Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Γ΄, Κεφάλαια 18-23: Τα προαιώνια θεία αγαθά, η θεογνωσία και η Τριαδική θεολογία

Έλεγχος της υποκριτικής ευλάβειας των αντιπάλων, απόδειξη του άκτιστου χαρακτήρα των μελλόντων αγαθών και επιβεβαίωση της κοινής ενέργειας των υποστάσεων της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 21

Κεφ. ιηʹ. Ἐφεξῆς τοῦ αὐτοῦ ῥῆσις, ἧς ἐλεγχομένης ἀντινομοθετῶν δείκνυται τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ, Βαρλαάμ τε καὶ τοῖς αἱρετικοῖς ἅπασι συνηγορῶν, ἄθεός τε καὶ τοῖς ἁγίοις ἀντίθετος, καὶ δύο κατασκευάζων ἔχειν οὐσίας τὸν θεὸν ἀλλήλαις ἐναντίας. Ἀλλὰ τοῦτο μεταξὺ δείξας ὡς ἐνόμισεν αὐτός, ἐπιφέρει πάλιν· «εἰ δὲ τοῦτο δεῖ ἐᾶσαι ἀναφὲς καὶ ἀπολυπραγμόνητον, ὅπερ οἶμαι καὶ βέλτιον, διατί μὴ καὶ τἄλλα τὰ εἰς τὴν θείαν μεταμόρφωσιν τοῖς ἁγίοις ῥηθέντα, ἵνα ᾖ ὄντως μυστήριον θεοῦ τὸ τότε γενόμενον, ὥσπερ οὖν ἐστι, καὶ ἵνα μὴ δύο θεοὺς καὶ θεότητας ἀκτίστους, ὑπερκειμένην καὶ ὑφειμένην, καὶ ὁρατὴν καὶ ἀόρατον, τὸ πολύθεον τοῦτο καὶ σαφῶς ἑλληνικὸν δόγμα πρεσβεύσωμεν;». Οὐχ ἡδέως ἔχω φαύλοις οὕτως ἐπιχειρήμασιν ἀνταγωνίζεσθαι, μάλιστα τοῖς νῦν εἰρημένοις, ἀλλ’ ἐπικλιθῶμεν τῷ χαμαιζήλῳ τούτῳ διανοήματι, τάχα γὰρ ἂν ἀνορθώσαιμέν τινα τῶν συγκατασπασθέντων ἐπὶ τὴν φαυλότητα ταύτην, δυσφώρατον κεκτημένην τὸ αἶσχος, ὡς ἐπισκευαστὴν εὔχροιαν οἷον περικειμένην, παρὰ τῶν ὀνομάτων τῆς πλαστῆς εὐλαβείας καὶ τῶν ἐκ τοῦ ψεύδους σκωμμάτων. Τί δὴ μὴ σὺ σαυτῷ ταῦτα λέγεις καὶ τὰς μέμψεις προστρίβῃ ταύτας, τῷ μικροῦ πᾶσαν ἀνετάσαντι βίβλον καὶ πάντα παρεξηγησαμένῳ καὶ παραχρησαμένῳ καὶ κακουργήσαντι πολυτρόπως, ὡς φάσμα δείξαις καὶ φασμάτων ἁπάντων εὐτελεστέραν τὴν ἐπ’ ὄρους παραδειχθεῖσαν θεότητα;

Τί δὲ μὴ πρὸς τὸν Βαρλαὰμ ταῦτα γράφεις, ὅς—ἔξεστι δὲ παντὶ τῷ βουλομένῳ κἀν τοῖς ἐκείνου συγγράμμασι προκείμενον βλέπειν ὡς μηδενός πω τῶν νῦν ἀνθρώπων περὶ τούτου τοῦ φωτὸς εἰρηκότος μηδέν—αὐτὸς οἴκοθεν ὡρμημένος, πᾶσαν φωτοφάνειαν θείαν διαβαλεῖν, εἰ τὴν πασῶν φωτοφανειῶν, φησί, χαριεστέραν μεταχειρισάμενοι νῦν, ἡ δέ ἐστιν ἡ κατὰ τὸ Θαβώριον ὄρος, ἐπιδείξομεν αὐτὴν μηδὲν ἔχουσαν τῶν αἰσθητῶς ὁρωμένων ὑψηλότερον; Τί περὶ τῶν ἄλλων φωτοφανειῶν λογίζεσθαι χρή, τοῖς νοῦν ἔχουσι καταλείψομεν;

Τί τοίνυν μὴ πρὸς ἐκεῖνον καὶ δι’ ἐκεῖνον συγγράφῃ ταύτας τὰς σεμνὰς εἰσηγήσεις καὶ τὰς ἀποτρεπτικὰς ἐπισκήψεις, ἀλλὰ πρὸς ἡμᾶς τοὺς ὑπὲρ τῆς μυστικῶς παραδειχθείσης ἐν Θαβὼρ θεότητος ἀντειπεῖν ἐκείνῳ προελομένους; Ἢ οὕτω δικαιοῖς εἶναι μυστήρια τὰ θεῖα μυστήρια, εἰ μηδεὶς ἀντιπίπτει τοῖς ἀτιμάζουσιν αὐτὰ καὶ φαυλίζουσι καὶ διὰ μακρῶν καθαιροῦσι τῶν συγγραμμάτων; Ἡμᾶς οὖν εἶναι νομίζεις τοὺς τῇ πολυπραγμοσύνῃ κεχρημένους, ἣν διασύρεις, ὅτι τὸν βέβηλον ἐκεῖνον κακῶς φρονοῦντα καὶ πονηρᾶς ἐπειλημμένον δόξης ἐφωράσαμεν καὶ τὰς εὐαγγελικὰς καὶ ἀποστολικὰς καὶ πατερικὰς γραφὰς κατὰ τὴν θεσπεσίαν καὶ δεσποτικὴν εἰσήγησιν ἐρευνήσαντες καὶ ταῖς ἐκείνῳ πεποιημέναις παραθέντες, ὄντα βλάσφημον ἀπεδείξαμεν αὐτὸν ἐπὶ δικαζούσης συνόδου, ἣν αὐτός, ἀλλ’ οὐχ ἡμεῖς κεκινήκαμεν;

Τοῦτο πολυπραγμοσύνην εἶναι φῂς τἀκείνου νῦν ἐπεκδικῶν αὐτός; Ἐπεὶ τοίνυν τοῦτο λέγεις πολυπραγμοσύνην τὸ σὺν ἐξετάσει τὴν ἀλήθειαν ἀναλεγόμενον ἐκ τῆς γραφῆς ἀναφαίνειν καὶ δι’ αὐτῆς τοὺς ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντας καθαιρεῖν τε καὶ φιμοῦν, ἕτερον ἡμῖν εὐαγγέλιον εἰσάγεις καὶ διδασκαλίαν ἑτέραν ὑπεναντίαν τῇ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ μαθητῶν, ὧν παράγγελμα ζωῆς αἰωνίου ποριστικὸν ἐρευνᾶν τὰς γραφὰς καὶ καθαιρεῖν «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». Πολλὴν δ’ οἶμαι καὶ χάριν εἰδέναι τῇ σῇ σοφίᾳ πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος τῶν πονηρῶν αἱρέσεων προστάτας τῆς εἰσηγήσεως ταύτης χάριν. Τί γὰρ καὶ Σαβέλλιος, ἵνα τοὺς πρὸ αὐτοῦ παραδράμωμεν, εἰ ταύτας φαίη τὰς ῥήσεις αὐτάς, ὡς οὐ δεῖ πολυπραγμονεῖν ἐπιφανείας διαφόρους θεοῦ, ὥσπερ σὺ τὴν ἐπ’ ὄρους ἀρτίως λέγεις, ἀλλ’ οὐδὲ τὰ ὑπὸ τῶν ἁγίων εἰς ἑκάστην αὐτῶν ῥηθέντα, ἵνα ᾖ ὄντως μυστήρια, ὥσπερ οὖν εἰσι, καὶ ἵνα μὴ τρεῖς θεοὺς ἀκτίστους πρεσβεύσωμεν, ὑποβεβηκότας καὶ ὑπερκείμενον; Ταῦτα γὰρ ἐκεῖνος κατηγόρει τῶν ὀρθοδόξων, ὥσπερ σὺ νῦν τὰς δύο θεότητας. Εἰ τοίνυν ταῦτ’ εἰσηγεῖτο Σαβέλλιος, πειθήνιον δ’ ὑπέσχομεν οὖς αὐτῷ, πόθεν ἂν ἔσχομεν μυηθῆναι τὸ τρισυπόστατον τῆς θεότητος; Ἀλλ’ οὔτ’ ἐκείνῳ οὔτε σοὶ πεισθείη τις νοῦν ἔχων. Εὐθὺς γὰρ ἐπιπηδήσει Ἄρειος, τί μυστικώτερον, λέγων, υἱοῦ γεννήσεως;

Σιωπῇ γοῦν τιμάσθω τελεωτάτῃ καὶ μὴ δεικνύτω γεννητοαγέννητον θεόν, ἐξ ὑπερκειμένου καὶ ὑφειμένου συντεθειμένον, ἢ δύο, καὶ τὸν ἕτερον τοῦ ἑτέρου μείζονα, τὸ σαφῶς ἑλληνικὸν τοῦτο δόγμα φάσκων κατὰ σέ.

Μακεδόνιος δὲ τί οὐκ ἂν εἴποι τοιοῦτον περὶ τοῦ πνεύματος; Εἰ γὰρ σὺ περὶ τῆς θεοφανείας τοιαῦτα λέγων οἴει τι λέγειν, καθ’ ἣν αὐτὸς ἑαυτὸν ὁ θεὸς εἴπερ ποτὲ ἐφανέρωσε καὶ δι’ ἧς, ὡς ὁ ἅγιός φησι Μάξιμος, «πᾶν εἶδος καὶ μυστήριον θεολογίας ἀσφαλῶς τε καὶ τρανῶς ἐδίδαξε», τί οὐκ ἂν εἴποιεν ἐκεῖνοι περὶ τῶν ὑποστάσεων αὐτῶν καὶ τῆς θείας φύσεως τὸν λόγον ποιούμενοι; Νεστόριος δὲ καὶ Εὐτυχής, τὰ ἐναντία κακὰ καὶ τὴν κακίαν ὁμότιμα, πῶς οὐκ ἐνασμενίσουσι τοῖς σοῖς τούτοις λόγοις, εἴπερ μυστήριόν ἐστι καὶ ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις; Ἐροῦσι γὰρ τούτων πρὸς ἡμᾶς ἑκάτερος, ‘ἄφετε ζητεῖν καὶ πολυπραγμονεῖν τὰ πρὸ τῆς γεννήσεως, τὰ ἐπὶ τῇ γεννήσει, τὰ μετὰ τὴν γέννησιν, ἵνα ᾖ μυστήριον ὄντως ἡ τοῦ Χριστοῦ γέννησις καὶ ἵνα μὴ διθεΐται γένησθε συντιθέντες ἐν δυσὶ τὸν ἕνα θεὸν καὶ κατ’ ἄμφω τὸν αὐτὸν λέγοντες, ἢ δύο διαφόρους τοῦ θεοῦ υἱούς, ὁρατὸν ὁπωσδήποτε καὶ ἀόρατον’.

Ταῦτα γὰρ κατηγόρει τῶν δύο φύσεις ἐπὶ Χριστοῦ λεγόντων ὁ δυστυχὴς Εὐτυχής, καθάπερ νῦν ὁ κινδυνεύσας τοῖς βρόχοις ἁλῶναι τῆς ἀσεβείας Ἀκίνδυνος διθεΐτας ὀνομάζει τοὺς καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν ἄκτιστον εἶναι τὸν θεὸν δοξάζοντας, αὐτὸς πάντα καὶ τἀναντία σχεδὸν δυσσεβήματα εἰς μίαν, τὴν ἑαυτοῦ, συμφορήσας ὁ τάλας ψυχήν, εἰ καὶ νῦν ἡμῖν πάντα λέγειν οὐδ’ ὁ καιρὸς ἀποχρήσει.

Τὸ δ’ ἐξαίρετον αὐτῷ δόγμα καὶ μᾶλλον παντὸς περισπούδαστον, ἡ ἀθεΐα καὶ τὸ πρὸς ἀγνωσίαν τελείαν θεοῦ τοὺς πολλοὺς συνελαύνειν, μᾶλλον δ’ αὐτὸς συνελαύνεσθαι παρὰ τῶν αὐτοῦ λόγων καὶ συγγραμμάτων. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδείς, ὃς τὸ εἶναι θεὸν ἐκ τῆς οὐσίας αὐτοῦ κατείληφε· πᾶσι γὰρ παντάπασιν ἀνέπαφός ἐστιν ἐκείνη τοῖς οὖσι, «καὶ πάσαις ἐπινοίαις ἀνεπινόητος, ὡς πάσης θεωρητικῆς ἕξεώς τε καὶ δυνάμεως αὐθυπερουσίως ἐν ἀβάτοις ὑπερανιδρυμένη, καὶ τῷ τρόπῳ τῆς ὑπερφυοῦς ὑπεροχῆς», κατὰ τὸν θεοφάντορα Διονύσιον, ἀλογία τις οὖσα καὶ ἀνωνυμία καὶ ἀγνωσία. Ταύτης οὖν ἀπερινοήτου καὶ ἀκοινωνήτου παντάπασιν οὔσης τοῖς οὖσι πᾶσιν, εἰ μὴ τὸν θεὸν γνοίημεν ὡς τῶν φωτιζομένων θείως ἔλλαμψιν καὶ τῶν ἐκθεουμένων ὑπὸ τῆς θείας ἐλλάμψεως θεαρχίαν καὶ τὴν ἱερὰν καὶ ὑπερκόσμιον ἐπιγνοίημεν πρὸς αὐτὸν κοινωνίαν, ἢ τῇ πείρᾳ κατὰ τὸ εὐαγγέλιον ζῶντες, ἢ τὰ περὶ αὐτῆς εἰρημένα τοῖς ἁγίοις μετὰ πίστεως ἐρευνῶντες, ἆρ’ ἔχομεν ἄλλοθέν ποθεν ἐπιγνῶναι κατ’ ἀλήθειαν τὸν θεόν; Οὔμενουν.

Εἰ γάρ τις ἐκ τῆς εὐαρμοστίας φαίη τῆς κτίσεως, ἀλλ’ ἐκ ταύτης καὶ οἱ τοῦ αἰῶνος τούτου σοφοί, κατὰ τὸν εἰπόντα, τὴν θείαν αὐχοῦσιν ἐπίγνωσιν, περὶ ὧν φησιν ὁ Παῦλος ὅτι «οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν».

Πάλιν οὖν Βαρλαὰμ καὶ Ἀκίνδυνος ἐπὶ τὸν ἴδιον ἐπιστρέφουσιν ἔμετον κἀκείνην μόνην τὴν θεογνωσίαν πρεσβεύουσιν, ἥτις οὐδὲν ἧττον ἀγνωσία ἐστὶ θεοῦ· τῆς δ’ ἀληθινῆς ἐκ τῆς θείας ἐπιφανείας τε καὶ κοινωνίας θεογνωσίας σφᾶς αὐτοὺς καὶ τοὺς αὐτοῖς πειθομένους ἀπάγουσι πολυτρόπως εἰς αὐτὴν βλασφημοῦντες. Καὶ τοῦτο γὰρ πῶς οὐ φανερῶς βλασφημούντων εἴς τε τὸ μέγα φῶς ἐκεῖνο καὶ τοὺς ἐν συγγράμμασιν ἔθ’ ἡμῖν ἐνδημοῦντας ἁγίους, τὸ νομίζειν διδάσκειν ὡς εἴ τις ἐξετάζοι τοῦτό τε καὶ τὰ ὑπὲρ τούτου τῶν πατέρων συγγράμματα, διθεΐᾳ περιπεσεῖται καὶ τὸ πᾶσαν ἐντεθησαυρισμένην ἔχον θεολογίαν τοῖς ἀναθεωρεῖν αἱρουμένοις, ὡς οἱ θεῖοι πατέρες ὑπαγορεύουσι, πολυθεΐας πρόξενον ἐξεταζόμενον γίνεσθαι καὶ σκότους καὶ ψεύδους τοῖς πρὸς αὐτὸ βλέπουσι, βαβαί, τῆς ἀληθείας τὸ φῶς;

Δέδοικα περὶ τῇ βουλευούσῃ τὰ τοιαῦτα ψυχῇ μὴ τῷ ἀεὶ ταῖς βουλαῖς ἀντικειμένῳ τοῦ θεοῦ συνεζύγη τελέως τοῦ λέγοντος ἀκούων· «βούλεται γὰρ ἡμᾶς ὁ θεὸς συνιέντας τοῦ βάθους τῶν κατ’ αὐτὸ πεπραγμένων, τῇ γνώσει δραστικωτέραν ἐπισπάσασθαι τὴν χάριν, μιμήσει τοῦ μεταμορφωθέντος, καὶ ἐν ἡμῖν αὐτοῖς ἐνεργοῦσαν τὸ θαυμαστὸν δὴ τοῦτο καὶ ξένον μυστήριον», ὃ καὶ ἀπὸ τῶν ἄρτι προηγμένων ὁ ἀντιλέγων οὐ λέληθε πρὸς τὰ κτιστὰ κατασπῶν. Ἐπεὶ γὰρ τοῖς διὰ τῶν ἱερῶν γραφῶν ἄκτιστον αὐτὸ δεικνῦσιν ἀντικαθίστησιν ἑαυτὸν καὶ πολλοῖς αὐτοὺς παρὰ τοῦτο περιπίπτειν ἀτόποις ἰσχυρίζεται, δῆλός ἐστι τοῖς κτίσμασιν αὐτὸ συντάττων αὐτός, οὐδὲν δ’ ἧττον καὶ τῷ παραινεῖν «μὴ πολυπραγμονεῖν τὰ ῥηθέντα τοῖς ἁγίοις εἰς τὸ φῶς ἐκεῖνο, ἵνα μὴ δύο θεοὺς καὶ δύο θεότητας ἀκτίστους πρεσβεύσωμεν, ὑπερκειμένην καὶ ὑφειμένην, ὁρατὴν καὶ ἀόρατον». Οὐ γὰρ τὸ δύο θεότητας πρεσβεύειν δυσσεβὲς λέγει, ἀλλὰ τὸ δύο ἀκτίστους, οὐδὲ τὸ ὑπερκειμένην καὶ ὑφειμένην. Εἰ γὰρ ἡ ἑτέρα κτιστή, καὶ τὸ ἕτερον, καὶ τὸ ὑφειμένον οὐ κατὰ τὸ αἰτιατὸν μόνον ἀλλὰ καὶ κατ’ οὐσίαν ἐξ ἀνάγκης ἕξει. Οὔκουν ἁπλῶς τὸ δύο πρεσβεύειν δυσσεβές φησιν, ἀλλὰ τὸ μετὰ τῆς φύσεως ἐκείνης καὶ τὸ φῶς ἐκεῖνο ἄκτιστον δοξάζειν καὶ πρὸς τοῦτο τὸν ἄσπονδον ἀναρριπίζει πόλεμον· τὰ δ’ ἄλλα μορμολυττόμενος τοὺς ἁπλουστέρους προσαρτᾷ.

Πάντων γὰρ τῶν θεηγόρων ἄναρχον καὶ ἀΐδιον τὸ φῶς ἐκεῖνο δοξαζόντων, ὡς πολλάκις καὶ διὰ πολλῶν ἐδείξαμεν, πρὸς δὲ καὶ θεότητα προσαγορευόντων ὡς θέωσιν ὑπάρχον, μόνοις τοῖς κατηξιωμένοις ἀπορρήτως ὁρατήν, ἔστι δ’ ὧν καὶ νοητήν, ὡς οὐκ ὀφθαλμοῖς μόνον σώματος ἀλλὰ καὶ τοῖς τῆς ψυχῆς ἐγγινομένης ἀπερινοήτως τῶν ἠξιωμένων τῆς θείας ἐλλάμψεως ἐκείνης, οὗτος παραινεῖ μὴ πολυπραγμονεῖν τὰς τῶν ἁγίων περὶ ταύτης γραφάς, ἵνα μὴ ἄκτιστον εἶναι δοξάσωμεν τὴν ἔλλαμψιν ταύτην μετὰ καὶ τῆς χορηγούσης ταύτην οὐσίας. Εἰ μὲν οὖν μὴ φανερῶς οἱ πατέρες θεότητα, καὶ ὁρατὴν ἐν δυνάμει θείου πνεύματος μόνοις τοῖς ἁγίοις καὶ φυσικὴν ἀκτῖνα τῆς θεότητος, ἄκτιστόν τε καὶ ἄναρχον, εἶναι ταύτην ἐθεολόγουν, ἀλλ’ ἡμῶν ἐρευνώντων, ὑπεφαίνετό πως παραγγέλλων αὐτὸς μὴ πολυπραγμονεῖν, ἐῴκει ἂν τὴν περιεργοτέραν κωλύειν ἔρευναν. Νῦν δὲ τῶν πατέρων φανερῶς ταῦθ’ οὕτω θεολογούντων οὐδὲν οὗτος ἄλλο λέγει σαφῶς ἢ ὅτι, ‘τὰς πατερικὰς παραδόσεις καὶ τὴν διδασκαλίαν τοῦ πνεύματος ἀθετήσαντες, ἐμοὶ πείθεσθε πάντες καὶ ταῖς ἐμαῖς καινοφωνίαις ἀνεξετάστως ὑπείκετε καὶ τὰς τῶν ἁγίων παρωσάμενοι φωνὰς ἐμὲ καθηγεμόνα νέας ὑποδέξασθε θεοσεβείας, ὡς ὑπέρτερον ἢ κατ’ ἐκείνους ἅπαντας ὄντα καὶ διαφερόντως ἀκριβέστερον θεολόγον’.

Ἐκ τοιαύτης ἀπονοίας τὰς φανοτάτας ἴσα καὶ τὸ φῶς περὶ τοῦ φωτὸς ἀναπτύξεις τῶν ἁγίων παραρριπτεῖσθαι δεῖν ὑποκατασκευάζει τοιαῦτ’ εἰσηγούμενος, «ἵνα», φησί, «μὴ δύο θεότητας ἀκτίστους πρεσβεύσωμεν καὶ τὴν ἔλλαμψιν ἄκτιστον θεότητα λέγοντες, τὴν ὁρατὴν ὁπωσδήποτε γεγενημένην, καὶ τὴν οὐσίαν τὴν ὑπερκειμένην τε καὶ ἀόρατον».

Οὐκοῦν σὺ κτιστὴν ταύτην λέγεις τὴν ἔλλαμψιν. Πῶς γὰρ οὔ; Προϊόντος δὲ τοῦ λόγου καὶ παρρησιάζῃ τοῦτο φρονῶν. Τίνος τοίνυν ἡ ὁρατὴ μὲν μόνοις τοῖς ἁγίοις αὕτη καὶ θεοειδεῖς τῇ μεθέξει τοὺς θεουμένους ἐκτελοῦσα, κτιστὴ δὲ κατὰ σὲ θεότης καὶ λαμπρότης; Οὐχὶ τοῦ θεοῦ καὶ αὐτῆς αὐτοῦ τῆς θείας φύσεως, καθάπερ αὐτὸς ἀστράψας ἐπ’ ὄρους κατ’ αὐτὴν ὑπέδειξε, καὶ παρὰ τῶν κατὰ καιροὺς ἠξιωμένων τῆς λαμπρότητος ταύτης ἐδιδάχθημεν; Τοιγαροῦν καὶ σὺ δύο λέγεις τοῦ θεοῦ θεότητας, τὴν μὲν ἄκτιστον, τὴν δὲ κτιστήν· οὐκ ἔστι δὲ τὴν κτιστὴν ἀκτίστου εἶναι οὐσίας οὐδὲ τὴν ἄκτιστον κτιστῆς. Οὐκοῦν, ὃν σὺ λέγεις ἕνα θεόν, ἐξ ἀκτίστου καὶ κτιστῆς συγκείμενός ἐστιν οὐσίας.

Μᾶλλον δέ, ἐπειδὴ ταῦτα συνελθεῖν εἰς ἓν ἀδύνατον, δύο θεοὺς καὶ δύο ἀρχὰς πρεσβεύεις ἐναντίας μανεὶς κατὰ τὸν Μάνεντα, μᾶλλον δὲ καὶ τῆς αὐτοῦ μᾶλλον ἀλλοκότου καὶ παντάπασιν ἀνακολούθου καὶ χείρονος διατελεῖς ἐπειλημμένος δόξης, ὡς ἐν τῷ Καταλόγῳ τοῦ πλήθους τῶν σῶν ἀτοπημάτων ἀπεδείξαμεν. Ὥστε τὰς ἐν πνεύματι τοῖς ἁγίοις εἰρημένας περὶ τοῦ ἐν Θαβωρίῳ λάμψαντος φωτὸς φωνὰς ἡμεῖς συμβιβάζομεν καὶ συναρμόζομεν καὶ συνάγομεν εἰς ἕν, οὐχ ἵνα διθεΐαν, ὡς αὐτὸς διαβάλλεις καὶ συκοφαντεῖς, κατασκευάσωμεν, ἀλλ’ ἵνα σὲ διθεΐας ἀπαλλάξωμεν τῆς ὄντως αἰσχίστης καὶ δυσσεβοῦς, ἀσεβοῦς δὲ εἰπεῖν οἰκειότερον.

Ἄρειος μὲν γὰρ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον παραφρονῶν ἔλεγε κτιστά, σὺ δ’ ὥσπερ ὑπερβαλέσθαι τὴν ἀφροσύνην ἐκείνου φιλοτιμούμενος καὶ τὸν πατέρα πρὸς τὴν κτίσιν κατασπᾷς. Ἡ ἔλλαμψις γὰρ αὕτη καὶ λαμπρότης καὶ ἐνέργεια κοινή ἐστι πατρός, υἱοῦ καὶ πνεύματος· οὗ δὲ ἡ ἐνέργεια κτιστή, ἄκτιστος αὐτὸς οὐκ ἔστι κατὰ τοὺς θεοσόφους θεολόγους. Οὕτως ἐκ τοῦ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς προσκυνητὰς τῆς μιᾶς καὶ μόνης ἀκτίστου καὶ τρισυποστάτου καὶ παντοδυνάμου θεότητος διθεΐτης ὁμοῦ καὶ ἄθεος αὐτὸς ἀναπέφηνας, τὸ παραδοξότατον, μᾶλλον δὲ καὶ λίαν ἀκόλουθον. Ὁ γὰρ τὴν τῶν ἁγίων εὐσέβειαν ὑπερβαίνειν οἰόμενος καὶ τῶν αὐτοῖς ἐν πᾶσιν ὁμολογούντων ὡς πολυθέων κατεπαιρόμενος εἰκότως τοῦ ἑνὸς θεοῦ ἐκπεσὼν ἀγνωσίαν πέπονθε τελείαν θεοῦ καὶ τοῖς ἐναντίοις καὶ τὴν κακοφροσύνην ὁμοίοις περιπίπτων οὐ συνορᾷ.

Κεφ. ιθʹ. Ὅτι ἐξ ὧν φησιν ὁ Παλαμᾶς εἷς δείκνυται θεὸς ἐν μιᾷ καὶ ἁπλῇ καὶ ἴσῃ ἀκτίστῳ θεότητι, ἐξ ὧν δὲ ὁ Ἀκίνδυνός φησι, δύο θεοὶ καὶ δύο δείκνυνται θεότητες, ἄνισοι καὶ ἀνόμοιοι καὶ ὄντως ὑπερκείμενοι καὶ ὑφειμένοι. Σὺ δὲ πόθεν ἡμᾶς ἐφώρασας καὶ διὰ τίνων διθεΐτας ἀποδεικνύεις ὅτι τοῦ αὐτοῦ θεοῦ καὶ ὁρατὴν μᾶλλον δὲ καὶ νοητὴν λέγομεν θεότητα καθάπερ οἱ θεόληπτοι διδάσκουσι θεολόγοι; Καὶ καταλίπωμεν τοῦτο νῦν, ὅτι ἐκεῖνοι τοῦτό φασιν, ὧν νόμος εὐσεβείας ὁ λόγος, ὧν ἅπαν φθέγμα τὴν γῆν περιέσχε πᾶσαν καὶ ὑπὸ πάσης ἱερᾶς ἐκκλησίας ἐσέφθη, οἳ μηδὲν ἀνέπνευσαν ἕτερον, ὅτι μὴ λόγον εὐσεβῆ καὶ παντὶ τῷ κόσμῳ σωτήριον; Ἀλλ’ ἐπεὶ τοῦ αὐτοῦ λέγομεν καὶ ταῦτα μηδὲ χωριστὴν ἐκείνου—τοὺς γὰρ ἐπιτυχόντας μᾶλλον αὐτῆς ἑνοῖ θεοῦσα θεῷ θεοειδεῖς γεγονότας, ἀλλ’ οὐκ αὐτὴ διασπᾶται τοῦ πρὸς ἑαυτὸν ὑπὸ φιλανθρωπίας ἀνέλκοντος καὶ συνδοῦντος ἀκηράτοις ἅμμασι τὸ ἀνθρώπινον φῦλον—ἐπεὶ τοίνυν τοῦ αὐτοῦ λέγομεν, πῶς ὁ αὐτὸς ἕτερος ἢ πῶς ὁ εἷς δύο, ἢ καὶ σὺ σαυτῷ οὐχ ὁ αὐτός τις ἀλλ’ ἕτερος; Μᾶλλον δὲ καὶ ἕτερος καὶ οὕτω διπλάσιος ἔφυς, ξένον τι καὶ διπρόσωπον τέρας, οἷός ποτε κατὰ τοὺς μύθους ὁ ἄνθρωπος, ἵνα καὶ σὺ τάχα δεδίττῃ τοὺς σοὺς κατ’ ἀλήθειάν τε καὶ εὐσέβειαν μακρῷ κρείττους, ὥσπερ ἐκείνους κατὰ τοὺς αὐτοὺς μύθους οἱ κατ’ αὐτοὺς κρείττονες ἐφοβήθησαν. «

Ἀλλὰ θεότητα», φησίν, «ἄκτιστον ἐκ θεότητος ἀκτίστου συναγομένην ὁρῶν ἐκ τῶν ὑμῖν εἰρημένων, δύο θεοὺς ἐκ τούτου σέβειν ὑμᾶς ἀποφαίνομαι». Τί οὖν, ὦ μονοθεΐτα κατὰ πάντα σύ, οὐχ ὁρᾷς καὶ θεὸν ἄκτιστον τὸν υἱόν, ἐκ θεοῦ ἀκτίστου γεννηθέντα τοῦ πατρὸς τοὺς εὐσεβεῖς δοξάζοντας;

Πῶς οὖν θεοῦ μὲν ἀκτίστου ὄντος τοῦ υἱοῦ ἐκ θεοῦ ἀκτίστου τοῦ πατρός, εἷς ἐστι θεός, ἀκτίστου δὲ θεότητος τῆς ἐνεργείας οὔσης ἐξ ἀκτίστου τῆς οὐσίας, δύο θεότητες, ἢ δύο, τὸ ἔτι παραδοξότερον, συνάγονται θεοί; Ὡς γὰρ ἐκ θεοῦ πατρὸς θεὸς ὢν καὶ ὁ υἱός, οὐκ ἄλλος μὲν καθὸ θεὸς ἄκτιστός ἐστιν, ἄλλος δὲ καθὸ υἱός· καὶ καθὸ μὲν ἄκτιστος θεὸς ἴσος κατὰ πάντα τῷ πατρί, καθὸ δὲ υἱὸς μείζονα ὡς αἴτιον ἔχων τὸν πατέρα, δεύτερος ὑπάρχει τοῦ πατρὸς —οὐ δεύτερος θεός, ἄπαγε, ἀλλὰ δεύτερος τῇ τάξει, καθάπερ ὁ μέγας φησὶ Βασίλειος—οὕτω καὶ ἐκ θεότητος ἀκτίστου τῆς οὐσίας θεότης ἄκτιστος ἡ ἐνέργεια· οὐκ ἄλλη μὲν καθὸ θεότης ἄκτιστος, ἄλλη δὲ καθὸ ἐνέργεια, τῷ μὲν ἀκτίστῳ τῆς οὐσίας μὴ διαφέρουσα μηδὲ διαιρουμένη ὅλως ὡς δ’ αἰτίαν ἑαυτῆς ὑπερκειμένην ἔχουσα. Καίτοι ὁ μὲν υἱὸς ἐν ἰδίᾳ ὑποστάσει ἐστίν, ἡ δὲ ἐνέργεια, περὶ ἧς ἡμῖν ὁ λόγος, οὐκ ἐν ἰδίᾳ ὑποστάσει ἐστί. Πᾶσαν γὰρ ἐνέργειαν ἐφ’ ὅσον ἐξῆν συλλαβὼν καὶ ἀπαριθμησάμενος ὁ μέγας Βασίλειος, ἐν αἷς κατὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων καὶ τὸν φόβον ἀσφάλειαν προσηγόρευσεν ἐναρμοζόμενος τῷ θείῳ πνεύματι θείως, εἶτ’ ἐπαναλαμβάνων γράφει· «ταῦτα πάντα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ὡς πνεῦμα θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός, ἀλλὰ τὸ μὲν ἐκ θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν».

Εἰ τοίνυν καὶ ὁ πατὴρ αὐτὸς καθ’ ἑαυτὸν ὑφέστηκε καὶ ὁ υἱὸς ὡσδαύτως καὶ τὸ πνεῦμα θεὸς ἐκ θεοῦ καθ’ ἑαυτὸ ὑφεστηκός, καὶ τὰ τρία εἷς ἐστι θεὸς καὶ τοῖς φρονοῦσιν οὕτως οὐδεὶς ἂν εὖ φρονῶν διθεΐαν ἢ τριθεΐαν ἐγκαλέσειε, πολλῷ μᾶλλον τοῖς καὶ τὴν θείαν οὐσίαν ἄκτιστον θεότητα καλοῦσι καὶ τὴν ἐξ αὐτῆς χορηγουμένην ἔλλαμψιν, ἣν ὑφεστάναι ποτὲ καθ’ ἑαυτὴν οὐδ’ ἐνενόησεν οὐδείς πω.

Διατί δὲ καὶ τὸν Ἄρειον κατατομὴν φαμὲν ποιῆσαι τῆς θεότητος, οὐκ ἐπειδὴ τὸν μὲν ἄκτιστον τὸν δὲ κτιστὸν ἔλεγε θεόν; Τοιγαροῦν οὐχὶ τὸ ἄκτιστον—ἑνοῖ γὰρ τοῦτο μᾶλλον—ἀλλὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον διαιρεῖ κακῶς τὴν θεότητα καὶ πολυθέους ἅμα καὶ ἀθέους ποιεῖ τοὺς καθάπερ σὺ κτιστὴν καὶ ἄκτιστον λέγοντας θεότητα καὶ ταῦτα τὴν αὐτοῦ τοῦ θεοῦ λαμπρότητα· τοὺς δὲ ἄκτιστον λέγοντας καὶ τὴν τοῦ θεοῦ οὐσίαν καὶ τὴν ἐξ αὐτοῦ προφαινομένην ἀπορρήτως ἔλλαμψιν ὄντως ἑνὸς ἀκτίστου θεοῦ προσκυνητάς.

Σὺ δὲ καὶ τοὺς ὡς ἀληθῶς ἰδόντας καὶ παθόντας λαμπρότητα θεοῦ, καὶ παρὰ τῆς πρὸς θεὸν ἑνώσεως μεμυημένους, ὡς αὐτὸς μὲν ὅ,τί ποτε κατ’ οὐσίαν ἐστίν, ὑπὲρ πᾶσαν ὅρασιν καὶ μέθεξιν, γνῶσίν τε καὶ ἔκφρασίν ἐστι, κατὰ δὲ τὰς προόδους καὶ ἐκφάνσεις, δυνάμεις τε καὶ ἐνεργείας, καὶ μετέχεται καὶ νοεῖται καὶ ὀνομάζεται, πολυώνυμός τε καὶ ὑπερώνυμός ἐστιν, ἐξ ὑπερκειμένου καὶ ὑφειμένου συντιθέναι λέγεις τὸν θεὸν καὶ τὸν αὐτὸν ἕτερον ἑαυτοῦ ποιεῖν καὶ δεύτερον ἑαυτοῦ καὶ μείζονα καὶ ὑψηλότερον ἑαυτοῦ, μὴ συνιέναι δυνάμενος ὅτι ταῦτα ποιεῖ κυρίως ὁ κτιστὴν καὶ ἄκτιστον, ὥσπερ σύ, λέγων τοῦ θεοῦ θεότητα καὶ πολλῷ μᾶλλον ὁ πάσας τὰς δυνάμεις καὶ ἐνεργείας τῆς ἀκτίστου φύσεως, καθάπερ νῦν αὐτός, ἀνοήτῳ δέει τοῦ μὴ πολλὰ δῆθεν λέγειν ἄκτιστα κτιστὰς ἀποφαινόμενος.

Ὁ δὲ καὶ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας τοῦ θεοῦ καὶ πάνθ’ ἁπλῶς ὅσα ὁ θεὸς ἄκτιστα δοξάζων, αὐτὸν ἑαυτῷ ἀδιαίρετον καὶ ἴσον καὶ ἀσύνθετον εὐσεβῶς καὶ ἀσφαλῶς διατελεῖ δοξάζων· ἀκτίστῳ γὰρ ἄκτιστον ἴσον ἐστὶν ἀεί, καὶ ἥνωται ἀδιαιρέτως καὶ ἕν ἐστιν, ᾗ ἄκτιστον, καὶ οἱ τρόποι τῶν ἰδιωμάτων τῶν τε φυσικῶν καὶ ὑποστατικῶν, ἥκιστα λυμαίνονται τῷ ἑνιαίῳ τούτῳ. Καὶ σύ γε, εἰ μὴ ψυχικὸς ὅλος ἄνθρωπος ὑπῆρχες, ὅν φησιν ὁ ἀπόστολος μὴ δύνασθαι δέχεσθαι τὰ τοῦ πνεύματος, ἐπεγίνωσκες ἂν καὶ ὑπεδέχου τοὺς τοῦ πνεύματος λόγους καὶ τοῖς πνευματικοῖς συγκρίνων τὰ πνευματικά, ταυτὸ δ’ εἰπεῖν τοῖς θείοις τὰ θεῖα, τῇ παραθέσει διαγινώσκων, τοιαῦτα λέγειν οὐκ ἂν ἐτόλμας κατὰ θεοῦ καὶ τῶν ἁγίων θεοῦ καὶ τῶν ὁμολογούντων ἐκείνοις ἡμῶν.

Κεφ. κʹ. Παράστασις ὅτι τὰ ἡτοιμασμένα πρὸς θεοῦ τοῖς ἀγαπῶσιν αὐτόν, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ἄκτιστά ἐστι· καὶ ἔλεγχος τῶν κτιστὰ ταῦτα κατασκευαζόντων Ἀκινδύνου ῥητῶν. Οὐδ’ ἅπερ «ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», τοῖς κτίσμασιν ἀφρόνως συνέταττες.

Εἰ γὰρ ἐνταῦθα τοῖς διὰ τῆς τῶν θείων ἐντολῶν ἐργασίας τὴν πρὸς αὐτὸν ἀγάπην ἐπιδειξαμένοις, ὡς ἐν ἀρραβῶνος μέρει τὴν ἑαυτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ παρουσίαν καὶ μονὴν καὶ ἐμφάνειαν ὁ Κύριος ἐπαγγέλλεται, πῶς ἡ τῶν μελλόντων ἀγαθῶν ἐπαγγελία, ἧς ὁ ἀρραβὼν τοιοῦτος, κτίσμα, καὶ ταῦθ’ ὑπὲρ αἴσθησιν καὶ νοῦν τῶν κατ’ αὐτὴν ἐπηγγελμένων ὑπαρχόντων, ὡς ὁ τοῦ ἐπαγγελλομένου μύστης καὶ ἀπόστολος Παῦλος ὑφηγήσατο συνημμένως ἀποδοὺς τὸν λόγον καὶ προσειρηκώς, «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ, τὸ γὰρ πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ»; Πῶς οὖν τὰ ἐναποκείμενα τῷ βάθει τοῦ θεοῦ, τὰ ὑπὲρ πᾶσαν αἴσθησιν καὶ πάντα νοῦν, τὰ μόνῳ τῷ πνεύματι γνωστὰ τῷ καὶ τὰ βάθη ἐρευνῶντι τοῦ θεοῦ, τὰ μόνοις τοῖς ἁγίοις ἀποκαλυπτόμενα, καὶ τούτοις δι’ αὐτοῦ τοῦ πνεύματος, πῶς ἂν εἴη ταῦτα τῶν κτιστῶν; «Ἀλλὰ λέγεται», φησὶν ὁ Ἀκίνδυνος, «καὶ αὐτὸς ὁ θεὸς τῶν ἁγίων εἶναι κληρονομία· λέγεται καὶ ἄλλα εἶναι ἀγαθὰ ἀποκείμενα εἰς ἀπόλαυσιν τῶν δικαίων ὑπὸ θεοῦ γεγονότα ἕτερα ὄντα αὐτοῦ, ‘ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν’. Μήτε οὖν αὐτὸν τὸν θεὸν ἕτερον ἑαυτοῦ καὶ μείζονα ἑαυτοῦ καὶ ἐλάττονα καὶ ὑπερκείμενον καὶ ὑφειμένον τίθει μήτε τὰ ἕτερα αὐτοῦ καὶ ὑπ’ αὐτοῦ γεγονότα ἄκτιστά τε καὶ ἄναρχα· οὐδεμίαν γὰρ ἀτοπίας ὑπερβολὴν ἀφίησιν ὁπότερον εἴποι τις».

Ἀμφότερα καθ’ ὑπερβολήν φησιν ἄτοπα, καὶ τὸ λέγειν ἄκτιστα τὰ ἡτοιμασμένα ταῦτα παρὰ τοῦ θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὸ τὸν θεὸν ὑψηλότερον αὐτῶν λέγειν, εἴπερ ἄκτιστα, καὶ τοὺς ὁπότερον τούτων λέγοντας μηδεμίαν ἀσεβείας ὑπερβολὴν ἀπολείπειν, τοὺς δ’ ἑκάτερον πόσῳ μᾶλλον. Ἴδωμεν οὖν τίνες οἱ ταῦτα λέγοντες· οὗτοι γὰρ ἂν εἶεν οὓς αὐτὸς ἀποφαίνεται καθ’ ὑπερβολὴν οὐδ’ ὅσον εἰπεῖν ἀσεβεῖς. Πρῶτος τοίνυν ὁ θεῖος Παῦλος· «ὅταν», φησίν, «ὑποταγῇ τῷ υἱῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». Ἆρ’ ἕτερόν τι πλὴν θεοῦ καταλέλοιπεν ἡμῖν εἰς ἀπόλαυσιν ὁ Παῦλος; ᾯ Γρηγόριος ὁ θεολόγος κατ’ ἴχνος ἑπόμενος, «ἔσται δὲ ὁ θεός», φησί, «τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως, ὅταν μηκέτι πολλὰ ὦμεν ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ ἢ ὀλίγον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ’ ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου· τοῦτο γὰρ ἡ τελείωσις πρὸς ἣν σπεύδομεν». Εἰ τοίνυν ὅλοι θεοειδεῖς καὶ μόνου θεοῦ χωρητικοί, πῶς ἑτέρα παρ’ ἐκεῖνον ἡ τούτοις ἡτοιμασμένη ἀπόλαυσις;

Ὁ δὲ μέγας Ἀθανάσιος «τῶν προφητῶν», φησί, «τὸν κύριον κληρονομίαν τῶν ἁγίων λεγόντων, ὁ Παῦλος τὸ πνεῦμα τὸ ἅγιον κληρονομίαν τῶν ἁγίων εἶπεν εἶναι, ‘ἐν ᾧ’, φησί, ‘καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν’, ὡς καὶ Μωϋσῆς τὸ πρόσωπον ἐσφραγίσθη τῷ ἁγίῳ πνεύματι ὅτε ἔλαβε νόμον παρὰ θεοῦ, καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀτενίσαι τῶν υἱῶν Ἰσραήλ, ἐσημειώθη γὰρ ἐπ’ αὐτὸν τὸ φῶς τοῦ προσώπου κυρίου· καὶ ὡς ἐν τῷ εὐαγγελίῳ γέγραπται, ‘τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν’». Ὁρᾷς ὅτι τὸ ἀπόρρητον ἐκεῖνο φῶς ἡ κληρονομία τῶν ἁγίων ἐστίν, ὃ φῶς ἐστι τοῦ προσώπου κυρίου, καθάπερ καὶ αὐτὸς ὑπέδειξεν ἐπ’ ὄρους, ᾧ καὶ Μωυσῆς τὸ πρόσωπον ἐσημειώθη, καθ’ ὃ καὶ οἱ δίκαιοι λάμψουσιν ἐπὶ τοῦ μέλλοντος; Ὃ σὺ μὲν τοῖς κτιστοῖς συναριθμεῖς, ὁ δὲ Παῦλος τὸ ἅγιον τοῦτ’ εἶναι λέγει πνεῦμα, οἱ δὲ προφῆται τὸν κύριον, οὐχ ἕτερον, ἀλλ’ αὐτὸν τὸν κατ’ αὐτὸ λάμποντα καὶ τῆς κατ’ αὐτὸ λαμπρότητος κοινωνοῦντα τοῖς ἁγίοις.

Ἀλλὰ καὶ τέταρτος παρίτω μάρτυς περὶ τῶν νῦν ζητουμένων ἀπαγγέλλων τρανότερον· «τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς», φησὶν ὁ Νύσσης θεῖος Γρηγόριος, «ποικίλως καὶ πολυειδῶς ἐν ἡμῖν ἐνεργούσης, πολλὰ μὲν ἔστιν ὧν μετέχομεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώσεώς τε καὶ πόσεως καὶ σκεπασμάτων καὶ ἡλίου καὶ λύχνου καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστι θεός. Ἡ δὲ προσδοκωμένη μακαριότης τούτων μὲν οὐδενός ἐστιν ἐπιδεής· ταῦτα δὲ καὶ ἀντὶ πάντων ἡμῖν ἡ θεία φύσις γενήσεται πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα». Τίς μὲν οὖν ἡ σημασία τῆς θείας ἐνταῦθα φύσεως ἐν τῷ πρὸ τούτου λόγῳ διευκρινήσαμεν.

Ἀλλ’ εἴπερ ἡ προσδοκωμένη μακαριότης τῶν μὲν ἀπηριθμημένων οὐδενός ἐστιν ἐπιδεής, ἀντὶ τούτων δὲ καὶ πάντων ἡμῖν ἡ θεία γενήσεται φύσις, ἣ καὶ πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἐπιμερίζεται, πῶς ἐστιν ἕτερα τοῦ θεοῦ τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν εἰς ἀπόλαυσιν;

Πῶς δὲ τοῦ μόνου καὶ ὄντως ὀρεκτοῦ προκειμένου ποθεινὸν ἔσται τι τῶν ἁπάντων ἕτερον; Παρείη μὲν γὰρ ἂν καὶ τἄλλα· καὶ τοῦ ἡλίου γὰρ ἀνασχόντος ἥ τε σελήνη καὶ ἡ τῶν ἀστέρων πληθὺς οὐ χωροῦσι πρὸς τὸ μὴ ὄν, ἀλλ’ οὔτ’ ἀστέρων οὔτε σελήνης δᾳδουχούσης δεόμεθα, κἂν πλησιφαὴς κἂν πανσέληνος ᾖ, τοῦ ἡλίου ὄντος ὑπὲρ γῆν. Ἀλλ’ ὡς ἔοικεν ὁ ἄθλιος οὗτος καὶ τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος ἐπιβάλλει τὰς χεῖρας, τῆς ἀγάπης κἀκείνους ἐκβάλλων τοῦ θεοῦ· προκειμένου μὲν αὐτοῦ κατ’ ἐξουσίαν εἰς ἀπόλαυσιν αὐτοῖς, αὐτῶν δ’ ἑτέραν ἀπόλαυσιν πρὸ τοῦ θεοῦ τιθεμένων ὡς ἀνεράστων ἐκείνου πάντως κατὰ τοὺς Ἀκινδύνου περὶ μελλόντων μυστικοὺς τούτους λόγους. Ἀλλὰ καὶ ἀπὸ τοῦ κρείττονος τῶν ὄντων ἕκαστον καὶ μάλιστα τοῖς εὐφημεῖν προθυμουμένοις λαμβάνει τὴν ἐπωνυμίαν· οὐκοῦν εἰ καὶ τὰ κτιστὰ παρείη τοῖς κληρονόμοις μὲν θεοῦ, συγκληρονόμοις δὲ Χριστοῦ, ἀλλ’ ἀπὸ τοῦ κρείττονος δίκαιον ἂν εἴη καλεῖσθαι τὴν αὐτῶν κληρονομίαν. Ὁ δ’ Ἀκίνδυνος πολεμεῖ τοῖς ἀπὸ τούτου ταύτην προσαγορεύειν ἀξιοῦσι δικαιῶν αὐτὸς ἀπὸ τοῦ ἥττονος ἐφ’ ὕβρει ταύτης ὡς ἔοικε μεμνῆσθαι.

Ὅτι δὲ προθήσει πρὸς μετουσίαν τοῖς ἁγίοις ἑαυτὸν ὁ θεός, πάλιν ὁ αὐτὸς διδασκέτω. Τὸ γὰρ ἀποστολικὸν ἐκεῖνο διερμηνεύων, «σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», «ἡ δὲ ἀφθαρσία», φησί, «καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ δύναμις ἴδια τῆς θείας φύσεως εἶναι ὁμολογοῦνται, ἅπερ πρότερον περὶ τὸν κατ’ εἰκόνα γενόμενον ἦν καὶ εἰσαῦθις ἐλπίζεται» καὶ μετ’ ὀλίγα «τοῖς ἀπὸ κακίας κεκαθαρμένοις πᾶσι προθήσει τὴν μετουσίαν τῶν ἐν αὐτῷ καλῶν ὁ θεός, ἅπερ φησὶν ἡ γραφὴ μήτε ὀφθαλμὸν ἰδεῖν μήτε ἀκοὴν δέξασθαι μήτε λογισμοῖς ἐφικτὰ γενέσθαι». Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστί, κατά γε τὸν ἐμὸν λόγον ἢ τὸ ἐν αὐτῷ τῷ θεῷ γενέσθαι· τὸ γὰρ ἀγαθὸν τὸ ὑπὲρ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ καρδίαν, αὐτὸ ἂν εἴη τὸ τοῦ παντὸς ὑπερκείμενον. Εἰ τοίνυν «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν» ὑπὲρ ὄψιν ἐστὶ καὶ ἀκοὴν καὶ διάνοιαν, τοῦτο δέ ἐστι τὸ τοῦ παντὸς ὑπερκείμενον, ὁ κτιστὰ λέγων «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», οὐκ ἆρ’ αὐτὸ λέγει φανερῶς κτίσμα τὸ τοῦ παντὸς ὑπερκείμενον;

Πῶς δὲ καὶ κληρονομία τῶν ἁγίων ἐστὶν ὁ θεός, εἰ τὰ ἡτοιμασμένα πρὸς ἀπόλαυσιν αὐτοῖς κτίσματα ἢ λέγεται μέν, οὐκ ἔστι δέ; Τοιαύτη γὰρ ἡ σὴ πίστις καὶ θεοσέβεια. Διὸ καὶ μηδεμίαν ὑπερβολὴν ἀπολείπειν ἀτοπίας ἐξ ὧν θεολογοῦσι δεικνύναι τοὺς ἁγίους ἐπιχειρεῖς, ὡς ἄρα κατὰ σὲ καὶ τούτους λεγομένους μέν, μὴ ὄντας δέ, καταλλήλως τῆς κατὰ σὲ θείας κληρονομίας.

Ἀλλ’ ἐπεὶ τὴν κληρονομίαν ἐκείνην λέγει κτιστήν, ἣν ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, αὕτη δὲ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ αἰσθήσεως, πάλιν ὁ τάλας διὰ τούτων τῶν λόγων εἰς τὸ θειότατον ἐκεῖνο φῶς βλασφημεῖ τοῦ Δαμασκηνοῦ θεολόγου περὶ αὐτοῦ παρρησίᾳ τρανοτάτῃ γλώσσῃ διδάσκοντος· «ταῦτά ἐστιν ‘ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη’· οὕτως ἐν τῷ μέλλοντι αἰῶνι Χριστὸν ὀψόμεθα τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος», καὶ τοῦ Νύσσης ἐνθέου Γρηγορίου τῇ τοῦ θεοῦ θέᾳ τὸ πλήρωμα τῶν ἀγαθῶν μαρτυροῦντος· «ὁ γὰρ τὸν θεόν», φησίν, «ἰδών, πᾶν ὅπερ ἐστὶν ἐν ἀγαθῶν καταλόγῳ διὰ τοῦ ἰδεῖν ἔσχε· τὴν ἀτελεύτητον ζωήν, τὴν ἀΐδιον ἀφθαρσίαν, τὴν ἀθάνατον μακαριότητα, τὴν ἀτελεύτητον βασιλείαν, τὴν ἄληκτον εὐφροσύνην, τὸ ἀληθινὸν φῶς, τὴν πνευματικήν τε καὶ γλυκεῖαν τροφήν, τὴν ἀπρόσιτον δόξαν, τὸ διηνεκὲς ἀγαλλίαμα, τὸ πᾶν ἀγαθόν». Πρὸ δὲ τούτων καὶ αὐτὸς ὁ ἐξ Ἀρείου Πάγου θεοφάντωρ Διονύσιος, «οὐκ αἰσθήσει, οὐδ’ ἐκ τῶν ὄντων, ἀλλ’ ὑπὲρ τὰ ὄντα πάντα τῆς ὁρατῆς», φησίν, «ἐσόμεθα θεοφανείας ἀνάπλεω, καθάπερ ἐπὶ τῆς θειοτάτης μεταμορφώσεως οἱ μαθηταὶ τοῦ σωτῆρος, ἡνίκα τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως».

Πυθέσθαι δὲ χρὴ καὶ τοῦ σωτῆρος αὐτοῦ τί τὰ ἡτοιμασμένα καὶ τίς ἡ ἐπαγγελία. Καὶ δὴ λέγοντος ἀκούομεν νῦν, ἀκουστὴ δὲ καὶ τόθ’ ἡμῖν εἴη, «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Τίνος οὖν βασιλείαν κληρονομήσουσιν οἱ κληρονόμοι κατὰ Παῦλον θεοῦ, οἱ συγκληρονόμοι Χριστοῦ; Τοῦ θεοῦ δήπου. Κτιστὴ τοιγαροῦν ἡ τοῖς ἀγαπῶσι τὸν θεὸν ἡτοιμασμένη τοῦ θεοῦ βασιλεία, «ἣν οὐ φθάνεσθαι θέμις», κατὰ τὸν θεῖον Μάξιμον, «ὑπὸ αἰώνων ἢ χρόνων, ἣν καὶ πιστεύομεν, εἶναι», φησί, «τὴν τῶν σωζομένων κληρονομίαν», ἥτις, κατ’ αὐτὸν αὖθις, «τῶν προσόντων τῷ θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις» καὶ «τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος»; Πῶς δὲ καὶ κτιστὸν τὸ ἀπὸ καταβολῆς τοῦ κόσμου μὴ ἐκτισμένον ἀλλ’ ἡτοιμασμένον; Καίτοι μηδὲν προσδιορίσας ἐπὶ τῶν λόγων ὁ κύριος, καὶ τὸν νοητὸν δήπου κόσμον συμπεριέλαβε τῆς ἡτοιμασμένης ἡμῖν βασιλείας καὶ τοῦτον κατόπιν θέμενος.

Διδασκέτω δ’ ὅμως πάλιν ὁ Παῦλος πότε καὶ τίνα τρόπον ἡμῖν ἡ χάρις τῆς αἰωνίου ζωῆς ἡτοίμασται· τὰ τοιαῦτα γὰρ πάντα τῇ τοῦ θεοῦ βασιλείᾳ συμπεριείληπται. Φησὶ τοίνυν Πρὸς Τιμόθεον γράφων· «κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων». Ὁρᾷς ὅτι προαιωνίως ἡμῖν ἡ χάρις ἡτοίμασται;

Πῶς οὖν κτιστὸν τὸ πρὸ αἰώνων ἡτοιμασμένον; Ἀλλὰ διὰ τοὺς νέους τούτους Σέξτους καὶ Πύρωνας, τοὺς ἐπὶ τὰ θεῖα μεταγαγόντας τὰς ἐφεκτικὰς καὶ πυρωνείους ἐνστάσεις, τὴν ἀποστολικὴν ταύτην θεορρημοσύνην ὁ μέγας Ἀθανάσιος διευκρινείτω. «Πῶς γάρ», φησί, «πρὸ χρόνων αἰωνίων ἐλαμβάνομεν, μήπω γεγονότες ἀλλ’ ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς ἡμᾶς φθάνουσα χάρις;

Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν, εἰ μὴ ἐν τῷ κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι’ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν, ἵν’ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν». Διὸ Κύριλλος μὲν ὁ θεῖος, «ὁ πατὴρ δι’ υἱοῦ», φησίν, «ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἔσται τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ καὶ ἀφθαρσία καὶ χαρὰ καὶ ἁγιότης καὶ δύναμις καὶ ὅπερ ἂν ὑπάρχῃ τοῖς ἁγίοις ἐν ὑποστάσει κείμενον». Θαλάσσιος δὲ ὁ τούτοις τὴν σύνεσιν ἐφάμιλλος «ὑπεραιώνια», φησί, «καὶ πρὸ παντὸς αἰῶνος καὶ ὑπὲρ νοῦν καὶ λόγον τὰ ἀποκείμενα ἀγαθὰ τοῖς κληρονόμοις τῆς ἐπαγγελίας». Ὁ δὲ σεπτὸς Ἐπιφάνιος καὶ αὐτὸν εἰσάγει τὸν κύριον πρὸς τοὺς ἐν ᾅδου λέγοντα, «ἐγείρεσθε, ἄγωμεν, οἱ γὰρ θησαυροὶ τῶν ἀγαθῶν ἀνεώχθησαν καὶ ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται».

Κεφ. καʹ. Ἔτι παράστασις ὅτι τοὺς ἁγίους αὐτοὺς ὁ Ἀκίνδυνος πολυθέους καὶ καινούς φησι θεολόγους, ὡς τῆς ἀνωτέρω ῥηθείσης ἀκτίστου κληρονομίας ἄνω καὶ ὑψηλότερον εἶναι τὸ θεῖον κατ’ οὐσίαν διδάσκοντας. Ἀκίνδυνος δέ, βαβαὶ τῆς δυσσεβοῦς καὶ ἀλλοκότου τόλμης, καὶ αὐτὴν τὴν δεσποτικὴν προθεὶς φωνήν, «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ἡμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», εἶτ’ ἐπάγει γράφων αὖ· «εἰ ταῦτα τὰ μέλλοντα καὶ αὕτη ἡ κληρονομία τῶν ἁγίων ἄκτιστός ἐστιν, ἐναντία τοῖς ἁγίοις καὶ πολυθέως, ὦ καινὴ θεολογία, φρονεῖς τε καὶ δογματίζεις». Ὄντως εὑρέτις κακῶν ἡ ἀσέβεια καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν.

Αὐτὴν γὰρ τὴν τοῦ θεοῦ βασιλείαν ὁ τάλας ἀποφαίνεται κτιστὴν καὶ τοὺς ἄκτιστον αὐτὴν φρονοῦντας αὐτόχρημα καινοφωνίαν καλεῖ καὶ πολυθέους εἶναι διατείνεται, ἑαυτὸν δὲ καὶ τὴν αὐτοῦ συμμορίαν ἁγίους καὶ παλαίφρονας θεολόγους, οἷς ἐναντίως φρονοῦσί τε καὶ θεολογοῦσι Παῦλος, Διονύσιος, Ἀθανάσιος, Γρηγόριος, πάντες οἱ ἄκροι καὶ κορυφαῖοι τοῦ τῶν ἁγίων χοροῦ καὶ αὐτὸς ὁ τῶν ἁγίων θεός.

Καὶ γὰρ οὐ νῦν πρῶτον ταῦτα προφέρομεν ἡμεῖς, ἀλλ’ ἔστιν ἃ τούτων ἡμῶν προενεγκόντων καὶ μηδὲν παρ’ ἑαυτῶν προσθέντων μηδὲ πρὸς αὐτὸν ποιουμένων τὸν λόγον, αὐτὸς αὐτεπάγγελτος ἥκων τῆς τοῦ Βαρλαὰμ δυσσεβείας ὑπέρμαχος τοιαύτας ἀνθυπήνεγκε τὰς ἀντιρρήσεις, ἐν ὑποκρίσει τοῦ πρὸς ἡμᾶς λέγειν εἰς αὐτὴν τὴν τοῦ θεοῦ βασιλείαν καὶ τοὺς ἁγίους τοῦ θεοῦ τηλικαῦτα παροινῶν. Ἐπεὶ δὲ κἀκεῖνα παρὰ τῶν ἁγίων συμπροηνέγκαμεν, ὡς «εἴπερ ἡ ἐνέργεια τοῦ θεοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία», καὶ «εἰ ἡ σοφία ἀκατάληπτος, πόσῳ μᾶλλον ἡ φύσις;» καὶ «εἰ τὰ κρίματα αὐτοῦ ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ τῶν στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἄνω καὶ ὑψηλότερόν ἐστιν αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων;». Ταῦτα τοῖς ἀνωτέρω συμπροενεγκόντων ἡμῶν, πάλιν ὁ αὐτὸς πολυκίνδυνος «εἰ ταύτης», φησί, «τῆς κληρονομίας τῶν ἁγίων ἀκτίστου οὔσης ἄνω καὶ ὑψηλότερόν ἐστι τὸ θεῖον, αὐτὸς ἑαυτοῦ ἐστιν ὁ θεὸς ὑψηλότερος, οὗ τί ἂν ἀσεβέστερον εἴποι τις;».

Καὶ μὴν ὁ ἅγιος ἐνταῦθα τὴν κληρονομίαν τῶν ἁγίων, ἧς ὑψηλότερον εἶναι τὸ θεῖον ἐθεολόγησεν, ὑπερκεῖσθαί φησι πάσης τῆς ἀπὸ στοχασμῶν εἰκασίας, ἣν ἀνωτέρω προσεῖπεν ὁ αὐτὸς ταύτην εἶναι τὸ τοῦ παντὸς ὑπερκείμενον, ἀλλὰ καὶ ταῖς ἀνεξιχνιάστοις ὁδοῖς τοῦ θεοῦ συνέταξεν ἐνταῦθα—ἔστιν οὖν τι τῶν κτισμάτων ἀνεξιχνίαστον; —ἀλλὰ καὶ τοῖς ἀνεξερευνήτοις κρίμασι, τοῖς θείοις δηλονότι προορισμοῖς καὶ βουλήμασιν, ἀλλ’ οὐ τοῖς κριθεῖσι καὶ θεληθεῖσιν· οὐ τῶν ὑστερογενῶν τοίνυν τούτων, ἀλλ’ ἐκείνων τῶν προαιωνίων, «κατὰ τὸ ἄφραστον καὶ ἀπροσπέλαστον ἄνω καὶ ὑψηλότερον τὸ θεῖον», ἐθεολόγησεν, ὡς περὶ αὐτὸ νοουμένων, ἀδελφὰ τῷ ἀδελφῷ φρονῶν, ὅς φησι περὶ τῶν προαιωνίων ἐνεργειῶν τὸν λόγον ποιούμενος, ὅτι «κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω», τὰς ἀκτίστους ἐνεργείας τοῦ πνεύματος κατωτέρω φανερῶς τοῦ πνεύματος ἀποφηνάμενος εἶναι, δηλονότι τῆς οὐσίας τοῦ πνεύματος.

Ὁ δ’ Ἀκίνδυνος διὰ τῆς τοῦ ‘θεὸς’ φωνῆς σοφιζόμενος παρακρούεται τοὺς ἀκεραιοτέρους. Ἀλλὰ καὶ αὐτὸς ὁ Νύσσης θεῖος Γρηγόριος, ὃς ἐνταῦθα τῶν περὶ αὐτὸ νοουμένων ἄνω καὶ ὑψηλότερον τὸ θεῖον προσείρηκεν ἐν τοῖς αὐτοῖς Πρὸς Εὐνόμιον λόγοις «πᾶν», φησίν, «ὅπερ ἐστὶ περὶ τὸν θεὸν νοούμενον, πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, ἀλλ’ ὀνομάζεσθαι ταῦτά φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα».

Τὰ γοῦν πρὸ παντὸς κόσμου περὶ τὸν θεὸν ὄντα, ὧν ἐστι καὶ ἡ πάσης ὑπερκειμένη τῆς ἀπὸ στοχασμῶν εἰκασίας ἐπαγγελία τῶν ἀγαθῶν καὶ αἱ ἀνεξιχνίαστοι ὁδοὶ καὶ τὰ ἀνεξερεύνητα κρίματα, ταυτὸ δὲ συνελόντα φάναι ἡ τοῦ θεοῦ ὑπέρσοφος πρόνοια, πῶς ἂν εἴη κτίσματα;

Καὶ τοίνυν, εἰ μὲν τὴν ἄφραστόν τε καὶ ἀπερινόητον ταύτην ἐπαγγελίαν καὶ κληρονομίαν τῶν ἀγαθῶν, ἧς ἄνω καὶ ὑψηλότερον ἔφη τὸ θεῖον ὁ σοφὸς τὰ θεῖα Γρηγόριος, ταύτην ἡμεῖς ἀλλ’ οὐκ ἐκεῖνος αὖθις τὸ τοῦ παντὸς ὑπερκείμενον ἔφη καὶ μετὰ τῶν προαιωνίων ἠρίθμησε, πρὸς ἡμᾶς κατεχρήσω τῇ λοιδόρῳ σου γλώττῃ, καὶ τοῦτο εἴπερ παρ’ ἄλλων ἁγίων οὐκ εἴχομεν τοῦτο δεῖξαι καὶ παραστῆσαι, ὡς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», οὐδὲν ἕτερον ἢ αὐτός ἐστιν ὁ θεὸς ὁ πᾶσι πάντα τότε κατὰ χάριν γινόμενος. Εἰ δὲ αὐτὸς οὗτος ὁ Νύσσης θεῖος Γρηγόριος συνῳδὰ τῷ χορῷ τῶν θεηγόρων ἁπάντων ταῦθ’ οὕτω θεολογεῖ, σαφῶς αὐτὸν ἐκεῖνον μετ’ ἐκείνων ἁπάντων—ἵλεω δ’ ἡμῖν εἶεν ὅτι καὶ τὰ σὰ κατ’ ἐκείνων ἡμεῖς προφέρομεν διὰ γλώττης, ἡμῶν γὰρ ὑπὲρ ἐκείνων ὁ λόγος—σὺ τοίνυν φανερῶς ἐκείνους πολυθέους καὶ καινοὺς καλεῖς θεολόγους καὶ τοῖς ἁγίοις, οὐκ οἶδα τίσιν, ἀντικειμένους, ἀσεβεστάτους τε καὶ ἀτοπωτάτους, ὡς αὐτὸν ἑαυτοῦ ὑψηλότερον λέγοντας τὸν θεόν, μείζονά τε καὶ ἐλάττονα, καὶ ὑφειμένον καὶ ὑπερκείμενον, εἰς κτίσμα τε κατασπῶντας αὐτὸν καὶ θεὸν τιθεμένους τὰ κτίσματα.

Ῥᾳδίως δ’ ἂν αὐτός, οἶμαι, καὶ τῶν προσκυνητῶν καὶ θείων ὑποστάσεων ἑκάστην ἀποδείξαις ἐκ τοιούτων σύνθετον αὐτὴν ἑαυτῆς μείζω καὶ ἐλάττω τιθείς, καὶ πρώτην καὶ δευτερεύουσαν, ἀξιολογωτέραν τε καὶ ἧττον τοιαύτην. «Ὁ μὲν γὰρ θεὸς καὶ πατὴρ φύσει», κατὰ τὸν πολὺν τὰ θεῖα Κύριλλον, «ὑπάρχων, πατὴρ μὲν τοῦ υἱοῦ, ἡμῶν δὲ θεός, πρῶτόν ἐστι πατήρ, εἶθ’ οὕτω θεός, εἰ καὶ ἅμα καὶ συνημμένως», καὶ ὁ πατέρα καλῶν αὐτόν, «τὸ μεῖζον ἀπονέμει τούτῳ καὶ οὐ τὸ ἔλαττον». Διὸ καὶ περὶ Ἀρείου καὶ Εὐνομίου καὶ τῶν κατ’ ἐκείνους φησίν, «εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ θεῷ πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτόν, θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν· θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, πατὴρ δὲ ὡς πρὸς υἱόν· τὴν οὖν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ θεῷ τοῦ μείζονος ἀποστεροῦντες αὐτόν». Ἀλλὰ καὶ ὁ υἱός, πρὸς τῷ καὶ υἱὸς εἶναι καὶ θεός, ἔχει καὶ τὴν γνῶσιν τοῦ παντὸς καὶ τὴν γνῶσιν τοῦ πατρός, ἥτις κατὰ τοὺς θεοφόρους ὡς ἐλάττονος ἐκείνης ὑπεραναβέβηκε, καθάπερ ἐν τῷ δευτέρῳ λόγῳ προϋπεδείξαμεν.

Διὸ καὶ ὁ τῆς εὐαγγελικῆς εὐκρινείας τὴν σύνοψιν ποιησάμενος, τοῦ κυρίου εἰρηκότος ὡς «οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ υἱός», αὐτὸς ἑρμηνεύων ἐπιφέρει, «τὸ μεῖζον λέγει, ὅτι οὐδὲν θαυμαστὸν εἰ πάντων εἰμὶ δεσπότης, ὅπου γε καὶ τὸ μεῖζον ἔχω, τὸ εἰδέναι τὸν πατέρα».

Τὸ αὐτὸ δ’ ἄν τις φαίη καὶ περὶ τοῦ πνεύματος· πάντων γὰρ δεσπόζον καὶ τὰ πάντ’ εἰδός, «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ». Σὸν οὖν ἐστι λέγειν, ὡς, ἐπειδήπερ ἕκαστον αὐτῶν καὶ τὰ ἐλάττω φύσει ἔχει, τό τε γινώσκειν καὶ τὸ δεσπόζειν τοῦ παντός, ἀλλὰ καὶ τὰ μείζω, τό τε γινώσκειν ἄλληλα καὶ ἀλλήλοις ἡνῶσθαι φυσικῶς, αὐτὸ ἑαυτοῦ καὶ μεῖζον καὶ ἔλαττόν ἐστιν.

Σὺ δ’ ὁ τῶν θείων ἐνεργειῶν ἕνεκα καὶ τῶν περὶ τὴν θείαν φύσιν ἢ τῶν ὑποστάσεων ἑκάστην νοουμένων ἐξ ἀϊδίου τοιαῦτα διανοούμενος καὶ διαρρήδην ἀποφαινόμενος, τί οὐκ ἂν ἀκολούθως φαίης καὶ περὶ αὐτοῦ τοῦ τῆς φύσεως τρισυποστάτου, ὃ καὶ πρότερον ἔφημεν; Τί γὰρ ἐπεὶ μείζων ὁ πατὴρ καὶ αἴτιος τοῦ υἱοῦ, ὡς αὐτὸς ὁ κύριος εἶπε, καὶ παρὰ τοῦ πατρὸς ἀπεστάλη καὶ καθὼς ἀκούει κρίνει, τό τε πνεῦμα τῇ τάξει τὸν υἱὸν ὑποβέβηκε, φανερωθὲν μετ’ αὐτὸν καὶ δι’ αὐτοῦ πεμπόμενόν τε καὶ χορηγούμενον, ὡς οἱ μεγάλοι φασὶ Βασίλειός τε καὶ Κύριλλος, παρ’ ἐκείνου τε λαμβάνει καὶ ἀναγγέλλει καὶ ἃ ἂν ἀκούσῃ λαλεῖ, μείζω λέγομεν ἑαυτοῦ τὸν ἕνα θεὸν καὶ τὸν αὐτὸν πάλιν ἑαυτοῦ ἕτερόν τε καὶ δεύτερον καὶ ὑποβεβηκότα καὶ ὑπερκείμενον, ἀποστελλόμενόν τε καὶ ἀποστέλλοντα καὶ διδάσκοντα ἑαυτὸν καὶ ὑφ’ ἑαυτοῦ διδασκόμενον; Τί λέγεις;

Ὁ πολυπραγμονεῖν ἀποτρέπων λόγῳ καὶ δι’ ὧν αὖθις γράφεις πολυπραγμονεῖν ἀναπείθων καὶ βιαζόμενος, ἔχεις ὅπως ἡμᾶς ταύτης ἐκλύσῃς τῆς ἀπορίας; Ἀλλ’ εἴπερ εἶχες, οὐκ ἂν ταῦθ’ ἡμῶν κατηγόρεις.

Κεφ. κβʹ. Ἔτι παράστασις, ὡς οὐκ ἔστιν ἄλλως εἶναι τὸν θεὸν ἐν μιᾷ θεότητι, εἰ μὴ ὡς ὁ Παλαμᾶς φησι τοῖς πατράσιν ἑπόμενος· ἐν ᾗ καί τινων ἀντιθέσεων λύσις. Ἄγε δὴ νῦν ἄκων γοῦν μυήθητι, καὶ τῆς ἀληθείας ὅλος γενοῦ τὰς ψευδεῖς δόξας ἀποβαλλόμενος. Εἷς γὰρ ἡμῖν ὁμολογεῖται καὶ προσκυνεῖται θεός, ἀλλὰ τρισυπόστατος, ἐνεργής τε φύσει καὶ παντοδύναμος. ᾟ μὲν οὖν ἕνα τοῦτόν φαμεν ὡς μίαν ἔχοντα φύσιν, ἕνα τοῦτόν φαμεν καὶ προσκυνοῦμεν καὶ σέβομεν· ἁπλῆς γὰρ οὔσης ταύτης καὶ ἀμερίστου παντάπασι, πῶς ἄν τις κατ’ αὐτὴν ἐν τῷ θεῷ διπλόην τινὰ θεωρήσειεν. ᾟ δὲ τρισυπόστατός ἐστιν ἡ μία φύσις, ἐνεργής τε καὶ παντοδύναμος, ὡς μὲν τρισυπόστατος διαφόρους ἔχει τὰς ὑποστάσεις, ὡς ἐνεργὴς δὲ καὶ παντοδύναμος διαφόρους ἔχει τὰς φυσικὰς δυνάμεις καὶ ἐνεργείας, ἀδιαιρέτως διαιρουμένη, τῆς εὐσεβοῦς διακρίσεως τὴν διαφορὰν γνωριζούσης, οὐ διιστάσης τὰ ἡνωμένα πρὸς μίαν καὶ ἀδιάρρηκτον συμφυΐαν.

Ἀλλ’ οἱ πρὸς τὰς ματαίας ἐνστάσεις τῶν πώποτε ποριμώτατοι «τῷ πάντα δύνασθαι», φασί, «παντοδύναμός ἐστιν, οὐ τῷ δυνάμεις ἔχειν· καὶ τῷ ἐνεργεῖν ἐνεργής, οὐ τῷ ἐνεργείας κεκτῆσθαι». Τοιγαροῦν, ὦ σοφοί, καὶ τῷ τρισσῶς ὑφίστασθαι τρισυπόστατός ἐστιν, ἀλλ’ οὐχὶ τῷ τρεῖς ὑποστάσεις ἔχειν, καίτοι κἂν εἰ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, τὸ πάντα δύνασθαι καὶ τὸ διαφόρως ἐνεργεῖν τοῦ κατ’ οὐσίαν ἑνιαίου τοῦ θεοῦ διενήνοχεν οὐδὲν ἧττον. Καὶ τοῖς λέγουσιν ἐν οὐσίᾳ μόνῃ τὸ θεῖον θεωρεῖσθαι προσίσταται τὸν ἴσον τρόπον. Ἀλλὰ γὰρ ὥσπερ τρισυπόστατος ὢν τρεῖς ἔχει τὰς προσκυνητὰς ὑποστάσεις, οὕτω καὶ ἐνεργὴς ὤν, ἐνεργείας ἔχει θείας καὶ πάσας τὰς δυνάμεις ὡς παντοδύναμος ὤν. Διὸ καὶ ὁ μέγας Διονύσιος ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Θεωνυμιῶν «δύναμις», φησί, «λέγεται ὁ θεὸς ὡς πᾶσαν δύναμιν ἐν ἑαυτῷ προέχων καὶ ὑπερέχων». Καὶ ὁ μέγας Ἀθανάσιος Κατὰ Ἑλλήνων γράφων, «ὁ παντοδύναμος», φησί, «καὶ παντέλειος ἅγιος τοῦ πατρὸς λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει»· καὶ πάλιν, «μόνος ἐστὶν ὁ υἱὸς εἰκὼν ἀπαράλλακτος τοῦ πατρός· τίς οὖν ἂν ἐξαριθμήσειε τὸν πατέρα, ἵνα καὶ τοῦ λόγου τούτου τὰς δυνάμεις ἐξεύρῃ;». Ὁ δὲ πολὺς τὰ θεῖα Μάξιμος «οὐκ ἐνεργεῖν», φησί, «χωρὶς ἐνεργείας ἐστίν, ὥσπερ οὐδὲ ὑπάρχειν χωρὶς ὑπάρξεως».

Ἀλλ’ οἱ περιττοὶ τὰ σοφιστικὰ πάλιν «ἐνεργεῖται καὶ ἡ ἐνέργεια», λέγουσιν, «οὐκοῦν οὐ χωρὶς ἐνεργείας ἐνεργηθήσεται· καὶ αὕτη πάλιν ὁμοίως καὶ πρὸ αὐτῆς ἡ ἑτέρα καὶ τοῦτο ἐπ’ ἄπειρον». Ὢ τῶν κενῶν ληρημάτων. Οὗτοι γὰρ ἄν, ὃ καὶ πρότερον εἶπον, ῥᾳδίως καὶ λόγους ἑαυτοῖς ἀπείρους ἐπισωρεύσαιεν καὶ βουλὰς καὶ γραφάς, μᾶλλον δέ, ὃ καὶ παραδοξότερον, αὐτὴν τὴν μίαν αὐτῶν γραφήν τε καὶ βουλὴν καὶ τὸν ἕνα λόγον ἀπείρους ἐροῦσιν εἶναι· καὶ γὰρ οὐδὲν τῶν λεγομένων πραγμάτων χωρὶς λόγου λεχθείη ἄν. Λέγεσθαι δὲ καὶ αὐτὸν τὸν λόγον φαμέν· οὐ μέντοι τὸν αὐτὸν τρόπον, ὦ σοφώτατοι. Βουλευόμεθά τε περί τινος, καὶ βουλευόμεθα βουλήν, ἀλλ’ οὐδ’ ἐν τούτοις ὁ αὐτὸς τρόπος. Ὁ μὲν γὰρ λέγων πρὸς τὸν λόγον καὶ ὁ βουλευόμενος πρὸς τὴν βουλήν, ὡς ὁ κινούμενος ἔχει πρὸς τὴν ἔμφυτον κίνησιν, τὸ δὲ πρᾶγμα περὶ οὗ λέγει τις ἢ βουλεύεται τούτων οὐδέν, ὡς ἕτερον παρὰ τὴν βουλὴν καὶ τὸν λόγον, τόν τε λέγοντα καὶ τὸν βουλευόμενον, ὄν. Κἀπὶ τῆς γραφῆς δὲ ὡσαύτως, ἣν ἄν τις φαίη γραφήν, τοῦτο δὴ κἀπὶ τῆς ἐνεργείας, ἂν μετὰ νοῦ σκοπῇς, γνοίης ἄν. Ἀλλὰ γὰρ ἐπεὶ διαφόρους ὑποστάσεις καὶ πολλὰς δυνάμεις καὶ ἐνεργείας ἔχει ὁ θεός, εἰ μὴ ἕν τι τὸ αἴτιον ἐν αὐταῖς, πολλαὶ καὶ διάφοροι ἔσονται ἀρχαὶ τῆς θεότητος, ὃ τῶν ἑλληνικῶν ὕθλων μᾶλλον ἢ τῶν εὐσεβῶς φρονούντων ἐστί.

Τῷ δ’ ἐν ταύταις αἰτίῳ καὶ τὸ αἰτιατὸν ἐν αὐταῖς ἐξ ἀνάγκης ἀκολουθεῖ· τῷ δ’ αἰτιατῷ καὶ τῷ αἰτίῳ, τά τε μικρὸν ἀνωτέρω προειρημένα καὶ τὰ παραπλήσια τούτοις ἅπαντα. Ὁ μὲν οὖν υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός. Τοῦτον δ’ ὡς αἴτιον ἔχοντα, καθὸ αἴτιον, καὶ ἕτερον καὶ μείζονα ἔχουσιν ἑαυτῶν· καθὸ δὲ καὶ διαφόρως αἴτιον, κατὰ τοῦτο καὶ ἀλλήλων κατὰ τὰς ὑποστάσεις διενηνόχασι καὶ τὴν τῶν ὑποστατικῶν ἰδιοτήτων δήλωσιν διάφορον ἐπιδέχονται παρὰ τῶν εὐσεβῶν θεολόγων. Ὁ μὲν οὖν υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός, αἱ δὲ δυνάμεις καὶ ἐνέργειαι ἐκ τῆς μιᾶς τρισυποστάτου φύσεως· «καὶ γὰρ οὐχ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας», φησὶν ὁ Χρυσόστομος θεολόγος, «καὶ οὐχ ἡ οὐσία ἐκ τῆς ἐνεργείας, ἀλλ’ ἡ ἐνέργεια ἐκ τῆς οὐσίας»· καὶ πάλιν, «ἀνέκφραστος ἡ θεία δύναμις, πόσῳ μᾶλλον ἡ φύσις ἀφ’ ἧς ἡ δύναμις». Ἐπεὶ τοίνυν ἐκ τῆς φύσεως, καὶ τὴν φύσιν ἐξ ἀνάγκης αἰτίαν ἔχουσιν· εἰ δὲ αἰτίαν, καὶ ἑτέραν κατὰ τοῦτο καὶ ὑπερκειμένην ἔχουσιν ἑαυτῶν. Ποικίλλονταί τε καὶ μερίζονται διαφόρως ἐπὶ τῶν μετεχόντων ἀναλόγως ἑκάστῳ μετεχόμεναι κατὰ τοὺς ἀληθεῖς θεολόγους· μόνος γὰρ ὁ Χριστὸς κατὰ τὸν βαπτιστὴν οὐκ ἐν μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν εἴληφε.

Κεφ. κγʹ. Ὡς ἐν ἐπιλόγου σχήματι σύνοψις τῶν Ἀκινδύνου δυσσεβημάτων εἰ καὶ μὴ πάντων· καὶ περὶ τῆς ἐπὶ τῇ εὐφήμῳ τοῦ ὀνόματος μεγαλαυχίας αὐτοῦ. Σὲ δὲ παρὰ τὴν οἰκείαν ἄγνοιαν μερισμὸν περὶ τὴν θείαν φύσιν εἰσάγειν ὑπονοεῖς τὰ τοιαῦτα. Πολλάκις δὲ παρ’ ἡμῶν τῆς ἀληθείας ἀκροασάμενος καὶ ὑπὸ πολλοῖς μάρτυσι ταύτῃ συνθέμενος, ὡς καὶ γράμμασιν οἰκειοχείροις ἐπιμαρτυρῆσαι παρρησίᾳ τῇ τῶν ἁγίων καὶ ἡμῶν ἀκριβεῖ συμφωνίᾳ, καὶ μετὰ τοῦτο φωραθεὶς πάλιν ὁ αὐτός, ὡς καὶ συνοδικὸν ὑποστῆναι θρίαμβον, καὶ παρρησίᾳ κατῃσχυμένος, ἐθελοκακῶν αὖ, πρὸς τοὺς ἀφελεστέρους διαβάλλειν πειρᾷ, σοφίσμασι καὶ ψεύδεσι ποικίλοις, ὁπόσους ἂν δύναιο παρακρουόμενος, τῆς ἐμφυλίου στάσεως τοῖς σοῖς τούτοις ἔργοις ἐς τὰ μάλιστα συμπραττούσης.

ᾟ θαρρῶν καὶ γραφῇ παραδίδως τὴν πονηρίαν, ἐν ᾗ τέμνων ἀτριβῆ θεολογίας ὁδὸν κτιστήν τε καὶ ἄκτιστον δογματίζεις τοῦ θεοῦ τὴν θεότητα, καὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας τὴν διαφορὰν ἀναιρεῖς καὶ ἐν οὐσίᾳ μόνῃ χωρὶς ἐνεργείας τὸν θεὸν εἶναι λέγεις, καὶ πλὴν τῆς θείας οὐσίας πᾶν ἄλλο θεῖον καὶ περὶ ταύτην νοούμενον εἶναι διατείνῃ κτιστόν, καὶ τῆς οὐσίας τοῦ θεοῦ μετέχειν τὰ πάντα διισχυρίζῃ, καὶ τὸν υἱὸν μόνον καὶ τὸ πνεῦμα φῂς ἄκτιστον ἐνέργειαν καὶ οὐσίαν ταῦτα τοῦ πατρός, πάσας δὲ τὰς κοινὰς δυνάμεις τε καὶ ἐνεργείας πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος κτιστάς, καὶ πάντα τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα κτιστὰς ὀνομάζεις οὐσίας καὶ ὑποστάσεις, πρὸ τῶν ἀγγέλων ἐν αἰῶνι κτισθείσας καὶ περὶ τὸν θεὸν θεωρουμένας, καὶ διὰ τῶν τοιούτων πάντων, κατατομὴν καὶ μερισμὸν ποιεῖς θεότητος, σύγχυσίν τε καὶ φυρμὸν καὶ αὐτὸν ἑαυτοῦ τὸ θεὸν ἐναργέστατα δείκνυσαι φρονῶν αὐτὸς οὐ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ἀλλὰ κατὰ τὴν φύσιν μείζονα καὶ ἐλάττονα, καὶ ὑφειμένον καὶ ὑπερκείμενον, μᾶλλον δὲ κρείττω τε καὶ χείρω, κτίστην τε καὶ κτίσμα, φεῦ τῆς ἀφροσύνης, τὸν αὐτόν.

Ἀλλ’ ὁ τηλικούτῳ κινδύνῳ τῆς ἀσεβείας ἁλῶναι κινδυνεύσας Ἀκίνδυνος, ὡς διὰ πολλῶν καὶ πολλάκις ἐκ τῶν αὐτῷ συγγεγραμμένων ἀπεδείξαμέν τε καὶ ἀποδείξωμεν, κἀπὶ τῷ δοκοῦντι τοῦ ὀνόματος εὐφήμῳ μέγα φρονεῖ καὶ δῆλός ἐστι θρυπτόμενος καὶ κλέπτειν κἀντεῦθεν τοὺς ἀκροωμένους πειρώμενος τῆς «ἀκινδύνου» λέγων εἶναι τὰ τοιαῦτα διανοίας, ὥσπερ ἂν εἰ μὴ δυσσεβής τις ἦν τὴν ἐπωνυμίαν Εὐσέβιος, ἢ δυστυχὴς περὶ τὸ σέβας ὁ Εὐτυχής, καὶ κακόδοξος ὁ Εὐδόξιος, καὶ τῶν παρανομωτάτων δογμάτων συγγραφεὺς ὁ Εὐνόμιος· καίτοι τοῦτό οἱ τοὔνομα οὐκ ἀπὸ πατέρων εἰς αὐτὸν οὗτος ἔχει καταβάν. Τὸ γὰρ ἐκεῖθεν αὐτῷ προσῆκον, ὡς μὴ τῇ νεωστὶ γεγονυίᾳ σεμνότητι προσῆκον, ἀνήκουστον ὁ τούτων ἐνταῦθα διετήρησε παῖς· ὃ δ’ ἐπίκτητον ὁμοῦ καὶ ἰδιαίτατον εἶχεν, αὐτὸς ἑαυτῷ περιθέμενος, πρὸς ἐπίκρυψιν ὡς ἔοικε καὶ τῆς προτέρας τύχης καὶ τῶν ἐκ πολλοῦ τρόπων καὶ τῶν νῦν πονηρῶν δογμάτων καὶ συγγραμμάτων, τούτῳ νῦν ἐπονομάζων ἑαυτὸν γάννυται, τὸ κατὰ μοναχοὺς θέμενος παρ’ οὐδέν, εἰς ὃ κειρόμενος ὡς ἔθος τὴν ἰδίαν ἤμειψε κλῆσιν, δίκαιά γε κατὰ τοῦτο ποιῶν, κἂν μὴ προαιρέσει δικαίᾳ· μοναχοῖς γὰρ καὶ τῇ κοινῇ τούτων ἐλπίδι πολεμῶν, οὐδ’ ὀνόματι κοινωνεῖν αὐτῶν δίκαιος.

Ἀλλ’ ὁ μὲν «ἀκινδύνου» διανοίας εἶναι τίθεται πειρᾶσθαι καὶ παντὶ τρόπῳ σπεύδειν ἀφανῆ ποιεῖν τὴν τοῦ θεοῦ φανέρωσιν, ἣν αὐτὸς ὁ θεὸς εὐδόκησε τελέσαι καὶ δι’ ἧς, ὡς ὁ τὰ θεῖα πολὺς Μάξιμος φησί, πᾶν εἶδος θεολογίας ἀσφαλοῦς καὶ τοὺς τῶν μυστηρίων πνευματικοὺς ἐκπαιδευόμεθα λόγους.

Ἡμεῖς δὲ ἐκ τῶν πνευματικῶν τούτων λόγων ὧν ἐπαιδεύθημεν καὶ τὴν ἑξῆς κατὰ τοῦ φωτὸς ἐπήρειαν καὶ κακόνοιαν, δι’ ἣν πολυκίνδυνος ὁ Ἀκίνδυνος γέγονεν, ἐξελέγξομεν.