Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ε΄, Κεφάλαια 1-7: Η πνευματική θεοπτία και η άκτιστη φύση του φωτός του Θαβώρ

Έναρξη του πέμπτου λόγου, όπου ελέγχονται οι αντιφάσεις του Ακινδύνου και επιβεβαιώνεται, βάσει των Πατέρων, ότι το θείο φως είναι η άκτιστη δόξα που φωτίζει τους αγίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΤΙ ΠΡΟΣ ΤΑ ΤΩ ΑΚΙΝΔΥΝΩ ΚΑΤΑ ΤΟΥ ΦΩΤΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ ΕΤΙ ΠΡΟΣ ΤΑ ΤΩ ΑΚΙΝΔΥΝΩ ΚΑΤΑ ΤΟΥ ΦΩΤΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΤΩΝ ΠΝΕΥΜΑΤΙΚΩΝ ΧΑΡΙΣΜΑΤΩΝ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΕΜΠΤΟΣ Κεφ. αʹ. Ὅτι τῶν τυφλῶν τὴν κατ’ αἴσθησιν ὄψιν τυφλότερος ὁ Ἀκίνδυνος τὴν διάνοιαν, ὡς οὐκ ἀγνοῶν ἁπλῶς, ἀλλ’ ἄμφω τἀναντία περὶ τοῦ θείου διατεινόμενος φωτός. Ἀλλὰ τίς ἂν δύναιτο μεταπεῖσαι λόγος τοὺς ἑκόντας ἀποστρεφομένους τῆς ἀληθείας τὸ φῶς, οἳ μύσαντες καθάπαξ ἢ περὶ σκότος στρέψαντες τὸ τὴς ψυχῆς ὄμμα καὶ ζόφου πλήσαντες, εἶθ’ ὁμοίους σφίσιν ἡγοῦνται καὶ τοὺς ἐξ αἰῶνος ἠξιωμένους «λαμπρότητα θεοῦ ἰδεῖν τε καὶ παθεῖν»;

Κἄν τις τῶν νῦν, αὐτός τε σπεύσας καὶ θεοῦ τυχὼν ἵλεω, μακαρίως ἐκεῖνο πάθῃ τὸ μακάριον θέαμα, καὶ τοῦτον ἐγχειροῦσι μεταδιδάσκειν ὡς οὐδὲν ὁρώῃ τοιοῦτον. Ἀλλὰ γὰρ οὐδὲ τοῖς ἐπεστραμμένοις τὰς ὄψεις πρὸς ἀφεγγῆ χῶρον ἀλλὰ καὶ τοῖς ἐκκεκομμένοις αὐτὰς ἐοίκασιν. Ὡς γὰρ ἐκεῖνοι ψηλαφῶντες ἀλλ’ οὐχ ὁρῶντες τὰ πράγματα, διαφόροις εἰκάζουσι πολλάκις τὸ ψηλαφώμενον, ἄλλοτ’ ἄλλο νομίζοντες, καὶ διαφόρους ἀναλαμβάνοντες δόξας περὶ τοῦ αὐτοῦ πράγματος, οὕτως οὗτοι σκοτεινῇ διανοίᾳ ψηλαφῶντες οἷον τὸ θειότατον φῶς πολλὰς καὶ διαφόρους εἰσάγουσι δόξας περὶ αὐτοῦ, μᾶλλον δὲ καὶ τοὺς τυφλῶς ἔχοντας διαφερόντως ἐπὶ τὸ χεῖρον παρήλασαν. Οὐ γὰρ τὴν κατὰ ἀπόφασιν ἄγνοιαν ἔχουσιν, ὡς ἐκεῖνοι τὴν ἀβλεψίαν, οὐδ’ εἰς διαφόρους ἁπλῶς ἐκτρέπονται δόξας, ὡς ἐκεῖνοι δι’ ἁφῆς τὰ ὁρατὰ κρίνοντες, ἀλλὰ καὶ τἀναντιώτατα, φεῦ, περὶ τοῦ αὐτοῦ, καὶ ταῦτα τηλικούτου φωτὸς ἀποφαίνονται.

Κεφ. βʹ. Ῥήσεις Ἀκινδύνου, ὧν ἐξεταζομένων ἀναφαίνεται διὰ πολλῶν τὸ αὐτὸ φῶς καὶ κτίσμα κατασκευάζων εἶναι καὶ οὐσίαν τοῦ θεοῦ. Νῦν γὰρ ὁ διὰ πολλῶν πρότερον κτίσμα κατασκευάσας τοῦτ’ εἶναι καὶ συγκατασπάσας τούτῳ τό γε εἰς αὐτὸν ἧκον τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον—μία γὰρ ἐκ μιᾶς θεότητος ἡ τῶν τριῶν ἐστιν ἔλλαμψις—νῦν οὗτος ἐπὶ τοὺς κατὰ θεὸν ζῶντας τὴν σκαιωρίαν μετενεγκὼν καὶ διασπᾶν ἐκεῖθεν πειρώμενος τοὺς εἰς μέτρον ἡλικίας ἀνελθόντας τοῦ Χριστοῦ πληρώματος, ἀκούσατε τί φησιν αὖθις. «Παρατηρητέον δὲ κἀκεῖνο, ὅτι οὐδεὶς ὁμολογούμενος θεολόγος κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξε, κἂν εἰς ἄκραν τις θεοῦ θεωρίαν ἀνέλθῃ, ἀλλ’ ἐπὶ τῶν θείων ἀποστόλων ἐμαρτύρησαν μόνων, καὶ τούτων θείας γενομένης συγκαταβάσεως. Ἐπεὶ ἐναντιοῖντο ἂν καὶ αὐτοὶ ἑαυτοῖς καὶ ἀλλήλοις οἱ θεολόγοι, μηδενὶ δυνατὸν εἶναι ἄλλως ἰδεῖν τὸν θεὸν ἢ ἀπὸ τῶν κτισμάτων ἰσχυριζόμενοι, ‘κἂν Μωυσῆς τις ᾖ, κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀναβάς, κἂν ὑπὲρ ἐκεῖνον ἔτι, ἀγγελικῆς τυχὼν ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως’, τῶν τε ἄλλων καὶ τῶν ἐν ἡμῖν θεοδωρήτων ἀρετῶν, δι’ ὧν ἐν πνεύματι καθαιρόμεθα καὶ τῶν καρπῶν τοῦ πνεύματος».

Αἴ, αἴ, οἷα πάσχει ψυχὴ φθόνῳ κατάκρας ἁλοῦσα καὶ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν ἐπτοημένη καὶ μετὰ τῶν παθῶν τούτων τοῖς περὶ θεοῦ λόγοις, καὶ ταῦτα πρὸς ἔριν, ἐπιχειροῦσα. Τίς γάρ ποτε τῶν ἐξ αἰῶνος ἐπιφυέντων τῇ εὐσεβείᾳ τηλικαύτας δυσσεβείας ἐκαινοτόμησε; Τίς οὕτως εὐχερέστερον καθάπερ πυκναῖς Εὐρίπων μεταρροαῖς τοῖς λόγοις ἐχρήσατο, καὶ ταῦτα πονηρὰς ἀεὶ δόξας ἀμείβων ἐκ πονηρῶν, ὡς εἰς ἐναντιώτατα μέν, ἀεὶ δὲ τὰ χείριστα κατὰ μικρὸν ὑποφέρεσθαι; Νῦν γὰρ οὗτος ὁ διὰ μακρῶν πρότερον εἰς κτίσμα κατασπάσας τὸ φῶς ἐκεῖνο τοῦτ’ αὖθις, βαβαὶ τῆς τόλμης, δι’ ὧν φησιν ἀρτίως, τὴν οὐσίαν ὂν ὑποφαίνει τοῦ θεοῦ ἄκτιστον αὐτὸ σὺν δόλῳ μέντοι πολλῷ δεικνύναι πειρώμενος, μᾶλλον δὲ οἷόν τι κτιστοάκτιστον αὐτὸ κατασκευάζων εἶναι. Διὰ τοῦτο γὰρ καὶ πᾶσαν αὐτοῦ προτέθεικα τὴν λέξιν, ἵνα καταφανὲς γένηται τὸ νῦν αὐτῷ παριστάμενον. Ὃ γὰρ μηδενὶ δυνατὸν ἰδεῖν, κἂν Μωυσῆς τις ᾖ, κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀναβάς, κἂν ὑπὲρ ἐκεῖνον ἔτι, ἀγγελικῆς τυχὼν ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως, τί ἄλλο ἢ ἡ ἀνεκφοίτητος καὶ ἀνέκφαντος καὶ ἀόρατος πᾶσι παντάπασιν οὐσία τοῦ θεοῦ ἐστι; Καὶ οὐδὲ τὴν εὐαγγελικὴν ἱστορίαν, οὐδὲ τὰς τοῦ κυρίου ὁ τάλας ἐδυσωπήθη φωνάς.

Ὁ μὲν γὰρ ὄψεσθαί τινας «τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει» διὰ τὸ φῶς ἐκεῖνο προηγόρευσεν, ἵνα δείξῃ τοῦτ’ ἐκεῖνο τὸ ἀνέσπερον ὑπάρχον φῶς τὸ πᾶσι μέλλον ὀφθήσεσθαι τρανῶς μετὰ τὴν τοῦ αἰῶνος τούτου λῆξιν τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος. Οἱ δὲ εὐαγγελισταὶ οὐ τοὺς ἀποστόλους μόνους ἱστόρησαν ἰδεῖν τὴν ἀπόρρητον ἐκείνην δόξαν, ἀλλὰ καὶ τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν, παραδόξως ἐκεῖσε τηνικαῦτα συνεληλυθότας καὶ μετὰ Χριστοῦ συλλαλοῦντας καὶ τὴν ἔξοδον αὐτοῦ προλέγοντας, «ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ».

Ὁ δ’ Ἀκίνδυνος «οὐδείς», φησίν, «ὁμολογούμενος θεολόγος κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξε, κἂν εἰς ἄκραν τις θεοῦ θεωρίαν ἀνέλθῃ, κἂν ὁ Μωυσῆς αὐτὸς ᾖ, ἀλλ’ ἐπὶ τῶν θείων ἀποστόλων ἐμαρτύρησαν μόνων, καὶ τούτων θείας γενομένης συγκαταβάσεως». Ἐνταῦθα μὲν οὖν ἰδεῖν φησι τοὺς τρεῖς μόνους τῶν ἀποστόλων ἐκεῖνο τὸ φῶς, ἀλλὰ θείας γενομένης συγκαταβάσεως. Μικρὸν δ’ ἀνωτέρω πάλιν αὐτός· «ὤφθη μὲν ἡ δόξα καὶ θεότης τοῦ Ἰησοῦ τοῖς ἀποστόλοις ἐν Θαβώρ, ἀλλ’ οὐ καθ’ ἑαυτήν, ‘θεότης γὰρ καθ’ ἑαυτὴν ἀόρατος’». Τί λέγων ἐκεῖ θεότητα; Τὴν οὐσίαν τοῦ θεοῦ· αὕτη γὰρ ἡ μηδέποτε ἐκφαινομένη καθ’ αὑτήν.

Γράφων τοίνυν ὀφθῆναι τοῖς ἀποστόλοις ἐπ’ ὄρους τὸ φῶς, ἀλλὰ συγκαταβάσει χρησάμενον καὶ μὴ καθ’ ἑαυτό, ἐπειδήπερ ἡ οὐσία τοῦ θεοῦ καθ’ ἑαυτὴν ἀόρατος, ἆρ’ οὐ σαφῶς οὐσίαν τοῦ θεοῦ τίθεται τὸ φῶς ἐκεῖνο; Καὶ μὴν τοῦτό γε τὸ φῶς, ᾗ μὲν ὦπται, κτίσμα πάλιν κατ’ αὐτόν, οὐδὲν ὁρατὸν ὁπωσδήποτε γεγονὸς ἄκτιστον ἀποφαινόμενον, ᾗ δ’ ἐκείνοις μόνοις ὦπται, πάλιν κατ’ αὐτόν, μηδενὶ δ’ ἄλλῳ τῶν ἁπάντων ὀφθῆναι δυνατόν, κἂν ἄγγελος ᾖ, τῶν κτισμάτων ἕτερον καὶ οὐσία θεία κατ’ αὐτόν, πολλαχοῦ τῶν λόγων λέγοντα «μηδεμίαν εἶναι ἔλλαμψιν καὶ χάριν ἄκτιστον, ἥτις οὐκ ἔστιν οὐσία τοῦ θεοῦ». Ἀλλὰ καὶ τοῖς ἄνω προειρημένοις ἐφεξῆς ἕτερά τινα προσθείς, κατεφθαρμένης καὶ ταῦτα διανοίας, ὡς ὁ λόγος δείξει προϊών, εἶτα πάλιν δι’ ἑτέρων ῥημάτων εἰς τὴν αὐτὴν ἐπανέρχεται διάνοιαν τὸ φῶς τοῦτο τὴν οὐσίαν εἶναι κατασκευάζων τοῦ θεοῦ. Φησὶ γὰρ αὖθις· «ἀλλ’ ἕτερος ὁ λόγος ἐκείνου τοῦ μυστηρίου καὶ ἄλλος ὁ τῆς τῶν ἄλλων ἀνθρώπων θεωρίας καὶ θεολογίας ὡντινωνοῦν ἁπάντων».

Εἰ τοίνυν ἡ ἐν Θαβὼρ θεωρία τοῦ φωτὸς ἐκείνου ἑτέρα παρὰ τὴν ἁπάντων ὡντινωνοῦν ἀνθρώπων ὡς πασῶν ὑπερεξῃρημένη, κἂν Μωυσῆς ὁ θεωρῶν ᾖ, κἂν ὁ Παῦλος αὐτός, κἂν ὑπὲρ ἐκείνους ἔτι, ἀγγελικῆς τυχὼν ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως, οὐκοῦν καὶ ὁ λοιπὸς τῶν δώδεκα χορὸς πλὴν ἐκείνων τῶν τριῶν ἀθέατοι διὰ τέλους ὑπῆρξαν, ὡς ὑπὲρ ἐκείνους ἐκείνου τοῦ φωτός, ὃ κτιστὸν εἶναι διισχυρίζετο πρότερον ὁ Ἀκίνδυνος. Καίτοι τίνος κτίσματος καὶ μόνης θέας οἱ θεοειδεῖς ἐκεῖνοι καὶ μεγάλοι φωστῆρες ἀνάξιοι, μετὰ Μωσέως καὶ Παύλου καὶ τῶν ἀρχαγγέλων αὐτῶν, καὶ ταῦτ’ ἐς τὸ διηνεκές; Τοῦ δὲ καὶ χάριν ἕτερος ὁ λόγος ἐκείνου τοῦ μυστηρίου, καὶ ἄλλος ὁ τῆς τῶν ἄλλων ἀνθρώπων θεωρίας καὶ θεολογίας ὡντινωνοῦν ἁπάντων; «Ἐπειδή», φησί, «μηδενὶ δυνατὸν ἄλλως ἰδεῖν τὸν θεὸν ἢ ἀπὸ τῶν αὐτοῦ κτισμάτων», οὐκοῦν ἄκτιστόν ἐστιν ἐκεῖνο τὸ φῶς, ὃ μήτε Μωυσῆς ποτε μήτε Παῦλος μήτ’ ἄγγελος μήτ’ ἀρχάγγελος κατὰ τὸν Ἀκίνδυνον εἶδεν. Εἰ δ’ ἄκτιστον, καὶ οὐσία θεία· «πᾶν γὰρ ἄκτιστον, οὐσία», κατ’ αὐτόν.

Ἐκεῖνοι τοίνυν οἱ τρεῖς ἀπόστολοι πῶς εἶδον; Ἔτι φράσον, ὦ μύστα τῶν ἀπορρήτων. «Θείας», φησί, «γενομένης συγκαταβάσεως». Διὰ τῆς συγκαταβάσεως οὖν ἐκεῖνοι τοῦτ’ εἶδον, εἰ καὶ ἀμυδρῶς, ἢ κτιστὸν καὶ αἰσθητόν τι φῶς; «Ἄπαγε», φησίν, «οὐκ ἐκεῖνο τοῦτ’ εἶδον· οὐδὲν γὰρ ὅπερ αὐτὸ τοῦτ’ εἰς ὅρασιν ἔρχεται σωματικῶν ὀφθαλμῶν ὁπωσδήποτε ἄκτιστόν ἐστι, κἂν Μωυσῆς κἂν Παῦλος ὁ εἰς τρίτον ἀνελθὼν οὐρανόν, κἂν ἄγγελος ᾖ ὁ τῆς θείας θεωρίας ἁπτόμενος»· καὶ «μηδενὶ δυνατὸν ἄλλως ἰδεῖν τὸν θεὸν ἢ ἀπὸ τῶν αὐτοῦ κτισμάτων». Σαφῶς οὖν εἰς κτίσμα πάλιν κατήνεγκε τὸ φῶς ἐκεῖνο, τὴν λαμπρότητα τῆς θείας φύσεως ἐκτόπως ὁ τάλας ἀποσχίσας αὐτῆς. Ὁρᾶτε τὴν ἐκ τοῦ σύνεγγυς εἰς τἀναντιώτατα περιτροπὴν αὐτοῦ;

Ἀλλὰ πρὸς μὲν τὸ λέγειν ἄκτιστον ἐκεῖνο τὸ φῶς ἄκων ἔρχεται δέει τῆς συνοδικῆς ἀποφάσεως, ᾧ δὴ καὶ μετὰ πονηρᾶς διπλόης καὶ δι’ ἀσαφῶν τινων ἄνεισι πρὸς τοῦτο καὶ ταχύτερός ἐστιν ἀποχωρῶν ἢ προσάγων, πρὸς δὲ τὸ κτιστὸν ἀποφῆναι πάντα κάλων τὸ τοῦ λόγου κινεῖ, τοῦτο διὰ πάσης τιθέμενος σπουδῆς, ταύτῃ τοι πάλιν καὶ τὸ «μηδενὶ δυνατὸν εἶναι ἄλλως ἰδεῖν τὸν θεὸν ἢ ἀπὸ τῶν αὐτοῦ κτισμάτων» προστίθησι, καὶ τῶν θεολόγων εἶναι πάντων διατείνεται τὴν ῥῆσιν, λήσειν οἰόμενος φρενοβλαβῶς κατὰ τῆς ἐκείνων διανοίας τοῖς ἐκείνων ῥήμασι χρώμενος.

Κεφ. γʹ. Ὅτι διὰ τὸ πολυσήμαντον τῆς τοῦ ‘θεὸς’ φωνῆς, ἔστι μὲν ὣς ἐδίδαξαν, ἔστι δ’ ὣς ἀπηγόρευσαν οἱ πατέρες ὁρᾶσθαι τὸν θεόν, ὃ μὴ συνεὶς ὁ Ἀκίνδυνος ἐκπολεμῶν πρὸς ἑαυτὰς κατ’ ἀλλήλων χρῆται ταῖς τῶν ἁγίων φωναῖς. Τό τε γὰρ ἰδεῖν διττὴν φέρει τὴν σημασίαν· ἔσθ’ ὅτε γὰρ τὸ νοῆσαί τινα δηλοῖ θεὸν κατὰ τὸ ἐγχωροῦν, ἄλλοτε δὲ τὸ σχεῖν ἔνοικον αὐτὸν καὶ διὰ τῆς πρὸς τὴν θείαν χάριν ἀνακράσεως ἐν ἀπορρήτῳ θέᾳ τε καὶ ὁμιλίᾳ τούτου ἀπολαύειν, ἀλλ’ οὐχὶ νοεῖν αὐτὸν ὡς οἱ θεοφόροι διδάσκουσιν ἡμᾶς. «Ἡ γὰρ θεία χάρις», φησίν, «εἰ καὶ ἀπόλαυσιν δίδωσι τοῖς κατὰ χάριν μετέχουσιν, ἀλλ’ οὐ κατάληψιν».

Ἀλλὰ καὶ τὸ θεὸς ὄνομα κοινόν ἐστι καὶ τῆς θείας οὐσίας καὶ τῆς θείας δυνάμεως καὶ ἐνεργείας καὶ τῶν ὑποστάσεων αὐτῶν. Τὸ δὲ θεὸν ἰδεῖν καὶ ἀπηγόρευται καὶ ἐπήγγελται· «θεὸν» γάρ, φησίν, «οὐδεὶς ἑώρακε πώποτε» καὶ «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται» πρὸς τὸν Μωυσῆν εἶπεν ὁ θεός. Ἀλλὰ καὶ «ἐκ τῆς καλλονῆς τῶν κτισμάτων ὁ γενεσιουργὸς καθορᾶται», καὶ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται», καὶ «ὀψόμεθα», φησὶν ὁ ἀπόστολος, «πρόσωπον πρὸς πρόσωπον», καὶ «οἱ ἄγγελοι τῶν ἐγγιζόντων τῷ θεῷ διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς», καὶ ὁ Ἰακὼβ «εἶδον», φησί, «θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή». Ταῦτα δὲ οὐκ ἐναντίως ἔχει πρὸς ἄλληλα, ἀλλὰ καὶ λίαν ἐστὶ συνῳδὰ καὶ φίλια τῆς κατὰ τὴν σημασίαν τῶν ὀνομάτων ὑπαλλαγῆς, ἐμποιούσης τῇ θεολογίᾳ τὴν κατὰ διάνοιαν ὁμολογίαν.

Τὸ μὲν γὰρ θεὸν ἰδεῖν ἀπηγόρευται τοῖς θεολόγοις, ἀκατάληπτον εἶναι καθ’ ὑπόστασίν τε καὶ οὐσίαν τιθεμένοις αὐτόν. «Ἡ γὰρ μακαρία θεότης», κατὰ τὸν θεῖον Μάξιμον, «κατ’ οὐσίαν ἐστὶν ὑπεράρρητος καὶ ὑπεράγνωστος, οὐδ’ ἴχνος ὅλως καταλήψεως κἂν μικρὸν τοῖς μετ’ αὐτὴν καταλείψασα».

Καὶ κατὰ τὸ προφητικόν, «οὐδεὶς ἔστη ἐν ὑποστήματι θεοῦ» καὶ «οὐδεὶς τὸ τοῦ θεοῦ πρόσωπον ὄψεται καὶ ζήσεται», καὶ κατὰ τὸν θεολόγον Γρηγόριον, «οὐδεὶς θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε», καὶ κατὰ τὸν Χρυσόστομον Ἰωάννην, «τὸ οἴεσθαι τὴν τοῦ θεοῦ οὐσίαν ἐξευρηκέναι, καὶ αὐτὸν ἀποκρύπτει τὸν εἰπόντα, ‘ἐπάνω τῶν οὐρανῶν θήσω τὸν θρόνον μου’». Τὸ μὲν οὖν θεὸν ἰδεῖν ἀπηγόρευται τοῖς θεολόγοις, ἀκατάληπτον τιθεμένοις πάντῃ κατ’ οὐσίαν αὐτόν· ἐκ δὲ τῶν κτισμάτων ὁρᾶσθαι τὸν κτίστην ἔφησαν, οὐ τὴν θείαν οὐσίαν ἐκ τῶν κτισμάτων ὁρᾶσθαι διδάσκοντες—τοῦτο γάρ ἐστιν ὃ σαφῶς ἀπηγόρευσαν— ἀλλὰ τὴν θείαν δύναμιν καὶ ἐνέργειαν ἐκ τῶν ἐνεργημάτων νοεῖσθαι λέγοντες. «Πῶς γάρ», φασί, «δυνατὸν ἐκ τῶν δημιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι»; Καὶ πάλιν, «οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ γινόμεθα τῆς τοῦ τεχνίτου οὐσίας, ἀλλ’ ἐκ τοῦ γεννήματος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγινώσκομεν»· καὶ πάλιν, «σοφίας καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα, καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν».

Ὁ δὲ Ἀκίνδυνος πρὸς τοὺς τοῦτ’ αὐτὸ λέγοντας τοῖς πατράσιν ὁμολόγως, ἐκ τῶν κτισμάτων οὐ τῆς θείας οὐσίας ἀλλὰ τῆς θείας δυνάμεως ἐν περινοίᾳ γίνεσθαι, τοὺς θεολόγους ἀντιπαρεξάγει λέγοντας ἐκ τῶν κτισμάτων ὁρᾶσθαι τὸν θεόν, ὡς ἂν αὐτῆς τῆς θείας οὐσίας ἐκ τῶν κτισμάτων ὁρωμένης καὶ γινωσκομένης. Ἆρ’ οὖν οὐκ ἐφ’ ἑαυτοὺς ἐγείρει τό γε εἰς αὐτὸν ἧκον τοὺς θεολόγους;

Κεφ. δʹ. Ὅτι τοῦτ’ αὐτὸ ποιῶν καὶ ἀπὸ τοῦ ἰδεῖν, διπλῆν ἔχοντος τὴν σημασίαν, ἅμα καὶ τὴν θείαν πρόνοιαν ἐξελέγχεται κτιστὴν φρονῶν. «Ἀλλὰ καὶ ἐμφανίζει ἑαυτὸν τοῖς ὁσίοις ὁ κύριος», κατὰ τὸν θεῖον Κύριλλον, «οὐ κατὰ τὴν ἐν εἰδήσει νοουμένην ἐπίγνωσιν, ἀλλ’ ἐξαίρετός τις αὐτοῖς ὁ τῆς ἐλλάμψεως ὑπάρξει τρόπος· αὐτὸν γὰρ ἐν ἑαυτοῖς αὐλισθέντα τὸν κύριον τοῖς τῆς διανοίας ἐπαθρήσουσιν ὀφθαλμοῖς διὰ τοῦ ἁγίου πνεύματος». Καὶ κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον, «τὸ ὑπερκείμενον πάντων τῶν ὑπερκοσμίων τε καὶ οὐρανίων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστί, καὶ τῆς ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον». Τοιαύτη ἐστὶν ἡ μακαριστὴ θεωρία τῶν τὴν καρδίαν κεκαθαρμένων· τοιοῦτον ἡ τοῖς χριστοειδέσιν ἀφωρισμένη θέα καὶ μέθεξις τοῦ φωτὸς τοῦ προσώπου τοῦ θεοῦ, κατὰ τὸν εἰπόντα, «ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε». «Πρόσωπον γὰρ ἀκούων θεοῦ», φησὶν ὁ Χρυσόστομος θεολόγος, «μηδὲν σωματικὸν ὑποπτεύσῃς· ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ». Οὕτω κατὰ τὸν ἐκ Δαμασκοῦ θεολόγον «καὶ Μωσῆς θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδεν». Οὕτως οὐ «δι’ ἐσόπτρου» οὐδὲ «δι’ αἰνιγμάτων» ἀλλὰ «πρόσωπον πρὸς πρόσωπον» ὄψονται κατὰ τὴν ἀποστολικὴν φωνὴν οἱ ἐπ’ ἐλπίδι τηλικαύτῃ ἑαυτοὺς ἁγνίζοντες. «

Καὶ γὰρ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», φησὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος καὶ ὀλίγων ἄξιον· φῶς δὲ ὁμιλήσῃ φωτί, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως».

Ὁ δ’ Ἀκίνδυνος ἀθετῶν πάλιν καὶ τὸν τοῖς ὁσίοις ἐξαίρετον τουτονὶ τρόπον τῆς θείας ἐλλάμψεως, ἥτις ἄλλη παρὰ τὴν ἐν εἰδήσει ἐστὶν ἐπίγνωσιν τοῖς πιστῶς προσιεμένοις αὐτήν, τὴν περὶ τῆς ἐν εἰδήσει ἐπιγνώσεως τῶν θεολόγων ἀντεπάγει ῥῆσιν, ἀπὸ τῶν κτισμάτων ὁρᾶσθαι, δηλαδὴ νοεῖσθαι, λεγόντων τοῖς πᾶσι τὸν θεόν, διὰ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας τὸν ἐν σοφίᾳ τὰ πάντα πεποιηκότα στοχαστικῶς ὁρῶσι, ταυτὸ δ’ εἰπεῖν ἀναλογιζομένοις, ἓν εἶναι διατεινόμενος καὶ ταυτὸ τὰ τοσοῦτο διεστῶτα. Τίς γὰρ κοινωνία λογισμοῦ καὶ θείας μεθέξεως, στοχασμοῦ καὶ ἀπορρήτου ἐλλάμψεως, εἰδήσεως—καὶ ταῦτ’ ἐκ τοῦ ἀναλογίζεσθαι προσγινομένης—καὶ κτήσεως καὶ ἀπολαύσεως φωτὸς ἀρρήτου καὶ ἀλήκτου, ἐκ τῆς πρὸς τοὺς ἀξίους ἀνακράσεως ἐκτελουμένης κατὰ τὸν μέγαν Βασίλειον; Πῶς δ’ ἓν ἔσται καὶ διενήνοχεν οὐδὲν τὰ προσόντα μόνοις τοῖς ἐνθέοις καὶ τὰ πᾶσιν ἡμῖν, ἔστι δ’ οἷς καὶ τῶν Ἑλλήνων σοφῶν, ὡς καὶ ὁ Νύσσης θεῖός φησι Γρηγόριος; Ἆρ’ οὖν οὐχ ὑπὸ κακονοίας τε καὶ ἀφροσύνης κατὰ τῆς τῶν θεολόγων διανοίας τοῖς ἐκείνων ῥήμασιν ὁ Ἀκίνδυνος χρῆται κατ’ ἀλλήλων ὁπλίζων τὰς ἐκείνων φωνάς;

Ἔστι μὲν οὖν τὸ τὸν θεὸν ἰδεῖν διττόν, ὡς ὁ λόγος ἔδειξε, τό τε γὰρ ἐν ἑαυτῷ τινα κτήσασθαι θεὸν καὶ διὰ τῆς ἐξ αὐτοῦ ἐλλάμψεως ὁρᾶν αὐτὸν καὶ τὸ ἐν εἰδήσει τε καὶ ἐπιγνώσει γενέσθαι τοῦ θεοῦ, μὴ κατὰ τὸν τοῖς ὁσίοις ἐξαίρετον τοῦτον τρόπον τῆς ἐλλάμψεως. Ἀλλὰ καὶ αὐτὸ πάλιν τὸ ἐν εἰδήσει εἶναι τοῦ θεοῦ διττόν ἐστιν, ὡς ὁ μέγας Βασίλειος αὖθις παραστήσει. Φησὶ γὰρ πρὸς τοὺς διατεινομένους εἰδέναι τὴν οὐσίαν τοῦ θεοῦ καὶ λέγοντας, οὐχ ὃν ἀγνοοῦμεν ἀλλ’ ὃν οἴδαμεν σέβομεν θεόν· «τὸ τὸν θεὸν εἰδέναι πολύσημον· καὶ γὰρ τὴν μεγαλειότητα τοῦ θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως καὶ τὸ δημιουργικὸν καὶ προγνωστικὸν καὶ ἀνταποδοτικόν, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν. Μὴ τοίνυν παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος· αἱ μὲν γὰρ ἐνέργειαι τοῦ θεοῦ ποικίλαι ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα».

Ἐπεὶ τοίνυν ἐκ τῶν θείων ἐνεργειῶν, τῆς προνοίας, τῆς σοφίας, τῆς ἀγαθότητος, τῆς δημιουργικῆς τε καὶ προγνωστικῆς δυνάμεως τὸν θεὸν γνωρίζειν λέγομεν, ὁ δ’ Ἀκίνδυνος μηδενί φησιν ἄλλως εἶναι γνῶναι δυνατὸν θεὸν κατὰ τοὺς θεολόγους ἢ ἀπὸ τῶν αὐτοῦ κτισμάτων, οὐ κατάδηλός ἐστιν αὐτὸς κτίσματα νομίζων τήν τε θείαν πρόνοιαν καὶ τὴν δημιουργικήν τε καὶ προγνωστικὴν δύναμιν καὶ τὴν θείαν ἀγαθότητα καὶ τὴν σοφίαν, ἀφ’ ὧν ὁ θεὸς ἡμῖν γινώσκεται, καὶ τοὺς θεολόγους τοῦθ’ οὕτω συκοφαντῶν δοξάζειν, τὴν μὲν τούτων εὐσεβῆ διάνοιαν μεθέλκων καὶ μετεξηγούμενος καὶ διαστρέφων, τὰ δὲ ῥήματα πρὸς ἄλληλα ἐκπολεμῶν; Ἀλλὰ μὴ παραλογιζέσθω ἡμᾶς διὰ τῆς ‘θεὸς’ φωνῆς κοινῆς οὔσης καὶ τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ταῖς θείαις ἐνεργείαις· ἐν οὐσίᾳ γὰρ καὶ ἐνεργείᾳ εἷς ἐστι θεὸς μόνος ὑπάρχων οὐσία παντοδύναμος. Ἐκ μὲν οὖν τῶν κτισμάτων οὐ κτώμεθα τὸν θεὸν ἀλλὰ γινώσκομεν· οὐ μέντοι τὴν αὐτοῦ οὐσίαν, ἀλλὰ τὰς ἀκτίστους αὐτοῦ δυνάμεις τε καὶ ἐνεργείας. Ἐκ δὲ τῶν ἀκτίστων τούτων δυνάμεών τε καὶ ἐνεργειῶν τὸν θεὸν ἡμῶν γνωρίζομεν ὅτι ἔστιν οὐσία παντοδύναμος.

Κεφ. εʹ. Ἀπόδειξις καὶ παρ’ ὧν αὐτός φησιν ὡς τὸ ἐν Θαβωρίῳ λάμψαν φῶς ἄκτιστόν ἐστι καὶ οὐκ οὐσία θεία, κἂν αὐτὸς μὴ βούληται. Οὐ μὴν ἀλλ’ ἐπεὶ γέγονε καταφανές, ὡς ἐκ τῶν κτισμάτων οὐκ ἔστι γνῶναι τὴν οὐσίαν τοῦ θεοῦ, Βαρλαὰμ καὶ Ἀκίνδυνος διὰ κτιστοῦ φωτὸς τὸ ἄκτιστον ἰδεῖν τοὺς ἀποστόλους φῶς ἐν Θαβὼρ ἰσχυριζόμενοι, τοῦθ’ ὅπερ ἀναιρῆσαι σπεύδουσιν, οὐχ ἑκόντες εἶναι πάλιν αὐτοὶ κατασκευάζουσιν ἄκτιστόν τι εἶναι φῶς, ὅπερ οὐκ ἔστιν οὐσία τοῦ θεοῦ. Τὸ γὰρ ἄκτιστον, ὃ καὶ αὐτοί φασιν ἐκεῖνο φῶς, ἐνέργειά ἐστι καὶ οὐκ οὐσία τοῦ θεοῦ, εἴπερ γινώσκεται διὰ κτιστοῦ τινος. Οὕτως οὐκ ἴσασιν «οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ δ’ ἔτι καὶ αὐτοὶ διατείνονται, ὥσπερ οὖν καὶ διατείνονται, τὴν οὐσίαν εἶναι καὶ αὐτὴν τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπόστασιν, τὸ ἄκτιστον, ὃ καὶ αὐτοί φασιν ἐκεῖνο φῶς, τὸ δι’ ὁρατοῦ φωτὸς τοῖς ἀποστόλοις ἐν Θαβὼρ γνωσθέν, ἡ δ’ οὐσία τοῦ θεοῦ διὰ τῶν ἀκτίστων ἐνεργειῶν οὖσα γινώσκεται κατὰ τοὺς θεολόγους, ἄκτιστός ἐστιν ἄρα τοῦ θεοῦ ἐνέργεια τὸ ὀφθὲν ἐν Θαβὼρ τοῖς ἀποστόλοις φῶς. Οὕτω καθ’ ἑαυτῶν λελήθασι πλέκοντες οὗτοι τὰ σοφίσματα, μὴ μόνον ἀγνοοῦντες τὰ τῶν θεολόγων ἢ παραλογιζόμενοι ἑκόντες, ἀλλὰ καὶ τὰ οἰκεῖα.

Περὶ μὲν δὴ τῆς ἀπορρήτου καὶ μόνοις τοῖς ὁσίοις ἐγγινομένης θείας ἐλλάμψεως καὶ ὡς τὸ «θεὸν οὐδεὶς ἑώρακε πώποτε» καὶ «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται» καὶ τὰ τοιαῦτα, τὸ κατ’ οὐσίαν καὶ αὐτοῖς τοῖς ἁγίοις ἀνέκφαντον τοῦ θεοῦ παρίστησι, κἀν τοῖς πρὸς Βαρλαὰμ πεποιημένοις κἀν τῷ δευτέρῳ καὶ τετάρτῳ λόγῳ τῶν ἐξενηνεγμένων ἡμῖν πρὸς τὰ τοῦ Ἀκινδύνου ταυτὶ συγγράμματα τρανότατα διεδείξαμεν. Ἐπεὶ δὲ νῦν ἀπὸ τῶν κτισμάτων καὶ ἐν τῷ Θαβωρίῳ τὸν θεὸν ἰδεῖν τοὺς ἀποστόλους τοῖς ἄλλοις ἅπασιν ὁμοίως ὁ Ἀκίνδυνός φησι, πῶς ἰσχυρίζεται πάλιν ὁ αὐτὸς μὴ εἶναι τὸ φῶς ἐκεῖνο καὶ τοῖς ἄλλοις κοινόν, ὡς ὑπερεξῃρημένον, καὶ ἕτερον εἶναι τὸν λόγον ἐκείνου τοῦ μυστηρίου καὶ ἄλλον τὸν τῆς ἑτέρων θεωρίας καὶ θεολογίας ὡντινωνοῦν ἁπάντων, κἂν Μωυσῆς ὁ θεολογῶν ἢ θεώμενος ᾖ, κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀναβάς, κἂν ὑπὲρ ἐκείνους ἔτι, ἀγγελικῆς τυχὼν ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως;

Ἀλλὰ γὰρ πάσχει ταῦτα πᾶσιν ἀρέσκειν ὁ τάλας γλιχόμενος καὶ πρὸς τὰς πάντων ὡντινωνοῦν δόξας ποικίλως σχηματιζόμενος, θεοῦ δὲ καὶ τῆς ἀληθείας μηδένα λόγον ποιούμενος. Ἐντεῦθεν ποτὲ μὲν κτίσμα τὸ φῶς ἐκεῖνό φησι, ποτὲ δ’ ἄκτιστον, ἀλλὰ καὶ τοῦτο κακῶς· ἄλλοτ’ αὖθις οὐδέτερον, ἔστι δ’ ὅτε καὶ φάσμα παντάπασιν ἀνυπόστατον, ὃ δὲ καὶ φάναι φρικτόν, καὶ τοῖς πονηροῖς ἔπειτα συνηρίθμησε.

Πρότερον μὲν οὖν διὰ πολλῶν εἰς κτίσμα κατασπάσας αὐτό, εἶθ’ ὁμοῦ μὲν ἐπικαλύψαι θέλων αὐτὸς αὑτόν, ὁμοῦ δὲ κἀν τούτῳ τοῖς τε ἁγίοις καὶ ἡμῖν τοῖς αὐτοῖς ὁμολογοῦσιν ἐναντιοῦσθαι, δι’ ἑτέρας δυσσεβείας ἐπισκιάζειν πειρᾶται τὴν προτέραν δυσσέβειαν λέγων, «παρατηρητέον ὡς οὐδεὶς ὁμολογούμενος θεολόγος κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξε, κἂν εἰς ἄκραν τις θεοῦ θεωρίαν ἀνέλθῃ, ἀλλ’ ἐπὶ τῶν θείων ἀποστόλων ἐμαρτύρησαν μόνων».

Κεφ. στʹ. Ἐπανάληψις τῆς αὐτοῦ ῥήσεως, ἧς πάλιν ἐξελεγχομένης τὸ μὲν θεῖον τοῦτο φῶς ἀναφαίνεται τῶν ἁγίων ὂν ἱερὸν θέαμα κοινόν, αὐτὸς δὲ μηδένα τούτων ἀληθῆ θεολόγον ἡγούμενος καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἀντιταττόμενος. Τί φῄς, οὐκ ἔστιν ἐκεῖνο τὸ φῶς κοινὸν βραβεῖον τῶν κατὰ θεὸν ζώντων; Οὐκοῦν οὐδὲ τῆς τοῦ θεοῦ βασιλείας ἐπιτεύξονται πάντες· τοῦτο γὰρ εἶναι τὴν τοῦ θεοῦ βασιλείαν αὐτὸς ὁ κύριος ἔφη. Καὶ Δανιὴλ ἐκεῖνος διέψευσται καὶ ἡ κατ’ αὐτὸν προφητεία, δοθήσεσθαι τὴν βασιλείαν ἁγίοις ὑψίστου προκαταγγείλασα, καὶ τὴν αὐτὴν ἔσεσθαι θεοῦ καὶ τῶν ἁγίων τὴν βασιλείαν. Μᾶλλον γὰρ καὶ πάνυ πολλῷ μᾶλλον, οὐκ ἔσται οὐδὲ δοθήσεται διὰ τοὺς ἄλλους ἅπαντας τοσούτους ὄντας, ἢ δοθήσεται διὰ τοὺς τὸ ὄρος ἀναβάντας τηνικαῦτα τρεῖς.

Πῶς δ’ ὁ μέγας Διονύσιός φησιν, «ὅταν δὲ ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως ‘πάντοτε σὺν κυρίῳ’ κατὰ τὸ λόγιον ‘ἐσόμεθα’, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει»; Πῶς δ’ ὁ κύριος ἥξει πάλιν, κατὰ μὲν τὸν μέγαν Ἀθανάσιον, «ἐκλάμπων ἐκ τοῦ ἐκ Μαρίας σώματος αὐτοῦ τοῦ ἁγίου τὴν δόξαν τὴν ἀπόρρητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους», κατὰ δὲ τὸν θεολόγον Γρηγόριον, «οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος», εἰ μὴ κοινὸν καὶ τοῖς ἄλλοις ἁγίοις πᾶσιν ἐκεῖνο τὸ φῶς, ἀλλὰ τοῖς τρισὶ μόνοις τῶν ἀποστόλων ἀπορρήτως ὁρατόν;

Οὐ μήν, ἀλλ’ ἐπειδὴ νῦν ὁ τοῦ φωτὸς πολέμιος τοῦ φωτὸς ἀποστερεῖν αἱρούμενος τοὺς τοῦ φωτὸς υἱοὺς ἐξ ὑπερβαλλούσης ἀπονοίας κατὰ σφῶν αὐτῶν ἑαυτῷ τούτους ποιεῖσθαι πειρᾶται συνηγόρους, ἁπάντων αὐτῶν καταψευδόμενος καὶ μηδένα τούτων κοινὸν εἶναι φάναι τοῖς πεφωτισμένοις ἀποφαινόμενος τὸ φῶς, φέρ’ ἡμεῖς πάντας σχεδὸν ἀνθυπενέγκωμεν ἅπασι κοινὸν εἰπόντας, ἵν’ ἢ πρὸς τὸ τηλικοῦτο σύστημα τῶν τοῦ φωτὸς μαρτύρων ἀπιδών, τὴν σκοτόμαιναν τῆς διανοίας ἀποθέμενος, διαβλέψῃ πρὸς τὸ τῆς ἀληθείας φέγγος, ἢ μηδ’ οὕτω τῆς πονηρᾶς δόξης μετάμελον λαβών, ἐντεῦθεν ἤδη τῆς μελλούσης αἰσχύνης καὶ τῆς δι’ αὐτὴν ὀδύνης ἐκείνης τῆς τῷ παντὶ αἰῶνι συνδιατεινούσης δικαίως κομίσηται τὴν ἀπαρχήν.

Ὁ τοίνυν Χρυσόστομος πατήρ, Παραινετικὸν πρὸς Θεόδωρον γράφων «πάντα», φησί, «τὰ τῆς ζωῆς ἐκείνης ἡμέρα καὶ λαμπρότης ἔσται καὶ φῶς· οὐ τοῦτο τὸ νῦν, ἀλλ’ ἕτερον τούτου τοσοῦτο λαμπρότερον, ὅσον λυχνιαίου τοῦτο φαιδρότερον. Οὔτε γὰρ νὺξ οὔτε ἑσπέρα ἐκεῖ, ἀλλ’ ἑτέρα κατάστασις τοιαύτη, ἣν οἱ καταξιωθέντες εἴσονται μόνοι· τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς μετὰ τῶν ἄνω δυνάμεων. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε, καίτοι γε οὐδὲ οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα». Πρὸς δὲ νεωτέραν ὑποστᾶσαν χηρείαν γράφων αὖθίς φησι· «τὰ σώματα τῶν εὐηρεστηκότων τῷ θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς, καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωυσέως τοσαύτῃ κατελάμπετο τότε δόξῃ, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς, ἐν δὲ τῇ Καινῇ, τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ».

Ὁ δὲ θεῖος Κύριλλος «ὁ κύριος», φησίν, «ἐπιδοξοτάτην ἔσεσθαι δεικνὺς τὴν τῶν ἁγίων ἀνάστασιν, ‘τότε οἱ δίκαιοι’, φησί, ‘λάμψουσιν ὡς ὁ ἥλιος’· ἵνα δὴ πάλιν ἀληθῆ λέγων πιστεύηται, πρόωρον τοῖς μαθηταῖς καὶ τὴν θεωρίαν ἐχαρίζετο τούτων ἐν τῷ ὄρει μεταμορφωθείς». Ἐπεὶ δ’ ἐκεῖ κοινὸν ἆθλον τοῦτο τῶν ὡς ἀληθῶς χριστιανῶν ἁπάντων, ὁ δὲ ἀρραβὼν τῶν μελλόντων ἀγαθῶν ἐνταῦθα δίδοται, πῶς οὐχὶ καὶ νῦν ἐκ μέρους κοινὸν πρόκειται τοῖς ἀγωνιζομένοις;

Τί δὲ ὁ λέγων διὰ τοῦτο τὸν κύριον ἐπ’ ὄρους ἀνελθεῖν ἀναχωρήσαντα τῶν ἄλλων καὶ ἐν τῷ προσεύχεσθαι δεῖξαι τὴν ἀπόρρητον λαμπηδόνα τοῦ φωτὸς ἐκείνην, ἵνα δείξῃ τὸν τῆς ἱερᾶς ἡσυχίας τε καὶ προσευχῆς καρπόν, καὶ προστιθείς, «μήτηρ μὲν γὰρ προσευχῆς ἡσυχία, προσευχὴ δὲ θείας δόξης ἐμφάνεια· ὅταν γὰρ τὰς αἰσθήσεις μύσωμεν καὶ ἑαυτοῖς καὶ θεῷ συγγενώμεθα καὶ τῆς ἔξωθεν τοῦ κόσμου περιφορᾶς ἐλευθερωθέντες ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς τὴν τοῦ θεοῦ βασιλείαν ὀψόμεθα· ‘ἡ βασιλεία γὰρ τῶν οὐρανῶν’, ἥτις ἐστὶ θεοῦ βασιλεία ‘ἐντὸς ἡμῶν ἐστιν’, Ἰησοῦς ὁ θεὸς ἀπεφθέγξατο». Ἆρ’ οὖν οὐχὶ κοινὸν θέαμα τῶν ὡς ἀληθῶς προσκαρτερούντων ἡσυχίᾳ καὶ προσευχῇ καὶ οὗτος τοῦτο τίθεται τὸ φῶς; Θεοῦ γὰρ βασιλείαν τὸ φῶς ἐκεῖνο λέγει, καθάπερ καὶ ὁ κύριος. Ἀνδρέας δὲ ὁ τῆς Κρήτης φανότατος φωστὴρ «ἐπὶ τὸ ὄρος», φησίν, «ἀνάγει τοὺς μαθητὰς ὁ σωτήρ· τί ποιήσων, ἢ τί διδάξων; Τὴν ὑπεραστράπτουσαν παραδείξων τῆς οἰκείας θεότητος δόξαν τε καὶ λαμπρότητα, εἰς ἣν μετεστοιχείωσε τὴν ἀκούσασαν φύσιν, ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ’· ὅθεν κατὰ τὴν ἀψευδῆ τῶν θεολόγων μυσταγωγίαν, ὥσπερ ἔκ τινος ἀεννάου πηγῆς κατὰ ἀπειρόδωρον χύσιν τῆς ἀκηράτου θεώσεως εἰς ἡμᾶς τὸ μέγα πρόεισι δῶρον». «

Βούλεται γὰρ συνιέντας ἡμᾶς τοῦ βάθους τῶν κατ’ αὐτὸ πεπραγμένων, τῇ γνώσει δραστικωτέραν ἐπισπάσασθαι τὴν χάριν μιμήσει τοῦ μεταμορφωθέντος καὶ ἐν ἡμῖν αὐτοῖς ἐνεργοῦσαν τὸ θαυμαστὸν δὴ τοῦτο καὶ ξένον μυστήριον». Ὁρᾷς ὡς διὰ τοῦτο ἤστραψεν ἐπ’ ὄρους ὁ σωτήρ, ἵν’ ἡμᾶς διδάξῃ τί τὸ δῶρον τῆς θεώσεως, ὅτι τὸ φῶς τοῦτο δηλαδή, καὶ ὡς ἂν γνοῦσι καὶ πιστεύσασι, καὶ ἐν ἡμῖν αὐτοῖς ἐργάσηται τὸ ξένον τοῦτο μυστήριον μυστικῶς καὶ ἀπορρήτως ἐξάγων ἀπὸ σκότους, ἀποστολικῶς εἰπεῖν, «εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς»;

Ὁ δὲ μέγας Βασίλειος «ἆθλον ἀρετῆς», φησί, «θεὸν γενέσθαι, καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων, ὅς, ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος, διηνεκὲς καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος. ‘Τότε γάρ’, φησίν, ‘οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος’». Ἆρ’ οὖν οὐ κοινὸν τοῖς κατ’ ἀρετὴν ζῶσι τοῦτο καὶ οὗτος εἶναι κηρύττει τὸ φῶς, καθ’ ὃ καὶ ἔλαμψεν ὁ κύριος ἐπιφανεὶς καὶ αὖθις λάμψει παραγενόμενος;

Ἀλλὰ καὶ ἀλλαχοῦ λέγων, «κάλλος τοῦ ὄντως δυνατοῦ τὴν νοητὴν αὐτοῦ καὶ θεωρητὴν θεότητα, ὃ καὶ Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐπ’ ὄρους εἶδον»· καὶ πάλιν, «κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν, οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι μεταλαμβάνει τι ἀπ’ αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς αἴγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος, ὅθεν καὶ Μωυσῆς, τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν θεῷ ἐδοξάσθη τὸ πρόσωπον»· καὶ ταῦτα τοίνυν λέγων ὁ μέγας Βασίλειος, οὐ κοινὸν εἶναι τίθεται τὸ φῶς ἐκεῖνο πάντων τῶν κεκαθαρμένων; Ὁ δὲ ἀδελφὸς καὶ ἀδελφὰ φρονῶν αὐτῷ περὶ τοῦ μεγάλου Παύλου λέγων, ὡς «εὐθὺς ἐραστὴς ἐγένετο τοῦ θείου κάλλους τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος», οὐχὶ καὶ αὐτὸν τὸν θεῖον Παῦλον ἰδεῖν ἐκεῖνο τὸ φῶς φησι, κάλλος τοῦτο εἰπών;

Ὁ δὲ μέγας Μακάριος ἐν τοῖς μεταφρασθεῖσιν ὑπὸ τοῦ Μεταφραστοῦ Κεφαλαίοις «καὶ τῷ μακαρίῳ δέ», φησί, «Παύλῳ τὸ ἐλλάμψαν ἐν τῇ ὁδῷ φῶς, δι’ οὗ καὶ εἰς τρίτον οὐρανὸν ᾖρται καὶ μυστηρίων ἀλαλήτων ἀκουστὴς ἐγένετο, οὐ νοημάτων καὶ γνώσεως φωτισμὸς ἦν, ἀλλὰ δυνάμεως τοῦ ἀγαθοῦ πνεύματος καθ’ ὑπόστασιν ἐν τῇ ψυχῇ ἔλλαμψις, οὗ τὴν ὑπερβολὴν τῆς λαμπρότητος οἱ τῆς σαρκὸς ὀφθαλμοὶ μὴ διενεγκόντες ἀπετυφλώθησαν· δι’ οὗ πᾶσά τε γνῶσις ἀποκαλύπτεται καὶ θεὸς πρὸς ἀλήθειαν τῇ ἀξίᾳ καὶ φιλουμένῃ ψυχῇ γνωρίζεται». Ὁρᾷς ὅπως τὸ φῶς ἐκεῖνο κοινὸν εἶναι καὶ οὗτος πάσης φιλοθέου καὶ θεοφιλοῦς ἰσχυρίζεται ψυχῆς; Ἐπεὶ καὶ ἀλλαχοῦ φησι, «τὴν δόξαν τοῦ προσώπου Μωυσέως νῦν ἐν τῇ ψυχῇ δέχονται οἱ ἅγιοι»· καὶ ἀλλαχοῦ πάλιν, «τὴν ἐν τῷ θνητῷ σώματι Μωσέως ἀθάνατον ἐκείνην τοῦ πνεύματος ἐν ἀποκαλύψει δόξαν νῦν ἐν τῷ ἀθανάτῳ τοῦ ἔσω ἀνθρώπου προσώπῳ τοῖς ἀξίοις ἀκαταργήτως ἐλλάμπεσθαι».

Γρηγόριος δὲ πάλιν ὁ περιβόητος θεολόγος, «βραχεῖαν τοῦ μεγάλου φωτὸς λαμπηδόνα» λέγων, «ᾗ τὴν ὄψιν ὁ Παῦλος πρὶν καθαρθῆναι προσομιλήσας ἐπλήγη» καὶ «βραχεῖαν ἀπορροὴν τοῦ ἀκροτάτου φωτὸς τὸ πρὸς μόνους τοὺς ἁγίους φθάνον· καὶ γὰρ ‘ἔθετο σκότος ὁ θεὸς ἀποκρυφὴν αὐτοῦ’, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχοῦσα ῥᾳδίως καὶ ἀποβάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως»· καὶ «νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος»· καὶ «τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως» οὐ τοῖς ὁμοίως αὐτῷ μεγάλοις συμφθέγγεσθαί σοι δοκεῖ;

Τί δὲ ὁ λέγων «ἄβυσσος μὲν πένθους παράκλησιν ἐθεάσατο, καθαρότης δὲ καρδίας ἐδέξατο ἔλλαμψιν· ἔλλαμψίς ἐστιν ἄρρητος ἐνέργεια, ὁρωμένη ἀοράτως καὶ νοουμένη ἀγνώστως», ποῖόν σοι φῶς δοκεῖ λέγειν; Ὁ δὲ ἅγιος Ἰσαὰκ γράφων, «προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτὸς τῆς ἁγίας τριάδος μετ’ ἐκπλήξεως τέμνεται»· καὶ πάλιν, «καθαρότης ἐστὶ νοὸς ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας τριάδος, καὶ τότε ὁ νοῦς ὑπεράνω τῆς προσευχῆς γίνεται»· καὶ πάλιν, «θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εὐδοκήσει ὁ θεὸς εἰσάξαι ἡμᾶς εἰς τὰ μυστήρια τὰ πνευματικὰ», ἆρ’ οὐκ ἐκείνην τὴν δόξαν καὶ ἐκεῖνό φησι τὸ φῶς, ὃ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ὁ μέγας εἴρηκε Βασίλειος;

Ἀλλὰ γὰρ αὐτὸς πάλιν ὁ μέγας Βασίλειος ἓν εἶναι φῶς ἰσχυρισάμενος τὸ κατὰ διαφόρους καιροὺς τοῖς τοῦ θεοῦ ἁγίοις παραδόξως ἐπιφαινόμενον, εἶτα ψυχῶν ἁγίων τοῦτ’ εἶναι φωτισμὸν ἀποφαίνεται, «ὃ καὶ ἡμεῖς», φησίν, «εὐξώμεθα φθάσαι καὶ εἰς ἡμᾶς». Τοῦτο δὴ καὶ πᾶσα ἡ ἐκκλησία διὰ τῶν ἱερῶν ᾀσμάτων ἑκάστης εὔχεται τῆς ἡμέρας, μάλιστα δὲ κατὰ τὴν ἐπέτειον μνήμην τῆς θείας μεταμορφώσεως.

Ὅτι μέντοι τῷ μεγάλῳ Βασιλείῳ τῆς εὐχῆς ταύτης γενομένης ἀνυσίμου καὶ ἐπ’ αὐτὸν ἔφθασεν ἐκεῖνο τὸ φῶς, ὃ ψυχῶν ἐστιν ἁγίων φωτισμός, ὁ Νύσσης θεῖος Γρηγόριος ἐν τῷ εἰς αὐτὸν Ἐπιταφίῳ ἀπεκάλυψεν ἡμῖν. «Κατελάμφθη» γάρ, φησί, «τῷ φωτὶ διὰ τῆς βάτου ὁ Μωυσῆς;

Ἔχομέν τι συγγενὲς τῆς ὀπτασίας ταύτης καὶ ἐπὶ τούτου εἰπεῖν, ὅτι νυκτὸς οὔσης γίνεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἶκον προσευχομένῳ· ἄϋλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο θείᾳ δυνάμει καταφωτίζον τὸ οἴκημα».

Ἀλλ’ ὁ πρὸς τοὺς ἁγίους ἀνελέσθαι τὸν πόλεμον προῃρημένος Ἀκίνδυνος «οὐδείς», φησίν, «ὁμολογούμενος θεολόγος κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξε, κἂν εἰς ἄκραν τις θεοῦ θεωρίαν ἀνέλθῃ, ἀλλ’ ἐπὶ τῶν θείων ἀποστόλων ἐμαρτύρησαν μόνων». Ὥστε οὐ τὸν μέγαν Διονύσιον, οὐ τὸν μέγαν Ἀθανάσιον, οὐ τὸν μέγαν Βασίλειον, οὐ τὸν θεολόγον Γρηγόριον, οὐδέ τινα τῶν σεβομένων παρ’ ἡμῶν ἄλλον, ἵνα μὴ καθ’ ἕκαστον λέγω πάντας, ὁμολογούμενον οὗτος θεολόγον ἡγεῖται. Καὶ αὐτῷ δὲ τῷ θεῷ τῶν θεολόγων ἀντιπαρατάττεται σαφῶς. Ὁ μὲν γὰρ διὰ τοῦτο τὴν ἀστραπὴν ἐκείνην ἔδειξεν ἐπὶ τοῦ ὄρους εὐχόμενος, ἀστραπὴν φωτὸς διηνεκῆ, ἄσβεστόν τε καὶ ἀνεπισκίαστον, ἵνα φανερώσῃ τὸ κοινὸν βραβεῖον τῶν πεπιστευκότων εἰς αὐτόν. Οὗτος δὲ πάντας ἀπιστεῖν διδάσκει, σαφῶς ἀπαγορεύων καὶ ὑπαγορεύων τἀναντία, καὶ μηδ’ αὐτῷ Παύλῳ τῷ ἐπόπτῃ τῶν μεγίστων, μὴ ὅτι νῦν ἀλλ’ οὐδὲ κατὰ τὸν μέλλοντα αἰῶνα, θεατὸν αὐτὸ τιθέμενος.

Κεφ. ζʹ. Ὅτι μὴ μόνον νῦν μὲν κτίσμα, νῦν δὲ τοῦ θεοῦ οὐσίαν τοῦτο δείκνυσιν οἰόμενος τὸ φῶς, ἀλλὰ καὶ αὐτοῖς τοῖς τρισὶν ἀθέατον, οἷς μόνοις πρότερον θεατὸν ἀπεφήνατο γενέσθαι. Εἰ μὲν οὖν κτιστὸν τὸ θεαθέν, καὶ ταῦτα φῶς, καθάπερ καὶ αὐτὸς πρότερον κατεσκεύασας, τίνος κτίσματος καὶ μόνης θέας ὁ Παῦλος ἀνάξιος, καὶ οὐχ ὁ Παῦλος μόνον ἀλλὰ καὶ οἱ ἀρχάγγελοι; Πῶς καὶ τίνι λόγῳ τοῖς τὰ κτιστὰ μόνον ὁρῶσι, καὶ ἀπὸ τούτων μόνων ὁρῶσι καὶ γινώσκουσι τὸν θεὸν ἀνθρώποις κατὰ σὲ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις, τοῦτο μόνον ἀθέατον καὶ ἀπερινόητόν ἐστι τὸ κτίσμα; Εἰ δ’ ἄκτιστόν τε καὶ οὐσία θεία, καθάπερ αὐτὸς ὁ πολὺς καὶ τοῦτο κατεσκεύασας ἐνταῦθα, λέγων ὡς ἀθέατον τοῦτο καὶ αὐτῷ Παύλῳ καὶ ἀγγέλοις, πῶς, εἰπέ, πρότερον διὰ πολλῶν κατεσκεύασας αὐτὸ κτιστόν; Ἔστω δὴ τὸ νῦν ἔχον ἄκτιστον τὸ πρότερον κτιστὸν διὰ τὸ πολυποίκιλον τῆς σῆς σοφίας καὶ θεολογίας· πῶς οὖν ὃ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης εἶδον, τούτου Παῦλος οὐκ ἠξίωται; Ὅτι Παύλου προσκληθέντος ὁ Χριστὸς ἦν ἐν οὐρανοῖς; Καὶ μὴν αὐτὸς ἐκεῖνος ὁ καλέσας ἦν αὐτὸν καὶ διὰ τοῦ ὁμοίου φωτὸς ἐπιφανείς, ὡς ὁ θεῖος Λουκᾶς συγγράφεται καὶ ἡμεῖς μικρὸν ἀνωτέρω τοὺς πατέρας προηνέγκαμεν εἰπόντας, ἀλλὰ καὶ αὐτὸς ὁ Παῦλος περὶ ἑαυτοῦ μαρτυρεῖ.

Ἔστω δέ, Παῦλος ἐπὶ γῆς ἦν, ὁ δὲ Χριστὸς ἐν οὐρανοῖς καὶ κατὰ τὸ σὸν ὕψος ἢ βάθος τῆς θεολογίας οὐκ ἀφικνεῖσθαι μέχρις ἡμῶν ἄνωθεν ἡ λαμπρότης τοῦ θεϊκοῦ δύναται φωτός. Οἱ ἄγγελοι καὶ ἀρχάγγελοι οὐ σύνεισιν αὐτῷ; Τίνι λογισμῷ καὶ τούτους, ἄνθρωπε, τοῦ φωτὸς ἀποστερεῖς, καὶ ταῦτα τῶν πατέρων φανερῶς λεγόντων, ὡς «τῷ ἐν τῷ Θαβωρίῳ λάμψαντι φωτὶ πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον ἐναργέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ λόγου φιλανθρωπίας»;

Ὅτι δὲ ὁ ταῖς ἐκ διαμέτρου δυσσεβείαις περιπίπτειν κινδυνεύων Ἀκίνδυνος ἄκτιστον αὐτὸ κατασκευάζων καὶ διὰ γλώττης ἔσθ’ ὅτε πρὸς ἀπάτην λέγων, οὐ μόνον τὴν οὐσίαν εἶναι τοῦτο τοῦ θεοῦ φαντάζεται, ἀλλὰ καὶ οἷς μόνοις πρότερον ἔλεγεν ὀφθῆναι, νῦν αὖ ἀόρατον κἀκείνοις τίθεται, προϊόντος ἔτ’ αὐτῷ τοῦ λόγου φανεροῖ. Φησὶ γὰρ ὅτι «τὸ μόνον ἄκτιστον φῶς καὶ ἡ ἄκτιστος δόξα, ἤγουν ἡ θεία φύσις, παντελῶς ἐστι καθ’ ἑαυτὴν ἀόρατος». Ἐπεὶ τοίνυν μόνον ἄκτιστον φῶς καὶ ἄκτιστον δόξαν τὴν θείαν φύσιν οὗτός φησι, φανερὸν ὡς, ὅταν ἐκεῖνο τὸ φῶς ἄκτιστον ἢ λέγῃ ἢ κατασκευάζῃ, τὴν οὐσίαν τοῦτ’ εἶναι νομίζει τοῦ θεοῦ καὶ μηδὲ τοῖς τρισὶν ὀφθῆναι τῶν ἀποστόλων ἐπ’ ὄρους συγχωρεῖ. Καὶ κατ’ αὐτὸν γὰρ παντελῶς καθ’ ἑαυτὴν ἀόρατος ἡ θεία φύσις. Καὶ μὴν οὐ μόνον ἐξ ὧν λέγει προϊών, ἀλλὰ καὶ ἐξ ὧν ἔφη προλαβών, αὐτήν τε τὴν τοῦ θεοῦ οὐσίαν τὸ φῶς τοῦτο δῆλός ἐστιν οἰόμενος καὶ τοὺς συναναβάντας τῷ Ἰησοῦ τῶν ἀποστόλων τῆς κατὰ τὸ Θαβώριον ὄρος τοῦ θειοτάτου φωτὸς ἐκβάλλων θεωρίας, ἡνίκα καὶ τοῦ Χρυσοστόμου καταψεύδεται πατρός.

Παραινῶν γὰρ οὗτος τὴν ἀρχὴν ἐᾶν ἀναφῆ καὶ ἀπολυπραγμόνητα, μᾶλλον δὲ ἀνήκουστα, τὰ ῥηθέντα τοῖς ἁγίοις εἰς τὸ φῶς ἐκεῖνο, ἵνα μὴ δύο θεότητας πρεσβεύσωμεν, τήν τε ἀόρατον καὶ τὸ ἑωραμένον φῶς, εἶτ’ ἐπάγει μελαγχολῶν ἄντικρυς καὶ αὐτὸς ὑφ’ ἑαυτοῦ κοπτόμενος καὶ πράττων εὐθὺς ἅπερ αὐτὸς ἀπαγορεύει καὶ μετὰ προσθήκης ὄντως ἀπηγορευμένης. Ἐπάγει τοίνυν· «πάντα δὲ ταῦτα δι’ ἑνὸς περικόπτει σαφῶς ὁ θεῖος Χρυσόστομος, περὶ τούτου ἀποφαινόμενος εἰς τὸ ‘ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός’, ‘οὐκ ἂν θεασάμενοι, εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη’. Ὤφθη μὲν οὖν ἡ δόξα καὶ θεότης τοῦ Ἰησοῦ τοῖς ἀποστόλοις τότε, ἀλλ’ οὐ γυμνὴ καὶ αὐτὴ καθ’ ἑαυτήν· ‘θεότης γάρ’, φησὶν ὁ θεολόγος, ‘καθ’ ἑαυτὴν ἀόρατος’».

Τὸ γοῦν καθ’ ἑαυτὸ τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ἀόρατον, τί ἄλλο ἢ ἡ οὐσία τοῦ θεοῦ ἐστι; Κατ’ αὐτὴν γὰρ ὢν πᾶσιν ὁ θεὸς ἀόρατος, πολυτρόπως ὁρατὸς ταῖς ἐνεργείαις γίνεται.