Εἰ γὰρ καὶ φῶς ἔχει τὴν ἐπωνυμίαν, ἀλλὰ καὶ φῶς ἀληθινὸν καλεῖται, μᾶλλον δὲ αὐτὸ τὸ ἀληθινὸν φῶς, ὃ ὡς ἱμάτιον ὁ θεὸς ἀναβάλλεται· φῶς οὗ μηδὲν τῶν κτιστῶν χωρεῖ τὴν ὑπερβολὴν τῆς λαμπρότητος· φῶς τὸ κατὰ πάσης φύσεως ἔχον τὰ νικητήρια· φῶς «ὃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» πώποτε· φῶς, τοῖς ἁγίοις μόνοις ὁρώμενον, καὶ τούτοις ἐν πνεύματι· φῶς, ὃ φῶς τοὺς ὁρῶντας ποιεῖ καὶ φῶς τέλειον, τελείου φωτὸς γεννήματα· φῶς, ᾧ «ἐνερείδειν οἱ ἄγγελοι τὸ ὄμμα οὐ σθένουσι»· φῶς, «ὃ δοξάζουσιν ἄγγελοι, ὃ δοξολογοῦσιν ἀρχάγγελοι, ᾧ πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη, τεκμήριον ἐναργέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ λόγου φιλανθρωπίας»· φῶς ἁπλοῦν, ὑπερφυές, ἀσχημάτιστον, καὶ τοῖς μεριστοῖς συμβόλοις οὐδαμῶς παραπλήσιον· φῶς ἀνέσπερον, ἄληκτον, ἄϋλον, ἀφόρητον, ἀπρόσιτον, ἀσύγκριτον, ἄκτιστον· φῶς, δι’ οὗ κατὰ ἀλήθειαν ὁ θεὸς ὁρᾶται· φῶς, «δι’ οὗ πᾶσα γνῶσις ἀποκαλύπτεται καὶ θεὸς πρὸς ἀλήθειαν τῇ φιλουμένῃ ψυχῇ γνωρίζεται»· φῶς τὸ τὴν μέλλουσαν ἀποκατάστασιν προδεικνῦον· «φῶς ὃ κατ’ ἔκστασιν εἶδον οἱ τοῦ κυρίου ἀπόστολοι, πάσης αἰσθητικῆς καὶ νοερᾶς ἀντιλήψεως τῷ μὴ κατ’ αὐτὰς ὁρᾶν τὸ ὄντως ὁρᾶν εἰσδεδεγμένοι, καὶ τῷ πάσχειν τὰ θεῖα τῶν ὑπὲρ φύσιν τὴν αἴσθησιν προσιέμενοι»· φῶς οὐρανῶν βασιλείας· φῶς «τὸ τῶν ἐραστῶν ἁπάντων ὑψηλότατον καὶ τιμιώτατον· φῶς εὐφροσύνης ἀκαταλύτου τοῖς ὁρῶσι πρόξενον»· φῶς τὸ κρύφιον καὶ τὴν ἔκφανσιν ἔχον, γνόφος ὑπέρφωτος, ἀόρατος ὅρασις, πάθος μακάριόν τε καὶ πολυΰμνητον, φῶς θεότητος, ἀστραπὴ θεότητος, ἀκτὶς ἄναρχος θεότητος, «φωτὸς ἀπροσίτου ἄβυσσος, αἴγλης θείας χύσις ἀπεριόριστος».