Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Β΄, Κεφάλαια 12-21: Η άκτιστη φύση των θείων έργων και η διαφύλαξη της θείας απλότητας

Θεολογική τεκμηρίωση του ασύνθετου του Θεού παρά την πολλαπλότητα των θείων ενεργειών και ανασκευή της διδασκαλίας του Ακινδύνου που ταυτίζει κάθε γνώρισμα περί τον Θεό με την ουσία Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 21

Κεφ. ιβʹ. Παράστασις σαφὴς διὰ πλειόνων, ὅτι ἀρειανὸς ὁ Ἀκίνδυνος, ἔκθεσίς τε καὶ ἀνατροπὴ τῆς αὐτοῦ δόξης κτιστὰ κατασκευάζοντος εἶναι πάντα τὰ κατὰ τὸν θεῖον Μάξιμον οὐσιωδῶς περὶ τὸν θεὸν θεωρούμενα. Σὺ δὲ κἀν τοῖς ἑξῆς δῆλος εἶ τῷ μεμηνότι κατ’ ἐπωνυμίαν συνηγορῶν. Διατείνῃ γὰρ ὡς τὸ ἐνεργούμενον ἀεὶ τὸ κτιζόμενον δηλοῖ. Τοιγαροῦν κατὰ σὲ καὶ τὸ ἐνεργεῖν τὸ κτίζειν, ὡσδαύτως καὶ τὸ ἔργον, ἐφ’ οὗ ἂν ἀκούσωμεν κτίσμα νοήσομεν κατὰ τὴν σὴν ὑφήγησιν. Τοῦτο μὲν οὖν καὶ παρρησίᾳ περινοστῶν διὰ γλώσσης διδάσκεις καὶ διὰ μακρῶν κατασκευάζεις τῶν συγγραμμάτων γράφων ἐναργῶς· «εἰ μὲν ἄκτιστον, οὐκ ἔργον τοῦ πάντων ἐπέκεινα θεοῦ· ταυτὸν γὰρ ἔργον καὶ ποίημα καὶ κτίσμα. Εἰ δὲ ὑπὸ τοῦ θεοῦ ἐνεργούμενον, οὐκ ἄκτιστον οὐδὲ ἄναρχον οὐδὲ τῷ θεῷ συναΐδιον».

Οὐκοῦν σοὶ πειθόμενοι καὶ τὴν ἄναρχον καὶ ἀΐδιον γέννησιν κτιστὴν ἐροῦμεν, ὡς ἔργον οὖσαν θείας φύσεως. Καὶ ἔτι μᾶλλον κατὰ σὲ καὶ τὴν σὴν ἀκριβεστάτην θεορρημοσύνην, ὡς καὶ τοῦτο φανερῶς ἰσχυριζόμενον, τῆς θείας φύσεως ἐροῦμεν ἔργα εἶναι τὰ ποιήματα, δι’ ὃ καὶ ἡμῶν καταβοᾷς ὡς τὸν θεὸν εἰς πολλὰ κατατεμνόντων, ὅτι φαμὲν μὴ τῆς θείας οὐσίας ἀλλὰ τῆς ἐνεργείας μετέχειν τὰ ποιήματα. Φησὶ τοίνυν ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Δογματικῶν· «ἡ μὲν γέννησις ἄναρχος καὶ ἀΐδιος, φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ θεὸς πρῶτος καὶ θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται.

Ἡ δὲ κτίσις ἐπὶ θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ θεῷ, ἐπειδὴ μὴ πέφυκε τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι». Ὁ δὲ πολὺς τὰ θεῖα Μάξιμος «ἔργα», φησί, «πάντα τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα, τὴν ἀγαθότητα, τὴν ἀθανασίαν, τὴν ἁπλότητα καὶ πᾶν ὅ,τι τούτοις παραπλήσιον», ἃ δὴ κατ’ αὐτὸν «καὶ ἔργα θεοῦ ἐστι καὶ οὐκ ἠργμένα χρονικῶς».

Τὰ σὰ δὲ τίνας μυθικὰς τερατείας οὐ παρελήλυθε; Ποίους ἑλληνικοὺς οὐχ ὑπερηκόντισεν ὕθλους; Ποίας πλατωνικὰς ἰδέας ἢ ψυχῶν προϋπάρξεις οὐχὶ κατὰ τὸ ἀσεβὲς ὑπερέβαλε; Λέγεις γάρ, «οὐκ ἐν χρόνῳ μέν, ἐν αἰῶνι δέ ποτε πρὸ τῶν ἀγγέλων ἐκτίσθαι τὴν ἀθανασίαν καὶ ἁγιότητα καὶ τὴν ἀρετὴν καὶ τὴν ἀγαθότητα καὶ τὴν ἀτρεψίαν καὶ τὴν ἁπλότητα, πρὸς δὲ τούτοις καὶ τὴν τῶν ὄντων πάντων ὀντότητα· καὶ ταύτας ἁπάσας ἐν οὐσίαις καὶ ὑποστάσεσιν οὔσας, ὡς πρὸ τῶν ἀγγέλων κτισθείσας, κατὰ τὴν ἑαυτῶν οὐσίαν καὶ ὑπόστασιν περὶ τὸν θεὸν οὐσιωδῶς θεωρεῖσθαι καὶ ὑπὸ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων καὶ τῶν ὄντων πάντων μετέχεσθαι».

Καὶ τηλικαύτην καινοτομίαν εἰσάγων καὶ διὰ πολλῶν κατασκευάζων ὡς αὐτὸς οἴει καὶ συγγραφόμενος ἐπὶ τοσοῦτον ἀλλόκοτον καὶ ἀσύστατον—πῶς γὰρ ἂν ἡ ἀθανασία καὶ ἀτρεψία ἐν ὑποστάσει καθ’ ἑαυτὴν εἴη; πῶς δ’ ἂν ταῦτά τε καὶ ἡ ἁγιότης καὶ ἡ ἁπλότης καὶ ἡ ἀρετὴ καὶ τὰ κατάλληλα πάντα θεωρηθείη κατ’ οἰκείαν οὐσίαν τε καὶ ὑπόστασιν, μήτε ἐν θεῷ προαιωνίως ὄντα μήτε ἐν τοῖς μετέχουσιν ἀγγέλοις τε καὶ ἀνθρώποις; —τοιαύτην τοίνυν εἰσάγων καινοτομίαν καὶ εἰς κτίσμα διὰ ταύτης κατασπῶν τὸ θεῖον, εἶθ’ ἡμᾶς αὐτόχρημα καινοτομίαν καλεῖς, ὅτι τὴν ἀθανασίαν καὶ τὴν ἀτρεψίαν καὶ τὴν ἀγαθότητα καὶ ἁπλότητα καὶ τὰ παραπλήσια τούτοις φυσικῶς περὶ τὸν θεὸν ἐξ ἀϊδίου θεωρεῖσθαι νενοήκαμεν, τοῦ θείου Μαξίμου «θεωρεῖσθαι ταῦτα περὶ τὸν θεὸν οὐσιωδῶς» εἰπόντος. Ὡς γὰρ οὐσία καὶ φύσις τὸ αὐτό, οὕτω καὶ φυσικὸν καὶ οὐσιῶδες τὸ αὐτό· διὸ καὶ ἄναρχα ταῦτ’ εἶναι πάντα μετὰ τοῦ ἁγίου καὶ ἡμεῖς εἰρήκαμεν, μᾶλλον δὲ τὸν ἅγιον προηνέγκαμεν εἰπόντα. Πῶς γὰρ ἂν εἴη θεὸς ἀτρεψίας καὶ ἀθανασίας καὶ ἁπλότητος καὶ ἀγαθότητος χωρίς, κτιστὴν δ’ εἶναι τὴν ἁπλότητα καὶ τὴν ζωὴν καὶ τὴν ἀθανασίαν καὶ πάνθ’ ὅσα τούτοις παραπλήσια τὰ ἐν τοῖς μετέχουσιν αὐτῶν κτίσμασι φυσικῶς θεωρούμενα;

Διὰ τοῦτο δὴ πολλὰς ἡμᾶς ἀκτίστους θεότητας εἰς τὴν ἐκκλησίαν εἰσάγειν ὁ Ἀκίνδυνος φησίν, ὅτι μὴ κατ’ αὐτὸν καὶ τὸν αὐτοῦ καθηγητὴν Βαρλαὰμ μόνην τὴν οὐσίαν τοῦ θεοῦ ἄναρχον δοξάζομεν, ἀλλὰ καὶ τὴν ἀγαθότητα καὶ τὴν ἁπλότητα καὶ τὴν ἀτρεψίαν καὶ τὴν ἀθανασίαν αὐτοῦ. Καὶ πῶς ἔργα ταῦτα παρὰ τοῦ ἁγίου κέκληται, φησίν, εἴπερ ἄναρχα; Πρὸς ὃν ἡμεῖς πάλιν ἐροῦμεν, «πνευματικοῖς πνευματικὰ συγκρίνοντες» κατὰ τὴν ἀποστολικὴν ὑφήγησιν· καὶ πῶς ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἔργον ἔφη καὶ αὐτὴν τὴν προαιώνιον γέννησιν; Ἵνα δὲ καὶ τῶν ἁγίων πρὸς σὲ τὸν ἐκείνων κατήγορον ὑπεραπολογησώμεθα νῦν, ἔργον ἐνταῦθα τὴν φυσικὴν ἐνέργειαν οὗτοι λέγουσιν, αἱ δὲ φυσικαὶ ἐνέργειαι σύνεισιν ἀεὶ τῇ φύσει, παρ’ ἧς καὶ ἐν ᾗ τὸ εἶναι ἔχουσι, κτισταὶ μὲν οὖσαι τῶν κτιστῶν ἁπάντων, ἄκτιστοι δὲ μόνης τῆς ἀκτίστου φύσεως.

Ὁ δὲ μὴ συγκρίνειν καὶ δι’ ἀλλήλων γινώσκειν τὰ πνευματικὰ μεμυημένος οὗτος, ἀλλ’ ἐπανιστὰς ἑτοίμως αὐτὰ κατὰ τοῦ πνεύματος «ἐνεργεῖται», φησί, «τὸ ἔργον τοῦτο καὶ ἡ ἐνέργεια· χωρὶς δὲ ἐνεργείας οὐκ ἔστιν ἐνεργεῖν κατὰ τὸν ἅγιον Μάξιμον. Οὐκοῦν καὶ ἡ ἐνέργεια αὕτη δι’ ἄλλης ἐνεργείας ἐνεργηθήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον».

Ὄντως ἐμωράνθη φάσκων εἶναι σοφὸς καθ’ ἑαυτοῦ σοφιζόμενος. Τοῦτο γὰρ ἡμῶν ἔστιν οὗ προενεγκόντων εἰς ἀπόδειξιν τοῦ τὸν θεὸν μὴ μόνον οὐσίαν ἀλλὰ καὶ ἐνέργειαν ἔχειν· τὸ γὰρ ἀνενέργητον καὶ ἀνύπαρκτον. Οὐκοῦν εἰ θεός, καὶ ἐνεργής· εἰ δὲ ἐνεργεῖ, καὶ ἐνέργειαν ἔχει, καὶ γὰρ οὐκ ἔστιν ἐνεργεῖν χωρὶς ἐνεργείας. Τοῦτο μὲν οὐ συνῆκεν ὡς ἀναιρεῖ τὸ εἶναι τελέως θεόν, εἰ μὴ καὶ ἐνέργειαν αὐτὸν ἔχειν πεισθείη.

Χρῆται δ’ ἀνοήτως τῷ ἀξιώματι κατ’ αὐτοῦ τοῦ θείου Μαξίμου καὶ τοῦ Δαμασκηνοῦ Ἰωάννου καὶ ἁπλῶς τῶν ἁγίων πατέρων πάντων, ἔργα λεγόντων τὰς ἀκτίστους τοῦ θεοῦ ἐνεργείας διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὰ ἐκείνων ἀνασκευάζων. «Εἰ γὰρ ἐνεργεῖται», φησίν, «ἔργον οὖσα καὶ ἡ ἐνέργεια, δι’ ἑτέρας ἐνεργείας ἐνεργηθήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον».

Ὢ τῶν καινῶν ληρημάτων. Ῥᾳδίως γὰρ ἂν οὗτος καὶ ἑαυτῷ λόγους ἀπείρους ἐπισωρεύσειε καὶ βουλὰς καὶ γραφάς, μᾶλλον δ’ ὃ καὶ παραδοξότερον αὐτὴν τὴν μίαν αὐτοῦ βουλὴν καὶ γραφὴν καὶ τὸν ἕνα λόγον ἀπείρους φαίη· καὶ γὰρ οὐδὲν τῶν λεγομένων πραγμάτων χωρὶς λόγου λεχθείη ἄν.

Λέγεσθαι δὲ καὶ αὐτὸν τὸν λόγον φαμέν, ᾧ τὸ πρᾶγμα σημαίνεται, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ὦ σοφώτατε· βουλευόμεθά τε περί τινος καὶ βουλευόμεθα βουλήν, ἀλλ’ οὐδ’ ἐν τούτοις ὁ αὐτὸς τρόπος. Ὁ μὲν γὰρ λέγων πρὸς τὸν λόγον καὶ ὁ βουλευόμενος πρὸς τὴν βουλήν, ὡς ὁ κινούμενος ἔχει πρὸς τὴν ἔμφυτον κίνησιν, τὸ δὲ πρᾶγμα περὶ οὗ λέγει τις ἢ βουλεύεται τούτων οὐδέν, ὡς ἕτερον παρὰ τὴν βουλὴν καὶ τὸν λόγον τόν τε λέγοντα καὶ τὸν βουλευόμενον παντάπασιν ὄν. Κἀπὶ τῆς γραφῆς δὲ ὡσαύτως, ἣν ἄν τις φαίη γραφήν· τοῦτο δὴ κἀπὶ τῆς ἐνεργείας, ἂν μετὰ νοῦ σκοπῇς, γνοίης ἄν. Ἐπεὶ τοίνυν οὐ τὸν αὐτὸν τρόπον ἐνεργεῖσθαί τε πρὸς θεοῦ καὶ ἔργον εἶναι θεῖον, ἥ τε κτίσις λέγεται καὶ ἡ τοῦ θεοῦ γέννησις, ὡς ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἔφη, καὶ ὅσα περὶ τὸν θεὸν οὐσιωδῶς θεωρεῖται κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον, πῶς ἐπ’ ἄπειρον πρόεισιν ὃ μηδὲ δὶς ὑπάρχει τὸ αὐτό; «Καὶ πῶς», φησίν, «ὁ αὐτὸς εἶπεν οὐκ ἠργμένα ταῦτ’ εἶναι χρονικῶς πάντως ὡς ὑπ’ αἰῶνα ὄντα, κἂν οὐχ ὑπὸ χρόνον;».

Σὺ δ’ ἄν, ἡμεῖς φαῖμεν ἀκολούθως πρὸς αὐτόν, ῥᾳδίως ἂν καὶ τὸν υἱὸν ἀρκτὸν καὶ ὑπ’ αἰῶνα δείξαις, τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος περὶ αὐτοῦ· «εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνεις ἀρχήν, καὶ ἄναρχος, ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον». Ἆρ’ οὖν ἐν αἰῶνι καὶ οὗτος ἦρκται, ὅτι μὴ ἦρκται κατὰ τὴν ἀπὸ χρόνου ἀρχήν; Καὶ οὐκ ἔστι τῶν αἰώνων ποιητής, ὅτι τῶν χρόνων εἴρηται ὡς οὐχ ὑπὸ χρόνον ὤν; Ἢ δῆλον ὅτι χρόνος λέγεται καὶ ὁ αἰὼν καθάπερ καὶ ὁ χρόνος αἰών· παρόντα γὰρ αἰῶνα καὶ μέλλοντά φαμεν. Πᾶν γάρ, ἐν ᾧ τὸ πρὸ τοῦδε καὶ μετὰ τόδε, χρονικὸν ἐξ ἀνάγκης, καίτοι ὁ σοφὸς τὰ θεῖα Μάξιμος, εἰπὼν οὐκ ἠργμένα χρονικῶς, ἐπήνεγκεν, «οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία», τὰς σὰς τοιαύτας εὑρεσιολογίας καθαρῶς ἀποσειόμενος. Ὁ δὲ τὴν οἰκείαν ληρῳδίαν ἀνωμολογημένην οἰόμενος εἶναι τοῖς πᾶσι θεολογίαν καὶ ἡμῶν ὡς αὐτῷ μὴ πειθομένων καινοτομίαν καταψευδόμενος δι’ ἑτέρου λήρου καὶ πρὸς τοῦτο πάλιν ἀπαντᾷ· «οὐκ ἦν γάρ», φησίν, «ὅτε οὐκ ἦν τὰ τοιαῦτα, ἀλλὰ χρονικῶς». Τοῦτο δὲ οὐκ ἀρκτὰ δεικνύντος ἐκεῖνά ἐστιν, ἀλλὰ καὶ τὸν χρόνον ἄναρχον. Εἰ γὰρ οὐκ ἦν ταῦτα, ὅτε οὐκ ἦν χρονικῶς, καὶ χρόνος ἦν λοιπὸν ἐξ ἀνάγκης ἄναρχος· ὃ γὰρ οὐκ ἦν, ὅτε οὐκ ἦν, οὐκ ἀρκτόν.

Ἔδει δὲ καὶ περὶ τῶν ἀγγέλων εἰπεῖν τὸν ἅγιον Μάξιμον, κατὰ τὴν Ἀκινδύνου σύνεσιν, ὅτι οὐκ ἦν, ὅτε οὐκ ἦσαν· καὶ γὰρ καὶ τούτοις ἐν αἰῶνι ἡ ἀρχή.

Τί δέ, οὐκ οὐσίαι καὶ ὑποστάσεις εἰσὶν οἱ ἄγγελοι ἐν αἰῶνι κτισθεῖσαι παρὰ θεοῦ; Εἰ τοίνυν κατὰ τὸν Ἀκίνδυνον τὰ οὐσιωδῶς περὶ τὸν θεὸν θεωρούμενα οὐσίαι καὶ ὑποστάσεις εἰσὶ κτισταί, τοὺς ἀγγέλους ἔδει φάναι τὸν θεῖον Μάξιμον οὐσιωδῶς περὶ τὸν θεὸν θεωρεῖσθαι· ὁ δὲ τὰ μὲν ἀθάνατά φησι καὶ τὰ ζῶντα καὶ τὰ ἅγια, δηλονότι καὶ τὰ τῶν ἀγγέλων τάγματα, ἦρκται χρονικῶς. Ἡ ἀθανασία δὲ καὶ ἡ ζωὴ καὶ ἡ ἁγιότης, οὐ τὰ φύσει προσόντα τοῖς κτιστοῖς—κτιστὰ γὰρ καὶ ταῦτα πάντ’ ἔστιν—ἀλλ’ ὅσα περὶ τὸν θεὸν οὐσιωδῶς θεωρεῖται, οὐκ ἦν, ὅτε οὐκ ἦσαν. Διὸ καὶ ὁ μέγας Διονύσιος «οὐκ οὐσίαν», φησί, «φαμὲν θείαν ἢ ἀγγελικὴν τὴν αὐτοζωὴν καὶ τὴν αὐτοαγαθότητα καὶ τὰ τοιαῦτα». Ταῦτ’ ἄρα καὶ ὁ θεῖος Μάξιμος ἐν αὐτοῖς αὐτοῦ τοῖς Κεφαλαίοις πᾶσαν καθαιρῶν ματαίαν ἔνστασιν ἐπάγει· «ἄναρχος γὰρ πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, ἅτε τὸν θεὸν ἔχουσα μονώτατον ἀϊδίως γεννήτορα».

Τί λέγεις, τί διανοῇ πρὸς ταῦτα ὁ πᾶν ἔργον ἀποφαινόμενος κτιστὸν καὶ τὸν Βαρλαὰμ ἐκεῖνον παρελθεῖν τῇ κακουργίᾳ φιλοτιμούμενος; Ὁ μὲν γὰρ ἀκηκοὼς τῶν Κεφαλαίων τούτων ὑπέπτηξέ τε καὶ ἀπηγόρευσε νόθα μᾶλλον αὐτὰ λέγειν ἢ παρερμηνεύειν πειρώμενος· διὸ καὶ τὸ γνήσιον αὐτῶν τηνικαῦτα παρ’ ἡμῶν πολλαχόθεν ἀπεδείχθη. Σὺ δ’ ἐκ περιουσίας τῆς ἐπὶ τῷ συνηγορεῖν τῷ ψεύδει προθυμίας μᾶλλον ἢ τῆς ἐν λόγοις δυνάμεως καὶ κατὰ τῆς φανερᾶς ἀληθείας ἀκρατῶς κεχώρηκας καὶ τοὺς ἀντικειμένους σοι παντάπασι λόγους ὡς συνηγοροῦντας προήνεγκας.

Ἐπεὶ δὲ καὶ τὸ ἐνεργεῖν καὶ τὸ κτίζειν ἀεὶ νομίζεις τὸ αὐτό, κτίζει κατὰ σὲ ὁ πατὴρ τὰ ἑαυτῷ ὁμοούσια τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου γράφοντος, «εἰ τὸ πατὴρ ἐνεργείας ὄνομα, αὐτὸ τοῦτο ἐνεργηκὼς ἂν εἴη τὸ ὁμοούσιον».

Καὶ αὐτὴ δὲ ἡ προαιώνιος θεότης καὶ δύναμις κτίσμα κατὰ τὴν σὴν ἄνοιαν μᾶλλον ἢ διάνοιαν λέγοντος, «τὸ ἐνεργούμενον ποιούμενον νοοῦμεν, ἀλλ’ οὐκ ἄκτιστον οὐδὲ ἄναρχον οὐδὲ τῷ θεῷ συναΐδιον» τοῦ Νύσσης ἐνθέου Γρηγορίου Πρὸς Ἀβλάβιον γράφοντος, «τὴν ἐποπτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ μονογενοῦς ὁ πατὴρ ἐνεργεῖ»· καὶ πάλιν, «εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἐκ μὲν τοῦ πατρὸς οἷον ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ δυνάμει τοῦ πνεύματος τελειῶν τὴν χάριν». Φασὶ δὲ καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος πρὸς τὰς κιβδήλους Ὠριγένους ἀντιφθεγγομένη περινοίας, ὅτι «ὁ θεὸς ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν, οὐ κατὰ τὴν φύσιν ἐτράπη, ἀλλὰ κατὰ τὴν ἐνέργειαν· μᾶλλον δὲ οὐδὲ κατὰ ταύτην. Εἶχε μὲν γὰρ ἀεὶ τὴν δύναμιν τοῦ κτίζειν καὶ δημιουργεῖν, ἐνηργήθη δὲ ἡ τοιαύτη δύναμις, ὅτε ἐβουλήθη ὁ θεός». Ὁρᾷς ὡς ἄκτιστον ἔσθ’ ὅτε τὸ ἐνεργούμενόν ἐστιν, αὐτή τε ἡ δύναμις καὶ ἡ ἐνέργεια; Ἀλλὰ τί λέγω ταύτας, ἂς αὐτὸς ὑπερβολαῖς καὶ ἐλλείψεσι καθυποβάλλεις, νῦν μὲν οὐσίαν ταύτας λέγων θείαν αὐτὴν ἐκείνην τὴν ἀνώνυμον καὶ ὑπερώνυμον, νῦν δὲ καθαιρῶν καὶ τοῖς κτίσμασι συντάττων;

Ἀλλὰ καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον τοῖς κτίσμασι συναριθμήσεις, εἰ πᾶν τὸ ἐνεργούμενον κτιζόμενον νοεῖς τοῦ μεγάλου Βασιλείου γράφοντος, «αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, ὅταν μὲν αὐτοῦ τὴν οἰκείαν ἐννοῶμεν ἀξίαν, μετὰ τοῦ πατρὸς αὐτὸ καὶ υἱοῦ θεωροῦμεν, ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ πνεῦμα λέγομεν».

Ἆρα νῦν γοῦν συνῆκας ὡς ἔνι μὴ τὸ ἐνεργοῦν μόνον ἀλλὰ καὶ τὸ ἔργον, ἔσθ’ ὅτε καὶ τὸ ἐνεργούμενον, ἄκτιστον ὑπάρχειν; Τά γε μὴν ἐπὶ θεοῦ ἀδιαιρέτως διαιρούμενα, καὶ διαφέροντα μὲν ἀλλήλων, ἀλλ’ οὐχὶ καὶ χωριστὰ τυγχάνοντα, τοιοῦτον δέ ἐστιν ἥ τε φύσις καὶ ἡ ἐνέργεια. Καὶ γὰρ ὁ λαμπρότητα βαλλόμενος ἐπὶ νοῦν, καὶ τὸ ἀφιὲν ταύτην συγκατενόησεν.

Οὕτω τοίνυν καὶ ὁ πᾶσαν ἄλλην δύναμιν ἢ ἐνέργειαν ἐννοήσας, εὐθὺς καὶ τὴν φύσιν ἧς ἡ δύναμις ἐλογίσατο, καὶ πολλῷ μᾶλλον ἐπὶ θεοῦ τοῦ μηδὲν ἐπίκτητον ἔχοντος μηδ’ ἐκ προκοπῆς ὕστερον προσλαμβάνοντος. Οὐκ ἔστιν οὖν ἐννοῆσαι τομὴν ἢ διαίρεσιν κατ’ οὐδένα τρόπον οὐσίας τε καὶ ἐνεργείας θεοῦ.

Κεφ. ιγʹ. Παράστασις πάλιν ὅτι διαφέρει τῆς ἀκτίστου οὐσίας ἡ ἄκτιστος ἐνέργεια· καὶ περὶ θεότητος. Πῶς γὰρ ἂν καὶ εἶναι ἡ οὐσία γνωσθείη μηδαμῶς ἐνεργοῦσα; Πῶς δ’ ἂν ἐνεργοίη μὴ δύναμιν ἔχουσα καὶ ἐνέργειαν;

Πῶς δ’ ἂν αὖθις ἥ τε δύναμις καὶ ἡ ἐνέργεια εἴη μηδενὸς τοῦ δυναμένου τε καὶ ἐνεργοῦντος ὄντος; Τί δ’ ἂν δεικνύοι τοῦ δεικνυμένου μὴ ὄντος; Πῶς δ’ ἂν χωρισθείη δύναμις ἔμφυτος ἀλλ’ οὐκ ἀποτέλεσμα οὖσα; Πλήν, οὐκ ἐπειδήπερ ἑνοῦται τὰ τῆς διαφορᾶς συγχεῖται τῆς διαιρούσης ἀδιαιρέτως, ἐπεὶ μηδ’ ὅτι πάλιν διαφέρει καὶ διασπᾶται ἀλλήλων.

Ἡ μὲν γὰρ τὸ κινούμενον, ἡ δ’ οἷον ἡ κίνησις· καὶ ἡ μὲν τὸ δεικνύμενον, ἡ δὲ τὸ δεικτικόν, ἀλλ’ οὐχὶ διὰ τοῦτο καὶ χωριστόν. Καθάπερ δέ φαμεν λέγεσθαί τι πρᾶγμα παρ’ ἡμῶν, λέγεσθαι δὲ καὶ αὐτὸν τὸν λόγον, ᾧ τὸ πρᾶγμα σημαίνεται, τρόπον δὲ οὐ τὸν αὐτόν· εἰ γάρ τις φαίη τῷ ἐνδιαθέτῳ λόγῳ τελεῖσθαι τὸν προφορικὸν καὶ οὗτος ἕτερος, οὐ μὴν καὶ οὗτος ἑτέρῳ λόγῳ λέγεται. Οὕτως ἐνεργεῖσθαί φαμεν καὶ τὸ διὰ πράξεως ἀποτελούμενον· ἐνεργεῖσθαι δὲ καὶ τὴν ἐνέργειαν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον καθάπερ εἴρηται.

Οὐ μὴν ἀλλ’ ἀκήκοας τοῦ λέγοντος, «ἔργον θείας φύσεως ἡ ἄναρχος καὶ ἀΐδιος γέννησις». Τοῦ θεολόγου τοίνυν Γρηγορίου πάλιν φάσκοντος, «ἄλλο γεννῶν καὶ γέννησις, εἰ μὴ μεθύομεν», ἆρα δύο θεοὶ καὶ θεότητες, ὅτι δύο ταῦτα ἄκτιστά τε καὶ προαιώνια, διαφέροντα ἀλλήλων; Ἢ σύνθετος ἐκ τούτων, εἴπερ εἷς θεός; Πότερον τοίνυν αὐτὸς αἱρῇ· κατηγορεῖν τῶν ταῦθ’ οὕτω θεολογούντων ἁγίων, καθάπερ καὶ ἡμῶν λεγόντων καὶ τοῦτο κατ’ αὐτούς, ὡς ἄκτιστός ἐστι καὶ ὁ ἐνεργῶν θεὸς καὶ ἡ τούτου θεία ἐνέργεια, καὶ ὡς ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος ἕτερον—ὁ μὲν γὰρ ὁ κινούμενος, τὸ δ’ οἷον ἡ κίνησις, καὶ εἷς ταῦτ’ ἔστι θεός, οὐδὲ γὰρ χωριστά—καὶ τάττεσθαι παρὰ τοῦτο μετὰ τῶν μεθυόντων «οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου» κατὰ τὸ προφητικόν, ἀλλ’ ἔκ τινος φρενοβλαβείας, τῷ μὴ δυνηθῆναι συνιδεῖν ὡς ἄλλο κίνησίς τε καὶ κινούμενος, καὶ ὡς τῷ ἀεικινήτῳ καὶ σύνεστιν ἡ ἔμφυτος κίνησις ἀεὶ καὶ σύνθεσιν οὐδεμίαν ἐμποιεῖ; Ταῦτα τοίνυν ἀγνοῶν, αἱρῇ κατηγορεῖν ἡμῶν τε καὶ τῆς ἀληθείας καὶ τοιαῦτ’ ἀκούειν παρὰ τῶν προστατῶν τῆς ἀληθείας, ἢ τἀληθὲς ἰδὼν ἀποδεικνύμενον καὶ καλῶς ὁμολογήσας, παύσασθαί τε τῆς δαιμονικῆς ἐνστάσεως καὶ ἀπαλλαγῆναι τῆς ἐνυπαρχούσης τῶν φρενῶν ἐκστάσεως;

Καὶ μὴν ὡς τοῦ αὐτοῦ ἀκήκοας, «ἔργον μὲν θείας φύσεως ἡ γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις· θελήματι γὰρ θεοῦ τὰ πάντα προῆκται δημιουργικῶς». Οὐ τοῦτο τοίνυν ἐστὶν ὃ κατηγορεῖς ἡμῶν λεγόντων μηδὲν ἁπάντων τῆς θείας φύσεως μετέχειν, ἀλλὰ τῶν τοῦ θεοῦ ἐνεργειῶν, τὰ μὲν ἁπλῶς ὄντα τῆς οὐσιοποιοῦ δυνάμεως, τὰ δὲ ζῶντα τῆς ζωοποιοῦ καὶ τἄλλα καταλλήλως ἑαυτοῖς; Σὺ δὲ φῂς «δύο ποιεῖν» ἡμᾶς «παρὰ τοῦτο τὸν θεόν, ὡσὰν ἀδυνατούσης αὐτοῦ τῆς φύσεως πάντα ἐνεργεῖν». Ἰδού σοι τοίνυν διθεΐτης, καὶ ὁ τῶν θείων ἀσφαλὴς εἴπερ τις ὑμνῳδός. Σὺ δὲ τὰ πάντα τῆς θείας εἶναι φύσεως ἔργα δογματίζων, ἀλλ’ οὐχὶ τὰ μὲν θελήσει καὶ δημιουργικῇ ἐνεργείᾳ ἐνεργεῖν, τὰ δὲ φύσει καὶ παρ’ ἑαυτοῦ προάγειν τὸν θεόν, ἢ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συντάττεις τοῖς κτιστοῖς, ἢ πάντα ἀγένητα καὶ τῷ πατρὶ συναΐδια δοξάζεις.

Πρὸς δὲ τούτοις, ἐπειδήπερ ἔργον μὲν θείας φύσεως ἡ γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις, ἕτερον ἄρ’ ἡ φύσις τῆς θελήσεως. Τί οὖν; οὐκ ἄκτιστος καὶ ἡ θεία θέλησις ἐπειδήπερ ἕτερον τῆς φύσεως; Ἢ διέσπασται τῆς θείας φύσεως, ὅτι διενήνοχεν αὐτῆς; Ἢ σύνθετον ποιεῖ τὴν θείαν φύσιν, ὅτι σύνεστιν αὐτῇ καὶ τῇ τοῦ θεοῦ ἁπλότητι λυμαίνεταί τι; Οὔμενουν, καίτοι θέλησίς ἐστι κατὰ τοὺς πατέρας ἡ θελητικὴ τῆς φύσεως ἐνέργειά τε καὶ δύναμις.

Οὐκοῦν καὶ ἐνεργεῖται, καθάπερ μικρὸν ἀνωτέρω τῶν πατέρων ἀκήκοας, ὡς δύναμις, καὶ τὴν ἐνεργοῦσαν φύσιν αἰτίαν ἐξ ἀνάγκης ἔχει ἑαυτῆς, ἐπεὶ καὶ πηγὴ τῶν ἐνεργειῶν ἡ φύσις. Ἀλλὰ καὶ νοεῖταί πως παρ’ ἡμῶν ἡ θεία θέλησις διὰ τῶν τοῦ θεοῦ προσταγμάτων τε καὶ ποιημάτων· ἡ δὲ θεία φύσις παντάπασιν ἀπερινόητος. Ἆρ’ οὖν διὰ ταῦτα δύο ἢ ἐκ δύο τὸν θεὸν ἐρεῖς ὑπερκειμένης τε καὶ μή, ἐνεργούσης καὶ ἐνεργουμένης, νοουμένης ὁπωσδήποτε καὶ ἀπερινοήτου;

Τοιαῦτα καὶ ἐκ τοιούτων τὰ τοῦ ἀνδρὸς καθ’ ἡμῶν συμπεράσματά τε καὶ προβλήματα. Τὴν δὲ σωματικοῖς ὀφθαλμοῖς ὁρατὴν ἄκτιστον θεότητα προσέθηκε τῷ καταλόγῳ τῶν ἀντιθέσεων εἰς ἐμὴν κατηγορίαν, βλασφημῶν αὐτὸς σαφῶς εἰς τὴν παραδειχθεῖσαν θεότητα τοῖς ἀποστόλοις ἐν Θαβώρ, ὃ καὶ προϊὼν ἐκδηλότερον ποιεῖται.

Κεφ. ιδʹ. Ὅτι ῥῆσιν τοῦ Νύσσης ἐνθέου Γρηγορίου ὡς τοῦ Παλαμᾶ προβαλλόμενος ὁ Ἀκίνδυνος, φρενοβλαβῶς ἀντιλέγει ταύτῃ. Μετὰ γὰρ τὸ προενεγκεῖν ῥῆσιν αὐτολεξεὶ τοῦ Νύσσης θείου Γρηγορίου πρὸς ἐξαπάτην τῶν ἀκουόντων ὡς τοῦ Παλαμᾶ, καὶ δύο φύσεις εἶναι τίθεσθαι θεοῦ τὸν ταύτην συγγραψάμενον κατασκευάσαι διαρκῶς ὡς αὐτὸς πείθει ἑαυτόν, ἄρχεται τρανότερον ἀποδεικνύειν κτίσμα τὸ τοῖς ἀποστόλοις ἐν Θαβὼρ ἑωραμένον φῶς. Ὡς μὲν αὐτὸς οἴεται γεωμετρικαῖς ὅ φασιν ἀνάγκαις, ὡς δ’ ἡμῖν καὶ τῇ ἀληθείᾳ συνδοκεῖ, διαβολικαῖς ψευδηγορίαις. Ἐμοὶ δ’ ἐμαυτὸν τῶν ἐμὲ διαβαλλόντων τουτωνὶ γραμμάτων ἕνεκεν, ἐπὶ τοσοῦτο μακαρίζειν ἔπεισιν, ἐφ’ ὅσον τὸν ταῦτ’ ἐξενηνοχότα ταλανίζειν Ἀκίνδυνον. Τί γὰρ μακαριστότερον τοῦ τοῖς μακαρίοις πατράσιν ἐμέ, καὶ ταῦτα παρ’ ὧν ἀξιόπιστος ἡ μαρτυρία τῶν ἀπεχθῶς ἐχόντων πρὸς ἐμέ, συντεταγμένον εἶναι δείκνυσθαι, μᾶλλον δ’ οἶον αὐτοῖς συμπεφυκότα καὶ σύμπνουν, ὡς οὐχ ὁμοίαν μόνον ἀλλὰ καὶ μίαν εἶναι τὴν ἐμήν τε κἀκείνων φωνήν; Εἰ δ’ ἐφ’ ὕβρει καὶ καταδρομῇ, τοῦτο μὲν οὖν ἐστι τὸ τὸν μακαρισμὸν αὖξον οὐδ’ ὅσον εἰπεῖν· οἷς γὰρ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα πάντως. Χάρις δὲ τῷ θεῷ χρωμένῳ τοῖς καθ’ ἡμῶν ὑπὲρ ἡμῶν, οὗ τῇ φιλανθρωπίᾳ καὶ οἱ πονηροὶ συμπράττουσιν ἑκόντες ἄκοντες οὐκ ἀγαθῇ προαιρέσει.

Τὸν δ’ ἡμῖν τοὺς θεοφόρους συνδιαβάλλοντα καὶ διὰ τὴν πρὸς ἡμᾶς ματαίαν ἀπέχθειαν μάχην ἄσπονδον ἀνῃρημένον πρὸς τὴν ἀλήθειαν, καὶ τὸν πρὸς τοὺς ἁγίους φανερῶς ἀναρριπίσαντα πόλεμον, τίς ἂν δύναιτο θρηνεῖν ἀξίως; Ἀλλὰ τίς ἡ τοῦ θεηγόρου Νύσσης ὡς ἡμῶν παρ’ Ἀκινδύνου προτιθεμένη φωνὴ καὶ πῶς καὶ τίνα τρόπον ἀνασκευάζεται καὶ φαυλίζεται καὶ εἰς τὴν ἐναντίαν περιέλκεται μοῖραν; Προάγων οὗτος εἰς τὰ ἑξῆς τὴν μανιώδη κατ’ ἐμοῦ συγγραφὴν προστίθησιν· «ἔτι φησίν», ἐμὲ λέγων, «ἡ θεία φύσις ἡμῖν ἐν τῷ μέλλοντι αἰῶνι ἀντὶ πάντων γενήσεται», τοῦτο δ’ αὐτὸς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἀσεβὲς ἀποδεικνύς, «ἀλλ’ ἡ οὐσία τοῦ θεοῦ, φησίν, ἀνέπαφός ἐστι», καὶ τοῦθ’ ἡμῶν λεγόντων, εἶτ’ ἐπιφέρει συμπεραίνων, «ὥστε δύο φύσεις, ἡ τοῦ θεοῦ οὐσία καὶ τὸ φῶς τοῦτο, ὃ θεὸν καὶ θεότητα λέγει», πάλιν λέγων ἐμέ, καὶ προσαποφαίνεται γράφων, «ἀλλ’ ἄτοπον». Τὸ δὲ φῶς κἀνταῦθα μεταξὺ προσείληφεν ὁ τοῦ φωτὸς πολέμιος, ἐπεὶ καὶ ὁ συνδιαβαλλόμενος ἡμῖν ἅγιος καὶ ἡμεῖς ἐκείνῳ τε καὶ παντὶ τῷ χορῷ τῶν θεοφόρων συνῳδά, τοῦ θείου φωτὸς ἀντ’ αἰσθητοῦ φωτὸς τοὺς τοῦ φωτὸς υἱοὺς εὐμοιρεῖν φαμεν ἐπὶ τοῦ μέλλοντος αἰῶνος.

Ἀλλὰ γὰρ δεικτέον οὗ τῇ λέξει ταύτῃ κεχρημένος ὁ θεηγόρος ἐστί. Τὴν ἀποστολικὴν τοίνυν ἐξηγούμενος ῥῆσιν, ἐν ᾗ κεῖται τὸ χαρμόσυνον χριστιανοῖς ἄκουσμα ἐκεῖνο, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι», «τῆς ἐν τῷ παρόντι», φησί, «ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἐν ἡμῖν ἐνεργούσης, πολλὰ μὲν ἔστιν ὧν μετέχομεν, χρόνου, ἀέρος, τόπου, βρώσεώς τε καὶ πόσεως καὶ σκεπασμάτων καὶ ἡλίου καὶ λύχνου καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστι θεός. Ἡ δὲ προσδοκωμένη μακαριότης τούτων μὲν οὐδενός ἐστιν ἐπιδεής, πάντα δὲ καὶ ἀντὶ πάντων ἡμῖν ἡ θεία φύσις γενήσεται πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα».

Ὅτι μὲν οὖν οὐ πρῶτος αὐτὸς ὁ τοῦτο φθεγξάμενος, ἀλλ’ οὐδ’ ἄνευ τοῦ πνεύματος, ποιεῖται καταφανὲς ὁ Παῦλος, ὥσπερ τις θεολογίας ἥλιος ἐναφιεὶς τὴν ἀκτῖνα τῆς διανοίας τοῖς ῥήμασιν, οὗ πρὸς τὴν λάμψιν τοῦ φωτὸς πάντες ὁδεύουσιν οἱ θεολόγοι. Διὸ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «ἔσται δὲ ὁ θεός», φησί, «τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως». Ὁ δὲ σοφὸς τὰ θεῖα Μάξιμος, τὰ τούτου πάλιν διερμηνεύων, καὶ διευκρινεῖ πως τὸ μυστήριον γράφων, «ὁ ἄνθρωπος κατὰ τὴν ἕξιν τῆς χάριτος ὅλος ὅλῳ περιχωρήσας ὁλικῶς τῷ θεῷ, γίνεται πᾶν ὅ,τι πέρ ἐστιν ὁ θεός, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Τούτοις ἡμεῖς ὁμολογοῦντες ὑπὸ τοῦ Ἀκινδύνου διαβαλλόμεθα, καὶ τοῦτον ὡς ὁρᾶτε τὸν τρόπον.

Ὅπως δὲ τὸ φάσκειν ἀντὶ πάντων ἡμῖν γενήσεσθαι τὴν θείαν φύσιν ἐπὶ τῆς ἡμῖν ἐπηγγελμένης μακαριότητος οὐδὲν λωβᾶται τῷ τῆς θείας οὐσίας ἀμεθέκτῳ τε καὶ ἀνεπάφῳ παντάπασιν, ὅπως τε καὶ οὐσίαν ἔχειν ὁ θεὸς τὴν ἀγαθότητα λέγεται καὶ ταύτης πάλιν ὑπεροχικῶς ἐξῃρημένος ἐστὶ κατ’ αὐτὴν μετεχόμενος—ἀνδρῶν γὰρ μικρογνωμόνων ὡς ἀληθῶς ἡ δόξα τῆς πρὸς ἑαυτοὺς καὶ ἀλλήλους τῶν ἁγίων ἐναντιώσεως —δείκνυμεν ἐν τῷ Διαλόγῳ, ὃς Περὶ τοῦ ἀμεθέκτου τῆς θείας φύσεως ἐπιγέγραπται, κἀκεῖ ταῦτα δεικνύντες ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως. Οὐ γὰρ τὴν ἀνώνυμον μόνην καὶ ὑπερώνυμον ὑπερουσιότητα ἐκείνην φύσιν καὶ οὐσίαν εἰώθασιν οἱ θεολόγοι καλεῖν, ἀλλὰ καὶ τὴν οὐσιοποιὸν δύναμιν καὶ τὰ φυσικῶς προσόντα τῷ θεῷ πάντα τοῦ τῆς φύσεως καὶ οὐσίας ἀξιοῦσι προσρήματος, καὶ ταῦτα μᾶλλον· καὶ γὰρ ἀπὸ τούτων τοὔνομα μεταφέρεται πρὸς ἐκείνην ὡς ὑπερβαίνουσαν ἅπαν τὸ διὰ φωνῆς σημαινόμενον. Τεκμήριον δὲ τοῦ μὴ φύσιν ἐνταῦθα τὸν Νύσσης φάναι τὴν ἀνέκφραστον πάντῃ καὶ ἀπερινόητον ἐκείνην τό, τελευτῶντα τοῦ λόγου, φάναι πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἐπιμερίζεσθαι ταύτην· ἡ γὰρ θεία καὶ ἀνώνυμος ἐκείνη φύσις ἀμέριστος.

Διὸ καὶ ὁ μακάριος Μάξιμος «κατὰ τὴν ἕξιν», ἔφη, «τῆς χάριτος ὅλον ὅλῳ τῷ θεῷ περιχωρεῖν» τὸν ἠξιωμένον τῆς ἀρρήτου συναφείας ἐκείνης καὶ γίνεσθαι μὲν «πᾶν ὅπερ ἐστὶν ὁ θεός, ἀλλὰ χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Οὕτω δ’ εὕροις ἂν καὶ τὸν θεηγόρον Νύσσης ἀλλαχοῦ πολλαχοῦ θεολογοῦντα σαφῶς.

Ὁ δὲ τοῖς τοῦ πνεύματος μυστηρίοις τὴν ψευδογράφον ἐπιστρατεύων χεῖρα, μετὰ τὴν τοσαύτην συκοφαντίαν καὶ τὴν ἐν ὑποκρίσει τῆς πρὸς ἡμᾶς ἀντιλογίας εἰς τοὺς ἁγίους τοῦ θεοῦ βλασφημίαν, ἄρχεται τὴν ὑπηρετουμένην ταύτην τῷ σκότει χεῖρα φανερώτερον ἀνταίρειν τῷ θειοτάτῳ φωτί· τοῦ γὰρ Βαρλαὰμ καὶ τῆς ἀνθρωπίνης διανοίας κατώτερον ἀποφαινομένου τοῦτο τὸ φῶς, ὡς δι’ αὐτῆς ἡμῶν ὁρώντων μᾶλλον θεόν, ἡμῶν δὲ μετὰ τῶν θεοφόρων πάλιν πατέρων γένοιτ’ ἂν λεγόντων καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς ἐκ τῆς κατὰ τὸν κόσμον εὐαρμοστίας τὸν δημιουργὸν ἐννοεῖν, ἀλλ’ οὐ τοῦτό ἐστι τὸ κυρίως ἐν θεωρίᾳ θεοῦ γενέσθαι. «

Γίνεται δὲ κυρίως ἐν θεωρίᾳ θεοῦ ὁ τὴν ἀνθρωπίνην ὑπεραναβὰς φύσιν τῇ δυνάμει τοῦ πνεύματος καὶ λαμπρότητα θεοῦ ἰδών τε καὶ παθών», κατὰ τὸν θεολόγον Γρηγόριον καὶ τὸν μέγαν Βασίλειον, ὅς φησι· «κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστίν, οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι μεταλαμβάνει τι ἀπ’ αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς αἴγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος· ὅθεν καὶ Μωσῆς τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν θεῷ ἐδοξάσθη τὸ πρόσωπον»· καὶ πάλιν, «νῦν κἂν Παῦλός τις ᾖ κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς καὶ οὐ πλανᾶται οὐδὲ φαντάζεται· δι’ ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἐκδέχεται».

Κεφ. ιεʹ. Ἔκθεσις τῆς κατὰ τοῦ θειοτάτου φωτὸς ἐφεξῆς Ἀκινδύνου ῥήσεως καὶ σαφὴς παράστασις ἐκ τοῦ ἐλέγχου ταύτης, ὅτι αὐτὴν ἐφ’ ἑαυτὴν ἐγείρει τὴν θεόπνευστον γραφὴν καὶ ὅτι μηδεμίαν οὗτος πρεσβεύει θεότητα. Τοιαῦτα λεγόντων καὶ προτεινόντων ἡμῶν καὶ προστιθέντων, ὡς οὕτω καὶ ὁ πρωταγωνιστὴς ἐν μάρτυσι Στέφανος ἐπ’ αὐτοῦ τοῦ καιροῦ τῆς ἀγωνίας πλήρης πνεύματος ὤν, ἀτενίσας εἶδε τὴν ὑπερουράνιον δόξαν, Πέτρῳ τε καὶ τοῖς υἱοῖς τῆς βροντῆς ἐπ’ ὄρους εἰληφόσι τὴν τοῦ μέλλοντος αἰῶνος χάριν αὐτὸς ὁ Χριστὸς παρέδειξε τὴν δόξαν τῆς οἰκείας θεότητος, ὁ Ἀκίνδυνος «ἀλλὰ ταῦτα», φησί, «τὰ ῥήματα καταλύει τήν τε τοῦ εὐαγγελιστοῦ Ἰωάννου τοῦ μεγάλου θεολόγου ἀπόφασιν καὶ τὸ ἅγιον τῆς πίστεως σύμβολον.

Ὁ μὲν γὰρ λέγει, ‘θεὸν οὐδεὶς ἑώρακε πώποτε’— καὶ τοῦτο οὐχ ὁ εὐαγγελιστὴς ἀλλ’ αὐτὸς ‘ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς’—τὸ δὲ ‘πιστεύω’, φησίν, ‘εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων’· τὸν οὖν ὁρατῶν πάντων καὶ ἀοράτων ποιητὴν ὁρατὸν ὁπωσδήποτε λέγειν καθ’ ἑαυτὸν καὶ κυρίως πῶς εὐσεβές;».

Πάλιν ἐνδύεται τὴν ἀπάτην, πάλιν ἐπανατείνεται φόβους, πάλιν μιμεῖται τὸν ἀρχέκακον ὄφιν, ὃς ἐλπίδι θεώσεως πόρρω θεοῦ ποιεῖται δόλῳ τὸν ἄνθρωπον. Ἐλπίδι γὰρ καὶ οὗτος τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φυλακῆς καὶ τοῦ συμβόλου τῆς πίστεως ὑφαρπάζειν πειρᾶται πάντας πρὸς ἄρνησιν καὶ ἀπιστίαν θεοῦ καὶ τοῦ συμβόλου τῆς κατ’ εὐσέβειαν ὁμολογίας ἀναίρεσιν. Καινὸς οὗτος τρόπος καὶ κατὰ παντὸς εἴδους τῆς εὐσεβείας τόπος κοινός, ἐν τῇ συνηγορίᾳ τοῦ συμβόλου τῆς πίστεως αὐτὸ τοῦτο τῆς πίστεως τὸ σύμβολον ἀκυροῦν, καὶ προτείνοντα λίβελλον εὐσεβείας τὸν πᾶσιν ἀνωμολογημένον ἐν ἀποκρύφῳ καὶ βαθεῖ δόλῳ τὴν πᾶσιν ἀνωμολογημένην εὐσέβειαν καθαιρεῖν. Ταῦτ’ ἔστιν ὄντως τὰ βαθέα τοῦ σατανᾶ, ὡς ἐγώ, τὸ κρυψίνουν τοῦτο καὶ τὸ τῆς ὑποφαινομένης ἀσεβείας διανοούμενος μέγεθος, αὐτὸν ὁρῶ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον, διὰ γλώττης νῦν ἀνθρωπίνης ἐκχέοντα τὸν ἰόν, ὥσπερ τὴν ἀρχὴν ὁμιλοῦντα τῇ Εὔᾳ διὰ τῆς ὄφεως.

Ἀλλὰ τοιοῦτον ὁ ἀρχέκακος ὄντως φθόνος, ὅταν ἐπισκήψῃ ψυχῇ, τἄλλα πηρώσας, πρὸς οὐδὲν ἄλλο δίδωσι βλέπειν ἢ τί λέξαι κακὸν ἢ πρᾶξαι τῷ φθονουμένῳ. Καὶ ὁ τῇ μανίᾳ ταύτῃ κατάκρας ἁλοὺς καὶ μετασχὼν τῆς ἰδιαιτάτης λύσσης τοῦ διὰ τὸν φθόνον ἀρχεκάκου κυνός, φεύγει τὸ γλυκὺ τῆς ἀγάπης πόμα, τὸ πνευματικὸν τῆς χάριτος ῥεῖθρον ἑαυτῷ νομίζει πολέμιον, ἀθετεῖ λόγους κἂν ἱεροί, χωρεῖ κατὰ βαράθρων, ἀφειδεῖ ἑαυτοῦ, τῶν πληγῶν ἀναισθήτως ἔχει καὶ τῶν τραυμάτων, ὧν αὐτὸς ἑαυτῷ γεγένηται πρόξενος, πυκνὰ προσκόπτων ὑπὸ μανίας. Ἀλλ’ ἐπάνελθέ ποτε πρὸς σεαυτόν, ἄνθρωπε, λάβε τιν’ αἴσθησιν τῶν σῶν κακῶν, σύνες οἷ κρημνῶν φέρῃ καὶ πῶς, οἴμοι, κατὰ βυθοῦ κυβιστήσας τῆς ἀσεβείας καὶ αὐτῷ τῷ ἐδάφει προσρήξας, κατέαξας τὴν σαυτοῦ κεφαλήν, ἐξετραχηλίσθης, ἀπώλεσας τὴν ὄντως ζωήν, καὶ οὐκέτ’ ἔστι σὸν ὃ λαλεῖς, ἀλλὰ τοῦ πεσόντος ἐξ οὐρανοῦ καὶ κατασπᾶν ἀεὶ ἐφιεμένου τὸν ἄνθρωπον.

Τί γὰρ ὃ φῂς καὶ τίν’ ἡμῖν εἰσφέρεις τὴν γνώμην; Κτίσμα δοξάσαι τὴν ἐπ’ ὄρους παραδειχθεῖσαν θεότητα καὶ τὸ κατ’ ἐκείνην ἀπόρρητον φῶς, τὴν τοῦ θεοῦ δόξαν, τὴν βασιλείαν αὐτὴν ἐληλυθυῖαν ἐν δυνάμει τότε κατὰ τὴν τοῦ κυρίου φωνήν, τουτέστιν ἐπιφανεῖσαν τῷ δύναμιν τοῖς ὁρῶσι παρασχεῖν ἰδεῖν τὰ ἀθέατα, κτίσμα ταύτην δοξάσαι πείθεις; Ὅτι Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ τε καὶ μετ’ αὐτὸν ἀπορρήτως ὦπται, Στεφάνῳ καὶ Παύλῳ καὶ καθεξῆς τοῖς ὁμοίοις, ὡσὰν μὴ ἄκτιστον ἡμεῖς αὐτὴν λέγοντες ὁρατὴν γεγονυῖαν, δύο θεότητας πρεσβεύσωμεν, ἢ μίαν σύνθετον, συντιθέντες τῇ μιᾷ καὶ ἀκτίστῳ καὶ ἀοράτῳ ταύτην τὴν ὁρατὴν ὁπωσδήποτε γεγενημένην, καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν ἀθετήσωμεν, ἀόρατον κηρύττουσαν ἅπασι τὸν θεόν, καὶ τὸ σύμβολον τῆς πίστεως ἀναιρήσωμεν, τῶν ὁρατῶν πάντων ποιητὴν τὸν θεὸν εἶναι λέγον; Ἐκεῖνο δὲ τί φήσεις; Οὐ τοῦ εὐαγγελίου ἐστίν, ὡς ἡ δόξα καὶ βασιλεία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐστι τὸ φῶς ἐκεῖνο; Πῶς οὖν ἡ βασιλεία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ δούλη καὶ κτιστή; Πῶς δὲ ἡ ἀνωτάτω δόξα ἄδοξος;

Ἆρ’ οὖν δι’ ἀλλήλων ἀναιρήσομεν ἄμφω, καὶ διὰ μὲν τοῦ συμβόλου τῆς πίστεως, ποιητὴν τῶν ὁρατῶν πάντων τὸν θεὸν κηρύττοντος, ἀποδείξομεν τὴν βασιλείαν τοῦ θεοῦ κτιστήν—ὁρατὴ γὰρ ἐπ’ ὄρους τηνικαῦτα γέγονε, καὶ κατὰ τὸν μέλλοντα αἰῶνα τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος ὁρατὴ ἀκαταλήκτως ἔσται—διὰ δὲ τὸ ἄκτιστον αὖθις καὶ ἀΐδιον τῆς θείας βασιλείας ἀθετήσομεν τὸ τῆς πίστεως σύμβολον ὡς τῶν ὁρατῶν πάντων ποιητὴν εἶναι λέγον τὸν θεόν; Ἢ θάτερον στέρξαντες ἐκβαλοῦμεν θάτερον; Εἰ θάτερον, ὡς σὺ δῆλος εἶ φρενοβλαβῶς διδάσκων, καὶ οὕτω βασιλικῷ τοῦθ’ ὅ φασι τῷ πήχει, προτιμητέον ἔσται τὸ εὐαγγέλιον. Ἡ δὲ τοῦ θεοῦ πάλιν βασιλεία πῶς ἄν τινος ἡττῷτο; Μόνη γὰρ αὕτη παντὸς μᾶλλον ἀβασίλευτός ἐστι καὶ ἀήττητος καὶ χρόνου παντὸς καὶ αἰῶνος ἐπέκεινα. «Οὐ γὰρ δὴ θέμις εἰπεῖν», φησίν, «ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων τὴν τοῦ θεοῦ βασιλείαν· ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σωζομένων κληρονομίαν», ἥτις «ἐστὶ τῶν προσόντων τῷ θεῷ φυσικῶς κατὰ χάριν μετάδοσις» καὶ «τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος».

Ἔπειτα, τί φησι τὸ ἅγιον σύμβολον; «Πιστεύω εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν ὁρατῶν πάντων καὶ ἀοράτων». Οὐκοῦν κατὰ τὰς σὰς ἐφόδους καὶ τοὺς σοὺς συλλογισμοὺς καὶ τὰς σοφὰς περινοίας, κτιστή ἐστι καὶ ἡ μία καὶ ἀόρατος θεότης, ὑπὲρ ἧς αὐτὸς ἀγωνίζῃ τὸν καλὸν τοῦτον ὡς ὁρᾷς ἀγῶνα· καὶ τῶν ἀοράτων γὰρ ποιητὴς ὁ θεός. Εἰ δὲ ἄκτιστός ἐστιν αὕτη ἡ μία καὶ κατὰ σὲ καὶ ἀόρατος θεότης, ἀναιρεῖται τὸ ἅγιον σύμβολον, ποιητὴν πάντων τῶν ἀοράτων λέγον τὸν θεόν.

Ὁρᾷς σαφῶς ὡς εἰς ἀθεΐαν ἐξωλίσθησας καὶ τοὺς ἄλλους πρὸς αὐτὴν κατασύρεις; Οὐ γὰρ μία θεότης, ἀλλ’ οὐδὲ μία κατὰ σὲ καὶ τὴν σὴν ἣν ὁρᾷς διδασκαλίαν. Ἐπεὶ γὰρ ἄγευστος ὑπάρχων θεοῦ θείας θεωρίας, τοῖς ἐκ πείρας λαλοῦσιν οὐκ ἐπίστευσας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ’ αὐτῶν ἐπήρθης ἐμμανῶς, ἤρθη καὶ ἣν ἐδόκεις ἔχειν πρὸς θεὸν πίστιν ἀπὸ σοῦ. Καὶ πρὸ τῆς ἡμέρας ἐκείνης ἐδιχοτομήθης, εὖ ἴσθι, καὶ μετὰ τῶν ἀπίστων ἐτέθης καὶ κείσῃ πάντως, εἰ μὴ μετάμελον λήψῃ καὶ μεταμαθεῖν σπεύσεις τὴν εὐσέβειαν.

Εἰπὲ γάρ, καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀόρατόν τε καὶ ἄκτιστον; Συμφήσεις πάντως. Ἆρ’ οὖν ἀναιρεῖται τὸ φάσκον ἅγιον σύμβολον ποιητὴν εἶναι τὸν θεὸν πάντων τῶν ἀοράτων; Καὶ τί τἄλλα λέγω; Σὺ γὰρ τὴν εὐαγγελικὴν ἐνταῦθα προήνεγκας φωνήν, μαρτυρουμένην παρὰ τοῦ ὄντος εἰς τὸν κόλπον τοῦ πατρός, ὅτι «θεὸν οὐδεὶς ἑώρακε πώποτε».

Φήσεις οὖν ἀναιρεῖσθαι τὴν ὁμολογίαν τῆς πίστεως, εἰ τὸν ἀόρατον θεὸν καὶ ἄκτιστον φαῖμεν ἡμεῖς; Ἢ κτιστὸν τοῦτον ἀποδείξεις τε καὶ διδάξεις, ἵν’ ἡμῖν διαμείνῃ τὰ τῆς ὁμολογίας ἀσφαλῆ καὶ ἀκράδαντα; Καλῶς γε μετὰ τῶν κτιστῶν τιθέντα τὸν ἄκτιστον, καὶ διασπῶντα μὲν τὴν κτίσιν καὶ συνωθοῦντα χωρῆσαι πρὸς τὸ μὴ ὄν, ὡς μὴ χωροῦσαν ἀπειρίαν θεότητος, καθυβρίζοντα δὲ καὶ κατασπῶντα θεὸν ὡς συνταττόμενον κτίσμασι.

Ταῦτ’ ἔστιν ἃ σὺ διδάσκεις τοὺς περὶ σὲ γλώττῃ καὶ τοὺς ἀπόντας γραφῇ, καιροῦ λαβόμενος ἀρτίως ἐπιτηδείου, τῆς ἐμφυλίου στάσεως συμπραττούσης οὐκ ἀπεικότως. Καὶ θέλων εἶναι νομοδιδάσκαλος, τῆς ἀνυποκρίτου πίστεως ἐξετράπης, μὴ εἰδὼς μήτε ἃ λέγεις μήτε περὶ τίνων διαβεβαιοῖ, ῥήμασί τε καὶ γράμμασι πολυλέσχοις. Ἐγὼ δὲ «πιστεύω εἰς ἕνα θεόν, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων», τουτέστιν αἰσθητῶν τε πάντων καὶ νοητῶν.

Κεφ. ιστʹ. Ἔτι περὶ τοῦ θειοτάτου φωτός, ὡς εἰ καὶ ἄκτιστόν ἐστιν, ἀλλ’ οὐκ οὐσία· καὶ ὡς οὐ κτιστῇ τινι δυνάμει, ἀλλ’ ἀπορρήτως ὁρᾶται, εἰ καὶ ὀφθαλμοῖς ὁρᾶσθαι γέγραπται. Νοητὸν μὲν οὖν τὸ φῶς ἐκεῖνο οὐδ’ αὐτὸς φῄς, σώματος γὰρ ὦπται ὀφθαλμοῖς. Ἀλλὰ πυρός, ἀλλ’ ἀστρῷον ἤ τινος τῶν ὑπ’ οὐρανόν, ἢ πᾶσι τοῖς ὀφθαλμοῖς ἔχουσιν ὁρώμενον;

Οὔμενουν. Οὐκοῦν οὐδ’ αἰσθητόν. Μήτε τοίνυν αἰσθητὸν μήτε νοητὸν ὑπάρχον, ἀλλ’ ἐπέκεινα πάντων κατὰ τὸν εἰπόντα, «τοῦτο τὸ φῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια»· καὶ πάλιν, «τελείους δὲ εἶναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύοντας τὴν ἁπάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον»· καὶ πάλιν, «δόξα διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται»· καὶ πάλιν, «ἀνάρχως ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος καὶ ἡ δόξα τῆς θεότητος καὶ δόξα τοῦ σώματος γίνεται»· πάντων οὖν ὑπερκείμενον τὸ φῶς ἐκεῖνο αἰσθητῶν καὶ νοητῶν, εἰ ἄκτιστόν ἐστιν, ἀναιρεῖται τὸ ἅγιον σύμβολον ὡς αἰσθητῶν πάντων καὶ νοητῶν εἶναι λέγον τὸν θεὸν ποιητήν; Ἄπαγε τῆς ἀνουστάτης ἐνστάσεως καὶ ἀσεβείας.

Ἀλλὰ σὺ διὰ τοῦτο περινοστεῖς καὶ πάντα πράττεις καὶ πανταχῇ σχεδὸν πέμπεις τε καὶ παρέχεις δόματα, γραφάς, κήρυκας, καὶ πάντα κάλων τὸ τοῦ λόγου κινεῖς, συμπράττοντας ἔχων τοὺς οὐκ οἶδα πῶς ὀνομάσω καὶ πῶς οὐχ ὑπὸ τὴν εὐθύνην ἀποφανοῦμαι, τὴν ἐπενηνεγμένην ἐγγράφως ὑπὸ τῶν ἱερῶν ἐκείνων καὶ μεγίστων συνόδων, σοί τε καὶ τοῖς εἰς τὸ ἑξῆς φρονοῦσί τε καὶ φρονήσουσι τὰ τοῦ Βαρλαὰμ πᾶσι. Σὺ τοίνυν παντὶ τρόπῳ διὰ τοῦτο σπεύδεις ἀνηκούστους τελεῖσθαι καὶ ἀποτροπαίους νομίζεσθαι τὰς διευκρινούσας ὑπὲρ ἀληθείας ἡμετέρας γραφάς. Εἴ τι δυσνόητον τοῖς πολλοῖς ἐν τῇ θεοπνεύστῳ τυγχάνον γραφῇ τοῖς κατὰ σὲ συντείνει πρὸς τὴν ἀπὸ τῆς ὀρθότητος ἐκτροπήν.

Ἵνα τί κερδάνῃς καὶ τί τελέσῃς; Τὸ ζημιῶσαι πάντας θεόν, ἀθεΐᾳ περιβαλών, ὡς ἐκ τῶν εἰρημένων φανερῶς ἀναπέφηνε. Τό γε μὴν εὐαγγελικόν, ὃ προὐβάλλετο τοῦ συμβόλου τῆς πίστεως πρότερον, ὅτι «θεὸν οὐδεὶς ἑώρακε πώποτε», ὡς ἂν κτίσμα διὰ τούτου δείξῃ τὸ φῶς ἐκεῖνο, τὴν ἄναρχον τοῦ θεοῦ δόξαν καὶ βασιλείαν, προθεμένου τοῦτο προτέρου τοῦ Βαρλαάμ, ἐν τοῖς πρὸς αὐτὸν ἡμεῖς ἐδείξαμεν γράμμασι διὰ πολλῶν τε καὶ κατὰ πολλοὺς τρόπους μηδαμῶς αὐτῷ συνᾷδον μηδὲ συντελοῦν πρὸς τὴν ἐκείνου πρόθεσιν· τοῦτο μέν, ὅτι περὶ τῆς θείας οὐσίας ὁ λόγος τῷ εὐαγγελιστῇ, τοῦτο δ’ ὅτι καὶ ὅρασιν ἐνταῦθα τὴν γνῶσίν φησι καὶ τὴν κατάληψιν ὁ τῆς βροντῆς γόνος, ἀλλ’ οὐ τὴν ἀπόλαυσιν καὶ τὴν μέθεξιν. «Ἡ δὲ θεία χάρις», κατὰ τὸν σοφὸν φάναι Μάξιμον, «εἰ καὶ ἀπόλαυσιν δίδωσι τοῖς κατὰ χάριν μετέχουσιν, ἀλλ’ οὐ κατάληψιν· μένει γὰρ κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν». «

Διπλῆς τε οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν θεὸν ἐπαγγελίᾳ», κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον, «μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν, ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος, τὸ μὲν πρότερον τῆς κατανοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ διορίζεται, τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει τοὺς καθαροὺς τῇ καρδίᾳ μακαρίζων ὁ κύριος».

Ἀλλὰ καὶ τὸ ὁρατὸν τοῖς ὀφθαλμοῖς, εἰ μὲν δυνάμει κτιστῇ, πάντως αἰσθητόν, εἰ δ’ ὡς ὑπὲρ πᾶσαν ἀντίληψιν τοιαύτην ὂν τῇ δυνάμει τοῦ πνεύματος ὁρᾶται, κατὰ τὸν εἰπόντα περὶ τοῦ φωτὸς ἐκείνου, «θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ ὃ δὲ ἑώρακεν, ἐν πνεύματι τοῦτο τεθέαται»· εἰ τοίνυν ἐν δυνάμει πνεύματος ὁρᾶται τοῖς ἀξίοις, οὔτ’ αἰσθητόν ἐστι κυρίως καὶ κτιστὸν ὑπάρχει οὐδαμῶς. Οὕτω γὰρ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος πρὸς τὴν δοκοῦσαν ταύτην ἀντίθεσιν ἀπαντᾷ περὶ Στεφάνου γράφων τοῦ πρὸς οὐρανὸν ἀτενίσαντος καὶ διαδύντος τῇ θέᾳ πρὸς τὰ ἐπέκεινα καὶ θεασαμένου τὴν ἀθέατον δόξαν. Ὃς καὶ μετὰ τὴν ἀπόδειξιν συμπεραίνων ἤδη φησίν, «ἄρα φανερῶς ἡ κακουργία τῶν πνευματομάχων πεφώραται, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς γραφῆς μεμαθήκαμεν. Ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀνακραθείς, δι’ ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ θεοῦ κατανόησιν».

Κατανόησιν δὲ εἶπεν, οὐχ ὅτι νοήσει ἐκεῖνο ὑποπίπτει τὸ θέαμα—τοῦτο γὰρ πρότερον ἀπηγόρευσεν—, ἀλλ’ ἐπεὶ μηδ’ ἀνθρωπίναις ὑποπίπτει λέξεσι καθάπερ οὐδὲ ὄψεσιν ἡ θεία δόξα καὶ τὸ φῶς ἐκεῖνο, ποτὲ μὲν ὅρασις, ποτὲ δὲ νόησις, ποτὲ δ’ ἐξ ἀμφοτέρων αἴσθησις νοερά, ποτὲ δ’ ἄλλο τι τοιοῦτον προσαγορεύεται. Μᾶλλον δὲ καὶ ὑψηλότερον ἀποκάλυψις, ἕνωσις, ἀνάκρασις, αἴσθησις πνευματική, ἅμα καὶ τοῦτο δεικνύσης τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς καὶ συνθέσεως, μήτε ψυχῆς εἶναι μήτε σώματος ἴδιον ἐκεῖνο τὸ φῶς, ἀλλὰ τοῦ ἐνοικοῦντος καὶ ἐνεργοῦντος ἐν ταῖς ἀξίαις ψυχαῖς καὶ σώμασι πνεύματος. Ὅτι δὲ καὶ ἡμεῖς οὐ κτιστῇ δυνάμει ληπτὸν γεγενῆσθαι τοῖς ἀποστόλοις εἰρήκαμεν τὸ μέγα θέαμα τοῦτο, μάρτυς ἀξιόπιστος ὁ κατήγορος, συνάγων ἐκ τούτου καὶ συμπεραίνων καὶ προτείνων καθ’ ἡμῶν ὡς τὴν μὲν ἀόρατόν φαμεν θεότητα, δηλονότι τὴν οὐσίαν τοῦ θεοῦ, τὴν δὲ καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὴν διὰ πνεύματος, δηλαδὴ τὸ φῶς ἐκεῖνο.

Τοῦτο μέντοι τὸ πνευματικοῖς βλέπειν τὰ τοιαῦτα ὀφθαλμοῖς καὶ ἀκοαῖς ἀκούειν καὶ ὁ προφήτης καὶ ὁ Χρυσόστομος θεολόγος ἀριδήλως παριστᾶσιν· ὁ μὲν γράφων «προσέθηκέ μοι ὠτίον ἀκούειν», ὁ δὲ προσγράφων «τὴν προσθήκην τὴν ἀπὸ τοῦ πνεύματος αὐτὸν λέγειν»· καὶ πάλιν ὁ τὴν γλῶτταν χρυσοῦς, «μὴ οὐκ ἤκουσαν οἱ προφῆται; Ἀλλ’ οὐκ ἦν ἀνθρώπινον τὸ οὖς ἐκεῖνο τὸ προφητικόν»· καὶ ἀλλαχοῦ πάλιν, «τοιαύτας εἶχον καὶ οἱ προφῆται ψυχάς, διὰ τοῦτο καὶ ἑτέρους ἔλαβον ὀφθαλμούς, τὸ μὲν γὰρ ἀποστῆναι τῶν παρόντων αὐτοὺς τῆς ἐκείνων σπουδῆς ἦν, τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς». Τῆς τοῦ θεοῦ λοιπὸν ἐγένετο χάριτος, ὃ καὶ ὁ Δαμασκηνὸς θεολόγος ἀριδηλότερον περὶ τῆς ἐν Θαβὼρ γράφει θέας, «μετεμορφώθη» λέγων «ὁ κύριος, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας»· καὶ πάλιν, «θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ ὃ δὲ ἑώρακε», δηλονότι τὸ φῶς τοῦτο—περὶ αὐτοῦ γὰρ ὁ λόγος—«ἐν πνεύματι τοῦτο τεθέαται».

Παρ’ οὗ δείκνυται μηδ’ οὐσίαν εἶναι τοῦ θεοῦ τουτὶ τὸ φῶς, οὐχ ὅπως ὅτι κατ’ ἐκείνην ὁ θεὸς παντάπασιν ἀόρατος, ἀλλ’ ὅτι κατ’ αὐτὴν καὶ παντάπασιν ἀμέριστος. Τῷ δὲ φωτὶ τούτῳ κατὰ λόγον τῶν ἐντυγχανόντων μετρεῖ τὴν ἐπιφάνειαν, ὡς καὶ ὁ Χρυσόστομός φησι πατήρ, ὅτι «πληροφορῶν μὲν ἔδειξεν ὁ κύριος τοῖς αὐτοῦ μύσταις τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν, οὐχ ὅση δέ τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες».

Οὗτος δέ ἐστιν αὐτός, ὃς καὶ τοῦ Βαπτιστοῦ λέγοντος ἀκηκοώς, «οὐκ ἐκ μέτρου δίδωσι τὸ πνεῦμα»· «πνεῦμα», φησίν, «ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη»· καὶ τὸ ψαλμικὸν ἐκεῖνο ἐξηγούμενος, «ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου», «τουτέστι», φησίν, «ἀνεδείχθη, ὡς ἂν εἴπῃ τις, ἡ ἔνδον οὖσα ἀνέβλυσεν, ἐπήγασε. Τίς ἐστιν αὕτη ἡ χάρις; Δι’ ἧς ἐδίδασκε, δι’ ἧς ἐθαυματούργει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐπελθοῦσαν ἐπὶ τὴν σάρκα· πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον. Οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ τὸ πνεῦμα, ἀλλ’ ὁλόκληρον τὴν χάριν ὁ ναὸς ἔλαβεν· ἡμεῖς δὲ μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν. ‘Ἐκ τοῦ πληρώματος’ γάρ, φησίν, ‘αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν’ ὡς ἂν εἴπῃ τις ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος». Καὶ πάλιν· «οὐκ εἶπε, δίδωμι τὸ πνεῦμα, ἀλλ’ ‘ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα’· τοῦτο γοῦν καὶ ἐξέβη· πᾶσαν γὰρ τὴν οἰκουμένην ἡ σταγὼν αὕτη καὶ ἡ ῥανὶς τοῦ πνεύματος ἐνέπλησε τῆς γνώσεως. Διὰ ταύτην τὰ σημεῖα ἐγένετο, τὰ ἁμαρτήματα ἐλύετο. Ἀλλ’ ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών· ‘δοὺς’ γάρ, φησί, ‘τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν’, τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται». Ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς.

Ἀκίνδυνος δὲ καὶ τοῦθ’ ἡμῖν εἰς ὄνειδος προφέρει, ὅτι καὶ ὀφθαλμοῖς σώματος ἰδεῖν ἔφημεν τοὺς ἀποστόλους τὴν καλλοποιὸν εὐπρέπειαν ἐκείνην, οὐδὲ ταῖς εὐαγγελικαῖς λέξεσιν ὑποσχὼν τὰς ἀκοάς, «ἕως ἂν ἴδωσι» λεγούσαις καὶ «διαγρηγορήσαντες εἶδον»· «ἀλλὰ σώματος», φησίν, «οὐκ εἶπον ὀφθαλμοῖς». Ὢ τῆς ἀκριβείας, μᾶλλον δ’ ὢ τῆς ἀνοίας, κυριώτερον δὲ φάναι τῆς κακονοίας καὶ τῆς καθ’ ὑπόκρισιν εὐλαβείας, ὃς φῶς μὲν ἀκούσας ἐπὶ τὸ κτίσμα κατήγαγε, καὶ ταῦτα βασιλείαν θεοῦ προσαγορευόμενον, τὸ δ’ ἰδεῖν πολυπραγμονεῖ, καὶ ταῦτα σὺν ἐγρηγόρσει προσκείμενον.

Ἀλλ’ οὐχ ὁ Χρυσόστομος πατήρ, ὡς ὁμολογουμένῳ γὰρ χρησάμενος ἀναπέφηνεν, οὐδ’ ὁ μέγας Βασίλειος· φησὶ γάρ, «εἶδον αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν», ὅστις καὶ μικρὸν ἀνωτέρω οἱ τοῦ λόγου τὸ παρ’ αὐτῶν ἑωραμένον θεῖον κάλλος θεωρητὴν θεότητα προσείρηκεν. «Ἀλλὰ τῶν ὁρατῶν πάντων καὶ ἀοράτων ποιητὴν ὁρατόν», φησί, «καθ’ ἑαυτὸν καὶ κυρίως λέγειν πῶς εὐσεβές;». Ἀλλὰ τοῦτο σὺ σαυτῷ λέγε καὶ τῷ σοὶ προκαθηγησαμένῳ τῶν πονηρῶν δογμάτων καὶ διδαγμάτων. Ὑμεῖς γὰρ περιελόντες τὰ φύσει προσόντα τῷ θεῷ γυμνὴν οὐσίαν αὐτῷ παρέχετε, ἣν καὶ μόνην ἄκτιστον ἀποφαίνεσθε, τὰ φυσικὰ διασπῶντες κακῶς ἐκείνης καὶ τιθέντες μετὰ τῆς κτίσεως· σὺ μὲν γράφων, «τὸ μόνον ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα», ἤγουν ἡ θεία φύσις, οὐδὲ γοῦν τῶν περὶ ταύτην ὑποστατικῶν ἰδιωμάτων φεισάμενος, ἐκεῖνος δὲ πρὸ σοῦ, «ἓν μόνον ἄναρχόν τε καὶ ἀτελεύτητον, ἡ οὐσία τοῦ θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ὑπάρχει φύσεως».

Κεφ. ιζʹ. Ὅτι καὶ ἃς προφέρει παρὰ τῶν θείων πατέρων μαρτυρίας ὁ Ἀκίνδυνος καθ’ ἑαυτοῦ προφέρει, διὸ καὶ παρ’ αὐτῶν ἐξελέγχεται διατελῶν ὁμόδοξος τῷ Εὐνομίῳ. Ταῦτ’ ἄρα καὶ αὐτὸς μετ’ ἐκεῖνον πανταχόθεν ἐρανιζόμενος ἐκεῖνα λέγεις· «‘ἀγαθὸν τὸ πνεῦμα τὸ ἅγιον ὡς ἀγαθὸς ὁ πατήρ, καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς, οὐσίαν ἔχον τὴν ἀγαθότητα’· καὶ ‘φύσις τῷ ἁγίῳ πνεύματι ὁ ἁγιασμός ἐστιν, ὥσπερ πατρὶ καὶ υἱῷ’· καὶ ‘εἰ γὰρ ἄλλο παρ’ αὐτὸ ἡ ἁγιότης καὶ ἥτις αὕτη νοεῖται, λεγέτω τις’»· καὶ τὸ τοῦ θείου Μητροφάνους· «φῶς μοναδικὸν καὶ τριλαμπές, οὐσία ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδίᾳ μου οἴκησον καὶ ναὸν τῆς σῆς θεότητος φωτοειδῆ καὶ καθαρὸν δεῖξόν με ψάλλοντα». Τί ταῦτ’ ἀγείρων καὶ τί κατασκευάζων ἐκ τούτων; Ὅτι τὰ τῷ θεῷ ἐπιλεγόμενα πάντα, ἡ ἁγιότης, ἡ ἀγαθότης, ἡ ζωή, τὸ φῶς, ἑνός ἐστι σημαντικά, τῆς οὐσίας αὐτῆς. Καὶ οὔτε τὴν πρὸς Εὐνόμιον ὁμολογίαν αἰσχύνῃ φανερῶς ὑπὸ τοῦ μεγάλου Βασιλείου καὶ τοῦ Νύσσης Γρηγορίου δεικνυμένην τοιαύτην, οὔτε τὰς καλὰς ἐκείνας καὶ μακρὰς ἀντιρρήσεις, τὰς αὐτῶν λέγω πρὸς ἐκεῖνον, αἰδῇ, καὶ πειθήνιον παρέχεις σαυτόν, ὑποτάττων ἐκείνοις τὴν σαυτοῦ γνώμην· ἀλλὰ καὶ τἀκείνων κατ’ ἐκείνων ἀνοηταίνων προβάλλῃ, μᾶλλον δὲ κατὰ τῆς σεαυτοῦ κεφαλῆς τε καὶ ψυχῆς.

Μὴ συνιεὶς γὰρ ἑκάστου τῶν ὑπὸ σοῦ προβαλλομένων τὴν διάνοιαν καὶ τῇ ἀνοίᾳ σύνευνον οἷον ποιησάμενος τὴν ἀπόνοιαν, πονηρὰς ἐντίκτεις δόξας σαυτῷ, τῶν μὲν οὓς ηὔχου πατέρας ἔχειν καὶ καθηγητὰς τοῦ βελτίονος ἀπαλλοτριώσας σαυτόν, αὐτοπάτωρ δ’ οἷον γεγονὼς μοναχὸς καὶ σεαυτῷ καινοτομήσας οὐ βίον ἐνυπόκριτον μόνον ἀλλὰ καὶ πίστιν, μόρφωσιν μὲν ὁμολογίας εὐσεβοῦς περιφέρουσαν, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένην καὶ θεοῦ διϊστᾶσαν καὶ ἄθεον ἐν τῷ κόσμῳ τὸν κεκτημένον δεικνῦσαν. Εἶτ’ ἀθροίζεις καὶ παράγεις πίστεις ἐκ τῶν ἁγίων τῆς ὑπὸ τῶν ἁγίων ἀνῃρημένης κακοδοξίας, οὐδὲ πρὸς τὸ αὐτὸ τεινούσας· ἡ γὰρ περικεχυμένη σοι τῆς διανοίας ἀχλὺς οὐδὲ τοῦτο συνορᾶν συγχωρεῖ.

Καὶ τοίνυν ἡμεῖς διὰ βραχέων, ἐφ’ ὅσον ἔξεστι, τήν τε διαφορὰν ἐπιδείξομεν καὶ ὡς ἥκιστά σοι συνηγορεῖ τὰ πρὸς μαρτυρίαν τῆς σῆς δόξης παρὰ σοῦ προαγόμενα. Τί σοι γὰρ ὁ θεῖος Μητροφάνης αἰτεῖν δοκεῖ ψάλλων ἃ προεβάλου; Τῇ ἑαυτοῦ καρδίᾳ κατ’ οὐσίαν ἐνοικῆσαι τὸν θεόν; Καὶ πῶς τὸν καὶ χωρὶς αἰτήσεως ἐνόντα; «Τὸ γὰρ πνεῦμα», φησὶν ὁ θεολόγος Γρηγόριος, «πληροῖ πάντα κατὰ τὴν οὐσίαν».

Οὔκουν τοιαύτην ἐνοίκησιν αἰτεῖ, καθ’ ἣν πανταχοῦ ἐστι καὶ οὐδαμοῦ τὸ θεῖον, ἀλλ’ ἐκείνην τὴν ἐνοίκησιν, καθ’ ἣν συνθεοῦται τῇ ψυχῇ τὸ σῶμα τῶν κατηξιωμένων κατὰ τὴν ἀναλογοῦσαν αὐτῷ μέθεξιν τῆς θεώσεως· διὸ καὶ προσδεῖται «φωτοειδὴς» ἀποδειχθῆναι, δηλαδὴ θεοειδής.

Περὶ τῆς τοιαύτης ἐνοικήσεως τοίνυν, ὅτι μὴ κατ’ οὐσίαν ἐστὶ καὶ ὡς ὁ μὴ τοῦτο λέγων Μεσσαλιανός ἐστιν, ἡ κατὰ τῶν τοιούτων σύνοδος ἱκανοὶ πρὸς μαρτυρίαν γράφοντες καὶ ἐπὶ λέξεως οὕτως· «γίνεταί τις ἐπιδημία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἐνοικεῖ τοῖς ἀξίοις κατὰ τὴν ἐπαγγελίαν, ἀλλ’ οὐχ ὡς ἔχει φύσεως ἡ θεότης». Προσμαρτυρείτω δ’ ὅμως καὶ ὁ θεολογικώτατος τῶν Γρηγορίων φάσκων ἐν τῷ δευτέρῳ τῶν Περὶ υἱοῦ, «Χριστὸς δὲ διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Ὁρᾷς ὡς ἐνεργείᾳ πάντες ἀλλ’ οὐκ οὐσίᾳ οὔτε μὴν ὑποστάσει θεοῦνται, τοῦ γὰρ δεσποτικοῦ προσλήμματος ἐκεῖνο τὸ ἰδιαίτατον; Σὺ τοίνυν διὰ τῆς θείας οὐσίας ἀλλ’ οὐχὶ τῆς θείας ἐνεργείας θεοποιῶν πολλοὺς ἡμῖν δείξεις ὁμοθέους τε καὶ τοιούτους χριστούς, ἀλλ’ οὐχ ὁ θεόληπτος ᾠδικὸς Μητροφάνης. Ἀλλ’ αἰτεῖ μὲν τὴν διὰ τῆς χάριτος καὶ ἐνεργείας ἐνοίκησιν, τἄλλα δέ φησιν ἐξυμνῶν τὸν δοτῆρα τῆς δωρεᾶς.

Ὥσπερ ἂν εἴ τις ὑποσκίοις χωρίοις ἐνδιαιτώμενος, εἶτ’ εὔχοιτο τοῖς ὄμμασιν ἰδεῖν τὸν κρείττω τὴν οὐσίαν τῆς τῶν στοιχείων ὑπάρχοντα τετρακτύος, τὸν μείζω τῷ μεγέθει τῆς γῆς ἁπάσης, τὸν πάντας ὑπερλάμποντα τοὺς ἀστέρας, οὐδὲ γὰρ τὸ ἡλίου μέγεθος ὅσον οὐδὲ τὴν οὐσίαν, ἥτις ὀφθαλμοῖς ἰδεῖν εὔχεται, ἀλλὰ τὴν ἀκτῖνα μόνον ἐκείνου καὶ τὴν λαμπρότητα, μᾶλλον δὲ τῆς λαμπρότητός τι μέρος, ὁπόσον τοῖς ὀφθαλμοῖς αὐτοῦ χωρητόν, τοῖς δ’ ἄλλοις τὸν χορηγὸν ἐγκωμιάζει τοῦ ποθεινοτάτου ταῖς ὄψεσι φωτός, οὕτως ἔχει τὰ Μητροφάνους.

Ὅτι δ’ οὐκ ἄλλο παρὰ τὸ πνεῦμα τὸ ἅγιον ἡ ἁγιότης, τεθεολόγηται καλῶς. Οὐδὲ γὰρ ἡ κυριότης, οὐδ’ ἡ ἁπλότης, οὐδ’ ἡ ἀΐδιος ζωὴ καὶ ἀφθαρσία, οὐδὲ τὸ ἄκτιστον φῶς, οὐδὲ τὸ φοβερὸν καὶ δίκαιον καὶ φιλάνθρωπον, εἰ δὲ βούλει καὶ τὸ ἀόρατον καὶ ἄπειρον καὶ ἀνεξιχνίαστον καὶ τῶν ἄλλων ἕκαστον ἁπάντων, ἄλλο παρὰ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι. Μόνον γὰρ ταῦτ’ ἔχει φύσει πάντα κατὰ τὸν εἰπόντα Παῦλον, «ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον», καὶ διὰ τοῦτο οὐκ ἄλλο παρὰ τὸν θεὸν τούτων ἕκαστόν ἐστιν. Οὐ μὴν διὰ τοῦτο τούτων ἕκαστον οὐσία θεοῦ. Πολλὰς γὰρ ἂν οὐσίας ἔχοι, τῆς κυριότητος διαφερούσης τῆς ἁγιότητος καὶ τῆς ἁπλότητος ἀμφοτέρων τε τούτων καὶ αὐτῆς τῆς φύσεως καὶ τῶν τριῶν αὖθις, μᾶλλον δὲ καὶ τῶν τεττάρων, τῆς ἀφθαρσίας· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Καλῶς ὄντως οἱ πατέρες ἐνεργείας μὲν ἀκτίστους πλείστας εἶναι διδάσκουσι θεοῦ, τὴν δ’ ὑπερουσιότητα ἐκείνην ἧς αὗται, μίαν.

Καὶ μὴν οὐδὲ ἡ διάνοια παρὰ τὸν νοῦν ἕτερον ἐστίν· ἀλλ’ οὐχὶ παρὰ τοῦτο οὐσία τοῦ νοῦ ἡ διάνοια. Δῆλος δ’ ἔστι κἀντεῦθεν ὁ Ἀκίνδυνος τῷ Εὐνομίῳ συμφωνῶν. Οὕτω γάρ φησι κἀκεῖνος, «οὐκ ἄλλο τὸ ἀγέννητον παρὰ τὸν πατέρα· μόνος γὰρ ἀγέννητος. Οὐκοῦν τοῦτ’ ἔστιν οὐσία τοῦ πατρός, τὸ ἀγέννητον· εἴ τις τοίνυν καὶ τὸ γεννητὸν ἄκτιστόν φησιν, ἢ δύο θεοὺς ἀκτίστους φανερός ἐστι δοξάζων ἢ ἕνα σύνθετον ἐκ δύο τούτων». Ἡμεῖς δ’ ὑπεναντίως Εὐνομίῳ τε καὶ Ἀκινδύνῳ τό τε ἀγέννητον μόνῳ τῷ πατρὶ προσμαρτυροῦμεν καὶ τὴν ἁγιότητα καὶ κυριότητα καὶ τὰ τοιαῦτα μόνῳ πατρί, υἱῷ καὶ πνεύματι, τούτων δ’ ἕκαστον οὐσίαν οὐ τιθέμεθα πατρός, υἱοῦ καὶ πνεύματος, ὥσπερ οὐδὲ τὸ ἀγέννητον οὐσίαν τοῦ πατρός. Ἐπεὶ καὶ ὁ τὰ θεῖα σοφὸς Δαμασκηνός, «οὐ τὰ ἀποφατικά», φησί, «μόνα, ἀλλὰ καὶ ὅσα καταφατικῶς λέγομεν ἐπὶ θεοῦ, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθόν, κἂν σοφόν, κἂν δίκαιον, κἂν ἄλλο τι εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν».

Ὅπως δ’ οὐσίαν ἔχειν ὁ ὑπεράγαθός τε καὶ ὑπερούσιος τὴν ἀγαθότητα λέγεται καὶ φύσιν τὸν ἁγιασμόν, ἐνταῦθά τε καὶ ἀλλαχοῦ πολλαχοῦ πρότερον διευκρινήσαμεν. Καὶ ἡ πάσης γὰρ ἐπωνυμίας ἐπέκεινα ἐκείνη φύσις μεταλαμβάνει τὰς τῶν ἐνεργειῶν προσηγορίας ἀπὸ τούτων καλουμένη ζωή, ἀγαθότης, φῶς καὶ ἁπλῶς πάντα· κἀπὶ τῶν ἐνεργειῶν εὕροι τις ἂν τὴν τῆς φύσεως ἐπωνυμίαν. Ἐπεὶ γὰρ καὶ αὐτὸ τὸ τῆς φύσεως καὶ τῆς οὐσίας ὄνομα κυρίως οὐκ ἔστι τῆς ὑπερουσιότητος ἐκείνης, ὡς καὶ ὁ θεοφάντωρ Διονύσιός φησιν, —αὕτη γὰρ παντάπασιν ἀνώνυμος ὡς ὑπερώνυμος, — ἔσθ’ ὅπου χρῶνται τῇ προσηγορίᾳ ταύτῃ κἀπὶ τῶν φυσικῶν οἱ θεόσοφοι πατέρες, ὡς καὶ ὁ θεολόγος Γρηγόριός φησί που τῶν ἐπῶν· «ἥδε γάρ ἐστιν ἄνακτος ἐμοῦ φύσις, ὄλβον ὀπάζειν», τουτέστι φυσικῶς πρόσεστι θεῷ τὸ εὖ ἐς τὰ μάλιστα ποιεῖν· οὐ γὰρ τὸ διδόναι φύσις ὁτῳοῦν, ὥσπερ οὐδὲ τὸ λαμβάνειν. Ὁ τοίνυν εἰς νοῦν τὸ τοῦ λόγου βάπτων καὶ μὴ προσπάσχων ἤχοις καὶ φθόγγοις καὶ συλλαβαῖς ἀνοήτως, ἐφίστησι καὶ συνίησι τί τὸ βούλημα τοῦ γράφοντος.

Κεφ. ιηʹ. Ὅτι ἐξ ὧν ὁ Ἀκίνδυνος γράφει καὶ φρονεῖ ὁρατὴν καθ’ ἑαυτὴν εἶναι κατασκευάζει τὴν οὐσίαν τοῦ θεοῦ. Ἀλλὰ γάρ, ὅπερ πρότερον εἶπον, Ἀκινδύνῳ καὶ τοῖς αὐτοῦ λόγοις ἐξ ἀνάγκης συμβαίνει καθ’ ἑαυτὸν λέγειν τὸν θεὸν ὁρατόν. Ἐπειδὴ γάρ ἐστι κατὰ τοὺς θεηγόρους ἀληθινὴ θεοῦ θεωρία, Μωσῆς τε καὶ Παῦλος καὶ οἱ κατ’ ἐκείνους θεόπται ἀληθῶς εἶδον τὸν θεὸν κατὰ τὸν μέγαν Βασίλειον, καὶ κατὰ τὸν Κρήτης φωστῆρα ἱερὸν Ἀνδρέαν «ὁ Χριστὸς ὑπερβαλλόντως ἐπὶ τοῦ ὄρους ἐξήστραψεν, οὐ τότε γενόμενος ἑαυτοῦ διαυγέστερος ἢ ὑψηλότερος, ἄπαγε, ἀλλ’ ὅπερ καὶ πρότερον ἦν τοῖς τελουμένοις τῶν μαθητῶν καὶ μυουμένοις τὰ ὑψηλότερα κατὰ ἀλήθειαν θεωρούμενος». Ὁ δ’ Ἀκίνδυνος οὐσίαν τοῦτον εἶναι μόνον τίθεται καὶ κατ’ αὐτὴν ἄρα θεωρεῖσθαι παρὰ τῶν ἀληθῶς θεωρούντων δογματίζει.

Τοῦτο δέ ἐστι μάλιστα τὸ καθ’ ἑαυτόν· ἀλλὰ καὶ κατ’ αὐτὴν μετέχεσθαί τε καὶ ὀνομάζεσθαι, ἐνδημεῖν τε καὶ ἀποδημεῖν οἴεται θεόν, τοῖς αὐτοῦ λόγοις ἀκολούθως, ἀλλὰ μὴ πανταχοῦ παρόντα καὶ πάντα πληροῦντα κατ’ οὐσίαν ἐπιφαίνεσθαι καὶ ἐνεργεῖν ὅποι τε καὶ ὅπως βούλεται καὶ τοῖς θεωμένοις τε καὶ χωροῦσιν ἀναλόγως.

Ἡμεῖς δὲ καὶ οὐσίαν ἴσμεν ἔχοντα τὸν θεὸν ἡμῶν, ἀπερινόητόν τε καὶ ἀνέκφραστον πάντῃ τε καὶ πᾶσι καὶ ἀεί, ἀλλὰ καὶ ἁπλότητα, καὶ ταύτην ἄκτιστον, ἥτις φύσει μὲν πρόσεστιν αὐτῷ, φύσις δὲ αὐτοῦ οὐκ ἔστιν, ἀγαθότητά τε καὶ σοφίαν καὶ δύναμιν καὶ τἄλλα ὅσα περὶ αὐτὸν θεωρεῖται καὶ ἀπὸ τῶν κτισθέντων ὑπ’ αὐτοῦ νοεῖται. «Σοφίας γάρ», φησί, «καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησι.

Πρός τε τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον ἔννοιαν οὐ τῆς οὐσίας ἀλλὰ τῆς σοφίας τοῦ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα. Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν ἀναλογισώμεθα, πάλιν διὰ τούτου τοῦ τρόπου τῆς ἀγαθότητος, οὐ τῆς οὐσίας, ἐν περινοίᾳ γινόμεθα». Πρὸς δὲ τούτοις πιστεύομεν αὐτὸν ἔχειν καὶ λαμπρότητα, μόνοις τοῖς ἀξίοις καθάπερ προανεφάνη θεατὴν καὶ μεθεκτήν.

Ὅτι δὲ τοῖς φύσει περὶ τὸν θεὸν ἐναρίθμιός ἐστι καὶ αὕτη, πειθέτω σε Γρηγόριος ὁ Νύσσης γράφων ἐν τῷ Κατ’ Εὐνομίου πρώτῳ, «οὐχὶ ἀκτῖνα τὸν υἱὸν ἐξ ἡλίου τοῦ πατρὸς νοήσομεν, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα, κάλλει, δυνάμει, λαμπηδόνι, μεγέθει, λαμπρότητι καὶ πᾶσιν ἅπαξ τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις». Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος κατάλογον ποιησάμενος τῶν περὶ τὴν τοῦ θεοῦ οὐσίαν ἀϊδίως θεωρουμένων καὶ τὸ φῶς ἐκείνοις συγκατέλεξε καὶ πρὸ τούτων αὐτὸς ὁ μέγας Παῦλος, ὡς ὁ Νύσσης θεῖος παρίστησι Γρηγόριος, Περὶ τῆς κατὰ Χριστιανοὺς τελειότητος πρὸς Ὀλύμπιον γράφων. Ὥστε τοῖς ἡμῖν πρεσβευομένοις ἀκολούθως ἔνι καὶ ἐκ τῶν περὶ αὐτὸν ὁρᾶν καὶ ἀληθῶς ὁρᾶν θεόν. Ὁ δὲ τυφλὸς περὶ τὸ ὄντως φῶς, καὶ περὶ τὰ τῆς ἀληθείας κηρύγματα κωφός ἐστι· διὸ μετὰ τὴν «ἐξ ἀντιθέτων», ὡς οἴεται, «συντεθειμένην θεότητα», φησίν, «ἃ νῦν ἀκούομεν τίς ἀκήκοεν;» ὡς ἂν παρ’ ἡμῶν πρώτων πυνθανόμενος, ἃ κατὰ τὴν αὐτοῦ πονηρὰν γνώμην νομίζει πονηρά.

Τοιγαροῦν ἐνταῦθα τοῦ λόγου γενομένοις ἡμῖν, διεξοδικώτερον καὶ ἐφεξῆς προθέσθαι χρεὼν τὰς τῶν ἁγίων φωνάς, ἀφ’ ὧν ἡμῖν μὲν συντηρεῖται τὸ κατ’ εὐσέβειαν ἀπερίτρεπτον, κατ’ ἄμφω τοῖς πατράσιν ὁμολογοῦσιν, οἱ δὲ διαβάλλοντες τὴν ἀλήθειαν συνήγαγον καὶ συνέθηκαν, κατὰ μίμησιν τῶν πώποτε πεφηνότων ἐξάρχων τῆς αὐτοῖς ὁμοίας κακοδοξίας, τὴν δυσηχῆ ταύτην δοκοῦσαν τοῖς ἀκεραιοτέροις φωνήν. Τὸ γὰρ ταῖς ἐνεργείαις πλείω λέγειν τὸν ἕνα θεὸν ἢ τὴν μίαν θεότητα, καλῶς μὲν νοούμενον πρὸς ἡμῶν ἐστι, κακῶς δὲ νοούμενον, ἐκ κτιστῶν δηλονότι καὶ ἀκτίστων, καὶ μὴ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἀλλὰ κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, ὑπερκειμένων καὶ μή, πόρρω τῆς ἡμετέρας εὐσεβείας ἐστί, καὶ τῶν πρὸς ἡμᾶς ἀντιλεγόντων τοῦτο τὸ δόγμα φανερῶς, μᾶλλον δὲ τὸ συνειλεγμένον σφίσι κέρδος καὶ ὃν ἐκαρπώσαντο καρπὸν ἀπὸ τῆς πρὸς ἡμᾶς δαιμωνιώδους τε καὶ μανικῆς ἐνστάσεως. Ἀλλ’ ἐπανιτέον εἰς τὴν ὑπόσχεσιν καὶ προοιστέον διεξοδικώτερον ἔστιν ἃς τῶν θεοπνεύστων ῥήσεων, ὡς ἂν γένηται καταφανὲς τίσιν αὗται συνᾴδουσι καὶ τίσι πολεμοῦσιν οἱ καθ’ ἡμῶν μεμηνότες.

Κεφ. ιθʹ. Μαρτυρίαι τῶν ἁγίων ὅτι ἡ θεία ἐνέργεια, ἧς καὶ ἡ θεότης ἐστὶ προσηγορία, καὶ τῆς θείας οὐσίας διενήνοχε καὶ ὑπόστασις οὐκ ἔστι καὶ ἄκτιστός ἐστι· καὶ ὡς ὁ συνάγων ἐκ τούτου σύνθε- στός ἐστι· καὶ ὡς ὁ συνάγων ἐκ τούτου σύνθετον εἶναι τὸν θεὸν ὁμόδοξός ἐστι τῷ Εὐνομίῳ. Ὅτι μὲν οὖν ἄκτιστός ἐστιν ἡ ὑπερούσιος οὐσία τοῦ θεοῦ, ἥκιστα δεόμεθα μαρτυριῶν· ὅτι δὲ εἰ καὶ ὑπερώνυμός ἐστιν ἀλλὰ καὶ θεότης ὀνομάζεται κατὰ τὸν εἰπόντα, «ὁ ὢν καὶ ὁ θεὸς μᾶλλόν πως τῆς οὐσίας ὀνόματα», τῶν πᾶσι δήλων καὶ τοῖς ἡμῖν ἀντιλέγουσι συνωμολογημένον. Ὅτι δὲ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῦ θεοῦ ἄκτιστος διατελεῖ καὶ τῆς οὐσίας διενήνοχεν, ᾧ δ’ ἂν γνοίημεν. Φησὶ γὰρ ὁ τὰ θεῖα πολὺς Δαμασκηνὸς ἐν τῷ πεντηκοστῷ ἐνάτῳ κεφαλαίῳ· «εἰ μία τοῦ δεσπότου Χριστοῦ ἡ ἐνέργεια, ἢ κτιστὴ ἔσται ἢ ἄκτιστος· μέσον γὰρ τούτων οὐκ ἔστιν ἐνέργεια ὥσπερ οὐδὲ φύσις. Εἰ οὖν κτιστή, κτιστὴν δηλώσει φύσιν· εἰ δὲ ἄκτιστος, ἄκτιστον μόνην χαρακτηρίσει οὐσίαν. Δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά· ἀδύνατον γὰρ ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι. Ἡ δὲ κατὰ φύσιν ἐνέργεια οὐ τῶν ἐκτὸς ὑπάρχει, καὶ δῆλον ὅτι οὔτε εἶναι οὔτε γινώσκεσθαι τὴν φύσιν δυνατὸν ἄνευ τῆς κατὰ φύσιν ἐνεργείας».

Ἐν δὲ τῷ πρώτῳ τῶν Ἀντιρρητικῶν ὁ μέγας Βασίλειος· «εἰ μὲν οὐδὲν ὅλως κατ’ ἐπίνοιαν ὁ Εὐνόμιος θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ θεῷ.

Πῶς οὖν οὐ καταγέλαστον τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν πάλιν ὡσαύτως, καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι; Καὶ εἰ ταῦτα πάντα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταυτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα, ὡς ἐπὶ τῶν πολυωνύμων, ὅταν Σίμωνα καὶ Πέτρον καὶ Κηφᾶν τὸν αὐτὸν λέγωμεν. Οὐκοῦν ὁ ἀκούσας τὸ ἀναλλοίωτον τοῦ θεοῦ πρὸς τὸ ἀγέννητον ὑπαχθήσεται· καὶ ὁ ἀκούσας τὸ ἀμερὲς πρὸς τὸ δημιουργικὸν ἀπενεχθήσεται· καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος;». Ὁ δὲ μέγας Ἀθανάσιος τὴν ἀρειανικὴν μανίαν ἀποσοβῶν «οὐ κατ’ ἄλλην», φησί, «καὶ ἄλλην πρόνοιαν ὁ πατὴρ καὶ υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν». Ἆρ’ οὐ φανερῶς ἐνταῦθα οἱ ἅγιοι καὶ διαφέρειν τῆς οὐσίας καὶ ἄκτιστον εἶναί φασι τὴν θείαν ἐνέργειαν;

Ὅτι γε μὴν καὶ ἡ θεότης οὐκ οὐσίας ἐστὶν ἀλλ’ ἐνεργείας ὄνομα, πολλαχόθεν μέν, μᾶλλον δὲ πανταχόθεν τῆς θεοπνεύστου γραφῆς περιαγγελλόμενον ἀκούομεν. Τρεῖς δ’ ὅμως καὶ τούτου μάρτυρες προκομιζέσθωσαν τῶν ἐπὶ μνήμην ἡκόντων. Φησὶ τοίνυν ὁ μακάριος Ἀναστάσιος ὁ τοῦ σιναίου ὄρους· «ἡ θεὸς προσηγορία πρόδηλον ὅτι ἐνεργητικὴ τυγχάνει, οὐ γὰρ αὐτὴν τὴν τοῦ θεοῦ οὐσίαν ἡμῖν παρίστησιν· ἀδύνατον γὰρ ταύτην γνῶναι, ἀλλὰ μόνην τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν δηλοῖ τὸ θεός». Ὁ δὲ θεῖος Γρηγόριος ὁ Νύσσης Πρὸς Ἀβλάβιον γράφων «τὸ θεός», φησίν, «ὄνομα ἐνεργείας ἐστὶ δηλωτικόν· παρὰ γὰρ τὸ θέειν πανταχοῦ, ἢ θεᾶσθαι, ἢ αἴθειν τὴν μοχθηρίαν ἠτυμολόγηται.

Καθὸ δὲ μία καὶ ἀπαράλλακτος ἐν τοῖς τρισὶν ἡ εἰρημένη ἐνέργεια, μία καὶ ἡ θεότης, καὶ εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν. Ἐπὶ γὰρ τῆς ἀκτίστου τριάδος οὐκ ἔστιν εὑρεῖν ὄνομα δηλοῦν τὴν φύσιν αὐτῆς». Καὶ πάλιν ὁ αὐτός, «θεός, ἐνεργοῦντα δηλοῖ· θεότης δὲ ἐνέργειαν. Οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν».

Ὁ δὲ μέγας Βασίλειος τῷ ἰατρῷ ἐπιστέλλων Εὐσταθίῳ «ἡ τῆς ἐνεργείας», φησί, «ταυτότης ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον, ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι ‘θεόν σε δέδωκα τῷ Φαραώ’. Οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει· ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι καθό ἐστι μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος».

Τούτοις ἡμᾶς ὁμολογοῦντας, προδήλως λέγουσιν ὡς ἡ θεότης οὐ τῆς οὐσίας, ἀλλὰ τῆς θείας ἐξουσίας καί τινων ἑτέρων ἀκτίστων τοῦ θεοῦ ἐνεργειῶν ἐπωνυμία καθέστηκε, λέγεται δ’ ἔσθ’ ὅτε καὶ ἐπὶ τῆς οὐσίας, διθεΐτας οἴεται καὶ περιαγγέλλων οὐκ ἀνίησιν ὁ χρηστὸς Ἀκίνδυνος. Καὶ δύο σέβειν ἀκτίστους ἡμᾶς ἰσχυρίζεται θεότητας, οὐ τὴν οὐσίαν μόνην, ἣν μόνην αὐτὸς ἄκτιστον θεότητά φησι καὶ μόνην αὐτὴν εἶναι δοξάζει τὸν θεόν, ἀλλὰ καὶ τὴν θείαν ἐνέργειαν.

Καὶ μὴν οὐδὲ τὸν υἱὸν ἢ τὸ πνεῦμα φαίη ἄν τις εὐσεβεῖν ἐθέλων τὴν τοιαύτην ἄκτιστον ἐνέργειαν· τοῖς τε ἄλλοις ἐπιστήσας καὶ τῶν ἀδελφῶν καὶ ἀδελφὰ φρονούντων πυνθανόμενος, τὸ ἑνιαῖον καὶ τὴν ταυτότητα καὶ τὸ ἀπαράλλακτον τῆς κοινῆς τῶν τριῶν ἐνεργείας κηρυττόντων, καὶ ὡς οὐδὲν αὐτῶν τοιαύτη ἐνέργεια.

Παρὰ δὲ τῆς ἀνωτέρω τοῦ μεγάλου Βασιλείου φωνῆς καὶ τοῦτο γέγονε καταφανές, ὡς ἡ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου δόξα τῆς Εὐνομίου διενήνοχεν οὐδέν, οὐσίαν εἶναι κἀκείνου πάντα δογματίζοντος τὰ τῷ θεῷ ἐπιλεγόμενα, καθάπερ οὗτοι, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ἵνα μὴ πολυθεΐᾳ περιπέσωμεν κατὰ τὴν ἐκείνου ἀφροσύνην, ἢ σύνθετον ἡμῖν γένοιτο τὸ θεῖον ἐξ ἀντικειμένων συναγόμενον εἰς ἕν. Διὸ καὶ τὸ ἀγέννητον ἐκεῖνος ἔλεγεν οὐσίαν, ὅτι ἄκτιστον, ὥσπερ οὗτοι τὴν ἄκτιστον ἐνέργειαν οὐσίαν τίθενται διότι ἄκτιστος.

Μαρτυρήσει δὲ τῇ πρὸς Εὐνόμιον τούτων συμφωνίᾳ καὶ ἡ ἐκείνου φωνή. Γράφει γὰρ ἐν τοῖς πρὸς αὐτὸν Ἀντιρρητικοῖς ὁ Νύσσης θεῖος Γρηγόριος, «φησὶν ὁ Εὐνόμιος μηκέτι παρ’ ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζεσθαι τὸν θεόν, ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι’ ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν». Καλὸν δὲ καὶ τῆς ἀντιρρήσεως ταύτης ἐπακοῦσαι. Φησὶ γάρ, οὐ τοῦ θεοσόφου μεγάλου Βασιλείου μόνον ὑπεραπολογούμενος, ἀλλ’ οὐδὲν ἧττον καὶ ἡμῶν, τὰ αὐτὰ παρ’ Ἀκινδύνου κατηγορουμένων ἃ παρ’ Εὐνομίου ὁ θεόσοφος ἐκεῖνος· φησὶ τοίνυν· «τίς ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροίζεσθαι, σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μεταλήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα; Εὕρετό τις καθ’ ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπειλήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι, ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεηπονίας καὶ ἄλλων τοιούτων ἐπιτηδευμάτων τινῶν.

Ἆρ’ ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ νοήματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; Καίτοι γε πλεῖστον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρονομικῆς ἐπιστήμης, καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ’ αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεηπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροισθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται, οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινόμενον ἀνακιρνᾶται.

Εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσούτων ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως;».

Κεφ. κʹ. Ὅτι καὶ τοῖς Ἕλλησιν ὁμόδοξός ἐστιν ὁ Ἀκίνδυνος καὶ αὐτῷ τῷ Ἐπικούρῳ· καὶ ὡς ἐξ ὧν ὁ Παλαμᾶς φάσκει εἷς ἀποφαίνεται θεός, ἁπλοῦς καὶ ἀσύνθετος, ἐν μιᾷ θεότητι. Ἀλλ’ οὐχὶ τῷ Εὐνομίῳ μόνῳ κατὰ τοῦθ’ ὁμόδοξος ὁ Ἀκίνδυνος, ἀλλὰ καὶ τοῖς Ἕλλησιν αὐτοῖς. Καὶ μάρτυς ὁ ἐν φιλοσόφοις μάρτυς Ἰουστῖνος, αὐτὸς μὲν φάσκων «μὴ τῷ εἶναι δημιουργεῖν τὸν θεόν, ἀλλὰ τῷ βούλεσθαι· καὶ γὰρ εἷς ὢν καὶ ἁπλοῦς καὶ μονοειδής, διαφόρων οὐσιῶν ἐστι ποιητής», τοὺς δὲ Ἕλληνας προάγων λέγοντας, «οὐκ οἰητέον ὥσπερ ἐν ἡμῖν ἄλλο μέν ἐστι τὸ εἶναι, ἄλλο δὲ τὸ βούλεσθαι, οὕτω καὶ ἐν τῷ θεῷ· ἀλλὰ τὸ αὐτὸ ἄντικρυς ὑπάρχει τὸ εἶναι καὶ τὸ βούλεσθαι ἐν τῷ θεῷ. Ὃ γάρ ἐστι καὶ βούλεται, καὶ ὃ βούλεται καὶ ἔστι, καὶ οὐδεμία διαίρεσις ἐπὶ τοῦ θεοῦ διὰ τὸ αὐτοπάρακτον εἶναι τὸν θεόν· ὥστε καὶ τὴν διαίρεσιν τοῦ εἶναι πρὸς τὸ βούλεσθαι ἐπὶ τοῦ θεοῦ ἀπορριπτέον». Ἆρ’ οὐ τοῦτ’ αὐτό φησι καὶ ὁ Ἀκίνδυνος ῥήμασιν οὐ τοῖς αὐτοῖς; Ἡ γὰρ βουλὴ ἐνέργειά ἐστι θεοῦ.

Ὡς οὖν οἱ Ἕλληνες φασὶ μὴ εἶναι διαίρεσιν ἐπὶ θεοῦ οὐσίας καὶ βουλῆς, οὕτω καὶ αὐτός, μᾶλλον δὲ καὶ περιεκτικώτερον, οὐκ εἶναι διαίρεσιν οὐσίας καὶ ἐνεργείας ἐπὶ θεοῦ. Καὶ ὡς ἐκεῖνοι πάλιν λέγουσιν, «ὁ θεὸς ὅ ἐστι καὶ βούλεται, καὶ ὃ βούλεται καὶ ἔστιν», οὕτως αὐτός, «ὁ θεὸς οὐκ ἐνεργείᾳ ἐνεργεῖ, ἀλλὰ τῇ ἑαυτοῦ οὐσίᾳ»· τὸ γὰρ «ὅ ἐστι» καὶ ἡ οὐσία τὸ αὐτό. Τί ποθ’ οὗτος διὰ τούτων κατασκευάζων;

Ἀδιάφορον εἶναι τῇ οὐσίᾳ τὴν ἐνέργειαν, ὡς ἐκεῖνοι τῇ οὐσίᾳ τὴν βουλήν· ἀλλὰ καὶ πολυπλασιάζων ἑαυτῷ τὴν δυσσέβειαν ἐκείνων· ὃ γὰρ εἶπον ἐκεῖνοι ἐπὶ τῆς βουλῆς, τοῦτ’ αὐτός φησιν ἐπὶ πάσης ἐνεργείας θείας. Ἀλλ’ ὁ τῆς ἀληθείας μάρτυς τὴν ἑλληνικὴν ἀνασκευάζων δόξαν, καὶ κατὰ τῆς Ἀκινδύνου ταύτης δόξης ποιεῖται τὸν ἀγῶνα. Φησὶ γάρ, «τοῦ θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν, ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, ταυτὸν δ’ εἰπεῖν οὐσίας τε καὶ ἐνεργείας τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ θεοῦ καὶ τὴν ποίησιν· ὕπαρξιν μὲν τὴν αὐτοῦ, ποίησιν δὲ τῶν οὐκ ὄντων».

Ἀληθῶς ἄρ’ ἐλέγομεν ὡς ἀνασκευή ἐστι κοινὴ καὶ σαφὴς ἄρνησις θεοῦ τὸ Ἀκινδύνου δόγμα, καὶ οἷόν τις παγὶς ἢ βρόχος τοὺς αὐτῷ περιπεσόντας πρὸς ἀθεΐαν συμποδίζον. Νῦν δὲ καὶ τὸν τῶν Ἐπικουρείων αὐτοματισμὸν ὑπὸ τοῦ σοφοῦ μάρτυρος συνεισάγων ἐξελήλεγκται περιφανῶς. Τοῦτο δ’ οὕτως ἀπορραπίσας ὁ μάρτυς οἰκειοῦται παρρησίᾳ διὰ τῶν ἑξῆς τὸ ἡμέτερον, οὕτω γράφων· «ἔτι τὸ βούλεσθαι ἢ οὐσία ἐστίν, ἢ πρόσεστι τῇ οὐσίᾳ· ἀλλ’ εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν. Οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταυτόν». Καὶ πάλιν, «εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή». Καὶ αὖθις, «εἰ πολλὰ μὲν βούλεται ὁ θεός, πολλὰ δὲ οὐκ ἔστιν, οὐκ ἄρα ταυτὸν παρὰ τῷ θεῷ τὸ εἶναι καὶ τὸ βούλεσθαι». Καὶ πάλιν, «ἡ οὐσία τοῦ θεοῦ τὸ μὴ εἶναι οὐσία οὐ δέχεται, ἡ δὲ βουλὴ τοῦ θεοῦ δέχεται τὸ μὴ βούλεσθαι· οἷον, ἐβούλετο ὁ θεὸς ποιῆσαι ἕνα ἥλιον, δεύτερον ἥλιον οὐκ ἐβούλετο ποιῆσαι· ἄλλη ἄρα ἡ οὐσία τοῦ θεοῦ καὶ ἄλλη ἡ βουλή».

Τί οὖν, ἆρ’ ὅτι διενήνοχεν ἡ θεία βουλὴ τῆς τοῦ θεοῦ οὐσίας, τοῖς κτιστοῖς ἐναρίθμιος ἔσται; Ἄπαγε τῆς κακονοίας. Ἀκτίστων δ’ ἀμφοτέρων ὄντων, ἐπειδήπερ ἄλλο καὶ ἄλλο ἐστί, διθεΐᾳ περιπέπτωκεν ὁ τοῦτο λέγων; Ἄπαγε τῆς ἀναιδοῦς καὶ ἀσχήμονος καὶ βλαβερᾶς φλυαρίας. Ἀλλ’ ἔχει τις εἰπεῖν, εἰ μὴ μαίνοιτο κατὰ Σαβέλλιον, ὡς ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον ἡ ἄκτιστος αὕτη τοῦ θεοῦ ἐνέργειά ἐστιν;

Οὔμενουν· τούτων γὰρ οὐδὲν ἀνούσιον οὐδ’ ἀνυπόστατον. Ἡ δὲ θεία βουλή, καθάπερ ἐνταῦθα παρέστησεν ὁ σοφὸς τῆς ἀληθείας μάρτυς, οὐκ οὐσία ἐστίν, ἀλλὰ πρόσεστι τῇ οὐσίᾳ· οὐδ’ ἐν ἰδίᾳ ὑποστάσει ἀλλ’ ἐν τῇ οὐσίᾳ θεωρεῖται τοῖς εὐσεβῶς θέλουσι φρονεῖν. Ἐπεὶ δ’ αὖ μήτε θεία οὐσία μήθ’ ὑπόστασίς ἐστιν, ἀλλὰ τῇ οὐσίᾳ καὶ ταῖς κατ’ αὐτὴν ὑποστάσεσιν ἐνθεωρεῖται, σύνθετον παρὰ τοῦτο δείκνυται τὸ θεῖον; Ἀλλὰ καὶ τοῦτο τῆς ἑλληνικῆς ἔριδός ἐστι.

Καὶ γὰρ ἐκείνων λεγόντων, «εἰ ἔχει ὁ θεὸς ὑπόστασιν ὑπάρχουσαν καὶ βουλὴν ἐνυπάρχουσαν καὶ υἱὸν ὑπάρχοντα, πῶς ἐκ τοσούτων συγκείμενος ἁπλοῦς ὀνομάζεται;» πάλιν ὁ σοφὸς μάρτυς ἀπολογούμενός φησιν· «ὁ θεός, ὥσπερ ὅλος ἐστὶ πανταχοῦ καὶ ὅλος ἐν ἑκάστῳ καὶ ὅλος ἐφ’ ἑαυτοῦ, καὶ τούτου τὴν πίστιν ἔχομεν, οὕτω καὶ τὸ ἁπλοῦν αὐτοῦ· ὅλον υἱός ἐστι, καὶ ὅλον υἱὸν ἔχον ἐστί, καὶ ὅλον βουλή ἐστι, καὶ ὅλον βουλὴν ἔχον ἐστίν· οὐ γάρ ἐστι κατὰ τὴν κτιστὴν φύσιν ὁ θεός, ὥστε τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν νοηθῆναι ἐν συνθέσει, ἀλλ’ ὡς ὑπὲρ τὴν φύσιν ἔστιν ὤν, οὕτω καὶ τὸ εἶναι αὐτὸν καὶ τὸ ἔχειν ὑπὲρ τὴν σύνθεσιν».

Κεφ. καʹ. Ἔτι παράστασις ὅτι ἡ ἄκτιστος δύναμις, ἧς καὶ ἡ θεότης προσηγορία καθέστηκεν, οὔτε οὐσία ἐστὶν οὔθ’ ὑπόστασις καὶ πρὸς τὸ μίαν εἶναι θεότητα οὐκ ἐμποδίζει. Νόει μοι τοίνυν τὰ θεῖα θεοπρεπῶς, ἀλλὰ μὴ κἀκεῖνα τῆς καθ’ ἡμᾶς φυσικῆς ἀκολουθίας ἐξῆπται νόμιζε. Τῆς γὰρ δυνατῆς ἡμῖν θεογνωσίας καὶ θεολογίας μὴ ἀφιστάμενοι τοῖς ἐπὶ τῶν κτιστῶν κειμένοις ὀνόμασι κἀπὶ τῶν ἀκτίστων χρώμεθα. Καθ’ ἡμᾶς δὲ διακεῖσθαι τὰ θεῖα νομίζομεν ἥκιστα καὶ ῥήμασιν ἀνθρωπίνοις, ἐπειδήπερ ἄλλως οὐκ ἔχομεν ταῦτ’ ἐξαγγέλλοντες, κατὰ διάνοιαν ἴσμεν τῶν ἀνθρωπίνων ὑψηλότερα παθῶν οὐδ’ ὅσον εἰπεῖν. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τὴν Ἀκινδύνου στηλιτεῦσαι κακόνοιαν καὶ ἡμᾶς ἀπαλλάξαι τῶν ἐγκλημάτων. Οὐ χεῖρον δ’ ὅμως καὶ περὶ δυνάμεως ὀλίγ’ ἄττα προενεγκεῖν. Φησὶ τοίνυν ὁ μέγας Ἀθανάσιος· «ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα». Ὁ δὲ τὰ θεῖα σοφὸς Δαμασκηνὸς «οὐκ ἔστι», φησί, «τὰ ὑποστατικὰ ὑπόστασις, ἀλλὰ χαρακτηριστικὰ ὑποστάσεως· οὐκοῦν καὶ τὰ φυσικὰ οὐ φύσις, ἀλλὰ χαρακτηριστικὰ φύσεως». «Φυσικὰ δέ φαμεν», φησὶ πάλιν ὁ αὐτός, «τὰ θελήματα καὶ τὰς ἐνεργείας· λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα».

Καὶ ἀλλαχοῦ περιεκτικώτερον ὁ αὐτὸς θεολογῶν «καὶ ὅσα δὲ λέγομεν», φησίν, «ἐπὶ θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ· κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ἄλλο τι εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν».

Ὁ δὲ Νύσσης θεορρήμων Γρηγόριος ἐν τῷ Περὶ τελειότητος λόγῳ περὶ τοῦ μεγάλου Παύλου φησίν, ὅτι «πάντα τὰ περὶ τὴν θείαν φύσιν θεωρούμενα λέγων εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον ἄληπτον εἶναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε τὸν θεόν, μήτε ὀφθήσεσθαι· ‘ὃν εἶδε’ γάρ, φησίν, ‘ἀνθρώπων οὐδείς, οὐδὲ ἰδεῖν δύναται’».

Ὅτι δὲ καὶ θεότης ἡ θεοποιὸς δύναμις καλεῖται Διονύσιος ὁ μέγας διδασκέτω γράφων, «αὐτοθεότητά φαμεν, ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς, τὴν ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὴν ἐκδιδομένην ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὴν δύναμιν, τὴν αὐτοθέωσιν, ἧς τὰ ὄντα μετέχοντα, ἔνθεά ἐστί τε καὶ λέγεται». Τὴν μὲν οὖν προνοητικὴν οὗτος καὶ θεοποιόν, ὁ δὲ Νύσσης θεῖος Γρηγόριος καὶ τὴν θεατικὴν δύναμιν θεότητα καλεῖ, Πρὸς Ἀνομοίους γράφων, «οὐ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησι». Μικρὸν δ’ ἀνωτέρω καὶ περὶ τὴν φύσιν εἶναι φησὶ τὴν δύναμιν, καὶ τὴν φύσιν κατὰ τὸ ἄφραστον καὶ ἀπρόσιτον ὑπερβαίνειν αὐτήν, «ἡμεῖς ἴσμεν», λέγων, «ὅτι ἡ θεία φύσις ὄνομα σημαντικὸν οὐκ ἔχει, ἀλλ’ εἴ τι καὶ λέγεται, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας εἴτε παρὰ τῆς ἁγίας γραφῆς, τῶν περὶ αὐτήν τι ἀποσημαίνει· αὕτη δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν».

Ταῦτ’ οὖν ἅπαντα κτιστὰ δοξάζεις, Ἀκίνδυνε, τὴν ἀγαθότητα τοῦ θεοῦ, τὴν δικαιοσύνην, τὴν προνοητικήν, τὴν θεατικήν, τὴν θεοποιόν, τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, τὴν εἰρήνην, τὴν ζωήν, τὸ φῶς; Ταῦτ’ οὖν ἅπαντα κτιστὰ δοξάζεις, ὅτι μὴ φύσις ἐστὶν ἀλλὰ περὶ τὴν φύσιν, καὶ ὅτι χαρακτηριστικὰ ταῦτ’ ἐκείνης ἀλλ’ οὐκ αὐτὸ ταῦτα τὸ χαρακτηριζόμενον ἐστίν, ἵνα μὴ δύο ᾖ τὰ ἄκτιστα ἢ δύο ἄκτιστοι θεότητες, ἥ τε θεία φύσις καὶ ἡ ταύτης θεία δύναμις, ὅτι θεότης καλεῖται καὶ ἡ δύναμις καὶ ὅτι ταύτην ὑπερβέβηκεν ἡ θεία φύσις; Ὄντως μεθυόντων τὰ τοιαῦτα δόγματα καὶ ῥήματα, δαιμονώντων δὲ εἰπεῖν οἰκειότερον, ὡς καὶ ἀπὸ τῶν ἑξῆς ἀριδηλότερον ἔσται.