Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κεφάλαια φυσικά τε καὶ θεολογικά, ἠθικά τε καὶ πρακτικά

Γρηγόριος Παλαμᾶς

Τελικές αποδείξεις περί της διακρίσεως ουσίας και ενέργειας και το άκτιστο φως του Θαβώρ

Επαλήθευση της ορθόδοξης διάκρισης χωρίς την εισαγωγή συμβεβηκότος, κατοχύρωση του ακτίστου χαρακτήρα του φωτός της Μεταμορφώσεως και αναίρεση των βαρλααμιτικών και ακινδυνιανών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 8

Ἔχει ὁ θεὸς καὶ ὃ μὴ ἔστιν οὐσία. οὐ μὴν ὅτι τοῦτο οὐκ ἔστιν οὐσία, συμβεβηκός ἐστι· τὸ γὰρ μὴ μόνον οὐκ ἀπογινόμενον, ἀλλ’ οὐδ’ αὔξησιν ἢ μείωσιν ἡντινοῦν ἐπιδεχόμενον ἢ ἐμποιοῦν, οὐκ ἔσθ’ ὅπως ἂν συναριθμοῖτο τοῖς συμβεβηκόσιν. ἀλλ’ οὐχ ὅτι μήτε συμβεβηκός ἐστι τοῦτο μήτε οὐσία, τῶν μηδαμῇ μηδαμῶς ὄντων ἐστίν, ἀλλ’ ἔστι καὶ ὡς ἀληθῶς ἐστιν. οὐ συμβεβηκὸς δέ ἐστιν, ἐπειδὴ παντάπασιν ἀμετάβλητόν ἐστιν. ἀλλ’ οὐδὲ οὐσία, καὶ γὰρ οὐ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων ἐστί. διὸ καὶ συμβεβηκός πως ἔστι παρ’ ὧν θεολόγων τοῦτο λέγεται, τοῦτο δεικνύντων μόνον, ὅτι οὐκ ἔστιν οὐσία. τί γάρ; ἐπεὶ καὶ τῶν ὑποστατικῶν ἕκαστον καὶ τῶν ὑποστάσεων ἑκάστη, ὅτι μήτε οὐσία ἐστὶ μήτε συμβεβηκὸς ἐπὶ θεοῦ, διὰ τοῦτο τῶν μηδαμῶς ὄντων ἐστίν; ἄπαγε. τὸν αὐτὸν οὖν τρόπον καὶ ἡ θεία τοῦ θεοῦ ἐνέργεια οὔτε οὐσία οὔτε συμβεβηκός ἐστι καὶ τῶν μηδαμῶς ὄντων οὐκ ἔστι. καί, ἵν’ εἴπω τὸ πᾶσι τοῖς θεολόγοις συνδοκοῦν, εἰ τῷ βούλεσθαι ποιεῖ ὁ θεός, ἀλλ’ οὐχ ἁπλῶς τῷ πεφυκέναι, ἄλλο ἄρα τὸ βούλεσθαι καὶ ἕτερον τὸ πεφυκέναι· εἰ δὲ τοῦτο, καὶ ἡ θεία βουλὴ τῆς θείας φύσεως ἕτερον. τί οὖν; ὅτι ἡ βουλὴ τῆς φύσεως ἕτερόν ἐστιν ἐπὶ θεοῦ καὶ οὐκ ἔστιν οὐσία, διὰ τοῦτο οὐδαμῶς ἔστιν; οὔμενουν.

ἀλλ’ ἔστι καὶ τοῦ θεοῦ ἐστι, τοῦ μὴ οὐσίαν μόνον, ἀλλὰ καὶ βουλὴν ἔχοντος, καθ’ ἣν ποιεῖ· κἂν συμβεβηκός πως ταύτην τις ἐθέλῃ καλεῖν, ὡς μὴ οὐσίαν οὖσαν, κἂν μηδὲ συμβεβηκός, ὡς μηδεμίαν ἐμποιοῦσαν σύνθεσιν ἢ ἀλλοίωσιν. ἔχει ἄρα ὁ θεὸς καὶ ὃ οὐσία, καὶ ὃ μὴ οὐσία, κἂν εἰ μὴ συμβεβηκὸς καλοῖτο, τὴν θείαν δηλονότι βουλὴν καὶ ἐνέργειαν.

Ἡ οὐσία εἰ μὴ ἐνέργειαν ἔχει διαφέρουσαν ἑαυτῆς, ἀνυπόστατος ἔσται τελέως καὶ διανοίας μόνον θεώρημα. ὁ γὰρ καθόλου λεγόμενος ἄνθρωπος οὐ διανοεῖται, οὐ δοξάζει, οὐχ ὁρᾷ, οὐκ ὀσφραίνεται, οὐ λαλεῖ, οὐκ ἀκούει, οὐ περιπατεῖ, οὐκ ἀναπνεῖ, οὐκ ἐσθίει, καὶ ἁπλῶς εἰπεῖν, οὐκ ἔχει ἐνέργειαν διαφέρουσαν τῆς οὐσίας καὶ δεικνῦσαν ὅτι ἐν ὑποστάσει ἐστί. διὸ καὶ τελέως ἀνυπόστατός ἐστιν ὁ καθόλου ἄνθρωπος. ὁ δὲ ἐνέργειαν ἔμφυτον ἔχων διαφέρουσαν τῆς οὐσίας ἄνθρωπος, μίαν ἢ πλείους ἢ πάσας οἵας περ ἔφημεν, ἐξ αὐτῶν γνωρίζεται ὅτι ἐν ὑποστάσει ἐστὶ καὶ οὐκ ἀνυπόστατός ἐστιν ὁ ἄνθρωπος. ἐπεὶ δὲ αἱ τοιαῦται ἐνέργειαι, οὐκ ἐφ’ ἑνὸς ἢ δύο ἢ τριῶν, ἀλλ’ ἐπὶ πλειόνων τῷ ἀριθμῷ θεωροῦνται, δείκνυται εἶναι τὸν ἄνθρωπον ἐν ὑποστάσεσι μυρίαις.

Ὁ θεὸς κατὰ τὴν διὰ τῆς αὐτοῦ χάριτος ἡμετέραν, τῆς αὐτοῦ λέγω ἐκκλησίας, εὐσέβειαν, ἐνέργειαν ἔμφυτον ἔχων δεικτικὴν ἑαυτοῦ καὶ κατὰ τοῦτο διαφέρουσαν τῆς οὐσίας αὐτοῦ (καὶ γὰρ προγινώσκει τε καὶ προνοεῖται τῶν ὑποδεεστέρων καὶ δημιουργεῖ ταῦτα καὶ συντηρεῖ καὶ δεσπόζει καὶ μετασκευάζει κατ’ οἰκείαν βούλησιν ὡς οἶδεν αὐτός), ἐν ὑποστάσει δείκνυται ὤν, ἀλλ’ οὐκ οὐσία μόνον ἀνυπόστατος. ἐπεὶ δὲ αἱ τοιαῦται πᾶσαι ἐνέργειαι οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐν τρισὶ προσώποις θεωροῦνται, μία οὐσία ἐν τρισὶν ὑποστάσεσιν ὑπάρχων ὁ θεὸς ἡμῖν γνωρίζεται. οἱ δὲ Ἀκινδυνιανοί, λέγοντες μὴ ἔχειν τὸν θεὸν ἔμφυτον ἐνέργειαν δεικτικὴν ἑαυτοῦ καὶ κατὰ τοῦτο διαφέρουσαν τῆς οὐσίας αὐτοῦ, οὐκ ἐν ὑποστάσει λέγουσιν εἶναι τὸν θεὸν καὶ ἀνυπόστατον τελέως ποιοῦσι τὸν τρισυπόστατον κύριον· τοσοῦτον ὑπερβάλλοντες κακοδοξίᾳ τὸν Λίβυν Σαβέλλιον, ὅσον πλέον εἰς κακίαν ἔχει τῆς δυσσεβείας ἡ ἀσέβεια.

Τῶν τριῶν θείων ὑποστάσεων οὐ μία ὡς ὁμοία ἡ ἐνέργεια, καθάπερ ἐφ’ ἡμῶν, ἀλλὰ μία ὄντως καὶ τῷ ἀριθμῷ· ὅπερ οἱ τὰ τοῦ Ἀκινδύνου φρονοῦντες λέγειν οὐ δύνανται, ἐπεὶ μὴ κοινὴν εἶναι τῶν τριῶν ἄκτιστον ἐνέργειάν φασιν, ἀλλὰ καὶ ἀλλήλων τὰς ὑποστάσεις ἐνεργείας εἶναι λέγουσιν, ὡς μὴ κοινῆς οὔσης κατ’ αὐτοὺς θείας ἐνεργείας. ὥστε οὐδ’ οὕτως ἔχουσι λέγειν μίαν τῶν τριῶν ἐνέργειαν· ἀλλὰ καὶ ἄλλοτε ἄλλην οὕτως ἀναιροῦντες, ἀνυπόστατον κἀντεῦθεν ποιοῦσι τὸν τρισυπόστατον θεόν.

Οἱ τὴν Ἀκινδύνου πλάνην κατὰ ψυχὴν νενοσηκότες, κτιστὴν λέγοντες τὴν διαφέρουσαν τῆς τοῦ θεοῦ οὐσίας ἐνέργειαν, κτιστῶς ἔχειν καὶ τὸ δημιουργεῖν τὸν θεὸν δοξάζουσι, ταὐτὸ δ’ εἰπεῖν τὴν δημιουργικὴν δύναμιν αὐτοῦ. οὐ γὰρ ἔστιν ἐνεργεῖν καὶ δημιουργεῖν χωρὶς ἐνεργείας, ὥσπερ οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως. ὡς οὖν οὐκ ἔνι τὸν λέγοντα τὴν τοῦ θεοῦ ὕπαρξιν κτιστήν, ἀκτίστως ἔχειν αὐτὸν τὸ εἶναι οἴεσθαι, οὕτως οὐκ ἔστι τὸν λέγοντα τὴν τοῦ θεοῦ ἐνέργειαν κτιστήν, τὸ ἐνεργεῖν τε καὶ δημιουργεῖν αὐτὸν ἀκτίστως ἔχειν οἴεσθαι.

Κτίσματα τοῦ θεοῦ καί εἰσι καὶ λέγονται παρὰ τῶν εὐσεβῶς φρονούντων οὐχ ἡ τοῦ θεοῦ ἐνέργεια κατὰ τοὺς Ἀκινδύνου λήρους (ἄπαγε τῆς ἀσεβείας), ἀλλὰ τὰ τῆς θείας ἐνεργείας ἀποτελέσματά ἐστι τὰ κτίσματα. εἰ γὰρ τὰ κτίσματα ἡ ἐνέργεια ἢ ἄκτιστα ταῦτά ἐστιν (ὢ τῆς παρανοίας), ὡς καὶ πρὶν κτισθῆναι ὄντα ἢ πρὸ τῶν κτισμάτων (ὢ τῆς δυσσεβείας), οὐκ εἶχεν ὁ θεὸς ἐνέργειαν. ἀλλὰ μὴν ἐξ ἀϊδίου ἐνεργής ἐστι καὶ παντοδύναμος· οὔκουν ἡ τοῦ θεοῦ ἐνέργεια, ἀλλὰ τὰ ἐνεργηθέντα καὶ ἀποτελεσθέντα, ὅπως ἂν καὶ ὀνομάζοιντο, ἔστι τὰ κτίσματα. ἡ δὲ τοῦ θεοῦ ἐνέργεια ἄκτιστός ἐστι καὶ συναΐδιος θεῷ κατὰ τοὺς θεολόγους.

Οὐκ ἐκ τῆς οὐσίας ἡ ἐνέργεια, ἀλλ’ ἐκ τῆς ἐνεργείας ἡ οὐσία γνωρίζεται, ὅτι ἔστιν, ἀλλ’ οὐ τί ἐστι. διὸ καὶ ὁ θεὸς οὐκ ἐκ τῆς οὐσίας, ἀλλ’ ἐκ τῆς προνοίας αὐτοῦ γινώσκεται, κατὰ τοὺς θεολόγους, ὅτι ἔστι. διαφέρει δὴ καὶ κατὰ τοῦτο τῆς οὐσίας ἡ ἐνέργεια, ὅτι τὸ μὲν γνωρίζον ἐστὶν ἡ ἐνέργεια, τὸ δὲ δι’ αὐτῆς γνωριζόμενον ὅτι ἔστιν, ἡ οὐσία ἐστίν. οἱ δὲ τῆς Ἀκινδύνου δυσσεβείας συνήγοροι, σπεύδοντες πείθειν μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, τοῦτο σπεύδουσιν ἡμᾶς καταπεῖσαι, τὸ γνωριστικὸν ἀναιροῦντες, μὴ γινώσκειν ὅτι ἔστιν ὁ θεός, ὡς μηδ’ ἐκεῖνοι πάντως γινώσκοντες. ὁ δὲ μὴ τοῦτο γινώσκων ἀθεώτατός τε καὶ ἀφρονέστατος πάντων ἂν εἴη.

Ὅταν δὲ λέγωσιν οὗτοι ὡς ἔχει μὲν ὁ θεὸς ἐνέργειαν, ἀλλὰ τῆς οὐσίας μηδαμῶς κατὰ μηδὲν διαφέρουσαν, συσκιάζειν πειρῶνται καὶ οὕτω τὴν οἰκείαν δυσσέβειαν καὶ σοφιστικῶς τοὺς ἀκούοντας παρακρούεσθαι καὶ ἀπατᾶν. οὕτω γὰρ καὶ ὁ Λίβυς ἐκεῖνος Σαβέλλιος ἔλεγε καὶ υἱὸν ἔχειν τὸν πατέρα καὶ θεόν, μηδὲν αὐτοῦ διαφέροντα. ὡς οὖν ἐκεῖνος ἠλέγχετο πατέρα λέγων υἱοῦ χωρίς, τὴν καθ’ ὑπόστασιν αὐτῶν διαφορὰν ἀρνούμενος, οὕτως οὗτοι νῦν, κατ’ οὐδὲν διαφέρειν λέγοντες τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, οὐκ ἔχειν ὅλως τὸν θεὸν ἐνέργειαν ἀπελέγχονται φρονοῦντες. εἰ γὰρ μηδὲν ταῦτα διενήνοχεν, οὐδὲ τὸ ποιεῖν καὶ ἐνεργεῖν ἔχει ὁ θεός· οὐ γὰρ ἔστιν ἐνεργεῖν χωρὶς ἐνεργείας κατὰ τοὺς θεολόγους, ὥσπερ κατ’ αὐτοὺς αὖθις οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως. ὅτι δὲ ἡ θεία ἐνέργεια τῆς θείας οὐσίας διαφέρει, δῆλον ἂν εἴη κἀντεῦθεν τοῖς εὖ φρονοῦσιν. ἡ γὰρ ἐνέργεια ἕτερον ἐνεργεῖ, ὅπερ ὁ ἐνεργῶν οὐκ ἔστιν· ἐνεργεῖ γὰρ καὶ ποιεῖ ὁ θεὸς τὰ κτίσματα, αὐτὸς δὲ ἄκτιστός ἐστι. καὶ τὸ πρός τι δὲ πρὸς ἕτερον ἀεὶ λέγεται· υἱὸς γὰρ λέγεται πρὸς τὸν πατέρα, πατὴρ δὲ τοῦ πατρός ἐστιν υἱὸς οὐδέποτε. ὡς οὖν τὸ πρός τι τῶν ἀδυνάτων μηδὲν διαφέρειν τῆς οὐσίας, μηδὲ ἐνθεωρεῖσθαι τῇ οὐσίᾳ, ἀλλ’ οὐσίαν εἶναι, οὕτως οὐδὲ τὴν ἐνέργειαν ὅλως ἐστὶ δυνατὸν μὴ διαφέρειν τῆς οὐσίας, ἀλλ’ οὐσίαν εἶναι, κἂν Ἀκίνδυνος ἀπαρέσκηται.

Ὁ μέγας Βασίλειος, ἐν τοῖς συλλογιστικοῖς αὐτοῦ κεφαλαίοις περὶ θεοῦ τὸν λόγον ποιούμενος, φησὶν ὡς, ἡ ἐνέργεια οὔτε ὁ ἐνεργῶν ἐστιν οὔτε τὸ ἐνεργηθέν· οὐκ ἄρα τῆς οὐσίας ἀδιάφορός ἐστιν ἡ ἐνέργεια. ὁ δὲ θεῖος Κύριλλος, περὶ θεοῦ καὶ αὐτὸς τὸν λόγον ποιούμενος, τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, θεολογεῖ, φύσεως δὲ τὸ γεννᾶν· φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν. Δαμασκηνὸς δὲ ὁ θεοφόρος, ἔργον μὲν θείας φύσεως ἡ γέννησις· ἔργον δὲ θείας θελήσεως ἡ κτίσις. καὶ ἀλλαχοῦ δὲ σαφῶς πάλιν ὁ αὐτός, ἄλλο, φησίν, ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικόν. ἐνέργεια μὲν γάρ ἐστιν ἡ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισι. πολλαχῶς ἄρα τῆς θείας οὐσίας ἡ ἐνέργεια διαφέρει κατὰ τοὺς θεοειδεῖς πατέρας.

Ἡ οὐσία τοῦ θεοῦ παντάπασίν ἐστιν ἀνώνυμος, ἐπεὶ καὶ πάντῃ ἐστὶν ἀπερινόητος. ὀνομάζεται οὖν ἐκ πασῶν τῶν οἰκείων ἐνεργειῶν, μηδενὸς ἐκεῖ τῶν ὀνομάτων πρὸς ἕτερον κατὰ τὴν σημασίαν διαφέροντος· ἐξ ἑκάστου γὰρ καὶ πάντων οὐδὲν ἕτερον ἢ τὸ κρύφιον ἐκεῖνο, μηδαμῶς γινωσκόμενον ὅ τί ποτέ ἐστι, καλεῖται. ἐπὶ δὲ τῶν ἐνεργειῶν ἕκαστον τῶν ὀνομάτων διάφορον ἔχει σημασίαν· τίς γὰρ οὐκ οἶδεν ὅτι διενηνόχασιν ἀλλήλων τὸ κτίζειν, τὸ δεσπόζειν, τὸ κρίνειν, τὸ προνοεῖσθαι, τὸ διὰ τῆς οἰκείας χάριτος τὸν θεὸν ἡμᾶς υἱοθετεῖν; οἱ οὖν τὰς φυσικὰς θείας ταύτας ἐνεργείας, ὡς ἀλλήλων τε καὶ τῆς θείας φύσεως διαφερούσας, λέγοντες κτιστάς, τί ἄλλο ἢ τὸν θεὸν εἰς κτίσμα κατασπῶσι; τὰ γὰρ κτιζόμενα, τὰ δεσποζόμενα, τὰ κρινόμενα καὶ ἁπλῶς πάντα τὰ τοιαῦτά ἐστι τὰ κτίσματα, ἀλλ’ οὐχ ὁ κτίστης καὶ δεσπότης καὶ κριτής, οὐδ’ αὐτὸ τὸ κρίνειν καὶ δεσπόζειν καὶ δημιουργεῖν, ἅπερ φυσικῶς ἐνθεωρεῖται τούτῳ.

Ἡ οὐσία τοῦ θεοῦ καθάπερ ἀνώνυμός ἐστι παντάπασιν ὡς ὑπερώνυμος κατὰ τοὺς θεολόγους, οὕτω καὶ ἀμέθεκτος ὡς ὑπὲρ μέθεξιν ὑπάρχει κατ’ αὐτούς. οἱ οὖν ἀπειθοῦντες οὗτοι νῦν τῇ διὰ τῶν ἁγίων ἡμῶν πατέρων τοῦ πνεύματος διδασκαλίᾳ καὶ λοιδοροῦντες ἡμᾶς τοὺς αὐτοῖς ὁμολογοῦντας, πολλοὺς γίνεσθαί φασι θεοὺς ἢ σύνθετον τὸν ἕνα, εἴπερ ἡ θεία ἐνέργεια τῆς θείας οὐσίας διαφέρει καὶ εἰ ὅλως ἐνθεωρεῖταί τι τῇ τοῦ θεοῦ οὐσίᾳ· ἀγνοοῦσι γάρ, ὡς οὐχὶ τὸ ἐνεργεῖν καὶ ἡ ἐνέργεια, ἀλλὰ τὸ πάσχειν καὶ τὸ πάθος ποιεῖ τὴν σύνθεσιν. ὁ δὲ θεὸς ἐνεργεῖ, μηδὲν αὐτὸς πάσχων, μηδὲ ἀλλοιούμενος. οὐκ ἄρα σύνθετος ἔσται διὰ τὴν ἐνέργειαν. καὶ τὸ πρός τι δὲ ὁ θεὸς καὶ πρὸς τὴν κτίσιν ἔχει, ὡς ἀρχὴ καὶ δεσπότης ὢν αὐτῆς, ἀλλ’ οὐ συναριθμεῖται τοῖς γεγονόσι παρὰ τοῦτο. πολλοὶ δὲ πάλιν πῶς ἔσονται θεοὶ διὰ τὸ ἔχειν τὸν θεὸν ἐνέργειαν, εἴπερ ἑνός ἐστι θεοῦ, μᾶλλον δὲ ὁ αὐτὸς θεός ἐστιν ἡ θεία οὐσία καὶ ἡ θεία ἐνέργεια; σαφὴς οὖν ὄντως τοῦτο λῆρος τῆς αὐτῶν φρενοβλαβείας.

Εἰπὼν ὁ κύριος πρὸς τοὺς οἰκείους μαθητάς, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει, μεθ’ ἡμέρας ἓξ παραλαβὼν τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ τὸ Θαβώριον ὄρος ἀνελθών, ἔλαμψεν ὡς ὁ ἥλιος καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· οὐ γὰρ ἠδύναντο πλέον ἐκεῖνοι βλέπειν, μᾶλλον δὲ καὶ πρὸς τὴν λάμψιν ταύτην οὐκ ἰσχύοντες ἀτενίζειν, πρηνεῖς εἰς γῆν κατέπεσον. ὅμως εἶδον κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος τὴν βασιλείαν τοῦ θεοῦ, τὸ θεϊκὸν ἐκεῖνο καὶ ἀπόρρητον φῶς, ὃ Γρηγόριος μὲν καὶ Βασίλειος οἱ μεγάλοι θεότητα προσαγορεύουσι· φῶς, λέγοντες, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς· καὶ κάλλος τοῦ ὄντως δυνατοῦ ἡ νοητὴ αὐτοῦ καὶ θεωρητὴ θεότης. ὁ γὰρ μέγας Βασίλειος καὶ κάλλος εἶναι τοῦ θεοῦ φησι τὸ φῶς ἐκεῖνο, μόνοις τοῖς ἁγίοις θεωρητὸν ἐν τῇ δυνάμει τοῦ θείου πνεύματος. διὸ καί φησι πάλιν· εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει, ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν.

ὁ δὲ Δαμασκηνὸς θεολόγος, μετὰ τοῦ χρυσοῦ τὴν γλῶτταν Ἰωάννου, φυσικὴν ἀκτῖνα τῆς θεότητος τὸ φῶς ἐκεῖνο προσηγόρευσαν· ὁ μὲν γράφων, ἀνάρχως ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται· ὁ δὲ χρυσορρήμων, λαμπρότερος, φησίν, ἑαυτοῦ ἐφαίνετο ὁ κύριος ἐπὶ τοῦ ὄρους, τῆς θεότητος παραδειξάσης τὰς ἀκτῖνας αὐτῆς.

Τοῦτο τὸ θεϊκὸν καὶ ἀπόρρητον φῶς, τὴν τοῦ θεοῦ θεότητα καὶ βασιλείαν, τὸ κάλλος καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως, τὴν ἐν τῷ ἀκαταλήκτῳ αἰῶνι τῶν ἁγίων ὅρασιν καὶ ἀπόλαυσιν, τὴν φυσικὴν ἀκτῖνα καὶ δόξαν τῆς θεότητος, φάσμα καὶ κτίσμα οἱ Ἀκινδυνιανοὶ λέγουσι, καὶ τοὺς μὴ ἀνεχομένους κατ’ αὐτοὺς εἰς τὸ θεῖον φῶς τοῦτο βλασφημεῖν, ἀλλ’ ἄκτιστον εἶναι φρονοῦντας τὸν θεὸν καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν, διθεΐτας εἶναι συκοφαντοῦντες περιαγγέλλουσιν. ἀλλ’ αἰσχυνέσθωσαν, ἀκτίστου γὰρ καὶ τοῦ θείου φωτὸς ὄντος, εἷς ἡμῖν θεός ἐστιν ἐν μιᾷ θεότητι, ὡς ἑνὸς θεοῦ, καθάπερ ἀνωτέρω πολλαχῶς δέδεικται, καὶ τῆς ἀκτίστου οὐσίας οὔσης καὶ τῆς ἀκτίστου ἐνεργείας, δηλαδὴ τῆς θείας χάριτος καὶ ἐλλάμψεως ταύτης.

Φάσμα τοιγαροῦν καὶ κτίσμα φρονεῖν ἐπὶ τῆς συνόδου τολμηρῶς εἰπόντες καὶ κατασκευάζειν πειραθέντες οἱ Ἀκινδυνιανοὶ τὸ λάμψαν ἀπὸ τοῦ σωτῆρος ἐν Θαβὼρ θεϊκὸν ἐκεῖνο φῶς, καὶ διὰ πολλῶν ἐξελεγχθέντες καὶ μὴ μεταπεισθέντες, ἀφορισμῷ ἐγγράφῳ καὶ ἀναθέματι καθυπεβλήθησαν. εἴς τε γὰρ τὴν διὰ σαρκὸς οἰκονομίαν βλασφημοῦσι τοῦ θεοῦ καὶ κτιστὴν εἶναι φρενοβλαβῶς λέγουσι τὴν τοῦ θεοῦ θεότητα καὶ εἰς κτίσμα, τό γε εἰς αὐτοὺς ἧκον, κατασπῶσιν αὐτὸν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μία γὰρ καὶ ἡ αὐτή ἐστιν ἡ θεότης τῶν τριῶν. εἰ δὲ καὶ ἄκτιστον οὗτοι σέβειν λέγουσι θεότητα, δύο φανερῶς λοιπὸν οὗτοι λέγουσιν εἶναι τοῦ θεοῦ θεότητας, μίαν κτιστὴν καὶ ἄλλην ἄκτιστον. οὕτω φιλονεικοῦσι πάντας τοὺς ἐκ παλαιοῦ κακοδόξους ὑπερβῆναι τῇ δυσσεβείᾳ.

Ἄλλοτε δὲ τὴν οἰκείαν κακοδοξίαν συσκιάζειν κἀν τούτῳ μηχανώμενοι, καὶ ἄκτιστον εἶναι λέγουσι τὸ ἐν Θαβωρίῳ λάμψαν φῶς καὶ οὐσίαν εἶναι τοῦ θεοῦ, πολλαπλῶς κἀν τούτῳ βλασφημοῦντες. ἐπεὶ γὰρ ὑπὸ τῶν ἀποστόλων ἑώραται τὸ φῶς ἐκεῖνο, ὁρατὴν λοιπὸν εἶναι κακῶς φρονοῦσι τὴν οὐσίαν τοῦ θεοῦ. ἀλλ’ ἀκουέτωσαν τοῦ λέγοντος, οὐδεὶς «ἔστη ἐν ὑποστήματι» καὶ οὐσίᾳ θεοῦ καὶ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, καὶ μὴ μόνον οὐδεὶς ἀνθρώπων, ἀλλ’ οὐδὲ τῶν ἀγγέλων· καὶ αὐτὰ γὰρ τὰ ἑξαπτέρυγα Χερουβὶμ καὶ πρὸς αὐτὴν τὴν ὑπερβολὴν τῆς ἐκεῖθεν ἐκπεμπομένης ἐλλάμψεως ταῖς πτέρυξι περικαλύπτει τὰς ὄψεις. ἐπεὶ γοῦν οὐδέσιν οὐδέποτε ἡ ὑπερουσιότης ὤφθη τοῦ θεοῦ, ὅταν ταύτην εἶναι οἱ Ἀκινδυνιανοὶ λέγωσι τὸ φῶς ἐκεῖνο, ἀθέατον εἶναι παντάπασι τὸ φῶς τοῦτο μαρτυροῦσι, καὶ μηδὲ τοὺς τῶν ἀποστόλων ἐκκρίτους τυχεῖν ἐπ’ ὄρους τῆς τούτου θέας, μηδὲ τὸν κύριον ἀληθῶς ταύτην ἐπαγγείλασθαι τούτοις, μηδ’ ἀληθῶς λέγειν τὸν λέγοντα, εἴδομεν τὴν δόξαν αὐτοῦ, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ· καὶ διαγρηγορήσαντες Πέτρος καὶ οἱ σὺν αὐτῷ, εἶδον τὴν δόξαν αὐτοῦ· ἕτερος δὲ τὸν διαφερόντως ἠγαπημένον τῷ Χριστῷ Ἰωάννην φησὶν αὐτὴν τὴν τοῦ λόγου θεότητα παραγυμνωθεῖσαν ἐπ’ ὄρους ἰδεῖν.

εἶδον οὖν καὶ ἀληθῶς εἶδον τὴν ἄκτιστον καὶ θείαν ἔλλαμψιν ἐκείνην, ἀοράτου τοῦ θεοῦ διαμένοντος καθ’ ὑπερούσιον κρυφιότητα, κἂν Βαρλαὰμ καὶ Ἀκίνδυνος καὶ οἱ τούτων ὁμόφρονες διαρραγῶσιν.

Ἡνίκα δέ τις ἔρηται τοὺς Ἀκινδυνιανούς, οὐσίαν εἶναι τὸ φῶς ἐκεῖνο τῆς θεότητος εἰπόντας, καὶ ὁρᾶται λοιπὸν ἡ οὐσία τοῦ θεοῦ, ἀναγκαζόμενοι τὸν δόλον ἐκκαλύπτουσιν, οὐσίαν λέγοντες εἶναι τοῦτο φάναι, ἐπεὶ δι’ αὐτοῦ ἡ οὐσία τοῦ θεοῦ ἑώραται· διὰ γὰρ τῶν κτισμάτων ἡ οὐσία τοῦ θεοῦ ὁρᾶται· πάλιν κτίσμα κατασκευάζοντες οἱ τάλανες εἶναι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως. καθορᾶται δὲ διὰ τῶν κτισμάτων, οὐχ ἡ οὐσία, ἀλλ’ ἡ δημιουργικὴ τοῦ θεοῦ ἐνέργεια. ὥστε δυσσεβῶς καὶ τοῦτο καὶ τῷ Εὐνομίῳ συμφωνοῦντες λέγουσιν, ὅτι διὰ τῶν κτισμάτων ἡ οὐσία τοῦ θεοῦ ὁρᾶται· οὕτω πολύχουν αὐτοῖς ἐστι τὸ τῆς δυσσεβείας λήϊον. φευκτέον οὖν αὐτοὺς καὶ τὴν αὐτῶν κοινωνίαν, ὡς ψυχοφθόρον καὶ πολυκέφαλον ὕδραν, ὡς πολυειδῆ τῆς εὐσεβείας λύμην.