Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Δ΄, Κεφάλαια 1-8: Η αληθής φύση του θείου φωτός ως φυσικού συμβόλου

Ο τέταρτος λόγος εξετάζει τον χαρακτήρα του φωτός της Μεταμορφώσεως ως άκτιστης φυσικής δόξας της θεότητος, αναιρώντας την πλάνη που το υποβιβάζει σε κτιστό και αισθητό σύμβολο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΑ ΤΩ, ΑΚΙΝΔΥΝΩ, ΚΑΤΑ ΤΟΥ ΦΩΤΟΣ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΤΩΝ ΥΠ’ ΑΥΤΗΣ ΚΕΧΑΡΙΤΩΜΕΝΩΝ ΘΕΙΩΣ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΤΕΤΑΡΤΟΣ Κεφ. αʹ. Ὅτι πολλοῖς τεχνάσμασι προκαταλαβὼν τὸν ἀκροατὴν ὁ Ἀκίνδυνος, εἶτα φανερῶς ὑπερορίζει τῆς ἀκτίστου θεότητος τὸ τῆς θείας μεταμορφώ- {τῆς ἀκτίστου θεότητος τὸ τῆς θείας μεταμορφώσεως φῶς.} Ὑποψιθυρίσας τοίνυν αὖθις τὴν εἰς τὸ μέγα φῶς βλασφημίαν καὶ καθάπερ τινὶ μορμολυκίῳ τῇ διθεΐα φοβήσας, μᾶλλον δὲ αὐτὸς φοβηθεὶς τὸν ἀπὸ τῶν ἱερῶν γραφῶν ἔλεγχον καὶ τοὺς αὐτῷ πειθομένους ἀποστήσας τῆς ἐρεύνης αὐτῶν ἐν εὐλαβείας προσχήματι καὶ μέγαν ἑαυτὸν παραστήσας ὡς φερωνύμως ἀκίνδυνον καὶ τοὺς μὲν τῇ σκολιότητι τῶν τεχνασμάτων περιβαλόμενος, τοὺς δὲ τῷ μεγέθει δεδιξάμενος τοῦ δῆθεν παραπόδας κινδύνου, κἄν τις ἑκατέραν διαδρᾶναι δυνηθῇ πάγην, τῇ γοῦν μεγαληγορίᾳ καὶ τοῦτον κατεπτηχέναι νομίσας, οὕτως ἐν ἀφύκτοις θριγγίοις, ὥς γε ᾠήθη, περισχὼν ἅπαντας, ἄρχεται κατὰ μικρὸν αὖ τὰ τῆς δυσσεβείας ἀποδύεσθαι προκαλύμματα καὶ πρὸς τὸ σαφέστερον τῇ κατὰ τοῦ φωτὸς βλασφημίᾳ ἐπαγωνίζεσθαι.

Φησὶ γοῦν· «εἰ δέ ἐστι καὶ ὁ ἅγιος Μάξιμος δεκτὸς καὶ οὐκ ἀπόβλητος, δεκτέον αὐτοῦ καὶ τὸ εἰς τὴν ἁγίαν μεταμόρφωσιν κεφάλαιον, σύμβολον εἶναι λέγον τὸ φῶς ἐκεῖνο τῆς ἀφανοῦς κρυφιότητος τῆς δόξης τοῦ θεοῦ, καὶ θεοπρεπῆ δραματουργήματα· σύμβολον δὲ οὐ φυσικόν, ὡς ἡ νέα θεολογία φυσιολογεῖ τὸ θεῖον, οὐ γὰρ τοῦτο λέγει ὁ ἅγιος, ἀλλὰ ‘σύμβολον’ μόνον, καὶ προστίθησι ‘θεοπρεπῆ δραματουργήματα’, ἅτε λέγων ἀλλαχοῦ περὶ θεοῦ· ‘εἷς θεὸς ἀκατάληπτος, οὐδενὶ τῶν ὄντων ἐκ φυσικῆς ἐμφάσεως διεγνωσμένος’· πῶς οὖν τὸ ἱερὸν σύμβολον φυσικὸν λέγει σύμβολον;».

Κεφ. βʹ. Ὅτι περιπετὴς οὗτος ἑαυτῷ γενόμενος, πρὸς τοῖς ἄλλοις καὶ διθεΐτης ἀναφαίνεται. Ἰού, ἰού, κινδύνῳ περιέπεσε σαφῶς ὁ Ἀκίνδυνος καὶ ὁ κατ’ εὐλάβειάν τε καὶ ἀσφάλειαν ἀναλλοίωτος, ὡς αὐτὸς περὶ ἑαυτοῦ μεγαλαυχῶν ἐμαρτύρησε, σφαλερὸς ἐκ τοῦ αἰφνιδίου καὶ ἀναιδὴς πολυειδῶς ἀναπέφηνε· τὸ δ’ ἔτι διαφερόντως παραδοξότερον, ὅτι καὶ αὐτός ἐστιν ἑαυτῷ τοῦ ὀλισθήματος ἡ ἀπόδειξις. Εἰ γὰρ κατὰ τοὺς μικρὸν ἀνωτέρω τοῦ αὐτοῦ λόγους, «τὸ ἐᾶν ἀναφὲς καὶ ἀπολυπραγμόνητον τὸ φῶς ἐκεῖνο καὶ τὰ εἰς αὐτὸ τοῖς ἁγίοις ῥηθέντα εὐλαβοῦς ἐστι διανοίας καὶ ἀκινδύνου», νῦν δ’ ἥψατο καὶ πεπολυπραγμόνηκεν οὗτος αὐτός, οὐκ ἔτ’ ἀκίνδυνος οὐδ’ εὐλαβής.

Ἐπεὶ δὲ καὶ διὰ τοῦτ’ ἔφη «δεῖν ἐᾶν ἀπολυπραγμόνητον καὶ ἀναφές, ἵνα ᾖ ὄντως μυστήριον θεοῦ τὸ τότε γενόμενον», νῦν οὐκοῦν αὐτὸς τῶν ὡς ἀληθῶς θεοῦ μυστηρίων ἐκβαλὼν πόρρω τίθησι τὸ τότε γενόμενον, ἐπίτηδες ὡς ἔοικεν ἄρας, ἵνα κατασπάσῃ σφοδρότερον. Εἰ δὲ καὶ τοὺς ἐπαφωμένους καὶ πολυπραγμονοῦντας, κατὰ τὸν αὐτὸν αὖθις, «οὐκ ἔνι, μὴ διθεΐα περιπεσεῖν», καὶ διθεΐτην ἡμῖν ἀπέδειξεν ἑαυτόν, ὁ τῆς κατ’ αὐτὸν μονοθεΐας μέγας ὑπέρμαχος.

Ἀλλ’ ὅτι μὲν τοῦτ’ αὐτὸς πέπονθεν ὡς ἀληθῶς, οὐχ ὡς περὶ αὐτοῦ ζητήσας, οὐδ’ ὡς ἡμμένος τῆς τῶν ἐνθέως παρὰ τῶν ἁγίων εἰρημένων ἐρεύνης, ἀλλ’ ὡς μεθ’ ὑπερηφάνου καὶ σκολιᾶς καὶ φθονερᾶς καὶ νοσερᾶς πολυειδῶς καρδίας· οὐ γὰρ πρὸς τηλικοῦτο φῶς νοσούσαις κόραις, ταυτὸ δ’ εἰπεῖν σπῖλον περικειμένοις λογισμοῖς, ἀτενίζειν ἀκίνδυνον. Ὡς μὲν οὖν πολυθεΐᾳ περιέπεσεν ὡς ἀληθῶς αὐτὸς μικρὸν ἀνωτέρω διατετράνωται· ὅτι δ’ ἐνταῦθα τοῦ λόγου γενομένῳ μὴ μόνον ἅπτεσθαι τῶν κατ’ αὐτὸν ἐκεῖνον ἀναφῶν, ἀλλὰ καὶ πολυπραγμονεῖν ὑπῆρξε, δῆλον γένοιτ’ ἂν ἐντεῦθεν.

Κεφ. γʹ. Δεῖξις ὅτι τῶν παρ’ ἑαυτοῦ εἰρημένων ἀναφῶν αὐτὸς ἅπτεται καὶ πολυπραγμονεῖ. Μόνου γὰρ τοῦ θείου Μαξίμου σύμβολον τὸ φῶς ἐκεῖνο εἰρηκότος καὶ τὸ μὴ φυσικὸν εἶναι μηδαμῶς προσθέντος, αὐτὸς παρ’ ἑαυτοῦ προστίθησιν ὁ διαβάλλειν πειρώμενος.

Εἰ δὲ παρὰ τῶν ἑτέρωθί που τῷ ἁγίῳ εἰρημένων κατασκευάζειν φαίη λόγων, τοῦτ’ αὐτό ἐστιν ἡ πολυπραγμοσύνη, καὶ μάλισθ’ ὅτι λόγον παράγει πρὸς κατασκευήν, οὐχ ὃν αὐτὸς περὶ τοῦ αὐτοῦ τίθεται φωτός, ἀλλ’ ὃν ἀλλαχοῦ καὶ περὶ ἄλλης εἶπεν ὑποθέσεως. Καίτοι βιβλίον ἐξενήνεκται σχεδὸν ὅλον τῷ μακαρίῳ τούτῳ καὶ ποικίλον καὶ πολυμερὲς σύνταγμα περὶ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἐπ’ ὄρους τοῦ Χριστοῦ μεταμορφώσεως, ἀφ’ οὗ καὶ ὅτι φυσικὸν τοῦτ’ ἐκεῖνος ἀλλ’ οὐκ ἀλλότριον δοξάζει σύμβολον τὸ τῆς θεότητος φῶς, εἰ καὶ αὐτὸς παρὰ τοῦ κοινοῦ πολεμίου τῶν ἁγίων διαβάλλεται, προϊόντος τοῦ λόγου δείξομεν. Νῦν δ’ ἀναλαβόντες τὰ τοῦ κατηγόρου τῶν εὐσεβῶς φρονούντων φθέγματα τοῦτο πρῶτον ἐξετάσωμεν· τί ποτέ ἐστιν ἐκεῖνο τὸ παρ’ αὐτοῦ προηγμένον ἀμφιβόλως, «εἰ δέ ἐστι καὶ ὁ ἅγιος Μάξιμος δεκτὸς καὶ οὐκ ἀπόβλητος, δεκτέον αὐτοῦ καὶ τὸ εἰς τὴν ἁγίαν μεταμόρφωσιν κεφάλαιον».

Κεφ. δʹ. Ἔλεγχος τῆς Ἀκινδύνου ῥήσεως, παρ’ οὗ δείκνυται τοὺς ἁγίους οἰόμενος ἀνακόλουθα φρονεῖν ἑαυτοῖς καὶ ἀλλήλοις. Ἆρ’ αὐτὸς ἀμφισβητήσιμον ἡγεῖται τοῦτον, ἢ μὴ τῶν ἀνωμολογημένων καὶ γνησίως στεργομένων εἶναι νομίζει τῇ ἐκκλησίᾳ καὶ ἡμῖν; Τὸ πρότερόν γε δήπου. Καὶ γὰρ ἡ ἐκκλησία δι’ ἔτους μὲν τὸ σέβας, τὸ δὲ πρὸς αὐτὸν πειθήνιον διὰ μακρῶν ἐπιδείκνυται τῶν χρόνων, ἡμεῖς τε κατ’ αὐτὴν ταῖς ἐκείνου χρησάμενοι φωναῖς ἐδικαιώθημεν. Εἰ δ’ ἄρα μηδ’ ἐκεῖνος τοῦτον ἀμφίβολον ἡγεῖται, τί ποτ’ ἄλλο δῆλός ἐστι κατασκευάζων καὶ ὥσπερ πρὸς ἡμᾶς λέγων ἢ τουτὶ σαφῶς, ὡς, ἐπειδὴ τούς τε ἄλλους ἁγίους καὶ τοῦτον προάγετε ὑμεῖς θεῖον καὶ ὑπερφυὲς καὶ ἀγένητον τουτὶ λέγοντας τὸ φῶς, δέξασθε αὐτὸν καὶ σύμβολον οὐ φυσικόν, ἀλλὰ τῆς θεότητος ἀλλότριον, τοῦτ’ αὐτὸν λέγοντα τὸ φῶς.

Τὸ δ’ ἐν τοῖς τοιούτοις τοὺς ἁγίους ἐναντία σφίσιν αὐτοῖς καὶ ἀλλήλοις φρονεῖν κατασκευάζειν ἐγχειρεῖν, ὁπόσης ἐστὶν ἀναιδείας καὶ φρενοβλαβείας, μᾶλλον δ’ ὁπόσον διανοίας δυσσεβοῦς, περιττὸν λέγειν, φανερὸν τοῖς πᾶσιν ὄν. «Ἀλλ’ ὁ ἅγιος», φησί, «σύμβολον εἶπε μόνον τὸ φῶς ἐκεῖνο εἶναι τῆς ἀφανοῦς κρυφιότητος· ὑμεῖς δὲ παρ’ ἑαυτῶν προστεθείκατε τὸ φυσικόν». Σαυτὸν δ’ οὐκ ἐλέγχεις προστιθέντα τὸ μὴ φυσικόν, ἐπειδήπερ αὐτὸς ὁμολογεῖς μηδὲν προσθεῖναι τῷ συμβόλῳ τὸν ἅγιον;

Ἀλλ’ ἐπειδήπερ ἀμφοτέροις ἐξεγένετο διαφόρῳ χρήσασθαι προσθήκῃ, πότερον, πρότερον αὐτὸν ἐξελέγξομεν κακῶς προσθέντα τὸ μὴ φυσικόν, ἢ τὸ ἡμέτερον δείξομεν οὐχ ἁπλῶς προσθήκην, ἀλλ’ ἁρμονίαν εἶναι καὶ συνάφειαν τῶν περὶ τοῦ αὐτοῦ φωτὸς ἐν διαφόροις τόποις τοῖς ἁγίοις εἰρημένων, πρὸς φανέρωσιν τῆς παρὰ τῶν καινῶν τούτων αἱρεσιαρχῶν ἀθετουμένης ἀληθείας; Ἀλλ’ ἐπεὶ πολλάκις τούτους ἐκ τῆς στρεβλότητος τῶν σφῶν λόγων ἀπηλέγξαμεν, φέρε νῦν πρότερον ἐκ τῆς τῶν ἡμετέρων ὀρθότητος ἐπενέγκωμεν αὐτοῖς τὸν ἔλεγχον. ᾯ δ’ ἄρα τελεώτερον τῶν περὶ τούτου διακοῦσαι λόγων ἔφεσις, διΐτω μοι τὰ πρῶτα τῶν πρὸς τὸν Ἰταλὸν Βαρλαὰμ δευτέρων τότε γεγραμμένων ἐλέγχων. Ἐκεῖ γὰρ οὐχ ὡς ὁ διαβάλλων οὗτος δίδωσιν ὑπόνοιαν τὸ τοῦ ἁγίου ῥῆμα τοῦθ’ ἡμῖν παρακεχάρακται, ἀλλὰ διὰ πλειόνων ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως φυσικὸν εἶναι τῆς θεότητος τὸ φῶς ἐκεῖνο ἀποδέδεικται.

Δεῖ δὴ κἀνταῦθα προαγαγεῖν δύο ἢ τρεῖς τῶν ἐνθέων θεολόγων φυσικὸν τοῦτ’ εἶναι φανερῶς ὁμολογοῦντας.

Κεφ. εʹ. Ὅτι τὸ κατὰ τὸ Θαβώριον τοὺς μαθητὰς περιαστράψαν φῶς ἀχώριστόν ἐστι τῆς θεότητος, ἅτε {στράψαν φῶς ἀχώριστόν ἐστι τῆς θεότητος, ἅτε φυσικῶς αὐτῇ προσὸν καὶ τῆς θείας φύσεως λαμπρότης ὄν.} Φησὶ τοίνυν ὁ μέγας Ἀθανάσιος· «ἀνελθὼν ὁ κύριος εἰς τὸν οὐρανόν, ἥξει ἐν δόξῃ φυσικῇ καὶ οὐκ ἐν χάριτι, ἐν τῇ ἑαυτοῦ θεότητι ἐμφανῶς ἐκλάμπων ἐκ τοῦ ἐκ Μαρίας σώματος αὐτοῦ τοῦ ἁγίου, τὴν δόξαν τὴν ἀπόρρητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους, διδάσκων ὅτι καὶ νῦν καὶ πρότερον ὁ αὐτός ἐστιν, ἀναλλοίωτος ὢν ἀεὶ καὶ μεταβολὴν μηδεμίαν ἔχων περὶ τὴν θεότητα». Ὁ δὲ Δαμασκηνὸς θεῖος Ἰωάννης «ἀνάρχως», φησίν, «ὁ Χριστὸς ἐκ τοῦ πατρὸς γεννηθεὶς τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, ἡ δὲ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται»· καὶ πάλιν, «δύο τοῦ Χριστοῦ φύσεις ἔχοντος, τὴν τῆς θεότητος καὶ τὴν τῆς ἀνθρωπότητος, ἐκ τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα ἑκατέρου κοινὴ διὰ τὴν τῆς ὑποστάσεως ἐγίνετο ταυτότητα». Ὁ δὲ τῆς ἱερᾶς ἐκκλησίας ἔνθους μελῳδὸς Κοσμᾶς φησι· «τὴν κεκρυμμένην ἀστραπὴν ὑπὸ τὴν σάρκα τῆς οὐσιώδους σου, Χριστέ, καὶ θείας εὐπρεπείας τοῖς συναναβᾶσί σοι μαθηταῖς ὑπέδειξας».

Φυσικὸν δὲ καὶ οὐσιῶδες τὸ αὐτό, εἴπερ καὶ φύσις καὶ οὐσία τὸ αὐτό.

Φυσικοῦ τοίνυν ὄντος τοῦ φωτὸς τούτου τῆς θεότητος, ἀπαλλοτριουμένου δὲ ταύτης δυσσεβῶς ὑπὸ Βαρλαὰμ ἐκείνου τοῦ σοῦ καθηγητοῦ καὶ κατασπωμένου πρὸς κτίσμα, καθὰ καὶ ἀρτίως ὑπὸ σοῦ, καὶ εἰς παράστασιν τῆς δυσσεβείας ταύτης τὸ σύμβολον εἰρῆσθαι κακῶς προβαλλομένου, καλῶς ἡμεῖς διϊδόντες τῶν συμβόλων τὸ διάφορον—«ὀνομάτων γὰρ ὁμωνυμίας καὶ ῥημάτων σημασίας καὶ λέξεων ἰδιότητας διαστελεῖτε, δι’ ὧν καταλαμβάνεται ἡ ἀλήθεια», φησὶν ὁ Νύσσης θεῖος Γρηγόριος—· διαστείλαντες τοίνυν ἡμεῖς τῶν φυσικῶν συμβόλων τὰ μὴ φυσικά, καὶ τὰ μὲν ἐξ ἑτέρας φύσεως εὑρηκότες αὐτά τε καθ’ αὑτὰ ὑφεστηκότα καὶ τῷ σημαινομένῳ μὴ ἀεὶ συνόντα, ὁποῖόν ἐστιν ὁ πυρσὸς ἐπιόντων πολεμίων, τὰ δὲ φυσικὰ οὐκ ἀεὶ μὲν ὄντα σύμβολα, συνόντα δὲ ἀεὶ τῇ φύσει, παρ’ ἧς τὸ εἶναι ἔχει, καὶ μὴ καθ’ ἑαυτὰ ἀλλὰ περὶ αὐτὴν ὑπάρχοντα, καθὰ καὶ τοῦ ἡμερινοῦ φωτὸς σύμβολόν ἐστιν ὁ ὄρθρος, ἡλίου μέλλοντος ἀνίσχειν· ἀκούσαντές τε τῶν ἁγίων ἀναλλοιώτως ἔχειν τὸ φῶς ἐκεῖνο τὸν σωτῆρα κηρυττόντων, ὡς μικρὸν ἀνωτέρω καὶ ὁ μέγας εἶπεν Ἀθανάσιος, καθάπερ καὶ Ἰωάννης ὁ Δαμασκηνός φησι, «μεταμορφοῦται οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος», ταῦτα καλῶς μαθόντες καὶ ἀναπτύξαντες εἰς ἓν συνηγάγομεν τὰς τῶν ἁγίων φωνάς, ὁμολόγους ἀποδεικνύντες αὐτοὺς καὶ τὸν εἰς τὸ θεῖον φῶς ἐκεῖνο βλασφημοῦντα καὶ τοὺς ἁγίους ἐκπολεμοῦντα πρὸς ἀλλήλους μὴ μεταμελόμενον, αἰσχύνῃ περιβαλόντες λαμπρᾷ.

Τοῦτο τὸ ἔργον τῆς ἡμετέρας προσθήκης· εἰς τοῦτο τείνει τῆς ἐρεύνης ὁ σκοπός· ἐντεῦθεν οὐχ ἡμῶν, ἀλλ’ ἐκ τοῦ πνεύματος ἡ τοιαύτη προσθήκη διαδείκνυται πᾶσιν. Ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ θεῖος Μάξιμος φυσικὸν ὑπάρχον σύμβολον τὸ τοιοῦτον οἶδε φῶς, προϊὼν ἐν αὐτῷ τῷ λόγῳ δείκνυσιν. Ὁ δ’ ἐκ τοῦ πολεμεῖν τῇ ἀληθείᾳ τὴν περιφάνειαν κτώμενος, οὐδὲ διακοῦσαι γράφοντος ὑπέμεινεν ὡς ἔοικεν, ἀλλ’ εὐθὺς ἐκ τῆς ἀρχῆς τῶν λόγων ἐπαναστὰς αὐτῷ καὶ δι’ αὐτοῦ ἡμῖν, καὶ τοῦτ’ ἐπικέκληκεν, ὅτι «μηδὲ ἀκουσθείσας πω φωνὰς ἐν τοῖς τῶν ἁγίων συγγράμμασιν» ἡμεῖς προάγομεν, ὧν πλήρης σχεδὸν πᾶσα συγγραφὴ θεόπνευστος, αἷς ὡς ἔοικεν οὐδέποθ’ οὗτος συνετὸν ὑπέσχεν οὖς, ὥσπερ οὐδὲ τοῖς τοῦ σοφοῦ Μαξίμου συγγράμμασι.

Διὸ καὶ κεφάλαιον εἶναί φησιν αὐτοῦ τὸ φάσκον σύμβολον εἶναι τὸ ἐν Θαβωρίῳ λάμψαν ἀπὸ τοῦ σωτῆρος φῶς, οὐκ εἰδὼς ὅτι πολύστιχόν ἐστι καὶ πολυμερὲς σύνταγμα, καθ’ ὃ διαφόρως καὶ πολυειδῶς ἐξυμνεῖ, λόγοις ἀναλογίας ἀλληγορικῶς ἐκλαμβάνων τὰ ἐκεῖ τετελεσμένα πάντα· διὸ καὶ θεωρίας ἐπιγράφει ταῦτα καὶ θεοπρεπῆ δραματουργήματα καλεῖ, ὡς καὶ ὁ θεολόγος Γρηγόριος θεωρίαν εἶναί φησιν, ἀλληγορικῶς ἐκλαμβάνων τὸ αἰσθητὸν ἐκεῖνο δένδρον, τὸ ὡραῖον εἰς ὄψιν καὶ καλὸν εἰς γεῦσιν αἰσθητήν, διὸ καὶ αὐτός φησι· «θεωρία ἦν τὸ φυτὸν ὡς ἡ ἐμὴ θεωρία». Προσθεὶς δ’ ὅμως ἐκεῖνος καὶ τὸ θεοπρεπές, τῆς χαμαιζήλου καὶ βδελυρᾶς ἀπάγει δόξης τοὺς συνετῶς ἐντυγχάνοντας.

Τί δέ, οὐδ’ ὁ Ἠλίας ἦν ὡς ἀληθῶς οὐδ’ ὁ Μωυσῆς ἐκεῖ, ἐπειδὴ καὶ τούτοις ὡς συμβόλοις χρῆται πολλῶν καὶ διαφόρων; Οὐδὲ ὁ Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς παρῆσαν; Καὶ οὗτοι γὰρ ἐν συμβόλων μοίρᾳ τετάχαται. Τί οὖν, οὐκ ἀληθῶς ἐκεῖ παρῆσαν οὗτοι πάντες, οὐδὲ τὸ ὄρος ὄρος ἦν, ἐπεὶ κἀκεῖνο σύμβολον ὑπάρχει τῆς κατ’ ἀρετὴν ἀναβάσεως, ἀλλὰ σκηνὴ πάντ’ ἐκεῖνα καὶ ὑπόκρισις ἦν; Ἄπαγε. Τοιγαροῦν καὶ τὸ φῶς ἐκεῖνο σύμβολόν τε καὶ φῶς ἀληθινόν, καὶ οὐκ ἀληθινὸν ἁπλῶς, ἀλλ’ αὐτὸ τὸ ἀληθινὸν ὑπῆρχε φῶς, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος· «εἰ ἀληθινὸν φῶς ὁ υἱός, ‘ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον’· ὁ δὲ θεός, ‘φῶς οἰκῶν ἀπρόσιτον’· τὸ γὰρ ἀπρόσιτον, πάντως καὶ ἀληθινόν, καὶ τὸ ἀληθινόν, ἀπρόσιτον· ὁπότε καὶ πεπτώκασιν οἱ ἀπόστολοι, τῇ δόξῃ τοῦ φωτὸς τοῦ υἱοῦ ἀτενίσαι μὴ δυνηθέντες διὰ τὸ εἶναι αὐτὸν ἀπρόσιτον φῶς. Φῶς δὲ καὶ τὸ πνεῦμα, ‘ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν’ διὰ πνεύματος ἁγίου».

Ἀλλὰ γὰρ μεταξύ που τῶν λόγων ἐκείνων ὁ σοφὸς τὰ θεῖα Μάξιμος, «ἔδει», φησίν, «αὐτὸν ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον καὶ παραδεῖξαι συμβολικῶς ἑαυτόν, καὶ δι’ αὐτοῦ φαινομένου, πρὸς ἑαυτὸν ἀφανῶς πάντῃ κρυπτόμενον, χειραγωγῆσαι τὴν ἅπασαν κτίσιν». Ἐπὶ μὲν οὖν τῶν μὴ φυσικῶν, ἄλλο ἄλλου σύμβολόν ἐστιν, ἀλλ’ οὐκ αὐτό τι ἑαυτοῦ· ὅταν δὲ τὸ σύμβολον ἐξ ἐκείνου ὂν τυγχάνῃ φυσικῶς, οὗ σύμβολόν ἐστι καὶ τῶν ἀχωρίστως ἐκείνῳ συνημμένων, ὡς καὶ τῷ ἡμερινῷ φωτὶ τὸ ὀρθρινὸν αὐτὸ ἑαυτοῦ σύμβολον γενέσθαι λέγομεν. Ἐπεὶ τοίνυν τοῦθ’ οὕτως ἔχει, σύμβολον δ’ αὐτὸν ἑαυτοῦ φησιν ὁ πολὺς τὰ θεῖα Μάξιμος ἐπ’ ὄρους γενέσθαι τὸν Χριστόν, φυσικὸν ἄρ’ εἶναι σύμβολον τὸ φῶς ἐκεῖνο παρέστησεν ἡμῖν. Ἐν δυσὶ δὲ φύσεσιν ὄντος τοῦ Χριστοῦ, τῆς δὲ καθ’ ἡμᾶς φύσεως φῶς τοιοῦτον ἥκιστα ἐχούσης, τῆς θείας ἐξ ἀνάγκης ἐκεῖνο τὸ φῶς ὑπῆρχε φύσεως, ὃ καὶ αὐτὸς αὖθις ὁ θεῖος Μάξιμος οὐδὲν ἧττον παρέστησεν ἡμῖν. Ταύτης γάρ ἐστι φυσικὸν τὸ τοιοῦτο σύμβολον, ἧς ἄρα καὶ σύμβολόν ἐστι. Τῆς ἀφανοῦς δὲ κρυφιότητος τουτὶ σύμβολον ἐκεῖνος ἔφη, δι’ οὗ φαινομένου, πρὸς τὴν ἑαυτῆς ἀληθινὴν ἐπίγνωσιν ἕλκει τοὺς ὁρῶντας, οὐχ ὡς μαθησομένους τί ποτέ ἐστιν, ἀλλ’ ὅτι ἔστιν.

Κεφ. στʹ. Ὅτι ἀνέκφαντος καθ’ ἑαυτὴν ἡ θεία φύσις καὶ αὐτοῖς ἐκείνοις οἷς ἀπορρήτως ἐπιφαίνεται τὸ θεῖον τοῦτο φῶς. Οἱ γὰρ μηδὲ τὴν συμβολικὴν ταύτην ἐπιφάνειαν χωροῦντες, καὶ ταύτην ἐκφανεῖσαν ἀμυδρῶς—«φῶς γὰρ ὁ θεός», κατὰ τὸν θεολόγον Γρηγόριον, «καὶ φῶς τὸ ἀκρότατον, οὗ βραχεῖά τις ἀπορροὴ καὶ ἀπαύγασμα κάτω φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται, ἀλλ’ ὅρα γνόφον πατεῖ τὸν ἡμέτερον, ἵνα μὴ ῥαδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος καὶ ὀλίγων ἄξιον»—οἱ τοίνυν μηδὲ ταύτην κεχωρηκότες, πρηνεῖς γὰρ ἐπὶ γῆν ἔπεσον οἱ μαθηταί, καὶ ταῦτα κατὰ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην λαβόντες ὀφθαλμοὺς οὓς οὐ πρότερον εἶχον, πῶς ἂν γνοῖεν τί ποτέ ἐστι τὸ κρύφιον ἐκεῖνο; Ἐπὶ μὲν γὰρ τοῦ αἰσθητοῦ φωτὸς οὐ τὸ σύμβολον μόνον, τὸ κατ’ ὄρθρον δηλονότι φῶς, ὑπ’ αἴσθησιν ἡμῖν ἐστιν, ἀλλὰ καὶ αὐτὸ τὸ τῆς ἡμέρας φῶς· τῷ δ’ ἐνεργοῦντι ταῦτα φυσικῶς, ὅς ἐστιν ὁ ἥλιος, ἀτενίσαι οὐκ ἰσχύομεν. Εἰ γοῦν τοῦτ’ αὐτὸ ἐπάσχομεν πρὸς τὴν τοῦ ὄρθρου θέαν, ἢ καὶ πρὸς ἀμυδρὰν αὐγὴν ἐκείνου, τίς ἄν ποθ’ ἡμῶν ἔγνω τί ποτέ ἐστιν ὁ ἥλιος καὶ οἷον φῶς;

Οὕτω τὰ θεῖα ταῖς μετοχαῖς ἐπιγινώσκεται, αὐτὰ δ’ ὅ,τί ποτέ ἐστι κατὰ τὴν ἑαυτῶν κρυφίαν ἵδρυσιν οἶδεν οὐδὲ εἷς, κἂν ἐκ τῶν θεοφανειῶν αὐτῶν ποιῆται τὰς ἐπωνυμίας. Ἀλλ’ ἐκεῖνο παντὸς οἶδεν ὀνόματος ἐπέκεινα, οὐκ ἐξ ἐπιστήμης, ἀλλ’ ἐκ φαντασίας θειοτέρας κατὰ τὸ ἐγχωροῦν περὶ αὐτῶν λαλῶν. Αἱ δὲ τοιαῦται φαντασίαι οὐ τοῦ νοῦ χείρους, ἀλλὰ κρείττους καὶ ὑψηλότεραι διαφερόντως, ἅτε δὴ δυνάμει θείου πνεύματος ἀλλὰ μὴ διὰ τῆς προσύλου τελούμεναι αἰσθήσεως.

Τοῦτο δὴ καὶ αὐτὸς ὁ θεῖος Μάξιμος ἐν τῷ αὐτῷ λόγῳ παριστὰς «ἀπὸ τῆς σαρκός», φησίν, «ἐπὶ τὸ πνεῦμα μετέβησαν οἱ τοῦ κυρίου μύσται, τῇ ἐναλλαγῇ τῶν αἰσθήσεων, ἣν αὐτοῖς τὸ πνεῦμα ἐνήργησεν». Ὁρᾷς ὡς πνεῦμα γεγονότες καὶ πνεύματι ὁρῶντες ἐκεῖνο ἐθεάσαντο τὸ φῶς;

Περὶ οὗ φησιν ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης, «ταῦτά ἐστιν ‘ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν’. Οὕτως ἐν αἰῶνι τῷ μέλλοντι ‘πάντοτε σὺν κυρίῳ ἐσόμεθα’, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος».

Καλῶς ἄρ’ ὁ θεῖος Μάξιμος ἐν Κεφαλαίοις φησίν· «ἡ τοῦ θεοῦ βασιλεία τῶν προσόντων τῷ θεῷ φυσικῶς κατὰ χάριν ἐστὶ μετάδοσις» καὶ «τὸ εἶδος αὐτὸ τῆς θεϊκῆς ὡραιότητος τῶν φορεσάντων τὴν εἰκόνα τοῦ ἐπουρανίου».

Κεφ. ζʹ. Ὅτι οὐχ οἱ λέγοντες ὑπερκεῖσθαι πάσης ἐκφάνσεως τὴν θείαν φύσιν, ἀλλ’ οἱ μὴ τοῦτο λέγοντες πολυθεΐᾳ περιπίπτουσιν ὡς ἀληθῶς. Ἀλλ’ ἐροῦσι πάλιν· καὶ πῶς ὑπερκεῖσθαι τούτου τὴν οὐσίαν τοῦ θεοῦ φατέ; Καὶ πάλιν ἀκούσονται τὰ πολλάκις εἰρημένα παρ’ ἡμῶν, μᾶλλον δὲ παρὰ τῶν θεοφόρων, ὡς οὐχ ὑπὲρ πᾶσαν μόνον αὕτη μέθεξίν τε καὶ ἔκφανσιν, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν θέσιν καὶ ἀφαίρεσιν ἐστί· μία δὲ τῶν ἀφαιρέσεών ἐστι τὸ ἄκτιστον. Ἄκτιστος οὖν ἡ χάρις οὖσα καὶ τῶν κτιστῶν ὑπερκειμένη πάντων, ὡς ἀδιαιρέτως ἅτε φυσικῶς ἐνυπάρχουσα τῇ θείᾳ φύσει, τὴν φύσιν αὐτὴν ὑπερκειμένην ἔχει ἑαυτῆς ὡς αἰτίαν τε καὶ χορηγόν. Καὶ οὐ πολλοὶ παρὰ τοῦτο κατὰ τὴν τῶν ἀντιλεγόντων λέσχην, ἀλλ’ εἷς εἶναι δείκνυται θεὸς τὴν αὐτῶν μᾶλλον πολύθεον πλάνην καταργῶν.

Διαφόρων γὰρ ὄντων τῶν περὶ αὐτὸν θεωρουμένων φυσικῶς, ὡς πολλάκις καὶ διὰ πλειόνων ἀποδέδεικται, εἰ μὴ ἓν δοξάζουσι τὸ αἴτιον, πολλὰ τὰ αἴτια, καὶ πολυθεΐα τὸ σέβας ἐξ ἀνάγκης ἕξει. Ἢ τοίνυν λεγέτωσαν ταυτὸ παντάπασι καὶ ἀδιάφορον εἶναι τῷ ἀνάρχῳ τὸ ἀτελεύτητον καὶ τῇ δικαιοκρισίᾳ τὴν συμπάθειαν καὶ ἁπλῶς πάντα τὰ τῷ θεῷ προσόντα φυσικῶς, ἵν’ Εὐνομιανοὶ εἶεν ἄνομοι καὶ ἀλόγιστοι, ἢ θέλοντες εὐσεβεῖν καὶ σωφρονεῖν, ὁμολογείτωσαν διαφέρειν μὲν τὰ τοιαῦτα πάντ’ ἀλλήλων, αἴτιον δ’ ἐκεῖνο τούτων, ἐν ᾧπερ καὶ ἐξ οὗ ἐστιν, αὐτοῦ ὄντος ὑπὲρ ταῦτα.

Καὶ γὰρ ὑπὲρ πᾶσαν θέσιν καὶ ἀφαίρεσιν καθὰ καὶ μικρὸν ἀνωτέρω εἴρηται τὸ θεῖον κατ’ οὐσίαν, οὐχ ὑπὲρ τὰ κτιστὰ μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπὲρ τὰ ὄντα ὄντων ὑπερουσίως ὑπερκείμενον, καὶ αὐτοῦ τοῦ ὑπερουσίου αὐθυπερουσίως ἀπείρως ὑπερέχων, κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον· ἀπείρου γὰρ ὄντος, μᾶλλον δὲ καὶ ὑπὲρ ἀπειρίαν, τοῦ παρ’ ἡμῶν σεβομένου τε καὶ ὑμνουμένου, τίς ἆρα φθόνος, τί δ’ ἔσται πέρας ἀναβάσεως, ὦ δεισιδαίμονες ὑμεῖς, μᾶλλον δὲ ἀγνώμονες περὶ τὸν εὐηργετηκότα τὰ λογικὰ κτίσματα αὐτοῦ τὴν ἄληκτον ἐπὶ τὸ κρεῖττον πρόοδον;

Κεφ. ηʹ. Ὅτι οὐχ οἱ ἄκτιστον, ἀλλ’ οἱ κτιστὸν λέγοντες τὸ θεῖον φῶς, τὸ θεῖον φυσιολογοῦσιν. Τίνες οὖν οἱ τὸ θεῖον φυσιολογοῦντες; Ἡμεῖς οἱ τὴν τῆς θείας φύσεως λαμπρότητα φυσικῶς προσεῖναι τῷ θεῷ δεικνύντες, ταυτὸ δ’ εἰπεῖν ὑπερφυεστάτην ταύτην ἀποφαίνοντες, ἢ ὑμεῖς οἱ κτιστῆς φύσεως εἶναι κατασκευάζοντες αὐτὴν καὶ τοῦ αἰσθητοῦ φωτὸς μηδὲν διενηνοχέναι λέγοντες τὸ θεῖον φῶς, μᾶλλον δὲ καὶ τοῦ αἰσθητοῦ φωτὸς διενηνοχέναι λέγοντες ἐπὶ τὸ χεῖρον; Εἴπερ τοῦτο μὲν ἀφ’ οὗ γέγονεν ἄσβεστον τηρεῖται, τὸ δ’ ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος τοὺς μαθητὰς περιαστράψαν φῶς εὐθὺς λάμψαν ἐσβέσθη καθ’ ὑμᾶς πρὸς τὸ μὴ ὂν χωρῆσαν, εἴπερ τῶν φαντασμάτων οὐ διενήνοχεν. Οἵ γε μὴν πρὸς τὴν Ἀρείου μανίαν ἀντικαταστάντες, κτιστὸν ἀποφαινομένου τὸν δι’ οὗ τὰ πάντα γέγονεν υἱόν, οὐκ ἐκ τοῦ φύσει φάναι θεοῦ υἱὸν αὐτὸν ἄκτιστον ἀπέδειξαν; Ἆρ’ οὖν καὶ οὗτοι πεφυσιολογήκασι τὸ θεῖον ἢ τῷ πατρὶ κατάλληλον ἀποδόντες τὸν υἱὸν ὑπερφυᾶ καὶ τοῦτον ἔδειξαν; Τοῦτον οὖν τὸν τρόπον καὶ ἡμεῖς, τοῖς κτιστὴν τιθεμένοις τὴν λαμπρότητα τῆς θείας φύσεως ἀντιλέγοντες ὑμῖν, κατάλληλον ἐκείνῃ τῇ φύσει τὴν αὐτῆς λαμπρότητα δεικνύντες τὸ ὑπερφυὲς μᾶλλον ἀπεδείξαμεν αὐτῆς.

Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς πρὸς τὸν Βαρλαὰμ διεξοδικώτερον εἴρηται ἡμῖν· ἐπεὶ δὲ κἀνταῦθα διατετράνωται τὸ ἡμέτερον καὶ λαβῆς πάσης ἄνω καὶ ὑψηλότερον ἀναπέφηνε, φέρε τὴν τοῦ ἐναντίου δόξαν διασκεψώμεθα. Φησὶ τοίνυν «σύμβολον μὲν εἶναι τὸ φῶς ἐκεῖνο τῆς θεότητος, οὐ φυσικὸν δέ». Φαίη δ’ ἄν τις πρὸς αὐτόν, ὡς ‘εἰ μὴ φυσικόν, ὦ σοφώτατε, πολλῷ γε μᾶλλον οὐδὲ φύσις εἴη ἄν, ἐπεὶ καὶ σύμβολον’.

Τοιγαροῦν, κἂν μὲν ἄκτιστον αὐτὸ νομίζῃς, ἀσεβεῖς περιφανῶς, θεὸν ἕτερον εἰσάγων καὶ ὄντως ἄθεος καὶ διθεΐτης γενόμενος· θεοῦ γὰρ ἐκτὸς ἄκτιστον οὐδέν. Εἰ δὲ κτιστὸν τὸ φῶς ἐκεῖνο φήσεις φανερῶς, λίθους πάντες ἀροῦσιν ἐπὶ σέ, κατὰ τὸν Βαρλαὰμ αὖθις λέγοντα βλασφήμως κτίσμα τὸν ἐν Θαβωρίῳ λάμψαντα θεόν, ὃς τέως ἐν σαρκὶ κρυπτόμενος, «παρήνοιξεν» ὡς εὐδόκησεν «ὀλίγον τῆς θεότητος», κατὰ τὸν χρυσοῦν τὴν γλῶτταν θεολόγον, καὶ τοῖς μύσταις «ἔδειξε τὸν ἐνοικοῦντα θεόν». Ὁρᾷς ὡς οὐκ ἔστιν ἀνανήξασθαι τοῦ βυθοῦ τῆς ἀσεβείας μέχρις ἂν μὴ φυσικὸν εἶναι δοξάζῃ τις τὸ φῶς ἐκεῖνο τῆς θεότητος;