Ἡνίκα μὲν γὰρ ἐκ τῶν ποιημάτων τὴν φύσιν αὐτοῦ καταλαμβάνεσθαι διδάσκει, καταληπτὸν τελέως ποιεῖται τὸν θεόν, ἡνίκα δὲ καὶ τῶν περὶ αὐτὸν φυσικῶς θεωρουμένων ἀπαγορεύει τὴν κατάληψιν, τελέως ἄληπτον δείκνυσιν οἰόμενος αὐτὸν μὴ συνιεὶς ὅτι κατ’ οὐσίαν μὲν ἄληπτόν ἐστι παντάπασι τὸ θεῖον, ἐκ δὲ τῶν περὶ αὐτὴν θεωρουμένων, τῆς ἀπειρίας, τῆς ἁπλότητος, τῆς προνοίας, τῆς ἀγαθότητος καὶ τῶν παραπλησίων, γίνεται ληπτόν. «Θεολογοῦντες γάρ», κατὰ τὸν θεῖον Μάξιμον, «οὐ τοὺς κατ’ αὐτὸν ζητοῦμεν λόγους, οὐ μὴ γὰρ εὕροι ἀνθρώπινος νοῦς, ἀλλὰ τοὺς περὶ αὐτὸν ὡς οἷόν τε διασκοποῦμεν, οἷον τοὺς περὶ ἀϊδιότητος, ἀπειρίας καὶ ἀοριστίας, ἀγαθότητος καὶ σοφίας καὶ δυνάμεως δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων». Οὕτω γὰρ καὶ ληπτὸς ἡμῖν καὶ ἀκατάληπτος ὑπάρχει ὁ θεὸς ἡμῶν, «ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτόν», κατὰ τὸν θεολόγον Γρηγόριον, «τῷ δὲ ἀλήπτῳ θαυμάζηται· θαυμαζόμενος δέ, ποθῆται πλέον· ποθούμενος δέ, καθαίρῃ· καθαίρων δέ, θεοειδεῖς ἀπεργάζηται· τοιούτοις δὲ γενομένοις ὡς οἰκείοις ἤδη προσομιλῇ—τολμᾷ τι νεανικὸν ὁ λόγος—θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους».