Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Γ΄, Κεφάλαια 8-11: Οι σημασίες της θείας χάριτος και η ανασκευή των θέσεων του Ακινδύνου

Έλεγχος των αντιφάσεων του Ακινδύνου σχετικά με τη θεοποιό χάρη, αποσαφήνιση της διττής έννοιας του όρου και αναίρεση της εσφαλμένης ταύτισης της άκτιστης χάριτος με τη θεία ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 21

Κεφ. ηʹ. Ὅτι τὴν παρὰ θεοῦ διδομένην καὶ παρὰ τῶν ἁγίων λαμβανομένην θεοποιὸν χάριν τοῦ πνεύματος, νῦν μὲν κτίσμα φησὶν ὁ Ἀκίνδυνος, νῦν δ’ αὐτὸν εἶναι τὸν θεόν, αὐτὴν αὐτοῦ τὴν οὐσίαν· ἐν ᾧ καὶ πολλοῖς ἀτόποις περιπίπτων ἐλέγχεται. Ἐπεὶ δὲ τῷ Ἀκινδύνῳ περὶ τούτου πρὸς ἡμᾶς ὁ λόγος, ὃ λαμβάνων ὁ θεούμενος θεοῦται—τοῦτο γὰρ ἐν τοῖς ἁγίοις ἡ χάρις ἡ θεοποιός—φέρ’ ἴδωμεν τί φησιν οὗτος τοὺς ἁγίους λαμβάνοντας θεοῦσθαι. Προενεγκὼν τοίνυν ἐν τοῖς Περὶ χάριτος αὐτῷ πεποιημένοις τὸν Χρυσόστομον τὸ ἅγιον εἶναι λέγοντα πνεῦμα τὴν δεδομένην τοῖς πιστεύσασι χάριν, ἐπάγει καὶ αὐτὸς περὶ αὐτοῦ γράφων· «ταύτην λέγει τὴν χάριν, τὸ πνεῦμα τὸ ἅγιον αὐτό, τὴν δύναμιν ἐκείνην, ἣν ὁ σωτὴρ ἐπηγγείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐξ ὕψους ἐνδύσασθαι, ἣν δήπου καὶ ἐνεδύσαντο»· καὶ παράγει μαρτυρίας, ἀφ’ ὧν δείκνυσιν ὅτι δύναμις καὶ χάρις ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καλεῖται. Καὶ ἐπάγει· «ὥστε καὶ ὅταν λέγῃ ὁ ἅγιος Μάξιμος ‘διὰ τὴν χάριν τὴν ἄκτιστον καὶ ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ’, δῆλον πάντως ὅτι τὸ πνεῦμα λέγει τὸ ἅγιον ἢ τὸν υἱὸν αὐτόν, ὃν καὶ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης χάριν καὶ αὐτοχάριν καλεῖ πολλάκις.

Καὶ αὐτὸς δὲ ὁ θεός, ὅ,τί ποτέ ἐστι, χάρις καὶ ἔλλαμψις λέγεται παρὰ τῶν ἁγίων». Εὖγε. Καὶ γὰρ αὐτὸς ὁ υἱὸς καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ἡ χάρις ἣν λαμβάνουσιν οἱ ἅγιοι καὶ ἡ δύναμις ἣν ἐνδύονται· οὐ μόνον δὲ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν, ἀλλὰ καὶ ὁ πατήρ. Αὐτὸς γάρ φησιν ὁ υἱὸς ὅτι «ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Ἐπεὶ τοίνυν ὁ θεός ἐστιν αὐτός, ὃν κτώμενοι καὶ λαμβάνοντες ἐν ἑαυτοῖς οἱ ἅγιοι θεοποιοῦνται, καὶ οὐχ ὁ υἱὸς μόνος ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ ὁ πατὴρ αὐτός, ἐκ τίνος, ὦ Ἀκίνδυνε, ὑπάρχων ὁ πατὴρ θεοῦ, κατὰ σὲ καὶ οὗτος ἡ ἀεὶ οὖσα ἐκ θεοῦ χάρις ἐστίν;

Ἀλλὰ καὶ τὸν θεῖον αὖ Διάδοχον προενεγκὼν φάσκοντα, «τινὲς ὑπενόησαν τὴν χάριν ἅμα καὶ τὴν ἁμαρτίαν, τουτέστι τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης ἐπὶ τῶν βαπτιζομένων ἐγκρύπτεσθαι εἰς τὸν νοῦν»· καὶ πάλιν, «οἱ λέγοντες ὁμοῦ τὰ δύο πρόσωπα τῆς χάριτος καὶ τῆς ἁμαρτίας ταῖς τῶν πιστῶν ἐμπαρεῖναι καρδίαις»· καὶ πάλιν, «εἴ τις διὰ τὸ καλὰ καὶ φαῦλα ἡμᾶς λογίζεσθαι, ὁμοῦ τε τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν διάβολον ἐνοικεῖν τῷ νῷ ὑπολαμβάνει»· ταῦτα προενεγκὼν εἰρηκότα τὸν θεῖον Διάδοχον, αὐτὸς συμπεραίνει γράφων, «οὐκοῦν ἓν καὶ ταυτὸ τὴν χάριν λέγει καὶ οὗτος καὶ τὸ πνεῦμα τὸ ἅγιον ὁ θεοφόρος πατήρ, αὐτὴν δηλονότι τὴν ἐγγινομένην τοῖς βαπτιζομένοις», καὶ προστίθησιν ἐπάγων κεφαλαιωδέστερον· «οὕτω μὲν οὖν αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν υἱὸν καὶ ὅλως αὐτὸ τὸ θεῖον οἱ θεῖοι πατέρες ἡμῶν χάριν καὶ αὐτοχάριν προσαγορεύουσιν».

Ἐκ τίνος οὖν, εἰπὲ πάλιν, θεοῦ λέγεις εἶναι τὸ θεῖον ὅλως, καὶ τὴν οὐσίαν δηλονότι καὶ τὰς ὑποστάσεις καὶ πᾶσαν ἐνέργειαν ἄκτιστον, ἵν’ ᾖ κατὰ σὲ τοῦθ’ οὕτω τὸ θεῖον ὅλως, ἡ ἀεὶ οὖσα ἐκ θεοῦ χάρις; Οὐ μὴν ἀλλ’ ἐπειδήπερ αὐτὸς ὁ θεός ἐστιν ἡ χάρις, ἣν ἐπὶ τοῦ θείου βαπτίσματος λαμβάνομεν, καὶ ἡ δύναμις, ἣν ἐνεδύσαντο κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος οἱ θεῖοι ἀπόστολοι καὶ μετ’ αὐτοὺς οἱ κατὰ τὸ εὐαγγέλιον τῆς χάριτος βεβιωκότες, πῶς αὖθις κτιστὴν αὐτὴν εἶναι κατασκευάζεις, Ἀκίνδυνε, καὶ τοῖς ἄκτιστον αὐτὴν δοξάζουσιν ἐμμανῶς πολεμεῖς γράφων ἐναργῶς, ὅτι «κτίζει ὁ θεὸς ἐν τοῖς μετόχοις αὐτοῦ τὴν θεοποιὸν χάριν»· καὶ πάλιν, «ἡ κυρίως χάρις ἡ ἐκχεομένη παρὰ τοῦ θεοῦ καὶ ἀπὸ τοῦ πνεύματος αὐτοῦ τὸ ἀσώματόν ἐστι καὶ ἀόρατον καὶ ἡ αἴσθησις τῶν αἰσθητικῶν καὶ ὁ λόγος τῶν λογικῶν καὶ ἡ ζωὴ τῶν ζώντων»; Ἆρ’ οὐ σεαυτῷ καὶ τῷ θεῷ πολεμεῖς, τὸν μὲν εἰς κτίσμα κατάγων, σαυτῷ δὲ τἀναντία συνάγων, καὶ ταῦτ’ ἐκ τοῦ σύνεγγυς οὕτω;

Μὴ γάρ μοι λέγε ὡς τὸ τῆς χάριτος ὄνομα καὶ ἐπὶ τῶν κτιστῶν λεγόμενον εὑρίσκομεν. Εἶναι γὰρ χάριν μέν τινα κτιστήν, χάριν δ’ ἄλλην ἄκτιστον θαυμαστὸν οὐδέν. Ἀλλ’ ἐπεὶ τὸ λαμβανόμενον τοῖς ἁγίοις, αὐτὸ τοῦτο καθ’ ὃ θεοῦνται ὁ θεός ἐστιν αὐτός, πῶς τοῦτ’ αὐτὸ κτιστὴ πάλιν χάρις κατὰ σέ; Μηδὲ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου καταψεύδου γράφων, ὡς «αὐτὸ τὸ θεῖον χάρις προσαγορεύεται, ταπεινότερον δήπουθεν κατὰ τὸν θεολόγον». Ἐκεῖνος γὰρ οὐ χάριν εἶπε τὸν θεὸν λέγεσθαι ταπεινότερον, ἀλλὰ χάρισμα· καὶ οὐ τὴν ὑπερουσιότητα ἐκείνην, οὐδὲ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον καθάπερ λέγεις αὐτὸς μετὰ τοῦ παραχαράττειν φανερῶς καὶ παρεξηγούμενος κακούργως καὶ τῷ ταπεινοτέρῳ δυσσεβῶς ἐπὶ τῆς θείας οὐσίας καὶ τῆς πατρικῆς ἀξίας χρώμενος, ἀλλὰ τὸ πνεῦμα μόνον. Καὶ οὐδὲ τοῦτο κατ’ οὐσίαν, ὃ καινοτομεῖς αὐτὸς διαστρέφων καὶ παρανοῶν. Ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον ταπεινότερον εἰπὼν χάρισμα καλεῖσθαι, τὴν αἰτίαν εὐθὺς προσέγραψεν· «ἵνα τὸ ἐξ οὗ δειχθῇ».

Καὶ τοίνυν ἐπεὶ διὰ τοῦτο χάρισμα τὸ πνεῦμα λέγεται τὸ ἅγιον ταπεινότερον, «ἵνα τὸ ἐξ οὗ δειχθῇ», δηλονότι τοῦ πατρός, σὺ δὲ ταυτὸ σημαίνειν διδάσκεις τῷ χαρίσματι τὴν χάριν καὶ τὴν χάριν ταύτην αὐτὴν εἶναι λέγεις τὴν τρισυπόστατον οὐσίαν, ἐκ τίνος ἐστὶ πατρὸς ἡ τρισυπόστατος οὐσία, ἵνα χάρις κατὰ σὲ λεγομένη ταπεινότερον ὑποδείξῃ τὸ «ἐξ οὗ»; Ἐπεὶ δ’ αὖ μὴ μόνον ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἡ χάρις ἡ θεοποιός, ἀλλὰ καὶ ὁ πατὴρ αὐτός, ὡς ἀνωτέρω τε δέδεικται καὶ αὐτὸς ὁμολογεῖς, ἐκ τίνος ὁ πατὴρ ὢν χάρις ταπεινότερον καλεῖται, «ἵνα τὸ ἐξ οὗ δειχθῇ»; Καὶ μὴν οὐ χάρις μόνον, ἀλλὰ καὶ θεία δύναμις, ἣν ἐνεδύσαντο οἱ ἀπόστολοι, καλεῖται. Ποῦ τοίνυν τὸ ταπεινὸν ἐπὶ τῆς δυνάμεως καὶ ταῦτ’ ἐκείνης τῆς θείας;

Κεφ. θʹ. Ποσαχῶς ἐπὶ τοῦ θεοῦ τοὔνομα τῆς χάριτος καὶ ὡς ἡ θεία λαμπρότης ἓν τῶν ὑπ’ αὐτῆς σημαινομένων καὶ ὡς αὕτη τῆς θείας φύσεως διενήνοχεν. Διδάσκου τοιγαροῦν καίπερ λίαν ὑπάρχων σοφός, ὡς χάρις ἔσθ’ ὅτε μὲν τὸ δωρεὰν διδόμενον καλεῖται πρᾶγμα, ποτὲ δὲ τὸ δίδοσθαί τι δωρεάν, ἄλλοτε τούτων μὲν οὐδέτερον, αὐτὴ δὲ ὡς ἂν εἴπῃ τις ἡ καλλονὴ καὶ εὐπρέπεια καὶ ἀγλαΐα καὶ λαμπρότης τῆς ἑκάστου φύσεως, καθ’ ὃ σημαινόμενον, καὶ χάριν λόγων λέγομεν καὶ ὁμιλίας τὸ τούτων ἐπίχαρι δεικνύντες, καὶ χάριν περὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ὡς ὁ Νύσσης θεῖος Γρηγόριός φησι τὰ νοερὰ προτερήματα.

Κατὰ τοῦτο δὴ τὸ σημαινόμενον χάρις καλεῖται παρὰ τῶν ἁγίων καὶ ἡ τῆς θείας φύσεως λαμπρότης, ἣν καὶ ὁρῶσι καὶ μακαρίως πάσχουσιν οἱ ἅγιοι μόνοι κατὰ τὸν θεολόγον Γρηγόριον, «ἀξίαν οὖσαν τοῦ καὶ συνδήσαντος καὶ λύσαντος καὶ αὖθις συνδήσοντος ὑψηλότερον». Αὕτη ἄρα ἐστὶν ἡ χάρις ἡ θεοποιός. Ἐπεὶ δὲ καὶ κοινή ἐστι πατρός, υἱοῦ καὶ πνεύματος ἡ χάρις αὕτη—«τούτων γάρ», φησί, «πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος»—, δι’ ἣν καὶ πρὸς τὸν οὕτω θεολογοῦντα Θεοφάνης ὁ ἔνθεος ᾄδει μουσικός· «Αἴγλῃ τριφεγγοῦς λαμπρότητος τῆς ἐκ μιᾶς προερχομένης θεότητος διατελεῖς ἐλλαμπόμενος, ἱερομύστα Γρηγόριε», Δαμασκηνός τε ὁ θεηγόρος, πρὸς μέλος καὶ οὗτος συντιθεὶς τοὺς λόγους, «Ὑμνεῖτε», φησί, «τρισσοφαῆ θεότητα, ἑνιαίαν ἐκλάμπουσαν αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως»· ἐπεὶ τοίνυν κοινή ἐστι πατρός, υἱοῦ καὶ πνεύματος ἡ χάρις καὶ λαμπρότης αὕτη, διὰ τοῦτο καὶ αὐτὸς ὁ πατὴρ καλεῖται ἀπὸ ταύτης, ὡσαύτως δὲ καὶ δύναμις, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐνέργεια.

Ἡ γὰρ τῆς ἀρχιφώτου φύσεως λαμπρότης φωτιστικὴ δήπου τῶν ἀξίων δύναμίς τε καὶ ἐνέργειά ἐστι, χωριστὴ μὲν οὐδαμῶς τῆς φύσεως ἐκείνης, χορηγουμένη δὲ μόνοις ἐξ αὐτῆς τοῖς μηδὲν ἀνάξιον ἐπαγομένοις τῆς θείας κοινωνίας καὶ ἑνοποιοῦσα τοὺς ἐλλαμπομένους ἀπορρήτως πρὸς θεόν, καὶ τοῦτο ταύτης διαφέρουσα· θεοῦ γὰρ φύσιν οὐδείς ποτε ἰδὼν οὐδὲ πεπονθὼς ἀναγέγραπται, οὔτε μὴν ὀψόμενος οὐδὲ πεισόμενος. Τὴν δὲ τῆς θείας φύσεως λαμπρότητα, ταυτὸ δ’ εἰπεῖν τὸ ἄρρητον ἐκεῖνο κάλλος καὶ τὴν θεοπρεπεστάτην ἔλλαμψιν, «Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς εἶδον ἐν τῷ ὄρει καὶ τὰ προοίμια τῆς Χριστοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν», κατὰ τὸν μέγαν Βασίλειον. Καὶ κατὰ τὸν θεολόγον Γρηγόριον «φῶς ἡ ἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἔσται ὁ θεὸς ἐν μέσῳ θεῶν». Αὕτη ἄρα ἐστὶν ἡ τοῦ θεοῦ λαμπρότης, ἣν ὁ αὐτὸς ἰδεῖν καὶ παθεῖν εἶπεν ἀνωτέρω τοὺς τῇ πρὸς θεὸν νεύσει τεθεωμένους. Καὶ κατὰ ταύτην ἀλλ’ οὐχὶ κατ’ οὐσίαν οὐδὲ καθ’ ὑπόστασιν ὁ θεὸς ἑνοῦται τοῖς ἁγίοις. Ἐπεὶ καὶ ὁ μέγας Βασίλειος «ἆθλον ἀρετῆς», φησί, «θεὸν γενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων».

Κεφ. ιʹ. Ἔκθεσις καὶ ἀνασκευὴ τῶν Ἀκινδύνου ῥήσεων, Κεφ. ιʹ. Ἔκθεσις καὶ ἀνασκευὴ τῶν Ἀκινδύνου ῥήσεων, δι’ ὧν κατασκευάζει τὴν χάριν αὐτὴν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ, καθ’ ἃς καὶ τοῦ Εὐνομίου δυσσεβέστερος τελῶν ἄθεός τε ἅμα καὶ πολύθεος ἐξελέγχεται, τό τε θεῖον συντιθεὶς καὶ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ κτιστόν τε καὶ ἄκτιστον φρονῶν. Ἀλλὰ ταῦτα μὲν πολλαχοῦ τῶν λόγων ἀπεδείξαμεν. Νῦν δ’ ἐπειδήπερ ἐν τοῖς αὐτοῖς Περὶ χάριτος λόγοις τὴν χάριν ταύτην μάλιστα φανερῶς αὐτὴν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ ὁ Ἀκίνδυνος κατασκευάζει, καίτοι διὰ πλειόνων ἄλλοτε κτιστὴν ἀποφαινόμενος, φέρ’ ἴδωμεν καὶ τοῦτο· πῶς καὶ διὰ τίνων ἐνταῦθ’ οὗτος οἴεται κατασκευάζειν. Εἰπὼν οὖν ὅτι, «ἡ ἀεὶ οὖσα ἐκ τοῦ ἀεὶ ὄντος χάρις ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν», ἀνωτέρω δ’ ὅτι «καὶ αὐτὸς αὕτη ὁ πατήρ ἐστι καὶ αὐτὴν τούτων ἡ οὐσία», κατὰ ταύτην γὰρ ταῦτα χάριν ἄκτιστόν φησιν, οὐδὲ γὰρ ἡγεῖταί τι τούτοις ἕτερον ἄκτιστον κοινόν, ὅτι μὴ τὴν οὐσίαν μόνην, τοῦθ’ οὕτως ἐξηγησάμενος αὐτὸς ἐπάγει· «εἰ δὲ μὴ ὀνομαστὶ τοῦτο εἶπεν ὁ ἅγιος, ἀλλ’ οὐκ ἀπὸ τοῦ ἄλλο τι βούλεσθαι δηλοῦν ἀπεσιώπησεν· ἀλλὰ τῷ ἀρκούντως ἔχειν εἰς δεῖξιν τὰ ῥηθέντα γνωρίσματα».

Τοῦτ’ εἰπὼν αὐτὸς τὰ γνωρίσματα διατρανοῖ τοῦ εἶναι τὴν ἐκ τοῦ θεοῦ ἄκτιστον χάριν αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ γράφων, «ἐπεὶ πότε ἂν ὁ ἅγιος ὅλως ὑπενόησεν, ὅτι ὅπερ εἶπεν ἀεὶ ὄν, τόδε ἐστὶν οὐσία—ἀπὸ γὰρ τοῦ εἶναι καὶ τὸ τῆς οὐσίας ὄνομα παρήχθη—καὶ μᾶλλον ὅτι οὐδ’ ἁπλῶς ὄν, ἀλλ’ ἀεὶ ὄν· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ προσέθηκε καὶ τὸ ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ; Τοῦτο τοίνυν ἀνούσιον ἔσται ποτέ τις ὁ νοήσων;».

Τὸ μὲν οὖν ἀπαγορεύειν, ὡς μὴ ἂν ἑτέρως δυνηθῆναι νοῆσαι τὸν θεῖον Μάξιμον ἢ κατὰ τὴν αὐτοῦ φαυλοτάτην ταύτην εἰσήγησιν καὶ δυσσεβῆ, τῆς Ἀκινδύνου θρασυστομίας τε καὶ ἀναιδείας ἴδιον, ὁμοῦ δὲ καὶ τῆς πρὸς τὸ ἐξαπατᾶν ὁρμῆς τε καὶ δεινότητος. Ἀπάγει γὰρ τοὺς ἀκεραιοτέρους ἕτερόν τι ἐννοεῖν καὶ ἀπὸ μόνου τοῦ τῆς λέξεως σχήματος, ὡς ἀδυνάτου παντάπασιν ἑτέρως ἔχειν ἢ ὡς αὐτὸς διανοεῖται καὶ κατασκευάζει. Τοῦτο δ’ ἡμεῖς οἷόν τι πονηρὸν προτείχισμα τούτου καθελόντες καὶ αὐτὰς διερευνήσωμεν τὰς αὐτῷ δοκούσας ἀδήλους τοῦ ψεύδους καταδύσεις. Φησὶ γάρ· «πῶς ἂν ὁ ἅγιος ὅλως ὑπενόησεν, ὅτι ὅπερ εἶπεν ἀεὶ ὄν, τόδε ἐστὶν οὐσία;». Καὶ ἡ κατασκευὴ καὶ ἀπόδειξις ὡς φιλοσοφωτάτη· «ἀπὸ γὰρ τοῦ εἶναι», φησί, «καὶ τὸ τῆς οὐσίας ὄνομα παρήχθη».

Καὶ πῶς, ὦ σοφώτατε, τὸ ὂν ἀκούσας τὴν οὐσίαν αὐτὸς νοεῖς; Σὺ μὲν γὰρ ἐπὶ θαύματι καὶ ἀπορίᾳ τοῦ μὴ εἶναι τὸ ὂν οὐσίαν κέχρησαι τῷ πῶς· ἡμῖν δὲ τοῦτο αὐτὸ θαυμάζειν ἔπεισι, πῶς ἐστι τὸ ὂν οὐσία κοινὸν ὄνομα τῶν ὁπωσδήποτε ὄντων ὄν, ὥστε ἡ μὲν οὐσία ἐξ ἀνάγκης ὄν, τὸ δὲ ὂν οὐκ οὐσία ἐξ ἀνάγκης. «Ἀλλὰ καὶ τὴν ἀπόδειξιν», φησί, «τοῦ εἶναι τὸ ὂν οὐσίαν συνηρτημένην ἔχω τῷ προβλήματι».

Τίς οὖν ἡ ἀπόδειξις, τίς; «Ὅτι ἀπὸ τοῦ εἶναι καὶ τὸ τῆς οὐσίας ὄνομα παρήχθη». Βαβαὶ τῆς ἐπιστημονικωτάτης ἀποδείξεως. Σύ γε ἡμῖν καὶ τοὺς σοὺς τούτους λόγους, ἐπειδὴ ποτὲ μὲν οὐσίαν θείαν λέγουσιν εἶναι τὴν θεοποιὸν χάριν τοῦ πνεύματος, ποτὲ δὲ τὴν ὑπόστασιν αὐτήν, ἄλλοτε δὲ κτίσμα καὶ οὕτως ἀπ’ ἄλλου εἰς ἄλλο φερόμενοι τελέως ἀστατοῦσιν, ἀστέρας ἀποδείξεις εἶναι λέγων ὅτι τὸ ἀστατοῦν ἀστήρ ἐστι, καὶ γὰρ ἀπὸ τοῦ ἀστατεῖν καὶ τὸ τοῦ ἀστέρος ὄνομα παρήχθη, μηδ’ ἐκεῖνο συνορῶν, ὃ τὰ παιδάρια τὴν ἀρχὴν εὐθὺς πρὸς τὴν ἐγκύκλιον εἰσαγόμενα παιδείαν διδάσκεται παρὰ τῶν αὐτὰ παιδοτριβούντων, ὡς αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσι.

Παρίημι γὰρ λέγειν, ὡς οὐδ’ ἐκεῖνο τυγχάνεις εἰδώς, ὃ τοῖς ἐπιβαλλομένοις ἄρτι φιλοσόφοις φωναῖς τὸ οὗς ὑπέχειν μειρακίοις οὐκ ἀνήκουστον, ὡς τὰ ἐπάνω τῶν κάτω κατηγορεῖται, ἀλλ’ οὐχὶ τῶν ἄνω τὰ κάτω ἐν ταῖς διαιρέσεσιν. «Ἀλλ’ οὐδ’ ἁπλῶς», φησίν, «ὂν εἶπεν ὁ ἅγιος Μάξιμος, ἀλλ’ ἀεὶ ὄν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ προσέθηκε καὶ τὸ ἐκ τοῦ ἀεὶ ὄντος».

Ἀλλὰ ταῦτα, ὦ μεγαλόφρον καὶ θεολογικώτατε, οὐχ ὑπεραπολογεῖται τῆς σῆς ἐκ τοῦ τὰ ἄνω φρονεῖν τῶν χαμαὶ ἐρχομένων ἀμαθείας, ἀλλὰ καὶ δυσσεβεστάτην ἀποφαίνει ταύτην. Εἰ γὰρ τὸ ἀεὶ ὂν οὐσία ἐξ ἀνάγκης, εὖ λέγει ὁ Εὐνόμιος τὸ ἀγέννητον οὐσίαν λέγων ἐπὶ τοῦ θεοῦ, πρὸς δὲ τούτῳ καὶ τὸ γεννητόν. Τὸ μὲν γὰρ ἀγέννητον ἀεὶ ὂν καὶ κατ’ ἐκεῖνον, τὸ δὲ γεννητὸν καὶ ἀεὶ ὄν, ὅσα γε ἡμεῖς ἴσμεν καὶ πιστεύομεν, καὶ ἐκ τοῦ ἀεὶ ὄντος. Ἐπεὶ δὲ καὶ κατὰ τὸν Δαμασκηνὸν θεῖον Ἰωάννην, ὡς κἀν τῷ πρὸ τοῦδε λόγῳ δεδηλώκαμεν, «ἔργον θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις», εἰ δ’ αὕτη, καὶ ἡ ἐκπόρευσις—πῶς γὰρ οὔ; —σὺ δὲ πᾶν τὸ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος οὐσίαν εἶναι λέγεις, οὐσία ἔσται κατὰ σὲ καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις.

Ὡς μὲν οὖν διενήνοχε τῆς γεννήσεως ἡ ἐκπόρευσις οὐδεὶς ὁ ἀντερῶν, ὅτι δὲ «ἄλλο γεννῶν καὶ γέννησις» καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριός φησι. Πάντως δὲ οὐ μόνον «ἄλλο γεννῶν καὶ γέννησις», ἀλλὰ καὶ ὁ γεννηθεὶς τῆς γεννήσεως ἕτερον καὶ τοῦ γεννῶντος ἕτερος. Εἰ δὲ ταῦτα, καὶ ἡ ἐκπόρευσις τοῦ ἐκπορεύοντός τε καὶ τοῦ ἐκπορευομένου ἕτερον καὶ τὸ ἐκπορευόμενον πάλιν ἀμφοτέρων. Ἀεὶ δὲ ὄντα καὶ ἄκτιστα ταῦθ’ ἅπαντά ἐστι, καὶ τὸ εἶναι εἷς ἄκτιστος θεὸς οὐκ ἀναιρεῖται διὰ ταῦτα. Μᾶλλον μὲν οὖν εἴ τι τούτων εἴη τῶν κτιστῶν, ὁ θεὸς ἄκτιστος οὐκ ἔσται. Διὸ καὶ κινδυνεύει κἀντεῦθεν πάλιν ὁ Ἀκίνδυνος ἄθεός τε ἅμα καὶ πολύθεος ὑπάρχειν καὶ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ κτιστόν τε καὶ ἄκτιστον φρονεῖν. Τῶν γὰρ ἀπηριθμημένων ἕκαστον ὡς ἀεὶ ὂν οὐσίαν εἶναι θείαν δογματίζων, πολλὰς καὶ διαφόρους πρὸς ἀλλήλας εἶναι δείκνυσιν οἰόμενος οὐσίας θείας. Κτιστὸν δὲ πάλιν αὐτὸς ἀποφαινόμενος εἶναι πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως, κτιστὰ δείκνυται δοξάζων τὰ τῆς θείας φύσεως ἔργα ταῦτα, τὴν γέννησιν αὐτὴν καὶ τὴν ἐκπόρευσιν, καὶ οὕτω κτιστὸν ἀλλ’ οὐ θεὸν ἀποφαίνων ὁ τάλας τὸν θεόν.

Ἡμεῖς δὲ μετὰ τῶν θείων πατέρων τήν τε φύσιν αὐτὴν καὶ τὰ τῆς φύσεως ἔργα τοῦ θεοῦ, τὰ τῷ θεῷ δηλονότι προσόντα φυσικῶς ἄκτιστα φρονοῦντες, ἕνα σέβομεν ἄκτιστον θεὸν καὶ ἐκτὸς αὐτοῦ φαμὲν ἄκτιστον οὐδέν. Καὶ ἡ τῆς φύσεως γὰρ αὐτοῦ λαμπρότης, δύναμίς τε καὶ ἐνέργεια καὶ θέλησις τῆς φύσεως ἐκτὸς οὐκ ἔστιν, ἀλλ’ οὐδ’ ἀνούσιον καὶ ἀνυπόστατόν τι τούτων, οὐχ ὡς οὐσία καὶ ὑπόστασις ἕκαστον ὑπάρχον, ἀλλ’ ὡς μὴ χωριστὰ τῆς τρισυποστάτου φύσεως ἐκείνης, εἰ καὶ ὁ λόγος περὶ αὐτῶν τι λέγειν ἐγχειρῶν δοκεῖ χωρίζειν τὰ ἀχώριστα καθάπερ καὶ ὁπηνίκα περὶ ὑποστάσεως διαλαμβάνει· καίτοι πῶς ἂν εἴη ὑπόστασις ἀνούσιος.

Ὥστε τὰ καθ’ ἡμῶν τοιαῦτα παρ’ Ἀκινδύνου προβαλλόμενα λῆρός ἐστι σαφής. Ὁ δέ, πᾶν τὸ ἀεὶ ὂν οὐσίαν εἶναι λέγων καὶ κατασκευάζων Ἀρείῳ καὶ Εὐνομίῳ καὶ Μακεδονίῳ δῆλός ἐστι διατελῶν ὁμόφρων, μᾶλλον δὲ καὶ τὴν τούτων δυσσέβειαν ἐπὶ τὸ χεῖρον αὔξων. Οὐ γὰρ μίαν δείκνυται φρονῶν οὐσίαν θείαν, ὡς ἐκεῖνοι τὴν ἀγεννησίαν, ἀλλὰ καὶ τὴν γέννησιν καὶ τὴν ἐκπόρευσιν, ἔτι τε καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν τὴν θείαν καὶ ἄκτιστον. Τὸν λέγοντα τοίνυν οὐσίας ταῦτα πάντα, τὰ τοσοῦτον ἀλλήλων διαφέροντα, ἆρ’ ἔστι μίαν ἢ ἁπλῆν προσκυνεῖν θεότητα; Καὶ ταῦτα τοῦ τὰ θεῖα σοφοῦ Κυρίλλου γράφοντος, «εἰ ὅπερ ἂν ὑπάρχῃ μόνῳ τῷ θεῷ, τοῦτο πάντως ἔσται αὐτοῦ καὶ οὐσία, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται»· καὶ πάλιν, «εἰ τοίνυν ἕκαστον τῶν τῷ θεῷ προσόντων ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς, ὅπερ ἐστὶ καὶ ἐννοεῖν ἀτοπώτατον;».

Κεφ. ιαʹ. Ἕτεραι ῥήσεις τοῦ Ἀκινδύνου, ἐν αἷς καὶ μαρτυρία ἐκ τῶν τοῦ μεγάλου Βασιλείου παρακεκομμένη μέντοι, ἀλλὰ καὶ οὕτως ἀντικειμένη διὰ πάντων δείκνυται τῇ τούτου πολυβλασφήμῳ κἀνταῦθα δεικνυμένῃ δόξῃ. Ὁ δ’ Ἀκίνδυνος καὶ τὸν μέγαν Βασίλειον εἰς συνηγορίαν προκαλεῖται, ὃς τὸν Εὐνόμιον ᾔσχυνε, τὸ ἀγέννητον ὡς ἀεὶ ὂν οὐσίαν εἶναι τοῦ θεοῦ ἰσχυριζόμενον. Ἀλλ’ οὐδὲ τοῦτον προκαλεῖται δίχα συκοφαντίας προφανοῦς. Μετὰ γὰρ τὴν ὄντως ὀνειρώδη καὶ ἀσύστατον αὐτοῦ διάνοιαν, ἣν ἐκ τῶν τοῦ θείου Μαξίμου λόγων φρενοβλαβῶς συνάγειν τε καὶ περαίνειν ἐφαντάσθη, προσθεὶς ὡς «οὐδ’ ἂν ἐν ὀνείρῳ ὑπέλαβεν ὁ θεῖος Μάξιμος μὴ οὐσίαν εἶναί τινα νομίσαι τὸ ἀεὶ ὂν ἐκ τοῦ ἀεὶ ὄντος», ἐπάγει, «καίτοι τὸ ‘ἔκ τινος’, ὁ μέγας φησὶ Βασίλειος, ἢ δημιουργικῶς λέγεται, ὡς τὰ πάντα ἐκ τοῦ θεοῦ, ἢ γεννητικῶς, ὡς τὸ ‘ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον’ καὶ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε’, ἢ φυσικῶς, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν ἢ τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ».

Ταῦτ’ εἰπόντα προενεγκὼν τὸν μέγαν Βασίλειον εἶτ’ ἐπάγει πάλιν αὐτός· «ἐπεὶ γοῦν ὁ ἅγιος Μάξιμος ἐκ τοῦ θεοῦ ταύτην εἶναι τὴν χάριν φησί, πῶς εἶναι ταύτην, φησίν, ἐκ τοῦ θεοῦ σκεπτέον. Δημιουργικῶς; Ἀλλ’ ἔστιν ἄκτιστος, ἀλλ’ οὐχὶ δημιούργημα. Ἀλλὰ φυσικῶς, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν; Ἀλλ’ ‘ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως, φησί, τὸν αὐτὸν τῇ οὐσίᾳ λόγον ἐπιδέχεται ἡ ἐνέργεια’· ὡς δὲ καὶ γεννητῶς, ‘τὸ γὰρ ἐκ τοῦ πνεύματος γεννηθὲν πνεῦμά ἐστι, ὥσπερ καὶ τὸ ἐκ τῆς σαρκὸς σὰρξ ἐστί’. Δημιουργικῶς μὲν οὖν οὐκ ἔστι. Λείπεται δὴ ἢ φυσικῶς εἶναι ἢ γεννητῶς ἐκ τοῦ θεοῦ ἡ ἀεὶ οὖσα χάρις· ὁποτέρως δ’ ἂν εἴη, δῆλον ὅτι ὁ υἱός ἐστιν ἢ τὸ πνεῦμα τὸ ἅγιον».

Ἆρ’ Ἀκίνδυνε, τὴν τοῦ μεγάλου Βασιλείου ῥῆσιν ἐφιστὰς ἐνταῦθα καὶ σκεπτόμενος οὕτω μεγαλοφυῶς οὐ συνεώρακας ὡς ὁ μέγας ἐνταῦθ’ οὗτος οὐκ εἶναί φησι τὸν υἱὸν τὴν ἄκτιστον τοῦ θεοῦ ἐνέργειαν; Εἰπὼν γὰρ ὡς τὸ «ἔκ τινος», εἰ μὴ δημιουργικῶς ἐξ αὐτοῦ τυγχάνει ὄν, ἢ γεννητῶς ἐστιν, ὡς ὁ υἱὸς τοῦ θεοῦ ἐκ τοῦ πατρός, ἢ φυσικῶς, ὡς καὶ ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν καὶ τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ, ἀντιδιέστειλε τὸν υἱὸν πρὸς τὴν φυσικὴν τοῦ θεοῦ ἐνέργειαν· τὰ δ’ ἀντιδιαστελλόμενα οὐκ ἔνι μὴ πρὸς ἄλληλα διαφέρειν. Ἐρεῖς οὖν εἶναι τὸ πνεῦμα τὴν φυσικὴν τοῦ θεοῦ ἐνέργειαν; Εἰ οὖν ὡς ἐνέργεια διαφέρει τοῦτο τοῦ υἱοῦ, ὑποστατικὸν ἔσται ἡ ἐνέργεια, καὶ ἀνῄρηταί σοι πᾶς οὗτος ὁ γενναιότατος ἀγών, οὗ πᾶσα πρόθεσις οὐσίαν εἶναι δεῖξαι τὴν ἄκτιστον ἐνέργειαν. Καὶ οὐδὲ τοῦτ’ ἐδυνήθης ἐπὶ νοῦν λαβεῖν, ὡς καὶ ὁ υἱὸς φυσικῶς ἐστιν ἐκ τοῦ πατρός, ἵν’ ἐντεῦθεν νοῆσαι δυνηθῇς ὡς οὐ περὶ ὧν αὐτὸς ἐνταῦθα φῂς τῷ μεγάλῳ Βασιλείῳ καθέστηκεν ὁ λόγος, καὶ ὡς πρὸς τῇ παρανοίᾳ καὶ κακουργίᾳ χρώμενος ὑπερβαλλούσῃ τούς γε νοῦν ἔχοντας οὐκ ἂν λάθοις. Παρῃρημένος γὰρ τὰ τῆς ῥήσεως καιριώτατα, διαδρᾶναι πάνυ κακούργως ἐπικεχείρηκας πάνυ προσκείμενον ἐγγὺς τῶν ὑπὸ σοῦ λεγομένων τὸν ἔλεγχον.

Μικρὸν ἡμεῖς τοίνυν ἀνωτέρω ταύτην ἀναγνόντες ἀρτίως, τό τε δυσσεβὲς ὅσον κἀνταῦθα τοῦ σοῦ φρονήματος καὶ τὴν ὑπὸ σοῦ συνεσκευασμένην ἀπάτην ἀνακαλύψομεν. Ἀποδεικνὺς γὰρ ὁ μέγας δημιουργὸν εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ προθεὶς τὸ ἐν εὐαγγελίοις ἐπὶ τῇ συλλήψει τοῦ κυρίου παρὰ τοῦ ἀγγέλου εἰρημένον πρὸς τὸν Ἰωσήφ, ὅτι «τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου», εἶτα διαιρῶν αὐτὸς φησὶν ὅτι «τὸ ἔκ τινος ἢ δημιουργικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς τὸ ‘εἷς θεός, ὁ πατήρ, ἐξ οὗ τὰ πάντα’ ἢ γεννητικῶς, κατὰ τὸ ‘ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον’ καὶ τὸ ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε’, ἢ φυσικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Εἰ τοίνυν τὸ ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ πνεύματός ἐστιν ἁγίου οὔτε ὡς γέννημα—‘τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν’—οὐδ’ αὖ πάλιν ἐξ αὐτοῦ ὡς ἐνέργεια αὐτοῦ, ὅτι ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῇ οὐσίᾳ λόγον ἐπιδέχεται ἡ ἐνέργεια.

Ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι ὡς κτίσμα». Τοῦ μεγάλου τοίνυν εἰπόντος τὸ «γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα» ὑπάρχειν καὶ τὴν ἐκ τοῦ πνεύματος ἐνέργειαν μὴ εἶναι κτίσμα, ὡς φυσικῶς οὖσαν ἐξ αὐτοῦ τοῦ πνεύματος, ὁ Ἀκίνδυνος ταύτην εἶναι τὴν ἐνέργειάν φησι τὴν «ἐκ τοῦ ἀεὶ ὄντος ἀεὶ οὖσαν χάριν». Εἶτα συμπεραίνων «ὁποτέρως ἂν εἴη», φησίν, «εἴτε φυσικῶς εἴτε γεννητῶς αὕτη, ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν», οὐδὲν ἄλλο λέγων σαφῶς ἢ ὅτι τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, ἐπειδὴ καθ’ ὃ γεγέννηται μὴ ἔστι κτίσμα, ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καὶ τὸ φυσικῶς ὑπάρχον ἐκ τοῦ πνεύματος, ἐπειδήπερ ἀεί ἐστιν ἐκ τοῦ ἀεὶ ὄντος, ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν. Οὐκοῦν κατ’ αὐτὸν ὁ υἱὸς οὐκ ἐκ τοῦ πατρός, ἀλλ’ ἐκ τοῦ πνεύματος γεγέννηται καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ πατρός, ἀλλ’ ἐξ αὐτοῦ προῆλθεν.

Ἐπεὶ δὲ τὴν ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος ἐνέργειαν καὶ χάριν τῆς θείας οὐσίας μηδὲν διενηνοχέναι παραστῆσαι σπεύδει, ἄλλοτε δ’ αὖ καὶ αὐτόν φησιν εἶναι ταύτην τὸν πατέρα, κατ’ αὐτὸν λοιπὸν καὶ ἡ τρισυπόστατος οὐσία ἐκ τοῦ πνεύματός ἐστιν, ἀλλὰ καὶ ὁ πατὴρ αὐτός, ὡς μὴ μόνον «ἄνω ποταμῶν» τὸ τῆς παροιμίας εἶναι τὸ λεγόμενον, ἀλλὰ καὶ τὴν παροιμίαν ταύτην ὑπερβάλλειν τὸν εἰς τὰ θεῖα δόγματα δυσσεβῆ τοσοῦτο νεωτερισμὸν τῶν Ἀκινδύνου λόγων. Οὕτω καθάπερ αὐτὸς ἐν αὐτοῖς τοῖς συγγράμμασι μεγαλαυχεῖ, «τῆς ἀρχαίας παραδόσεως καὶ ὁροθεσίας τῶν ἁγίων πατέρων οὐδαμῶς ἕτερα οὐδὲ παρηλλαγμένα φθέγγεται, ἀλλὰ καὶ ὑπὸ πάντων εὐθὺς τῶν εὐσεβῶν ἐπιγινωσκόμενα καὶ ἀγαπώμενα», κλέπτων κἀντεῦθεν τοὺς μὴ νουνεχῶς ἀκροωμένους.

Ἵνα δὴ τὰ τοιαῦτα κἀνταῦθα λάθοι συμπεραίνων καὶ κλέψοι τοὺς ἀκούοντας ὡς τοῦ μεγάλου Βασιλείου πᾶν τὸ ἀεὶ ὂν οὐσίαν εἶναι λέγοντος, ἀπεκρύψατο περὶ τοῦ πνεύματος καὶ τῶν ἐκ τοῦ πνεύματος εἶναι τὸν λόγον τῷ μεγάλῳ, προθεὶς μὲν τὸ φάναι τοῦτον «ἔκ τινος», ἐκ τίνος δὲ οὐ προσγράψας, οὐδὲ φανερὸν ποιήσας περὶ τίνος ἐκείνῳ πεποίηται ὁ λόγος καὶ ἡ κατ’ αὐτὸν διαίρεσις, ἅμα καὶ τὴν ῥῆσιν εὑρὼν ἐπιτηδείαν πρὸς τὸ χωρῆσαι τὴν αὐτοῦ δυσσεβῆ διαστροφὴν καὶ τὴν πρὸς τὸν συγγράψαντα συκοφαντίαν. Ἐπειδήπερ ὡς παράδειγμα τοῦ «ἔκ τινος» ὑπάρχειν γεννητῶς τὸν ἐκ τοῦ ἀνωτάτω πατρὸς μονογενῆ προθεὶς ἐκεῖνος, εἶτ’ ἐπήνεγκεν, ὅτι τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος οὐκ ἔστιν ἐκ τούτου δημιουργικῶς, ἐπεὶ καὶ παρωνύμως ἀπ’ αὐτοῦ καλεῖται, καὶ οὐ καλεῖται μόνον ἀλλὰ καὶ ἔστιν, οὐδὲν δὲ τῶν δημιουργικῶς ὄντων ἐξ ἐκείνου παρωνύμως ἀπ’ ἐκείνου παρὰ τοῦτο λέγεται. Τοῦτο δ’ εἶπεν οὐκ ἀπαραλλάκτως ἔχειν πρὸς τὸν μονογενῆ λόγον τοῦ πατρὸς διδάσκων τὰ ἐκ τοῦ πνεύματος ὄντα κατὰ χάριν γεννητῶς, ἀλλὰ τοῦτο μόνον, ὅτι μὴ δημιουργικῶς ἀλλ’ ἕτερον τρόπον ἐκ τοῦ πνεύματός ἐστι, κἂν Ἀκίνδυνος διαρραγῇ.

Τοῦτο γὰρ καὶ ἀλλαχοῦ πολλαχοῦ τῶν λόγων πρὸς τοῖς ἄλλοις θεολόγοις καὶ αὐτὸς διδάσκων, ὡς ἀνωτέρω τοῦ λόγου διὰ πλειόνων παρεστήσαμεν, «κτίσματα ὄντες», φησίν, «ἡμεῖς διὰ τῆς τοῦ ἁγίου πνεύματος υἱοθεσίας υἱοὶ γινόμεθα»· διὸ καὶ τῆς εὐαγγελικῆς ἐνταυθοῖ φωνῆς ἐμνήσθη λεγούσης ὅτι «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι», περὶ τῶν χάριτι υἱῶν πάντως εἰρημένης.

Ὁ δὲ Ἀκίνδυνος, βαβαὶ τῆς τόλμης, αὐτόν φησι τὸν τοῦ πατρὸς γνήσιον υἱὸν τὸν ἐκ τοῦ πνεύματος γεγεννημένον εἶναι. Καὶ ἡ πρόφασις αὐτῷ τοῦ γεννηθῆναι τὸν προαιώνιον τοῦ θεοῦ λόγον ἐκ τοῦ πνεύματος καὶ δοξάσαι καὶ διδάξαι, τὸ μὴ πολυθεΐᾳ περιπεσεῖν, γεγεννημένους ἄλλους παρ’ αὐτὸν κατὰ τὴν θείαν τοῦ θείου πνεύματος χάριν θείως, ἀλλ’ οὐ δημιουργικῶς προαγομένους προσέμενον. Ἆρ’ οὐκ ἀμυήτου καὶ κατεφθαρμένης διανοίας τοιαύτας καὶ τηλικαύτης ἀφροσύνης ἀφορμὰς προβάλλεσθαι; Τίς δ’ οὐκ οἶδε τῶν μεμυημένων τὰ χριστιανῶν καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι συνετὴν ὑπεχόντων ἀκοὴν ὡς «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» παρὰ τοῦ κυρίου εἴρηται πρὸς τὸν Νικόδημον καὶ ὡς περὶ τῶν εἰς αὐτὸν πιστευόντων εἴρηται καὶ τῶν διὰ τοῦ εἰς αὐτὸν βαπτίσματος χάριτι γεγεννημένων ἐκ τοῦ πνεύματος καὶ πνεῦμα γεγονότων, δηλαδὴ πνευματικῶν, διὰ τῆς ἐκ τοῦ ἁγίου πνεύματος υἱοθεσίας; Διὸ καὶ συνᾴδων τοῖς ἐκεῖ μικρὸν ἀνωτέρω εἰρημένοις, πρὸς τὸν αὐτὸν Νικόδημον λέγει προϊών· «μὴ θαυμάσῃς ὅτι εἶπον, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.

Τὸ πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος». Ὁ δ’ Ἀκίνδυνος, πρὸς τοῖς εἰρημένοις ἀνωτέρω, καὶ τὸν αὐτὸν εἶναί φησι λόγον τῆς τε οὐσίας τοῦ θεοῦ καὶ παντὸς τοῦ γεγεννημένου ἐκ τοῦ πνεύματος, ὡς καὶ τοὺς πνεῦμα γεγονότας οὕτω, ταυτὸ δ’ εἰπεῖν πνευματικούς, μηδὲν διενηνοχέναι τῆς θείας οὐσίας κατ’ αὐτόν. Εἰπὼν γὰρ «ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως», τουτέστιν ἐπὶ τοῦ θεοῦ, «τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τῇ οὐσίᾳ τὴν ἐνέργειαν», ἐπήγαγεν, «ὡς δὲ καὶ γεννητῶς, τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι» τοῦτο λέγων ἄντικρυς, ὡς καὶ τὰ γεννητῶς ὄντα ἐκ τοῦ πνεύματος τὸν αὐτὸν ἐπιδέχεται λόγον τῇ οὐσίᾳ τοῦ θεοῦ. Διὸ καὶ τὸν υἱὸν εἶναι τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος ἀπεφήνατο, ὥσπερ καὶ τὸ φυσικῶς ἐκ τοῦ πνεύματος τὸ πνεῦμα πάλιν αὐτό. Συμπεραίνων γάρ φησιν, «ὁποτέρως ἂν εἴη, εἴτε φυσικῶς εἴτε γεννητῶς», ἡ ἐκ τοῦ πνεύματος δηλονότι χάρις καὶ ἐνέργεια αὕτη, «ὁ υἱός ἐστιν ἢ τὸ πνεῦμα τὸ ἅγιον».

Οὕτως οὐδέν, ὃ μὴ πᾶσι τοῖς εὐσεβέσι γνώριμόν τε καὶ ὁμολογούμενον, ὡς αὐτὸς γράφων διατείνεται, φθέγγεται ὁ πρὸς ταῖς ἄλλαις μεγίσταις καὶ διαφερόντως δυσσεβέσι καινοφωνίαις, καὶ τὸ μὲν πνεῦμα τὸ ἅγιον ἐξ αὐτοῦ εἶναι παριστάς, τὸν δὲ μονογενῆ τοῦ θεοῦ λόγον υἱοποίητόν τε καὶ γέννημα τοῦ πνεύματος, τοὺς δὲ χάριτι θεοῦ χρηματίσαντας υἱοὺς θεοῦ τῆς αὐτοῦ μηδὲν οὐσίας διαφέρειν.