Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Β΄, Κεφάλαια 1-8: Αναίρεση της κατηγορίας περί διθεΐας και το άκτιστο φως του Θαβώρ

Έναρξη του δεύτερου λόγου, όπου αποκρούονται οι συκοφαντίες περί διθεΐας, αναλύεται η άκτιστη φύση του θείου φωτός και παραλληλίζεται η πλάνη του Ακινδύνου με παλαιότερες αιρέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΑΙΡΕΣΙΩΤΗΝ ΤΗΣ ΤΟΥ ΒΑΡΛΑΑΜ ΚΑΚΟΔΟΞΙΑΣ ΑΚΙΝΔΥΝΟΝ, ΜΕΤΑ ΤΗΝ ΕΚΕΙΝΟΥ ΦΥΓΗΝ ΚΑΙ ΤΗΝ ΑΥΤΟΥ ΣΥΝΟΔΙΚΗΝ ΚΑΤΑΔΙΚΗΝ ΥΠΕΡ ΑΥΤΗΣ ΣΥΓΓΡΑΨΑΜΕΝΟΝ, ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΔΕΥΤΕΡΟΣ Κεφ. αʹ. Ὅτι κοινὸν πᾶσι τοῖς αἱρετικοῖς τὸ προφάσει τῆς τοῦ θεοῦ ἁπλότητος διθεΐτας ἢ τριθεΐτας ὀνομάζειν τοὺς ὀρθοδόξους, ὧν κατὰ ζῆλον καὶ ὁ Ἀκίνδυνος διθεΐαν τοῦ Παλαμᾶ καταψεύδεται. Τριῶν ὄντων ὡς ἐν κεφαλαίῳ φάναι, δι’ ὧν σφᾶς τε αὐτοὺς καὶ τοὺς οἰκείους ὀπαδοὺς φενακίσαντες ἀνέπεισαν ὡς ἀληθείας ἀντέχεσθαι τοῦ ψεύδους, οἱ μετὰ τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ λόγου τοῦ θεοῦ περιπεσόντες πονηραῖς αἱρέσεσιν, οὐδενὸς αὐτῶν λειπομένους ἴδοι τις ἂν τοὺς ἡμῖν ἀντικειμένους. Τίνα δὴ ταῦτά ἐστιν; Ὑπόκρισις τῆς περὶ τὰ θεῖα εὐλαβείας, τὰ παρὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ πατέρων ῥήματα κακῶς παρ’ αὐτῶν ἐκλαμβανόμενα, καὶ πρὸς τούτοις τὸ τοῦ θεοῦ ἑνιαῖον καὶ ἁπλοῦν, ὃ προφασιζόμενοι πολυθέους περιήγγελλον τοὺς ὀρθοδόξους ὡς μὴ τηροῦντας δῆθεν τὴν ἁπλότητα τὴν θείαν. Οὕτω Σαβέλλιος ὁ Λίβυς πολυθέους ἔφη τοὺς ἐν τρισὶ τελείαις ὑποστάσεσιν ἕνα σέβοντας θεόν, αὐτὸς εἰς μίαν ὑπόστασιν ταύτας συναλείφων προφάσει τῆς ἁπλότητος.

Οὕτως Ἄρειός τε καὶ Εὐνόμιος καὶ ὅσοι κατ’ αὐτοὺς διὰ τὸ ἑνιαῖον δῆθεν τοῦ θεοῦ τὸν πατέρα μόνον θεὸν ἄκτιστον τιθέμενοι, τριθεΐτας εἶναι διεβεβαιοῦντο τοὺς μὴ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἄκτιστα δοξάζοντας, ὡς καὶ τὸν μέγαν Βασίλειον ἀνάγραπτον θέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς τριθεΐαν αὐτοῦ κατηγοροῦντας. Πίστεις δὲ παρεῖχον τῆς οἰκείας δόξης ἕκαστος τὰ συνηγορεῖν αὐτοῖς δοκοῦντα παρὰ τῆς θεοπνεύστου Γραφῆς ἀναλεγόμενοι καὶ τὴν ἄκραν πρὸς αὐτὰ εὐλάβειαν ὑποκρινόμενοι τὰς παρὰ τῶν εὐσεβῶς φρονούντων προσθήκας εἰς φανέρωσιν τῆς ἀληθείας οὐ προσίεντο. Προὔφερε γὰρ ὁ μὲν Σαβέλλιος τὸ παρὰ τοῦ κυρίου ἐν εὐαγγελίοις εἰρημένον, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ τοὺς ἓν μέν, ἀλλὰ κατὰ τὴν οὐσίαν, λέγοντας αὐτούς, διαφόρους δὲ ταῖς ὑποστάσεσι, καὶ τοῦτο διὰ πολλῶν ἀποδεικνύντας, ἀποτροπαίους ἡγεῖτο καὶ δυσσεβεῖς, καινοτόμους οἰόμενος καὶ ὀνομάζων, ὡς προσθήκας ἐπινοοῦντας τοῖς λογίοις.

Ἄρειος δὲ τὸ παρὰ τοῦ κυρίου αὖθις ἐκεῖνο προεβάλλετο ὡς «ὁ πατήρ μου μείζων μού ἐστι», καὶ τῶν δεικνύντων ὡς κατὰ τὸ ἀνθρώπινον ἑαυτοῦ μείζονα ἔφη τὸν πατέρα, ἢ κατὰ τὸν τοῦ αἰτίου λόγον ὡς πατέρα, τούτῳ κατὰ φύσιν ὢν ὁμότιμος ὡς ὁμοούσιος, οὐδ’ ἠνείχετο ἀκούειν, καταβοῶν αὐτῶν ὡς καινοφώνων καὶ ὁμοουσιαστῶν καὶ πολυθέων.

Οὕτω καὶ Νεστόριος τὴν καθ’ ὑπόστασιν ἕνωσιν τοῦ τε παρ’ ἡμῶν προσλήμματος καὶ τοῦ διὰ φιλανθρωπίαν ἀνείκαστον προσειληφότος λόγου μὴ παραδεχόμενος, ἀνέπαφον καὶ ἀσυνδύαστον ᾤετο τηρεῖν τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπόστασιν· καὶ τοῖς ὀρθῶς φρονοῦσι πᾶσιν ἔγκλημα προσῆπτεν, ὡς σύνθετον ποιοῦσι τὸν λόγον τοῦ θεοῦ. Ἀλλὰ καὶ Διόσκορος καὶ Εὐτυχὴς τῶν ἐπὶ Χριστοῦ δύο φύσεων ἠρνοῦντο τὴν διαφοράν, κἀν τούτῳ δεῖν ἀφρόνως οἰόμενοι τὴν ἁπλότητα πρεσβεύειν, καὶ διθεΐας ἐγράφοντο γραφὴν τοὺς τὴν διαφορὰν εἰδότας τῶν ἀσυγχύτως ἡνωμένων ὡς οὐκ ἀδιαιρέτως διαιροῦσαν, ἀλλ’ ἁπλῶς χωρίζουσαν.

Πύρρος δὲ καὶ Σέργιος τοὺς καταλλήλως ταῖς δύο φύσεσι δύο καὶ τὰς ἐνεργείας καὶ τὰ θελήματα λέγοντας ἐπὶ Χριστοῦ τὸν ἴσον τρόπον ἐδίωκον, ἡγούμενοι φρενοβλαβῶς ἑκατέραν ἐνέργειαν εἰσάγειν καὶ πρόσωπον, καὶ διατεινόμενοι προσώπων εἶναι διαφορὰν τὴν τῶν ἐνεργειῶν καὶ θελημάτων διαφοράν.

Οὕτω δὴ καὶ νῦν κατὰ μίμησιν ἐκείνων οἱ νῦν τὸ «πνεῦμα τῆς χάριτος», ἀποστολικῶς εἰπεῖν, «ἐνυβρίζοντες» καὶ τὸ ἀνέσπερον εἰς κτίσμα κατασπῶντες φῶς καὶ τὴν ἐπὶ τοὺς ἀξίους ἀθετοῦντες θειοτάτην ἔλλαμψιν, προφάσει τῆς ἁπλότητος τῆς θείας, ἡμῶν τῶν ἄκτιστον εἰδότων τὴν χάριν καὶ δόξαν καὶ λαμπρότητα τῆς θείας φύσεως, ὡς διαφορὰν καὶ λεγόντων καὶ δεικνύντων οὐσίας τε καὶ ἐνεργείας θείας, διθεΐαν καταψεύδονται. Καὶ εὐλάβειαν ὑποκρινόμενοι πρὸς τὴν τῆς εὐσεβείας ἀκρίβειαν, τοὺς μὲν τῶν ἁγίων ἐκβάλλουσι τῆς ἀσφαλείας, οὓς δ’ αὐτοὶ προσαγορεύουσιν ὁμολογουμένους θεολόγους, καὶ τούτων ἔστιν ἃς αὐτολεξεὶ δέχεσθαί φασι φωνάς, —ὃ καὶ τῶν αἱρετικῶν πᾶς τις εἶπεν ἄν, μᾶλλον δὲ καὶ κατὰ καιροὺς εἰρήκεσαν, ἀλλ’ ἐξηλέγχθησαν ὑπὸ τῶν τηνικαῦτα προμάχων τοῦ τῆς ἀληθείας πνεύματος—, καὶ ταύτας παρεξηγούμενοι καὶ κακουργοῦντες, ὧς τὰ διευκρινοῦντα τὴν ἀλήθειαν μὴ προσέμενοι συγγράμματα, τελέως ὑπὸ τῆς πλάνης κατεπόθησαν.

Ταῦτ’ ἄρα καὶ οἱ νῦν ἀντικείμενοι τῇ ἀληθείᾳ τὰ συγγεγραμμένα παρ’ ἡμῶν ἀφανείᾳ παραδοῦναι πάντα τρόπον σπεύδουσιν, ὡς στηλιτεύοντα τὴν αὐτῶν κακοδοξίαν, ἧς ἀπρὶξ ἔχονται καὶ διὰ τέλους. Ἡμεῖς δέ, δυνάμει καὶ χάριτι τοῦ χορηγοῦ τῆς ἀληθείας, οὐκ ἀνήσομεν τὴν ἀπὸ τῶν γραμμάτων συμμαχίαν ὑπὲρ ἀληθείας προτιθέντες καὶ τὸν τῶν λογίων ἀνεπιθόλωτον ἐπιδεικνῦντες νοῦν τοῖς τὸν νοῦν προσέχουσι τοῖς λεγομένοις παρ’ ἡμῶν.

Ἐπεὶ τοίνυν καὶ νῦν ἥλω κατὰ Θεσσαλονίκην καὶ ἤχθη πρὸς ἡμᾶς τὰ πονηρὰ συγγράμματα τοῦ μετὰ τὴν τοῦ Βαρλαὰμ ἐκείνου φυγαδείαν τῆς κατ’ ἐκεῖνον αἱρέσεως προεστηκότος Ἀκινδύνου, προοιστέον καὶ ταῦθ’ ἡμῖν εἰς τοὐμφανές, τὴν τῆς ἀληθείας ἔκφανσιν ἐγγράφως ἀντιπαρεξάγουσιν, ἵν’ ὥσπερ τὰ δυσσεβῆ λέγων ἐπὶ μεγίστης συνόδου τῆτες ἐξηλέγχθη παρ’ ἡμῶν ἀντιστάντων κατὰ πρόσωπον, οὕτω καὶ γραφῇ παραδιδοὺς αὐτά, τοῖς ὑπὲρ ἀληθείας παρ’ ἡμῶν συγγράμμασιν ἐπαισχυνθείς, ἐπισχεθῇ, τό γε εἰς ἡμᾶς ἧκον, τοῦ διαδόσιμον ποιεῖσθαι τὴν αὐτοῦ κακόνοιαν. Ἀλλὰ γὰρ πόθεν προοιμιάσωμαι τῷ συνοδικῶς πρῴην ἐξεληλεγμένῳ καὶ μὴ μόνον ἥκιστα μεταβαλεῖν ᾑρημένῳ πρὸς τὸ κρεῖττον, ἀλλὰ καὶ κυροῦν διὰ μακρῶν ἐπιχειροῦντι γραμμάτων τὴν δυσσέβειαν; Πόθεν ἄλλοθεν ἢ παρὰ τῆς Ἠσαΐου τοῦ μεγαλοφωνοτάτου φωνῆς; «Οὐαὶ τοῖς γράφουσι πονηρίαν, ὅτι γράφοντες πονηρίαν γράφουσι· καὶ τί ποιήσουσιν ἐν ἡμέρᾳ ἐπισκοπῆς»; Μὴ ὅτι τῆς αὐτοῖς ἐπενεχθησομένης ἡνίκα ὁ τῶν ἐκδικήσεων κύριος τοιοῦτος «ἥξει», κατὰ τοὺς ἀψευδεῖς θεολόγους, «οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος», ἀλλὰ καὶ τῆς παρ’ ἡμῶν ἀρτίως κατὰ τὰς σεπτὰς καὶ πατερικὰς ὑφηγήσεις, καὶ τὴν ἐπιμετρηθεῖσαν ἡμῖν παρὰ τῆς τοῦ θεοῦ χάριτος τῆς ἀληθείας ἐπίγνωσιν.

Ἐπεὶ γὰρ δεῆσαν ὑποβολιμαίων αὐτοῖς προσώπων, ὡς πρὸς τοὺς ἁγίους ἀντιπαρεξάγοντες λάθοιεν, ἡμῖν ἀντ’ ἐκείνων ἐχρήσαντο, δικαία μέμψις γένοιτ’ ἂν ἡμῖν οὐδεμία παρ’ οὐδενὸς προῃρημένοις, μᾶλλον δὲ ἠναγκασμένοις, εἰς δύναμιν ἐπεξελθεῖν καὶ διασκέψασθαι πρὸς ἀλήθειαν ἐν ἀκριβεῖ βασάνῳ τὰ κατὰ τῆς εὐσεβείας ἐξενηνεγμένα, φεῦ, τοῖς ἀθλίοις τούτοις ὄντως πονηρὰ συγγράμματα, δι’ ὧν εἰς κτίσμα κατασπῶσι τὴν λαμπρότητα τοῦ μονογενοῦς, καθ’ ἣν ἐπ’ ὄρους διὰ τοῦ σώματος ἤστραψε καὶ τοὺς μαθητὰς περιήστραψε· καθ’ ἣν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν τὴν κεκρυμμένην ὑπὸ τὴν σάρκα τῆς θεότητος ἀκήρατον παρεγύμνωσεν αἴγλην· καθ’ ἣν ἥξει πάντας περιλάμψων τοὺς υἱοὺς τοῦ μέλλοντος αἰῶνος ὡς πατὴρ τοῦ μέλλοντος αἰῶνος, μᾶλλον δὲ διηνεκὲς καὶ ἀδιάδοχον τὸ φῶς ἐμποιήσων, καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργασόμενος.

Κεφ. βʹ. Ὅτι τῷ Ἀκινδύνῳ πᾶς ὁ τῶν λόγων ἀγὼν κτιστὴν δεῖξαι τὴν λαμπρότητα τῆς θείας φύσεως, στὴν δεῖξαι τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν καὶ τοὺς μαθητὰς περιήστραψεν ἐν Θαβὼρ ὁ κύριος. Τοῦτο γὰρ τὸ φῶς τὸ ἄδυτον, τὸ ἀδιάδοχον, τὸ ἀνέσπερον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὴν καλλονὴν τοῦ μέλλοντος αἰῶνος, τὴν τοῦ πατρὸς δόξαν—ἐν γὰρ τῇ τοῦ πατρὸς τὸν υἱὸν ἥξειν πεπιστεύκαμεν δόξῃ, —τὴν τοῦ πνεύματος οὐδὲν ἧττον, —μία γὰρ δόξα πατρός, υἱοῦ καὶ πνεύματος—διὰ τῶν σφῶν αὐτῶν ἐνταῦθα προτεθειμένων γραμμάτων αὖθις ἀτιμάζουσιν οὗτοι, φεῦ τῆς πλάνης, κτιστὸν τοῦτο δυσσεβῶς πειρώμενοι δεῖξαι καὶ τοὺς εὐσεβεῖς παντὶ τρόπῳ μηχανώμενοι πεῖσαι. «Τὸ γὰρ μόνον ἄκτιστον», φασί, «φῶς καὶ ἡ ἄκτιστος δόξα, ἡ φύσις τοῦ θεοῦ ἐστί· τὸ δ’ ἐν Θαβωρίῳ λάμψαν φῶς οὐδὲ φυσικὸν σύμβολόν ἐστι, πῶς οὖν ἔσται ἄκτιστον;». Καὶ ταῦτα δι’ ἐγγράφου Συνοδικοῦ τόμου, καθὰ πάντες ἴστε, τῶν οὕτω φρονούντων ἀφωρισμένων καὶ ἀποκεκηρυγμένων τῆς ἐκκλησίας τε τοῦ θεοῦ καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος, εἰ μὴ μετάμελον σχοῖεν, ἐκκεκομμένων οὔπω πάνυ πέρισυ.

Ταῦτ’ ἄρα καὶ μέχρι τήμερον ὁ τοῦ μεγάλου φωτὸς ἀντίθετος τὴν γνώμην, γράμμασι μὲν ἐκφῆναι τοῖς ἐνταῦθα τὴν πονηρὰν αὐτοῦ δόξαν ἐτόλμησεν οὐδαμῶς· οὐκ ἀνῆκε δ’ ἐνιεὶς διὰ τῆς γλώττης τὸν ἰὸν τῆς κακονοίας οἷς ἂν δύναιτο, καίτοι συναιρομένων ἐπιτυχὼν ἐς τὰ μάλιστα τῶν νῦν ἀνεγηγερμένων ἐμφυλίων στάσεων. Πρός γε μὴν τοὺς ἡμῶν ἀπῳκισμένους ἄχρι Θεσσαλονίκης τε καὶ Βερροίας ἔγγραφον τὴν διδασκαλίαν ἐξέπεμψεν· ὅθεν ἡμῖν ἔναγχος παρὰ τῶν ἐκεῖ συνέσει καὶ ἀρετῇ διαφερόντων ἀποστέλλεται συσχεθέντα τὰ τῆς ἀσεβείας χειρόγραφα. Κακουργίαι μὲν οὖν ἐν αὐτοῖς οὐχ οἵαις ἂν χρήσαιτό τις τοῦ ὀρθοῦ παρατραπεὶς εὐφυὴς ἀνήρ, ἀλλ’ οἵαις ἂν τὴν μὲν προαίρεσιν πονηρός, τὴν δὲ φύσιν οὐ δεξιός, ἐχούσαις δ’ ὅμως ἀκμάζον καὶ συνηυξημένον ἑαυταῖς τὸ δολερὸν καὶ σκολιὸν καὶ κακόηθες, ἐκ τῆς πονηρᾶς δαψιλῶς ἀρυσαμέναις πηγῆς, Βαρλαὰμ τοῦ καθηγησαμένου τῆς πλάνης, ἔνθεν τοι καὶ διὰ πολλῶν ἐξεληλεγμένας πρότερον, καὶ νῦν ἐξελέγχειν οὐδὲν οἷον. Ἐπεὶ δὲ πρὸς πολλοὺς οὐκ εἰδότας περὶ ὧν οὐκ ἴσασι, καὶ αὐτοὶ μὴ εἰδότες οἱ διδάσκαλοι καὶ συγγραφεῖς τῶν τοιούτων, λέγειν τι δοκοῦσιν ἔτι περὶ τοσούτου πράγματος, ἀναγκαῖον ἐπεξιέναι· καὶ πρότερον τὴν παρὰ τοῦ Ἀκινδύνου πρὸ παντὸς ἄλλου καὶ γραφομένην καὶ θρυλουμένην καθ’ ἡμῶν διθεΐαν.

Φησὶ γάρ, «δύο θεότητας ἀκτίστους, συναϊδίους, ὑπεραιωνίους, τὴν μὲν ὑπερκειμένην τὴν δὲ ὑφειμένην, καὶ τὴν μὲν ἐνεργοῦσαν τὴν δὲ ἐνεργουμένην, καὶ τὴν μὲν ἀόρατον τὴν δὲ καὶ σωματικοῖς ὀφθαλμοῖς ληπτὴν διὰ πνεύματος, ἢ μίαν ἐκ τῶν τοιούτων, ἃ νῦν ἀκούομεν, τίς ἀκήκοε πώποτε;».

Ἆρ’ οὐ πρὸς ἔκπληξιν τῶν ἐντυγχανόντων καὶ τὸ σχῆμα τῆς λέξεως αὐτῷ διεσκεύασται; Τὸ γὰρ δυσπαράδεκτον εἰδὼς τῶν ἑξῆς θροεῖ προκαταλαβὼν τὴν τῶν ἀκουόντων διάνοιαν, ἵν’ οὕτω παρεισδύς, προϊὼν εὐπαράδεκτος δόξῃ κατατρέχων ὡς ἀπειρημένων ἡμῶν. Οὐδὲ γὰρ τὸν νοητὸν ὄφιν οἶμαι τὴν Εὔαν πρὸς ὁμιλίαν ἐπισπάσασθαι σχεῖν, εἰ μὴ τῷ παραδόξῳ τῆς τοῦ ἀλόγου λογικῆς φωνῆς ὄφεως ὁμοῦ τε πρὸς ἑαυτὸν ἐκείνην ἐπέστρεψε καὶ τῇ διανοίᾳ ταύτης θροῦν ἐνεποίησεν, εἶθ’ οὕτω κλέψας ἐνῆκε τὴν ἀπολουμένην συμβουλήν.

Ἀλλ’ ὁ μὲν οὕτω παραπλησίως τῷ ἀρχεκάκῳ προσοβεῖ τὴν εἴσοδον καὶ κακομηχάνως τῷ χαλκῷ περιβάλλει τὸ δέλεαρ, ὡς ὑπὲρ τῆς μιᾶς θεότητος τὸν ἀγῶνα ποιούμενος, ὁ ταύτην, φεῦ τῆς τόλμης, κατασπῶν εἰς τὴν κτίσιν.

Ἐγὼ δὲ τί τούτου πρότερον ἀποκλαύσωμαι; Τὴν ὑπηρετουμένην τῷ ψεύδει γλῶτταν ἢ τὸν ἀνοηταίνοντα νοῦν; Τί δ’ ἀπελέγξω πρῶτον; Τὴν σκαιωρίαν, ἀφ’ ἧς πειρᾶται τὴν τῶν πατέρων, ἥν, ὡς αὐτὸς οἴεται, καθ’ ἑαυτῶν παρέχονται λαβὴν ἐφ’ ἡμᾶς μεταφέρειν, ὡς τοὺς ἀκούοντας κλέψων, ἢ τὸν ἐσμὸν καὶ τὸ μέγεθος τῶν ἀτόπων οἷς περιπεσεῖν ἐκινδύνευσεν, ὡς τὰ μὲν καθάπαξ ἀθετῶν τῶν ἁγίων, τὰ δὲ παρεξηγούμενός τε καὶ βιαζόμενος καὶ πρὸς τὴν οἰκείαν μεθέλκων οὐ συνᾴδοντα δόξαν;

Κεφ. γʹ. Ὅτι ἄθεος ἀναφαίνεται ὁ Ἀκίνδυνος ἐξ ὧν κατασκευάζει δῆθεν τὴν τῆς διθεΐας κατηγορίαν· ἐν ᾧ συντομωτάτη ἔκθεσις τῆς ἐπὶ τοῖς αὐτοῖς τοῦ Βαρλαὰμ δυσσεβείας καὶ συνοδικῆς καταδίκης. Ὡς γὰρ ὁ λόγος δείξει προϊὼν ἄθεος ὁ ἄθλιος γέγονεν, ἵν’ ἡμῶν ἔχῃ κατηγορεῖν διθεΐαν. Διατίθησί τε τὸ τοῦ λόγου δρᾶμα καὶ ἀποδύεται πρὸς τὸν ἀγῶνα ὡς ἡμῶν δύο κηρυττόντων θεότητας πρὸς δίκαιον ζῆλον διαναστάς. Τὸ δ’ ὅπως ἔχει, δεῖ διὰ βραχέων ὡς ἔνι προαφηγήσασθαι.

Τοῦ Βαρλαὰμ ἐκείνου πρὸς ἐπήρειαν τῶν καθ’ ἡσυχίαν προσανεχόντων θεῷ πᾶσαν θεοφάνειαν διαβάλλοντος καὶ δευτέραν ἀποφαινομένου μακρῷ τῆς ἐκ τῶν κατὰ φιλοσοφίαν μαθημάτων ἀναφαινομένης γνώσεως τῶν ὄντων καὶ τῆς ἀπ’ αὐτῆς θεογνωσίας, τό τε λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς κτιστὸν ἐπιχειροῦντος δεικνύναι καὶ περιγραπτὸν καὶ κυρίως αἰσθητόν, γινόμενόν τε καὶ ἀπογινόμενον καὶ τῶν κατ’ αἴσθησιν φασμάτων ἕν, πρὸς δὲ καὶ διανοίας χεῖρον ἅτε φανταστόν, ἡμεῖς, τοῦτο μὲν ὑπὸ τῶν ἱερῶς ἡσυχαζόντων παρακληθέντες, τοῦτο δὲ παρ’ ἑαυτῶν ἐγνωκότες δεῖν ἡμᾶς αὐτοὺς πρὸς τὴν ὑπὲρ τοῦ φωτὸς καθεῖναι συνηγορίαν, τοῦ φωτὸς αὐτοῦ συναραμένου, τοῦτ’ ἐδείξαμεν, ὅπερ ἄρα καὶ ἦν, ἄκτιστον, ἀΐδιον, ἀπερίγραπτον, οὐχ ὑπὲρ τὴν καθ’ ἡμᾶς αἴσθησιν ὑπάρχον μόνον, ἀλλὰ καὶ ὑπὲρ τὸν νοῦν, εἰ καὶ τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ὤφθη, τὴν τοῦ μέλλοντος αἰῶνος εἰληφόσι τηνικαῦτα δύναμιν καὶ χάριν, ἔτι δὲ καὶ θεότητα παρὰ τῶν ἁγίων προσαγορευόμενον. Ὡς οὖν ταῦτα διὰ πολλῶν ἐπιχειρημάτων καὶ μαρτυριῶν ἀπεδείχθη παρ’ ἡμῶν, συναριθμεῖν αὖθις ἐπεχείρησεν ἡμᾶς ἐκεῖνος τοῖς ὁρατὴν καὶ μεθεκτὴν κακῶς οἰομένοις τὴν φύσιν τοῦ θεοῦ.

Ὡς δ’ ἀκήκοεν ἡμῶν ἔλλαμψιν καὶ χάριν καὶ δόξαν καὶ λαμπρότητα θεοῦ τοῖς ἀξίοις ἐπιφαινομένην θείως τοῦτο δοξαζόντων καὶ ὀνομαζόντων κατὰ τοὺς πατέρας, ἀλλ’ οὐ φύσιν—«οὐδεὶς γὰρ ἔστη ἐν ὑποστήματι καὶ οὐσία θεοῦ», κατὰ τὸ γεγραμμένον, «οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν»—, ὡς οὖν τοῦτ’ ἀκήκοεν, ἐξετράπη πρὸς τὸ λέγειν δύο συνάγεσθαι θεότητας ἀκτίστους, εἴπερ καὶ τὸ φῶς ἐκεῖνο ἄκτιστόν ἐστι καὶ θεότης ὀνομάζεται, λαμπρότης ὂν τῆς θείας φύσεως ἀλλ’ οὐχὶ φύσις, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς κτιστὸν αὖ ἀποδεικνύς, ὡς ᾤετο, τὸ θειότατον ἐκεῖνο φῶς. Ὥσπερ ἂν εἴ τις ἠξίου μὴ νοῦν καλεῖσθαι τὴν διάνοιαν, μηδ’ ἀσώματον ὑπάρχειν, ἵνα μὴ δύο νοῦς ἕκαστος ἀνθρώπων σχοίη καὶ νοῦν ἔχων καὶ διάνοιαν, δι’ ἧς ὁ νοῦς ποιεῖται τὰς πρὸς ἔκφανσιν προόδους, κατ’ οὐσίαν μένων ἀμετάβατος.

Ἐκεῖνος μὲν οὖν διὰ ταῦτα συνοδικῶς ἀναφανεὶς κακόδοξος, ὑπ’ αἰσχύνης εὐθὺς ἀπιὼν ὤχετο καὶ τοῖς Ἰταλοῖς προσερρύη μηδὲν μελήσας. Ὁ δ’ ἐκείνου μύστης καὶ διάδοχος καὶ ὀπαδὸς Ἀκίνδυνος τὸν αὐτὸν τρίβωνα τῆς δυσσεβείας ἀναστρέψας ὥσπερ καὶ περιθέμενος, ὅπως ἂν λανθάνοι τοὺς ὁρῶντας τὴν ἐκείνου περικείμενος σκευήν, καὶ πιθανὸς νομίζοιτό τισι τὴν πρὸς ἐκεῖνον κοινωνίαν ἀρνούμενος, εὐμηχάνως ἄνω τίθεται τὰ κάτω καὶ τὰ ὕστερα πρότερα ποιεῖται, πρὸ παντὸς ἑτέρου τὰς δύο προβαλλόμενος ἀκτίστους θεότητας ὡς ἀνηκούστους παντάπασι καὶ ἀτόπους καὶ ἀνηκέστοις περιβαλλούσας κακοῖς τοὺς ὁπωσδήποτε ταύτας προσιεμένους, ἵνα τὴν ἐντεῦθεν δοκοῦσαν οἱ ἀκεραιότεροι τῶν ἀνθρώπων διαδιδράσκοντες λύμην, ἐκεῖνο συνομολογήσωσιν ἐξ ἀνάγκης, τὸ κτιστὴν εἶναι τὴν λάμψασαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος θεότητα. Παραπλήσιόν τι ποιῶν τοῖς ἐπὶ τῶν ποταμῶν ἱστᾶσι τὰς μηχανὰς τοῖς ἰχθῦσιν.

Κεφ. δʹ. Ὅτι καὶ δόλῳ πρὸς ἀθεΐαν ἐφέλκεσθαι πειρᾶται πάντας Ἀκίνδυνος. Οὗτοι γὰρ παττάλοις καὶ λίθοις καὶ χάραξι διαλαβόντες τὸ ῥεῖθρον καὶ πρὸς τὰ βαθύτερα τῶν ῥευμάτων, ὅθεν ἂν ὑπονηχόμενον διεκπέσῃ ῥᾷον τὸ θήραμα, καθάπερ ὀξεῖς ὀβελίσκους ἐναποτείναντες, εἶτ’ ἄνω που τοῦ ῥεύματος—ἀνανήχεσθαι γὰρ ἔθος νεμομένοις τοῖς ποταμίοις ἰχθῦσιν—, ἐκεῖ τοίνυν στόμιον ἀνοίξαντες ὡς ἀληθῶς ᾅδου τοῖς καθ’ ὕδατος ζῶσιν, ἐντεῦθεν ὑποδήσαντες ἐξαρτῶσι τὸν βόλον, ὡς ἂν περιφεύγοντα τὰ νηκτὰ τὴν φαινομένην βλάβην ἀπὸ τῆς ὄχθης, ἑκόντα καθάπερ καὶ σπεύδοντα τῷ ἀπροόπτῳ τε καὶ ἀφύκτῳ κινδύνῳ περισχεθείη. Τοιοῦτόν ἐστι τὸ μηχάνημα τῶν εἰς ἀθεΐαν ἡμᾶς ἑλκόντων φόβῳ τῆς διθεΐας. Ἴσον γάρ ἐστι, μᾶλλον δὲ παντάπασιν ἓν καὶ ταυτόν, μηδαμῶς εἶναι θεὸν νομίσαι καὶ κτιστὴν δοξάσαι τὴν ἐπ’ ὄρους τοῦ Χριστοῦ παραδειχθεῖσαν θεότητα. Μία γὰρ θεότης τοῦ τε Χριστοῦ καὶ τοῦ Χριστοῦ πατρὸς καὶ τοῦ πνεύματος· ἀλλ’ οὐδ’ ἡ τῆς θείας φύσεως λαμπρότης τῆς θείας φύσεώς ἐστι χωριστή.

Τίς οὖν ὑπολέλειπται θεὸς τῷ ταύτην κτίσμα δοξάζοντι;

Κεφ. εʹ. Ὅτι οὐ δύο φησὶν ὁ Παλαμᾶς θεότητας· ἐξαιρεῖται δὲ μᾶλλον τῆς Ἀκινδύνου καὶ Βαρλαὰμ ἀθεΐας ὁμοῦ καὶ διθεΐας τοὺς ὑπ’ αὐτῶν ἐκτραπέντας, δείξας ὡς οὐδὲν προσίσταται πρὸς τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα ἡ τῆς θείας φύσεως λαμπρότης, ἄκτιστός τε οὖσα καὶ θεότης ὀνομαζομένη. Καὶ τοίνυν οὐ δύο θεότητας προσκυνοῦμεν ἡμεῖς. Ἄπαγε τῆς κακονοίας τὸν εἰπόντων, «τῷ ψεύδει σκεπασθησόμεθα» καὶ θεμένων ψεῦδος τὴν ἐλπίδα αὐτῶν, ὧν ἡ «γλῶσσα ὡς ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν». Ἀλλὰ τοῦθ’ ἡμῖν ἡ τῶν λόγων ἁπάντων ὑπάρχει πρόθεσις, τὰ συνωθοῦντα πρὸς ἀσέβειαν κέντρα συντρίψαι—ταῦτα δ’ ἔστιν ἀρτίως τὰ τοῦ Ἀκινδύνου συγγράμματα, καθάπερ πρότερον Βαρλαὰμ ἐκείνου τοῦ καθηγησαμένου τῆς πλάνης αὐτῷ—καὶ δεῖξαι σαφῶς, ὡς οὐδὲν προσίσταται οὐδ’ ἀναιρεῖ τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα ἡ τῆς θείας φύσεως λαμπρότης, ἄκτιστός τε οὖσα καὶ θεότης ὀνομαζομένη. Καὶ ἡ θεατικὴ γὰρ δύναμις τοῦ πάντα πρὶν γενέσεως εἰδότος πνεύματος, οὔτε φύσις, κατὰ τοὺς πατέρας, καὶ ἄκτιστός ἐστι καὶ θεότης ὀνομάζεται, καὶ τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα οὐκ ἀναιρεῖ.

Τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ θεοποιὸς καὶ ἡ προνοητικὴ τοῦ θεοῦ δύναμις, οὕτω καλουμένη ὡς ὁ μέγας Διονύσιος λέγει, καὶ ἡ καθαρτική, τῷ πᾶσαν μοχθηρίαν αἴθειν τε καὶ ἀναλίσκειν, καὶ τὸ πανταχοῦ εἶναι τὸν θεὸν καὶ μηδαμοῦ, καὶ ἁπλῶς τὸ ἀεικίνητον, ἀπὸ τοῦ θεῖν καὶ ὡς εἰπεῖν ἀχρόνῳ τάχει διαφεύγειν τε καὶ προσιέναι πᾶσι.

Μηδεμιᾶς τοίνυν τούτων, καίτοι διαφορὰν πρὸς ἀλλήλας ἐχουσῶν—οὐ γὰρ πάνθ’ ὅσα ὁ θεὸς θεᾶται καὶ θεοποιεῖ, παρ’ οὗ δείκνυται καὶ τῆς θείας φύσεως τούτων ἑκάστην διαφέρειν, τὰ γὰρ τῷ αὐτῷ πάντῃ ταυτὰ διενήνοχεν ἀλλήλων οὐδαμῶς—μηδεμιᾶς τοίνυν τούτων τὸ μίαν εἶναι καὶ ἁπλῆν θεότητα ἐμποδιζούσης, πῶς τὸ τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος φῶς, ἡ κοινὴ τῶν εὐσεβῶν ἐλπίς, ἡ τῆς θείας φύσεως λαμπρότης, θεότης ὀνομαζομένη δικαιότατα— καὶ γὰρ αὕτη πάντων μάλιστα δῶρόν ἐστι θεοποιόν· κατ’ αὐτὴν γὰρ «οἱ δίκαιοι λάμψουσιν ὡς ἡ ἥλιος», «ὧν ἔσται ὁ θεὸς ἐν μέσῳ θεῶν», διαδιδοὺς τὰ γέρα τῆς ἐκεῖθεν μακαριότητος· —πῶς οὖν αὕτη, θεότης ὀνομαζομένη καὶ λαμπρότης θείας φύσεως ἀλλ’ οὐχὶ φύσις, τοὺς ἄκτιστον πρεσβεύοντας αὐτὴν μίαν καὶ ἁπλῆν θεότητα οὐκ ἀνήσει προσκυνεῖν;

Ἦπου καὶ αὐτὸς καθάπερ προειρήκαμεν τὴν διάνοιαν ἡμῶν νοῦν ἥκιστα νομίσεις τε καὶ ὀνομάσεις, ὅτι καὶ πρὸς τὰ δεκτικὰ διαπορθμεύεται, τοῦ νοῦ κατ’ οὐσίαν ἐν ἡμῖν μένοντος ἀμεταβάτου, καὶ δι’ αὐτῆς, αὖ τοῦ νοῦ τοῖς ἀμαθέσιν ἐντιθέντος νοῦν, τάχα σὺ πάλιν νομίσεις οὐσίαν νοερὰν ἐγγίνεσθαι παρὰ τῶν διδασκόντων τοῖς διδασκομένοις, ὥσπερ φῂς τῆς θείας φύσεως μετέχειν τοὺς θεοῦ μετέχοντας.

Ἢ φιλονεικήσεις πεῖσαι μηδὲν ἡμᾶς διαφέρειν οἴεσθαι νοερᾶς οὐσίας τὴν διάνοιαν, ὥσπερ μηδὲν διενηνοχέναι φῂς τῆς θείας οὐσίας τὴν ἐκεῖθεν ἄκτιστον ἐνέργειαν, δεδιὼς μὴ καθάπερ ἐκεῖ δύο κατὰ σὲ θεούς, οὕτως ἐνταῦθα δύο νοῦς σχοίη ἕκαστος ἡμῶν. Οὔκουν ἡμῶν ἐστι λόγος τὸ δύο εἶναι ἢ πολλὰς θεότητας, ἀλλὰ τῶν ἡμᾶς διαβαλλόντων κακούργως εἰς ἀπάτην τῶν ἀκεραιοτέρων, ὡς πρὸς τὴν ἐσκαιωρημένην σφίσιν ἐπαγόμενον δυσσέβειαν, συναγόντων τε καὶ προτιθέντων δολερῶς.

Κεφ. στʹ. Ὅτι ἀδύνατόν ἐστι καὶ προφητικῶς ἀπηγόρευταί τινα τῶν μετὰ Χριστὸν διθεΐᾳ περιπεσεῖν, οἱ δὲ συκοφαντικῶς τοῦτο κατὰ τῶν ὀρθοδόξων προφέροντες ὑπὸ τῆς σφῶν κακίας εἰς αὐτὸ περιτρέπονται. Ἐξετάσας δ’ ἴδοι τις ἂν ὡς ἀληθῶς μηδένα ποτὲ τῶν ἀπὸ Χριστοῦ καλουμένων διθεΐᾳ περιπεσεῖν· οὐ γὰρ ἐγχωρεῖ.

Καὶ τί λέγω χριστιανούς, ὁπότε μηδ’ ἐν τοῖς νῦν μετὰ Χριστὸν δυσσεβέσιν ἡ πολυθεΐα κρατεῖ; Σημεῖον γὰρ καὶ τοῦθ’ ἓν τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τοὺς θεολήπτους προφήτας, τὸ καταργηθῆναι καὶ τῆς γῆς ἀρθῆναι τὴν πολύθεον πλάνην. Ταῦτ’ ἄρα καὶ παρὰ τῶν αἱρετικῶν τοῦτο κατὰ τῶν ἁγίων ὡς ἔγκλημα συκοφαντικῶς προφερόμενον ὁρῶμεν ἀεὶ καὶ περιτρεπομένους μᾶλλον ἐκ τοῦ συκοφαντεῖν εἰς τὴν κακόνοιαν ταύτην τοὺς κατηγόρους τῶν ἐπαίνων ἀξίων, ἄλλ’ οὐκ ἐπίτηδες ἐπ’ αὐτὴν φερομένους.

Κεφ. ζʹ. Ὅτι δι’ ἑτέρας ὁδοῦ ὁ Ἀκίνδυνος εἰς τὸ αὐτὸ φέρεται βάραθρον, ποτὲ μὲν τῷ Ἀρείῳ, ποτὲ δὲ τῷ Σαβελλίῳ. Καὶ τοίνυν ἀκούσατε τῶν Ἀρείου φωνῶν, ὁμολόγων ἄντικρυς ταῖς τοῦ Ἀκινδύνου ταύταις καθ’ ἡμῶν φωναῖς. Κτίσμα γὰρ οὗτος λέγων τὸν υἱὸν τοῦ θεοῦ, τοῖς τε περιοῦσιν ἔτι τότε καὶ τοῖς ἐξ ἀνθρώπων γεγονόσι πατράσιν ὑπεναντίως, καθάπερ ἀρτίως Βαρλαὰμ καὶ Ἀκίνδυνος ἡμῖν τε καὶ τοῖς ἁγίοις ἀντικειμένως κτίσμα φασὶ τὴν τοῦ θεοῦ λαμπρότητα, καὶ κατὰ τῶν πρεσβευόντων μετὰ τοῦ πατρὸς καὶ τὸν υἱὸν ἄκτιστον, τὰς αὐτὰς ἂν εἰκότως Ἄρειος, ἃς καθ’ ἡμῶν ἀρτίως Ἀκίνδυνος ἠφίει τότε φωνάς, «δύο» λέγων «θεοὺς ἀκτίστους, συναϊδίους, ὑπεραιωνίους, τίς ἤκουσεν, ἢ δύο τὸν ἐπὶ πάντων ἕνα καὶ ἁπλοῦν θεόν, τὸν μὲν γεννητὸν τὸν δὲ ἀγέννητον, καὶ τὸν μὲν ὑποκείμενόν τε καὶ δευτερεύοντα τὸν δὲ μείζω καὶ ὑπερκείμενον, καὶ τὸν μὲν ὁρατὸν ὁπωσδήποτε γεγονότα καὶ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν κατελθόντα τὸν δὲ ἀόρατον ἀεὶ καὶ ἐν οὐρανοῖς παραμένοντα»;

Τίς ταῦτ’ ἀκούων ἁπλῶς κηρυττόμενα καὶ διὰ λόγων μακρῶν, νοῦν ἔχων καὶ ὁπωσοῦν, ἠρέμα καὶ ἡδέως ἀνέξεται καὶ δυνήσεται τῶν ταῦτα λεγόντων τε καὶ γραφόντων μὴ ὡς ἂν ἔχοι καταβοᾶν; Τὰς αὐτὰς δ’ ἂν εἴποι φωνὰς καὶ Σαβέλλιος, κακονοίαις οὐ ταῖς αὐταῖς, κατὰ τῶν διαιρούντων ταῖς ὑποστάσεσι τὸν ἕνα θεόν. Ὅτι δ’ ἑκάτερος αὐτῶν, ὁ μὲν διαιρῶν ὁ δὲ συνάπτων κακῶς τὸ θεῖον, τοῖς ἁγίοις ὑπῆρξεν αἴτιος, νῦν μὲν τὰς διαιρετικάς, νῦν δὲ τὰς συναπτικὰς συνάγειν καὶ προάγειν φωνὰς καὶ διὰ γραμμάτων ἀνακηρύττειν τὸ ἑνιαῖον καὶ διακεκριμένον τῆς παμβασιλίδος θεότητος· τοῦτο τοίνυν, ὅτι τὴν αἰτίαν αὐτοὶ παρέσχον τῶν μακρῶν περὶ τοῦ διακεκριμένου τῆς θεότητος συγγραμμάτων αὐτοῖς τοῖς ὑπὲρ εὐσεβείας συγγράμμασιν ἀμνηστίᾳ καὶ ἀφανείᾳ παραπέμψαι τελέως, εἰ καὶ ἀνηνύτοις ἐπεχείρουν, διεσπουδάκασιν.

Οὕτως Ἀθανάσιος ὁ μέγας, ὡς αὐτὸς ἄρξας ἀλλ’ οὐχ ὡς ὑπεραπολογούμενος τῆς εὐσεβείας, παρὰ τῶν ἑτεροζυγούντων Ἀρείῳ συκοφαντούμενος διεβάλλετο. Οὕτως Εὐνόμιος διατίθεται τὴν ἀρχὴν τῶν πονηρῶν συγγραμμάτων, ὡς παρ’ ἑτέρων ἀθετουμένης τῆς πᾶσιν ἀνωμολογημένης ἀληθείας περὶ θεοῦ, καίτοι τῶν ἀθετούντων αὐτὸς ὁ κράτιστος ὤν. Οὕτως οἱ τὰ Νεστορίου φρονοῦντες καὶ μετὰ τὰς συνόδους ἐκείνας καὶ τὰς ἀκινήτους κατ’ αὐτῶν ἀποφάσεις τὸ Κυρίλλου φιλόνεικον ᾐτιῶντο καὶ καινοφωνίας ἐγράφοντο τὰς ἐκείνου θείας γραφὰς καὶ κατὰ τὴν ἐμφύλιον στάσιν τῆς ἐπὶ Ζήνωνος βασιλείας καιροῦ δραξάμενοι, γράμματα διαπέμπονται πανταχῇ πυρὶ δικαιοῦντα παραδίδοσθαι ταύτας.

Ἀκίνδυνος τοίνυν παρ’ Εὐνομίου καὶ τῶν ὁμοίων κατιοῦσαν τὴν τέχνην καὶ κινδυνεύουσαν ἤδη τῷ χρόνῳ διαπεσεῖν, χεῖρα γενναίαν ὑποσχὼν ἀνεκτήσατο. Πλὴν ὅσον Εὐνόμιος μὲν θατέρῳ μέρει τῆς πλάνης ὑπήρεισεν ἑαυτόν, ὁ δὲ Ἀκίνδυνος ἀμφοτέρας εὐτόλμως ὑπέδυ καὶ τὰς ἐναντίας ἀνέχει πλάνας ἐπὶ τῆς γλώττης, ἀλλὰ καὶ τρίτην ἐξεῦρε καινοτέραν αὐτός, ἵνα μὴ καθ’ ἕνα μόνον ἀλλὰ καὶ κατὰ δύο τοὺς προστάτας ὑπερβάλλῃ τῆς δυσσεβείας. Ὅταν μὲν γὰρ ἀκούσῃ τῶν ἁγίων φανερῶς λεγόντων τὴν ὑπερουσιότητα ἐκείνην μηδ’ αὐτοὺς τοὺς ἀγγέλους ὁρᾶν, ἀλλὰ τὴν ἐκείνης λαμπρότητα καὶ ὡς «ἡ θεότης οὐ τῆς φύσεως ἀλλὰ τῆς θεατικῆς τοῦ πνεύματος δυνάμεως προσηγορία καθέστηκε» καὶ ὅτι τὸ πνεῦμα ἐκχεῖται καὶ μέτρῳ δίδοται, μὴ τῆς οὐσίας τοῦ πνεύματος ἀλλὰ τῆς ἐνεργείας ἐπὶ τοὺς πιστεύοντας χεομένης καὶ μεριζομένης καὶ μετεχομένης ὑπ’ αὐτῶν, ὅταν τὰ τοιαῦτ’ ἀκούσῃ παρ’ ἡμῶν εἰς τὸ δεῖξαι τὴν πρὸς ἀλλήλας διαφορὰν προβαλλομένων, κτιστήν φησιν ὁ τάλας ἐνταυθοῖ τὴν θείαν ἐνέργειαν, αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, αὐτὴν τὴν ἀΐδιον τοῦ πνεύματος δύναμιν, αὐτὴν τὴν μόνην τοῖς ἁγίοις μεθεκτὴν λαμπρότητα τῆς ὑπερουσιότητος ἐκείνης.

Οὐδὲ γὰρ χωριστὴ τοῦ πνεύματος ἡ τοῦ πνεύματος λαμπρότης καὶ δύναμις, ἣ τοὺς κατηξιωμένους μακαρίως αὐτῆς ἑνοῖ θεοῦσα θεῷ καὶ ναοὺς αὐτοὺς κατασκευάζει τοῦ πνεύματος ὡς μὴ χωριζομένη τοῦ πνεύματος. «Ἣν γάρ», φησί, «προΐεται ζωὴν εἰς ἑτέρου ὑπόστασιν τὸ πνεῦμα, οὐ χωρίζεται αὐτοῦ ἀλλὰ καὶ αὐτὸ ἐν ἑαυτῷ ἔχει τὴν ζωὴν καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι». Ζωὴ δὲ πάντως θεία καὶ παντὸς ἀγαθοῦ μετουσία τοῖς ἠξιωμένοις ἡ τῆς θείας φύσεως λαμπρότης.

Ἀλλ’ ὁ Ἀκίνδυνος, «διαφορᾶς», φησίν, «ἐπιφαινομένης πρὸς ἀλλήλας φανερῶς, εἰ καὶ τὴν ἐνέργειαν ἄκτιστον φαῖμεν καὶ τὴν οὐσίαν τοῦ θεοῦ, διθεΐᾳ περιπεσούμεθα». Καὶ τοῦτό ἐστι δι’ ὃ δύο σέβειν ἡμᾶς θεότητας ἰσχυρίζεται.

Τὴν μὲν οὖν τοῦ Ἀρείου δόξαν, ὃς τοῖς κτίσμασι πρῶτος μετὰ Χριστὸν συνέταξε θεόν, οὕτω Βαρλαὰμ καὶ Ἀκίνδυνος ταῖς ἑαυτῶν, φεῦ, ἐνιᾶσι ψυχαῖς· κτίσμα γὰρ καὶ οὗτοι ποιοῦσι τὸν θεόν. Τί γὰρ εἰ δι’ ἑτέρας μέν, ὁμόρου δ’ ὅμως, πρὸς τὸ αὐτὸ φέρονται τῆς ἀσεβείας βάραθρον;

Ὅταν δὲ πάλιν ἀκούσωσι τὸν αὐτὸν εἶναι λόγον οὐσίας τε καὶ ἐνεργείας θείας καὶ ὅτι τὸν θεὸν ὁρῶσιν οἱ κεκαθαρμένοι τὴν καρδίαν, ἀλλ’ οὐ κτίσμα, καὶ ὡς «ἀπὸ τῆς ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς», ὅταν τοίνυν αὖθις τὰ τοιαῦτα μάθωσι παρ’ ἡμῶν, προβαλλομένων εἰς τὸ δεῖξαι ἄκτιστον τὴν τοῦ θεοῦ ἐνέργειαν ὡς μὴ χωριστὴν οὖσαν τῆς οὐσίας, ἓν οὗτοι καὶ ἀδιάφορον παντάπασί φασι τὴν ἄκτιστον οὐσίαν καὶ τὴν ἐνέργειαν.

Ὅτι δὲ κατ’ οὐσίαν ὁ θεὸς ἀόρατός τε καὶ ἀπερινόητός ἐστι καὶ ὡς τὸ γνωστὸν ὁπωσδήποτε τοῦ παντάπασιν ἀκαταλήπτου διενήνοχε καὶ ὅτι τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον ἐξ ἀνάγκης οὐ παντάπασιν ἕν, οὐκοῦν καὶ διαφέρουσί πως κἂν μὴ χωριστά, τῶν τοιούτων ἐπὶ νοῦν βαλλόμενοι μηδέν, συναλείφουσι, μᾶλλον δὲ συντέμνουσι τὸν θεὸν κατὰ Σαβέλλιον. Τί γὰρ εἰ δι’ ἑτέρας μέν, ἀλλὰ πρὸς τὴν ἴσην φέροιντο δυσσέβειαν, ἀποστεροῦντες καὶ στενοῦντες καὶ ὑφαιρούμενοι τὸν ἀνωτάτω πλοῦτον τῆς θεότητος καὶ συνελαύνοντες εἰς ἕν, μόνην τὴν οὐσίαν, τὸν θεόν; Τοῦτο γὰρ ἐνταῦθα μὲν αὐτοὶ διὰ τοῦ μηδὲν διαφέρειν τῆς οὐσίας τὴν ἐνέργειαν βούλονται κατασκευάζειν, ἀλλαχοῦ δὲ διαρρήδην φάσκουσι, γράφοντες εἶναι «τῶν ἀνωμολογημένων, ἓν εἶναι μόνον ἄναρχον καὶ ἀτελεύτητον, τὴν οὐσίαν τοῦ θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ὑπάρχειν φύσεως καὶ ὅτι τὸ μόνον ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα ἡ φύσις τοῦ θεοῦ ἐστί»· καὶ αὐτῶν ἀφειδήσαντες, βαβαὶ τῆς τόλμης, τῶν περὶ τὴν φύσιν ὑποστατικῶν ἰδιοτήτων. Ἀλλ’ ἡ τρίτη τίς, ἣν ἐκαινοτόμησαν αὐτοὶ δυσσέβειαν ἀρτίως;

Κεφ. ηʹ. Ὅτι καὶ τρίτην ἄλλην παρὰ ταύτας οὗτος δυσσέβειαν ἐκαινοτόμησε καὶ τίς αὕτη. Ἀγχόμενοι, περισφίγγοντος ἀρρήκτοις πανταχόθεν ἅμμασι τοῦ πλήθους τῶν παρὰ τῆς θείας γραφῆς μαρτυριῶν, ὡς καὶ διαφέρουσί πως πρὸς ἀλλήλας καὶ ἄκτιστοί εἰσιν ἥ τε τοῦ θεοῦ οὐσία καὶ ἡ ἐνέργεια, τῶν μὲν δυσσεβῶν οὐδὲ μετρίως ἀποστῆναι προῄρηνται δογμάτων, καταφυγὴν δ’ εὑρίσκουσι προσθήκην ἑτέρας δυσσεβείας. «Ἄκτιστοι γάρ», φασίν, «ἐνέργειαι θεοῦ μόνος ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν», οὐδ’ ἐκεῖνο δυνηθέντες συνιδεῖν, ὡς τὰς μὲν ἀκτίστους ἐνεργείας τοῦ θεοῦ ἑκόντες ἄκοντες πληθυντικῶς προάγουσι, τὴν δὲ τοῦ θεοῦ οὐσίαν οὐδαμῇ κατὰ μηδένα τρόπον ἔνι πληθυντικῶς προαγαγεῖν. Εἰ δὲ αὐτοί φασι μὴ πλείους τίθεσθαι δυοῖν αὐτάς, ἀλλ’ οὐχὶ καὶ δύο τίθενται οὐσίας τοῦ θεοῦ. Εἰ δ’ ἐκ τῶν δύο τούτων ἀκτίστων μίαν εἶναι πάλιν λέγουσιν, ἀλλὰ τοῦτ’ ἄντικρύς ἐστι, δι’ ὃ τὴν στεντόρειον ἐκείνην φωνὴν ἀφῆκαν καθ’ ἡμῶν, ὡς «ἐκ δύο ἀκτίστων μίαν τίς ἤκουσε θεότητα;».

Καὶ μὴν θεότητος ἄκτιστος οὐσία τε καὶ ἐνέργεια κατ’ αὐτοὺς ἓν καὶ ταυτὸν καὶ ἀδιάφορον. Εἰ τοίνυν ἐνέργεια ἄκτιστος μόνος ὁ τοῦ πατρὸς υἱός, ἢ τὸ πνεῦμα τοῦ πατρός, τούτων ἑκάτερον ὑπάρχει κατ’ αὐτοὺς ἡ θεότης τοῦ πατρός. Ὁ πατὴρ τοίνυν τίνος ἂν εἴη πάλιν θεότης, ἢ οὐδαμῶς ἐκεῖνος ὑπάρχει θεότης οὐδὲ ἐνέργεια οὐδὲ οὐσία;

Καλῶς ἄρ’ εἶπεν ὁ σοφὸς τὰ θεῖα Μάξιμος, «οὐχ ἕκαστον αὐτῶν, οὐδ’ ἕτερον ἑτέρου, ἀλλ’ ὅτι πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον ἡ θεότης». Κατὰ γὰρ τὸν τῆς θεολογίας ἐπώνυμον Γρηγόριον, «κοινὸν τοῖς τρισὶ τὸ μὴ γεγονέναι καὶ ἡ θεότης» καὶ κατὰ τὸν Νύσσης θεορρήμονα Γρηγόριον, «θεὸς ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν· οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν». Διὸ κἂν ἐνέργειαν εἴπῃ τις τοῦ πατρὸς τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ συνεπινοεῖ ἢ καὶ συνεκφωνεῖ ταῖς ἐνεργείαις ταύταις τὸ ἐνυπόστατον. Τὰς δὲ ἀϊδίους καὶ ἀχωρίστους ἐνεργείας τοῦ πνεύματος ἐν τοῖς περὶ αὐτοῦ κεφαλαίοις ὁ μέγας Βασίλειος πολλὰς ἔδειξε καὶ οὐκ ἐνυποστάτους οὔσας.

Λέγεται δὲ τοῖς ἱεροῖς πατράσιν ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς ἐνέργειαι καὶ τρόπον ἕτερον καλῶς, παραδειγματικῶς γὰρ διὰ τὸ ἀχώριστον καὶ συναΐδιον, ὡς καὶ τοῦ πατρὸς ἀκτῖνες, καίτοι τὴν αὐτὴν ἔχουσι τῷ πατρὶ ἀκτῖνα καὶ ἐνέργειαν. «Τούτων γάρ», φησί, «πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος». Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις διεξοδικώτερον ἡμῖν διείληπται καὶ τῶν λόγων προϊόντων ἐκφανήσεται τρανώτερον. Νῦν δ’ ἐπεὶ μετὰ τῶν ἁγίων τοῦ θεοῦ καὶ ἡμεῖς τῷ τῆς διθεΐας ἐγκλήματι περιπεπτώκαμεν ἀρτίως, οὐ μόνον ὅτι τούτοις συνῳδὰ λέγοντες ὑπαίτιοι γεγόναμεν, ἀλλ’ ὅτι καὶ ταῦτα καθ’ ἡμῶν οἱ νῦν κατήγοροί φασιν, ἃ κατ’ ἐκείνων οἱ ἐπ’ ἐκείνων, φέρ’ ἴδωμεν πῶς ἐκεῖνοι τὴν αὐτοῖς ἐπενηνεγμένην ἀπεσείσαντο γραφήν. Πότερον, οἱ μὲν παραιτησάμενοι τρία λέγειν ἄκτιστα τὸν ἕνα θεὸν καὶ θεὸν ἐκ θεοῦ καὶ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν τὰ μὲν δευτερεύειν τοῦ πατρός, τὸν δὲ μείζω καὶ τούτων εἶναι, ὡς Ἀθανάσιος, Βασίλειός τε καὶ Γρηγόριος οἱ μεγάλοι καὶ μετ’ αὐτοὺς ὁ θεῖος Κύριλλος ἔγραψαν, οἱ δὲ τὸ δύο λέγειν ταῖς φύσεσι τὸν ἕνα Χριστόν, ἢ ταῦτα μᾶλλον καὶ χειρὶ καὶ γλώττῃ τρανῶς ἀνομολογήσαντες, εἶτ’ ἀπέδειξαν ἐν τῇ σοφίᾳ τοῦ πνεύματος ὡς οὐδὲν οὐδαμῶς κωλύσει τὰ διαφόρως μέν, ἀδιαιρέτως δὲ διαιρούμενα ταῦτα, ἕνα θεὸν εἶναι καὶ Χριστὸν ἕνα;

Τοῦτο δὴ πάντως, ὃ καὶ ἡμεῖς φρονοῦμεν παρ’ ἐκείνων μεμυημένοι.

Τοιγαροῦν, ὡς τὸ ἐν Θαβὼρ λάμψαν ἀπὸ τοῦ σωτῆρος φῶς ἄκτιστον ἡμεῖς εἰδότες καὶ θεότητα προσειρηκότες ὡς λαμπρότητα θείας φύσεως ἀλλ’ οὐχὶ φύσιν, πρὸς δὲ καὶ πᾶσαν δύναμίν τε καὶ ἐνέργειαν θείαν μετὰ τῆς πηγαζούσης ταύτας οὐσίας ἄκτιστον εἶναι διατεινόμενοι, τούτου χάριν διθεΐαν καὶ ἡμεῖς ἀρτίως ἐγκληθέντες παρὰ τῶν κατασπώντων εἰς κτίσμα τὸ ἀκήρατον ἐκεῖνο καὶ ἀνέσπερον φῶς, ὅλοι καὶ ἀεὶ τῆς κατ’ εὐσέβειαν ὄντες ἀληθείας, καὶ τῶν κατ’ αὐτῆς ὑπ’ αὐτῶν ληρημάτων ἀλογοῦντες καὶ τῶν ὑπὲρ αὐτῆς παθημάτων ἐνασμενίζοντες τῇ πείρᾳ, τοῦτο καὶ πρότερον πεφρονηκέναι καὶ φρονεῖν ἀρτίως καὶ φρονήσειν εἰς τὸ ἑξῆς καὶ πεπαρρησιάσμεθα πολλάκις καὶ νῦν παρρησιαζόμεθα τῇ τοῦ Χριστοῦ χάριτι.

Λοιπὸν οὖν ἔτι δεῖξαι, συναιρομένου τοῦ πνεύματος, εἰ καὶ τοῦτο πολλάκις καὶ διὰ πολλῶν ἀπεδείξαμεν, ὡς οὐδὲν οὐδέσιν οὐδαμῶς προσίσταται ταῦτα μίαν ὁμολογεῖν καὶ προσκυνεῖν θεότητα· διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν’ οὕτως εἴπω, καὶ συνάπτεται διῃρημένως. Καὶ οὗτος εὐσεβὴς ὡς ἀληθῶς ὁ ταῦθ’ οὕτως ἔχειν ἀμφότερα φρονῶν, καὶ δι’ ἀμφοτέρων ἐν τῇ μεσότητι μένων τῆς κατ’ εὐσέβειαν ὁμολογίας, μήτε τὴν ἕνωσιν περιαίρεσιν ἐργαζόμενος, μήτε τὴν διαίρεσιν ἀλλοτρίωσιν· ὃ σαφῶς πεποιήκεσαν οἵ, μόνῃ τῇ τοῦ θεοῦ οὐσίᾳ τὸ ἄκτιστον περιγράψαντες, τὸ ἐπ’ ὄρους τοῖς τῶν ἀποστόλων ἀπολέκτοις ἐπιλάμψαν φῶς ἐξώρισαν τῆς ἀκτίστου θεότητος, ἵνα καὶ θεοῦ λαμπρότης αὐτοῖς σβεσθείη, κἂν εἴ τις αὐτοῖς πεισθείη, πυρποληθείη, γνοὺς τῇ πείρᾳ πῦρ κατὰ τὴν ἀποκειμένην ἄφραστον ἔκφανσιν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν ἢ γοῦν ἐπίστευσεν.

Οὐ τὸ φῶς δὲ μόνον ἐκεῖνο τὸ θεῖον καὶ ὑπερφυὲς καὶ ἀνέσπερον τὴν τοῦ πατρὸς δόξαν, ἐν ᾗ κατὰ τὴν ἐπαγγελίαν ὁ σωτὴρ ἐπιφανήσεται πάλιν, καὶ καθ’ ἣν οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὧν ὡς ἐν ἀκηράτῳ χορείᾳ μέσος ἔσται συνεκλάμπων τοῖς ὑπ’ αὐτοῦ λαμπομένοις θείως, οὐ τὸ φῶς τοίνυν ἐκεῖνο μόνον, «παρ’ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», τὸ διὰ τῆς ὁμοθέου σαρκὸς ἀστράψαν, σαρκὸς τῆς πλουτούσης καὶ χορηγούσης τὴν ἀΐδιον τῆς θεότητος δόξαν, ἀλλὰ καὶ πᾶσαν δύναμίν τε καὶ ἐνέργειαν θείαν, ἢ τῇ οὐσίᾳ φασὶν ἀδιάφορον, ἢ τοῖς κτίσμασιν ἐναρίθμιον, ἀλλ’ οὐχ ἡμεῖς οἱ τῆς ἀληθείας χάριτι τῆς αὐτοαληθείας συνήγοροι. Καὶ γὰρ εἰδότες τὸ μὲν ἀδιάφορον λέγειν οὐσίαν τε καὶ ἐνέργειαν θείαν, ἀθεότητος ὄντως ὄν— οὐ γὰρ ἐν ἰδίᾳ ποτ’ ἂν ὑποστάσει διατελοίη τοιαύτη δύναμις ἢ ἐνέργεια, ἡ τοῦτο δὴ μόνον οὖσα, τρισυπόστατος δὲ ἡ ἀνωτάτω οὐσία—τὸ δὲ κτιστὴν τὴν θείαν δύναμιν καὶ ἐνέργειαν λέγειν, διαίρεσιν καὶ κατατομὴν θεότητος ἔκφυλον καὶ ἀλλόκοτον καὶ τῆς Ἀρείου μανίας οὐκ ἀποδέουσαν, ταῦτ’ εἰδότες ἡμεῖς καλῶς, καὶ τὸ τῆς οὐσίας καὶ ἐνεργείας ἀδιαίρετον ἐτηρήσαμεν. Οὐ γὰρ ὦπταί ποτε καθ’ ἑαυτὴν ἄνευ τῆς αὐτὴν ἐχούσης οὐσίας ἐνέργειά τε καὶ δύναμις· ἐκείνη δὲ πάντως ἐνθεωρεῖται ἧς καὶ ἔστιν.

Εἰ γὰρ καὶ ὁ υἱὸς δύναμις τοῦ πατρὸς καλεῖται ὡς ἐκ τοῦ πατρὸς ἀδιαιρέτως ὤν, ἀλλὰ καὶ υἱός, ἵν’ εἰδείης καὶ καθ’ ἑαυτὸν ὄντα καὶ μὴ πλανηθεὶς οἰηθείης τοιαύτην εἶναι δύναμιν οὐχ ὑφεστῶσαν ἀλλ’ ἐνυπάρχουσαν. Οὕτω μὲν οὖν καὶ τὸ ἀδιαίρετον ἡμεῖς καλῶς ἐτηρήσαμεν τῆς οὐσίας καὶ ἐνεργείας, τῷ κτιστῷ καὶ ἀκτίστῳ μὴ διαστήσαντες, καὶ τὴν διαφορὰν εὐσεβῶς καὶ τοῖς πατράσιν ὁμολόγως εἰρήκαμεν. Ἡ μὲν γὰρ ἐκ τῆς τρισυποστάτου καὶ προσκυνητῆς οὐσίας ἐστὶ καὶ πρὸς τὴν κτίσιν κάτεισι θεοπρεπῶς, ἐκείνης μὴ χωριζομένη, καὶ ἀπὸ τῶν κτισμάτων γνωρίζεταί τε καὶ ὀνομάζεται κατὰ τὸν μέγαν Βασίλειον. Ἡ δ’ οὐσία, ταύτης αἰτία καὶ παντάπασιν ἀπερινόητος καὶ ἀπρόσιτος καὶ ἀνώνυμος καὶ καθ’ ἑαυτὴν ἁπάσης ὑπερκειμένη καταληπτικῆς ἐπινοίας καὶ σημαντικῆς ἐπωνυμίας καὶ στοχαστικαῖς ὑπονοίαις πάμπαν ἀνέπαφος. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν τῶν ὄντων, ὃ γνωστικὴν ἴσχει δύναμιν τῆς τοῦ κτίσαντος φύσεως, τὴν δὲ ταύτης δημιουργικὴν καὶ προνοητικὴν ἐνέργειάν τε καὶ δύναμιν καὶ παρ’ ἑαυτῶν συνορᾷ τῶν κτιστῶν λογικά.