατὰ τὸν μέλλοντα ὀνομαζόμενον· οὐ λόγος ἐν ψυχῇ συνιστάμενος ἢ διὰ γλώττης προφερόμενος· οὐκ ἐπαφή τις καὶ μέθεξις αἰσθητὴ ἢ νοερά, ἀλλ’ οὐδὲ φαντασία ὅλως. διὸ οἱ θεολόγοι πλησιαιτέραν αὐτῇ μᾶλλον τίθενται τὴν δι’ ἀποφάσεων τελεωτάτην ἀκαταληψίαν, ὡς πάντα ὅσα ἔστιν ἢ ὅλως λέγεται ὑπεροχικῶς ἀφαιρουμένην. καὶ τοίνυν οὐδ’ οὐσίαν αὐτὴν ἢ φύσιν ὀνομάσαι θεμιτόν, ὀνομάζοντα κυρίως, ὅστις τῆς ὑπὲρ πᾶσαν ἀλήθειαν ἀληθείας ἐπιγνώμων. ἐπεὶ δ’ αὖθις πάντων ἐστὶν αἰτία καὶ περὶ αὐτὴν πάντα καὶ αὐτῆς ἕνεκα καὶ αὐτή ἐστι πρὸ πάντων καὶ ἁπλῶς καὶ ἀπεριορίστως ἐν ἑαυτῇ ἅπαντα προείληφεν, ἐκ πάντων αὐτὴν ὀνομαστέον καταχρηστικῶς, ἀλλ’ οὐ κυρίως. οὐκοῦν καὶ οὐσίαν αὐτὴν καὶ φύσιν προσρητέον, κυρίως δὲ τὴν οὐσιοποιὸν τοῦ θεοῦ πρόοδόν τε καὶ ἐνέργειαν· ταύτην γὰρ τὴν ὄντως οὖσαν τοῦ ὄντως ὄντος θεολογικὴν οὐσιωνυμίαν καὶ ὁ μέγας Διονύσιός φησιν.

Εὕροι τις ἂν τὴν τῆς φύσεως προσηγορίαν κἀπὶ τῶν φυσικῶς προσόντων τιθεμένην, ἐπί τε τῶν κτιστῶς ὄντων καὶ ἐπὶ τοῦ θεοῦ, ὡς καὶ ὁ τῶν Γρηγορίων θεολογικώτατός φησί που τῶν Ἐπῶν· ἥδε γὰρ ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν. οὐδὲ γὰρ τὸ διδόναι φύσις ὁτῳοῦν, ἀλλὰ φυσικῶς τοῦτο πρόσεστι τῷ εὐεργετικῷ. κἀπὶ τοῦ πυρὸς δὲ φαίη τις ἂν φύσιν ἔχειν ἀνωφερὲς εἶναι καὶ φῶς ἐνιέναι τοῖς ὁρῶσιν, ἀλλ’ οὐχ ἡ κίνησις αὐτῷ φύσις οὐδὲ τὸ ἐμποιεῖν ἁπλῶς, ἀλλ’ ἡ τῆς κινήσεως ἀρχή. λέγεται τοιγαροῦν καὶ τὰ φυσικὰ φύσις, ὡς καὶ αὐτὸς ὁ μέγας Διονύσιος ἀλλαχοῦ φησι, φύσις, γράφων, τῷ ἀγαθῷ τὸ παράγειν καὶ σώζειν· δηλονότι φυσικῶς τοῦτο πρόσεστιν αὐτῷ. καὶ τοίνυν ὅταν ἀκούσῃς τῶν πατέρων ἀμέθεκτον λεγόντων τὴν οὐσίαν τοῦ θεοῦ, ἐκείνην μοι νόει τὴν ἀνεκφοίτητόν τε καὶ ἀνέκφαντον. ὅταν δ’ αὖθις μεθεκτήν, νόει μοι τὴν φυσικῶς προσοῦσαν τῷ θεῷ πρόοδον καὶ τὴν ἔκφανσιν καὶ τὴν ἐνέργειαν· καὶ οὕτω στέργων ἀμφότερα, ὁμόλογος ἔσῃ τοῖς πατράσιν.

Τὸ μέρος τῆς οὐσίας καὶ τὸ βραχύτατον πάσας ἔχει τὰς αὐτῆς δυνάμεις· ὡς καὶ ὁ σπινθὴρ λαμπρόν τε καὶ φωτιστικόν ἐστι, διακριτικόν τε καὶ καυστικὸν τῶν ἐγγιζόντων, αὐτοκίνητόν τε φύσει καὶ ἀνωφερές, καὶ ἁπλῶς ὅσα καὶ τὸ πῦρ, οὗ μόριόν ἐστι· καὶ ἡ σταγὼν τὰ πάντ’ ἔχει ὅσα καὶ τὸ ὕδωρ, οὗ ἐστι σταγών· καὶ ἡ βῶλος, ὅσα καὶ τὸ μέταλλον κέκτηται, οὗπερ ἀπορρὼξ τυγχάνει. τοιγαροῦν εἴπερ τῆς ἀνεκφάντου ἐκείνης οὐσίας τοῦ θεοῦ μετέχομεν, κἂν εἰ πάσης κἂν εἰ μορίου μετέχει τι αὐτῆς, παντοδύναμος ἔσται, καὶ οὕτω τῶν ὄντων ἕκαστον ἔσται παντοδύναμον· ὃ μηδὲ πάντες ἔχομεν ὁμοῦ, κἂν πᾶσαν τὴν κτίσιν συμπεριλαβὼν εἴπῃς. τοῦτο δεικνὺς ὁ Παῦλος ἐκ περιουσίας καὶ αὐτοῖς τοῖς εὐμοιρηκόσι τῶν θεοποιῶν χαρισμάτων τοῦ πνεύματος οὐ πάνθ’ ἑκάστῳ προσεῖναι μαρτυρεῖ τὰ χαρίσματα τοῦ πνεύματος· ἀλλὰ τῷ μέν, φησί, δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως, ἄλλῳ δ’ ἄλλο τι κατὰ τὸ αὐτὸ πνεῦμα. ὁ δὲ Χρυσόστομος πατήρ, φανερῶς προαναστέλλων τὴν Βαρλαὰμ καὶ Ἀκινδύνου πλάνην, οὐ πάντα τις ἔχει, φησίν, ἵνα μὴ φύσιν εἶναι τὴν χάριν νομίσῃ.

ἀλλ’ οὐδὲ κτιστὴν ἡγήσαιτό τις νοῦν ἔχων τὴν ἀντιδιαστελλομένην ὧδε χάριν τῆς θείας φύσεως, ὅτι τε θεοῦ φύσιν οὐκ ἄν ποτέ τις δείσειε μή τις τὸ κτίσμα νομίσῃ· καὶ ὅτι, εἰ καὶ διενήνοχε τῆς θείας φύσεως, οὐ διασπᾶται ταύτης ἡ τοῦ πνεύματος χάρις, ἐπισπᾶται δὲ μᾶλλον τοὺς ἠξιωμένους πρὸς τὴν συνάφειαν τοῦ θείου πνεύματος.

Ἡ οὐσία, παρ’ ὅσων ἐστὶ μετεχομένη, τοσαύτας καὶ τὰς ὑποστάσεις ἔχει· καὶ γὰρ ὁπόσας ἂν λαμπάδας ἀνάψοι τις ἀπὸ τῆς μιᾶς, τοσαύτας καὶ τὰς ὑποστάσεις τοῦ πυρὸς ἐποίησε. συμβαίνει τοίνυν, εἴπερ κατὰ τοὺς ἡμῖν ἀντικειμένους ἡ οὐσία τοῦ θεοῦ μετέχεται καὶ ταῦτα παρὰ πάντων, μηκέτι τρισυπόστατον εἶναι ταύτην, ἀλλὰ μυριοϋπόστατον. τίς δὲ καὶ τῶν τοῖς θείοις δόγμασιν ἐντεθραμμένων οὐκ ἐπίσταται Μασσαλιανῶν εἶναι τουτὶ τὸ παραλήρημα; τῆς οὐσίας τοῦ θεοῦ μετεσχηκέναι τοὺς εἰς ἄκρον τῆς κατ’ αὐτοὺς ἀρετῆς ἐληλακότας, ὧν τὴν βλασφημίαν οἱ κατὰ τὸν Ἀκίνδυνον καὶ ὑπερβαλέσθαι φιλοτιμούμενοι, οὐ τοὺς κατ’ ἀρετὴν μόνον διενεγκόντας τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἁπλῶς ξύμπαντα τῆς θείας οὐσίας φασὶ μετέχειν ἀνουστάτῳ προφάσει τοῦ παρεῖναι ταύτην πανταχοῦ. ὁ δὲ πολὺς ἐν θεολογίᾳ Γρηγόριος τὰς φρενοβλαβεῖς τούτων τε κἀκείνων δόξας πόρρωθεν ἀνασκευάζων, Χριστός, φησί, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους Χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος. καὶ οἱ θεόσοφοι δὲ πατέρες κοινῇ συνεληλυθότες ἀπεφήναντο, ἐνοικεῖν μὲν τὴν θεότητα τοῖς ὡς χρεὼν κεκαθαρμένοις, ἀλλ’ οὐχ ὡς ἔχει φύσεως. οὔτε τοίνυν κατὰ τὴν οὐσίαν οὔτε καθ’ ὑπόστασίν τινα μέτοχός τις γίνεται θεοῦ· μερίζεται γὰρ τούτων ἑκάτερον οὐδ’ ὁπωσοῦν, οὐδὲ μεταδίδοται τὸ παράπαν οὐδενί.

διὸ καὶ πᾶσι παντάπασιν ἀχώρητος κατὰ ταῦτα ὁ θεός, εἰ καὶ πανταχοῦ κατὰ ταῦτα πάρεστιν. ἡ δὲ κοινὴ τῆς τρισυποστάτου φύσεως ἐνέργειά τε καὶ δύναμις, διαφόρως μεριζομένη καὶ καταλλήλως τοῖς μετέχουσι, διὰ τοῦτο καὶ χωρητὴ γίνεται τοῖς κεχαριτωμένοις. τὸ γὰρ πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μέγαν φάναι Βασίλειον, οὐχ ἑνὶ μέτρῳ τοῖς ἀξίοις μετεχόμενόν ἐστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῆς πίστεως διαιρεῖ τὴν ἐνέργειαν· ἁπλοῦν μὲν ὂν τῇ οὐσίᾳ, ποικίλον δὲ ταῖς δυνάμεσι.

Τὸ μετέχειν τινὸς λεγόμενον, μέρος ἔχει τοῦ μετεχομένου· κἂν γὰρ εἰ μὴ μέρους ἀλλὰ τοῦ παντὸς μετέχει, ἔχειν ἂν κυρίως λέγοιτ’ ἄν, ἀλλ’ οὐχὶ μετέχειν τούτου. μεριστὸν ἄρα τὸ μετεχόμενόν ἐστιν, εἴπερ μέρους μετέχειν ἀνάγκη τὸ μετέχον. ἡ δὲ οὐσία τοῦ θεοῦ παντάπασίν ἐστιν ἀμέριστος, οὐκοῦν καὶ παντάπασίν ἐστιν ἀμέθεκτος. τὸ δὲ μερίζεσθαι τῆς θείας ἐνεργείας εἶναι, πολλαχοῦ τῶν λόγων ὁ Χρυσόστομος ἀποφαίνεται πατήρ· αὕτη τοιγαροῦν ἐστιν ἡ καὶ παρὰ τῶν ἠξιωμένων τῆς θεουργοῦ χάριτος μετεχομένη. ἄκουσον οὖν αὐτοῦ πάλιν τοῦ τὴν γλῶτταν χρυσοῦ, προδηλότατα διδάσκοντος ἀμφότερα· τό τε τὴν ἐνέργειαν, ἀλλ’ οὐ τὴν οὐσίαν εἶναι τὴν μετεχομένην, καὶ τὸ ταύτην εἶναι τὴν μεριζομένην ἀμερίστως τὴν καὶ μετεχομένην, ἀλλ’ οὐχὶ τὴν ἀμέθεκτον οὐσίαν, ἐξ ἧς ἡ θεία πρόεισιν ἐνέργεια. προθεὶς γὰρ τὸ εὐαγγελικὸν ἐκεῖνο, ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, εἰ γὰρ ἐπὶ τοῦ πυρός, φησίν, ἔνθα οὐσία ἐστὶ τὸ μεριζόμενον καὶ σῶμα, καὶ μερίζομεν καὶ οὐ μερίζομεν αὐτό, πόσῳ μᾶλλον ἐπὶ τῆς ἐνεργείας καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας;

Ἔτι τό τινος μετέχον κατ’ οὐσίαν κοινὴν ἀνάγκη μετὰ τοῦ μετεχομένου τὴν οὐσίαν ἔχειν καὶ κατά τι τὴν αὐτήν. τίς οὖν ποτ’ ἤκουσε μίαν εἶναι θεοῦ καὶ ἡμῶν κατά τι τὴν οὐσίαν; καὶ ταῦτα τοῦ μεγάλου Βασιλείου λέγοντος, αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος· καὶ τοῦ θείου Μαξίμου φάσκοντος, πάντα ὅσα ὁ θεός, καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος. οὐκ ἄρα τῆς θείας οὐσίας ἔνεστι μετέχειν, οὐδ’ αὐτοὺς τοὺς διὰ τῆς θείας χάριτος τεθεωμένους· τῆς δὲ θείας ἐνεργείας ἔνεστι μετέχειν. εἰς τοῦτο γάρ με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα θεοῦ ἰδεῖν καὶ παθεῖν, φησὶν ὁ θεολόγος Γρηγόριος· καὶ ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, κατὰ τὸν ψαλμῳδὸν προφήτην· καὶ μίαν εἶναι θεοῦ καὶ τῶν ἁγίων τὴν ἐνέργειαν, ὁ τούτοις ἐναρίθμιος Μάξιμος γράφει διαρρήδην· καὶ ζώσας εἰκόνας εἶναι τούτους Χριστοῦ καὶ ταὐτὸ μᾶλλον αὐτῷ κατὰ τὴν χάριν ἢ ἀφομοίωμα.