Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ε΄, Κεφάλαια 8-13: Η αόρατη θεία ουσία και η ερμηνεία των θείων ονομάτων

Ανάλυση της διδασκαλίας περί της αορασίας της θείας φύσεως και απόδειξη ότι τα θεία ονόματα και οι ενέργειες δεν ταυτίζονται με την ακατάληπτη ουσία, προς αναίρεση των πολυθεϊστικών κατηγοριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 14 από 21

Κεφ. ηʹ. Ὅτι δύο προβαλλόμενος μάρτυρας, τὸν Χρυσόστομον καὶ τὸν θεολόγον Γρηγόριον, τὸν μὲν καθ’ ἑαυτοῦ προβάλλεται, τὸν δὲ χρυσορρήμονα πατέρα καὶ συκοφαντεῖ. Τῷ μὲν οὖν ἐπωνύμῳ τῆς θεολογίας Γρηγορίῳ περὶ τῆς τοῦ θεοῦ οὐσίας ἦν ὁ λόγος εἰρηκότι «θεότης καθ’ ἑαυτὴν ἀόρατος», μᾶλλον δὲ καὶ περὶ τῆς ὑποστάσεως αὐτῆς τοῦ λόγου, καθ’ ἣν ἥνωται τῷ ἡμετέρῳ φυράματι. Πρὸς γὰρ τοὺς λέγοντας μετὰ τὸ πάθος τὴν σάρκα τοῦτον ἀποθέσθαι, ἣν ἀνήλειφεν ὑπὲρ ἡμῶν καὶ μηκέτ’ εἶναι μήθ’ ἥξειν μετὰ τοῦ προσλήμματος, πρὸς τούτους τοίνυν ποιούμενος τὸν λόγον «ποῦ δέ», φησί, «καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαι ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ’ ἑαυτὴν ἀόρατος». Καθ’ ἑαυτὸν γάρ, φησίν, ἐψηλάφηται ὁ καθ’ ἑαυτὸν ἀόρατος λόγος τοῦ θεοῦ, καὶ καθ’ ἑαυτὸν ὀφθήσεται, τουτέστι κατὰ τὴν ἰδίαν ὑπόστασιν καὶ φύσιν, εἴπερ ἀποθέμενος τὴν σάρκα εἶτ’ ἐψηλαφήθη κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν ἀποστολικαῖς χερσί, καὶ ὀφθήσεταί ποτε κατὰ τὴν προφητείαν ὑπὸ τῶν ἐκκεντησάντων.

Καὶ μὴν οὐδὲ τὴν λαμπρότητα τῆς θείας φύσεως καθ’ ἣν «ἥξει μὲν μετὰ σώματος ὁ λόγος τοῦ θεοῦ, τοιοῦτος δέ, οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει», οὐδὲ ταύτην οὖν ὄψονται οἱ ἐκκεντήσαντες ἐκεῖνοι καὶ ὅσοι κατ’ αὐτούς· «ἀρθήτω» γάρ, φησίν, «ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου». Τοιγαροῦν καὶ αὕτη καθ’ ἑαυτὴν ἀόρατος ἐκείνοις· ἀλλὰ τῷ τῆς θεολογίας ἐπωνύμῳ Γρηγορίῳ περὶ τῆς θείας οὐσίας καὶ αὐτῆς τῆς σῶμα λαβούσης ὑποστάσεως ὁ λόγος ἦν. Τοῦτον οὖν προβαλλόμενος ὁ τοῦ φωτὸς ἀντίθετος, καὶ παρὰ τοῦτο λέγων διὰ τοῦ Χριστοῦ σώματος ἰδεῖν τοὺς ἀποστόλους τὸ θειότατον ἐπ’ ὄρους φῶς, ἐπειδή φησιν ὁ θεολόγος ὅτι «ἡ θεότης καθ’ ἑαυτὴν ἀόρατος», φανερῶς αὐτὸς τὴν οὐσίαν αὐτὴν καὶ τὴν ὑπόστασιν τοῦ λόγου τοῦ θεοῦ τὸ φῶς ἐκεῖνο δείκνυσιν ἐνταῦθ’ οἰόμενος, περὶ ὧν καὶ ὁ λόγος ἦν, ὡς δέδεικται, τῷ θεολόγῳ· ἅμα δεικνὺς οὗτος ὡς μηδὲ τοῖς τρισὶ τῶν ἀποστόλων ὦπται τηνικαῦτα. Καὶ γὰρ κατ’ αὐτὸν νῦν τοῦτο καθ’ ἑαυτὸ πᾶσιν ἀόρατόν ἐστι τὸ φῶς.

Οὕτω τὸν τῆς θεολογίας ἐπώνυμον Γρηγόριον καθ’ ἑαυτοῦ προβάλλεται· τὸν δὲ χρυσορρήμονα πατέρα φανερῶς συκοφαντεῖ, περὶ τούτου τοῦ φωτὸς λέγων ἀποφαίνεσθαι εἰς τὸ «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός», καὶ ὡς «οὐκ ἂν ἐθεάσαντο εἰ μὴ διὰ τοῦ συντρόφου σώματος αὐτοῖς ὤφθη». Οὐ γὰρ ἐξεδέξατο δόξαν ὁ Χρυσόστομος ἐνταῦθα λέγειν τὸν εὐαγγελιστὴν τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς, ἀλλὰ τὴν ἐπὶ τῶν ἔργων καὶ λόγων τοῦ σωτῆρος ἐξουσίαν, «ὃ καὶ ἐθαύμαζον οἱ ὄχλοι», τὰ ἐπὶ τῇ συλλήψει, τὰ παρὰ τὸν θαυμαστὸν ἐκεῖνον τόκον, τὰ μετὰ τὸν τόκον ἐπ’ αὐτὸν ἐξαίσια, τὴν ἀπὸ τῶν οὐρανῶν ἐπὶ τῷ βαπτίσματι κηρύττουσαν τὴν υἱότητα φωνήν, τὴν μετὰ τῆς πατρικῆς φωνῆς ἐπ’ αὐτὸν τοῦ παρακλήτου κάθοδον. Ταῦτα πάντα διεξοδικώτερον ὁ χρυσοῦς τὴν γλῶτταν καταλέξας ἐπιφέρει· «ὄντως διὰ ταῦτα ἔλεγεν ὁ εὐαγγελιστής, ‘ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός’. Οὐ διὰ ταῦτα δὲ μόνον», φησὶν ὁ χρυσοῦς θεολόγος, «ἀλλὰ καὶ διὰ τὰ μετὰ ταῦτα τοῦτό φησιν· αὐτὴ γὰρ τῶν πραγμάτων ἡ φύσις καὶ πάντα πάντοθεν ἐβόα ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονε.

Καὶ γὰρ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀρρώστους αἱ νόσοι· καὶ ἦν ὁρᾶν δι’ ὀφθαλμῶν ἐκ γῆς πλαττομένων, ὃ καὶ προφῆται καὶ πᾶς τις ἂν ἐπεθύμησεν ἰδεῖν· πῶς ὁ Ἀδὰμ ἀπὸ γῆς ἐπλάσθη καὶ διῳκισμένα μέλη συγκολλώμενα καὶ κινούμενα καὶ ἁλλόμενα τὰ νεκρὰ καὶ παραλελυμένα, καὶ ὦτα βεβυσμένα ἀναπεταννύμενα, καὶ γλῶτταν ἠχοῦσαν μέγα τὴν ἀφωνίᾳ δεδεμένην πρότερον· πῶς ἄν τις ἔκδηλον θεῖτο τῶν ψυχῶν τὴν ἴασιν, πῶς πάντα κατωρθοῦτο καὶ πᾶν εἶδος κακίας ἠλαύνετο, καὶ οὐ τῆς κακίας ἀπηλλάττοντο μόνον ἀλλὰ καὶ εἰς αὐτὴν ἀνήγοντο τὴν τῆς ἀρετῆς κορυφήν· οἱ μάγοι διδάσκαλοι, ὁ τελώνης ἀπόστολος, τῆς οἰκουμένης κήρυξ ὁ διώκτης καὶ βλάσφημος, παραδείσου πολίτης ὁ ληστής. Τί ἄν τις εἴποι τῶν προσταγμάτων τὴν φιλοσοφίαν, τῶν οὐρανίων νόμων τὴν ἀρετήν, τῆς ἀγγελικῆς πολιτείας τὴν εὐταξίαν;».

Ταῦτα πάντα πάλιν αὖ καταλέξας διεξοδικώτερον ὁ χρυσοῦς, τηλαυγεστέραν ἀφιεὶς φωνὴν καὶ περὶ τοῦ τῆς βροντῆς υἱοῦ φησιν αὐτός· «ταῦτα πάντα συναγαγὼν ὁ εὐαγγελιστής, τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόρρητα ἐκεῖνα καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθώ, τὰς μελλούσας ὑποσχέσεις, τὰ παθήματα αὐτοῦ τὴν θαυμαστὴν ταύτην καὶ ὑψηλῶν γέμουσαν δογμάτων ἀφῆκε φωνὴν λέγων, ‘ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας’.

Οὐ γὰρ διὰ τὰ θαύματα μόνον αὐτὸν θαυμάζομεν, ἀλλὰ καὶ διὰ τὰ παθήματα· καὶ γὰρ καὶ ἐπ’ αὐτοῖς τούτοις τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι τὸ αὐτὸ ῥῆμα πάλιν ἄξιον ἐπιφθέγξασθαι, ἐπεὶ καὶ αὐτὸς δόξαν τὸ πρᾶγμα ἐκάλεσεν. Οὐ γὰρ μόνον κηδεμονίας ἦν τὰ γινόμενα, ἀλλὰ καὶ δυνάμεως ἀφάτου, δι’ ἧς ἀοράτως ἐτελεῖτο τὰ παραδοξότατα· ἐγίνετο δέ τινα καὶ ὁρατῶς, δεικνύντα ὅτι ὄντως μονογενὴς υἱὸς ἦν τοῦ θεοῦ καὶ τῆς κτίσεως δεσπότης. Ἀλλὰ καὶ μετὰ θάνατον ταφείς, τῶν τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων καὶ σημάντρων ἐπικειμένων, ἀνέστη. Καὶ δυνάμεώς τινος ἀμάχου καὶ θείας τοὺς μαθητὰς ἐμπλήσας ἔπεμψε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας, τὰ μεγάλα καὶ ἀπόρρητα διδάξοντας καὶ εὐαγγελιουμένους, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα καὶ μηδέποτε ἕξοντα τέλος».

Τούτοις ἐπιφέρει πάλιν οὗ τὰ λόγια χρυσίου πολλῷ καθαρώτερα· «ταῦτ’ οὖν καὶ τὰ πλείω τούτων ἐννοήσας ὁ μακάριος οὗτος», τὸν εὐαγγελιστὴν αὖθις δηλαδὴ λέγων, «ἀνεβόησεν· ‘ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας’».

Τίνος ἕνεκα συνελὼν ὡς οἷόν τε καὶ ὑποτεμὼν πᾶσαν τὴν εἰς τὸ ῥητὸν ὁμιλίαν ἐνταῦθα προὔθηκα; Ἵν’ εἰδεῖεν πάντες ὡς ἐς τοσοῦτο τὴν ἐξήγησιν παρατείνας ὁ χρυσορρήμων καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ σωτῆρος διελθών, μόνην ἐκείνην παρῆκε τὴν δόξαν ἐμφανῶς εἰπεῖν τὴν ἐπ’ ὄρους ἀπὸ τοῦ κυρίου λάμψασαν. Ὁ δὲ τῶν ἁγίων συκοφάντης Ἀκίνδυνος πάντα τὰ τοσαῦτα παρείς, ὃ μόνον ἐκεῖνος παρῆκεν εἰπεῖν, τοῦθ’ ὡς εἰρηκότα μόνον μαρτύρεται, μηδὲ τὸ διειδὲς καὶ δαψιλὲς καὶ φανότατον ῥεῖθρον τῶν λόγων τοῦ Χρυσοστόμου πατρὸς πρὸς ἔλεγχον φοβηθεὶς παμπληθὲς πάσης ἐπικρύψεως ὑπερανιδρυμένον. Τίνος δὲ χάριν τὰ τοῦ Χριστοῦ πάντα διεξιὼν τὴν δόξαν ἐκείνην οὐ συνῆψε τοῖς ἄλλοις ὁ ἅγιος νῦν; Ἐπειδὴ τὴν ἐνταῦθα δόξαν ἐξηγεῖται, τὸ δὲ φῶς ἐκεῖνο τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης ἀρραβῶνα καὶ προοίμιον εἰδὼς ἐκείνῃ συνέταξεν αὐτό, πρὸς τὰ ἤθη τὴν διδασκαλίαν μετενεγκών. «Χρὴ» γάρ, φησί, «βίον ἄξιον τῶν δωρεῶν καὶ τῶν δογμάτων τούτων ἐπιδείκνυσθαι, ἵνα μὴ μόνον τὴν ἐνταῦθα δόξαν ἴδωμεν αὐτοῦ, ἀλλὰ καὶ τὴν μέλλουσαν, ὡς αὐτὸς ὁ κύριος λέγει· ‘θέλω ἵνα, ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν’. Εἰ δὲ αὕτη ἡ δόξα οὕτω γέγονε λαμπρὰ καὶ περιφανής, τί ἄν τις εἴποι περὶ ἐκείνης, περὶ ἧς ὁ προφήτης φησίν, ‘ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου’;

Ἀλλ’ ἡμῶν μηδένα γένοιτο ἀρθῆναι μηδὲ ἀθέατον αὐτῆς γενέσθαι· εἰ γὰρ μὴ μέλλοιμεν ταύτην ἰδεῖν, καλὸν ἦν ἡμῖν εἰ μὴ ἐγεννήθημεν». Ταῦτα μὲν ὁ Χρυσόστομος πατήρ. Ὁ δὲ Ἀκίνδυνος «οὐδείς», φησί, «τῶν ἁγίων κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξεν».

Ὅτι δὲ ὁ Χρυσόστομος θεολόγος δόξαν ἐνταῦθα κυρίου τὸ φῶς ἐκεῖνό φησιν, ἀπὸ τῶν ἐπιφερομένων γίνεται καταφανές. «Εἰ γὰρ οἱ τὸ φῶς», φησί, «τὸ ἡλιακὸν μὴ θεώμενοι, παντὸς θανάτου πικροτέραν ὑπομένουσι ζωήν, τί παθεῖν εἰκὸς τοὺς ἀποστερηθέντας τοῦ φωτὸς ἐκείνου; Τοσοῦτον ἄρα χαλεπώτερον, ὅσον ὁ ἥλιος ἐκεῖνος ἀσυγκρίτως τούτου κρείττων ἐστίν». Ἆρ’ οὐκ ἐκεῖνον λέγει τὸν ἥλιον τὸν τὸ ἀληθινὸν ἀπαστράπτοντα φῶς, τὴν δόξαν ἐκείνην ἧς ἡ θαυμαστὴ καὶ ἀπόρρητος καὶ θέα καὶ μέθεξις μόνοις τοῖς χριστοειδέσιν ἀφώρισται; Τὴν δὲ διὰ τῶν θαυμάτων καὶ διδαγμάτων καὶ παθημάτων δόξαν τοῦ Χριστοῦ, πολλοὶ καὶ τῶν μὴ τοιούτων ἑωράκασι τότε, ἣν οὐδ’ ἂν αὐτοὶ κατεῖδον οἱ τοῦ κυρίου ἀπόστολοι, μὴ διὰ τοῦ προσκυνητοῦ σώματος ἰδόντες. Πῶς γὰρ ἂν ἐθεάσαντο θεὸν βαπτιζόμενον, διαλεγόμενον, σταυρούμενον, ἀνιστάμενον, ἀναλαμβανόμενον, εἰ μὴ διὰ σώματος; Διὸ καὶ ὁ εὐαγγελιστὴς πρότερον εἰπών, ὅτι «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ δείξας αὐτὸν τοῖς ἀνθρώποις συναναστραφέντα κατὰ τὴν Ἰερεμίου προφητείαν, εἶτ’ ἐπάγει· «καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ», πάντες οἷς συνανεστράφη δηλαδή, «δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Καλῶς ἄρα καὶ ὁ Χρυσόστομος θεηγόρος τὴν πᾶσιν ἑωραμένην ἐξεδέξατο δόξαν, καὶ προσέθηκε, μὴ ἂν αὐτοὺς ἰδεῖν αὐτὴν εἰ μὴ διὰ τοῦ θείου καὶ προσκυνητοῦ σώματος ἐκείνου.

Τὴν δ’ ἐν φωτὶ δόξαν τοῦ θεοῦ καὶ Μωυσῆς καὶ Ἠσαΐας εἶδον, εἰ καὶ ἀμυδρότερον, ὡς εἶναι σύμβολα καὶ τύπους τῆς ἐν Θαβὼρ θεοφανείας τὰ ἱερὰ θεάματα ἐκείνων, καθάπερ καὶ ἡ ἐν τῷ ὄρει λάμψασα λαμπρότης ἀπὸ τοῦ σωτῆρος, τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης τοῦ θεοῦ προοίμιόν ἐστι καὶ σύμβολον.

Κεφ. θʹ. Ἔτι ὡς ἀποστερεῖ τῆς τοῦ ἱεροῦ φωτὸς ἐκείνου θέας καὶ τοὺς τῷ κυρίῳ συναναβάντας ἐπὶ τὸ Θαβώριον. Τοῦ μὲν οὖν χρυσορρήμονος θεολόγου καταψεύδεται σαφῶς ὁ Ἀκίνδυνος. Ἐπεὶ δὲ καὶ αὐτός φησι διὰ τοῦ προσκυνητοῦ σώματος ὀφθῆναι τὸ φῶς ἐκεῖνο τοῖς ἀποστόλοις, ἀλλ’ οὐκ ἀμεσιτεύτως, ἐρωτήσωμεν αὐτόν· πῶς διὰ τοῦ σώματος ἐκείνοις ὤφθη; Εἰ μὲν ὡς δι’ ἐκείνου λάμψαν καθάπερ ἀπὸ δίσκου, ψεύδεται λέγων μὴ αὐτὸ πρὸς ἀλήθειαν φανῆναι τὸ φῶς. Εἰ δέ, τὸ σῶμα ὁρῶντες τοῖς οἰκείοις ὀφθαλμοῖς, δι’ ἐκείνου ἑώρων τῇ πίστει τὸ ἔνοικον φῶς τῆς θεότητος, οὕτω γὰρ ἂν καὶ εἶδον τὸ φῶς ἐκεῖνο καὶ ἀόρατον ἔμεινε καθ’ ἑαυτό, δῆλός ἐστιν ὅτι μάλιστα κἀντεῦθεν καὶ τοὺς συναναβάντας τῷ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῆς τοῦ φωτὸς θέας ἀποστερῶν, ὥσπερ πρὸ μικροῦ πάντας τοὺς ἀπ’ αἰῶνος μέχρι τήμερον προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας. Εἰ γὰρ διὰ τοῦ προσκυνητοῦ σώματος εἶδον, καὶ οὕτως εἶδον ὡς ἐκεῖνο μένειν ἀθέατον, οὐκ εἶδον οὐδαμῶς.

Ἔπειτα οὐκ αὐτοὶ μόνον οὕτως ἑωράκασιν, οὐδ’ ἐπὶ τοῦ ὄρους μόνον, ἀλλὰ καὶ οἱ τῶν ἀποστόλων μὴ συναναβάντες ἀλλ’ ἀπολειφθέντες ἐπὶ τῆς ὑπωρείας. Καὶ τί λέγω τῶν ἀποστόλων ἐκεῖνον τὸν χορόν; Πάντες γὰρ οἱ καὶ τότε πιστῶς ὁρῶντες τὸ δεσποτικὸν ἐκεῖνο σῶμα καὶ μέχρι νῦν πιστεύοντες ὁρῶσιν οὕτω τὴν τοῦ Χριστοῦ θεότητα διὰ τῆς πίστεως. Οὐκ ἄρ’ οὕτω Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐπὶ τῆς τοῦ Θαβωρίου κορυφῆς διὰ τοῦ Χριστοῦ σώματος ἐθεάσαντο τὸ θεῖον φῶς, ἀλλ’ ὡς τῆς κεκρυμμένης ἐν αὐτῷ θείας εὐπρεπείας, ἀληθῶς μὲν ἐκφανείσης, ὥσπερ διὰ τῶν ὑελίνων ὑμένων τὸ ἐνυπάρχον διαλάμπει φῶς, ἀμυδρῶς μέντοι καὶ συγκαταβάσει χρώμενον. Οὐδὲ γὰρ ἀγγέλοις οὐδ’ ἀρχαγγέλοις οὐδὲ τοῖς ὑπὲρ ἐκείνους χωρητὸν τὸ πᾶν τῆς θείας λαμπρότητος· διὸ καὶ τὰ χερουβὶμ πτέρυξι καλύπτει τὰς ὄψεις, τὴν μονιμωτάτην ἐκείνην ἀστραπὴν καὶ τὸ περιὸν τοῦ ἀπορρήτου κάλλους οὐ δυνάμενα φέρειν.

Κεφ. ιʹ. Ὅτι καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐξ ὧν φησί, κτίσμα δείκνυσιν ὑπάρχον. Ὅ γε μὴν σπεύδων ὑβρίζειν πανταχόθεν εἰς τὰς ἀϊδίους ἐνεργείας τοῦ πνεύματος καὶ τῷ δωρεὰς καλεῖσθαι καὶ καρποὺς καὶ ἀρετὰς τοῦ πνεύματος κτιστὰς ταύτας ἀποφῆναι πειρᾶται γράφων, «μηδενὶ δυνατὸν εἶναι ἄλλως ὁρᾶν τὸν θεὸν ἢ ἀπὸ τῶν αὐτοῦ κτισμάτων, τῶν τε ἄλλων καὶ τῶν ἐν ἡμῖν θεοδωρήτων ἀρετῶν, δι’ ὧν ἐν πνεύματι καθαιρόμεθα, καὶ τῶν καρπῶν τοῦ πνεύματος», μηδὲ τὴν θεσπεσίαν ἐκείνην ὁ τάλας δυσωπηθεὶς ψῆφον, ὡς «ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται». Δικαίως οὖν πρὸς αὐτὸν ἄν τις φαίη τὴν πρὸς Ἰουδαίους εἰρημένην πρὸ αὐτῆς δεσποτικὴν φωνήν· ἄφρον, ὁ τῇ πρὸς τὸ πνεῦμα τὸ ἅγιον ἀφύκτῳ βλασφημίᾳ περιβάλλων σαυτόν, ἧς οὐδ’ ἄφεσίς ἐστιν, «ἢ ποίησον τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποίησον τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν». Εἰ γὰρ ἄκτιστον τὸ θεῖον πνεῦμα, πῶς οὐκ ἀκτίστους φέρει τοὺς καρπούς; Εἰ δ’ οἱ καρποὶ τούτου κτίσματα, πῶς οὐχὶ κἀκεῖνο κτίσμα;

Καίτοι Κύριλλος, ὁ τὰ θεῖα πολύς, ἄκτιστον θέλων ἀποδεῖξαι τὸν υἱόν, καρπὸν τοῦτον προσεῖπε τοῦ πατρός. Προθεὶς γὰρ ἐκεῖνο τὸ παρ’ αὐτοῦ πρὸς Ἰουδαίους εἰρημένον, «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω»· εἶτ’ αὐτὸς παρ’ ἑαυτοῦ φησιν, «οἱ τὸν ἐκ θεοῦ πατρὸς πεφηνότα υἱὸν οὐκ ἀγαπήσαντες πῶς ἂν ἀληθεύσειαν λέγοντες ἠγαπηκέναι τὸν ἐξ οὗπερ ἐστί;

Καὶ οἱ τὸν καρπὸν ἀτιμάσαντες ποίαν καὶ προσοίσουσι τῷ δένδρῳ τιμήν; Εἰ δὲ καρπός ἐστι τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός—τοῦτο γὰρ σημαίνει τὸ ‘ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω’—πῶς ἂν εἴη γενητός; Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄρρητος φύσις ἔκφυλόν τι καὶ ἀλλογενὲς ὡς πρὸς ἑαυτὴν ἀποτέξεται, μηδὲ τῆς γενητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Οὐκοῦν ἀνάγκη θεὸν ἐκ θεοῦ πεφηνέναι τὸν υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ πατήρ». Ἆρ’ οὐχὶ τοὺς αὐτοὺς προσῆκε φάναι καὶ πρὸς Ἀκίνδυνον λόγους; Τοὺς γὰρ καρποὺς ἀτιμάζων τοῦ πνεύματος πῶς προσοίσει δόξαν τῷ πνεύματι; Πῶς δ’ οὐχὶ καὶ τῶν κτισμάτων ἔλαττον τοῦτ’ ἀποδείκνυσιν αὐτός, εἴπερ μηδὲν ἐκείνων ὃ μὴ προσήκοντας ἑαυτῷ φέρει τοὺς καρπούς, ἑτεροφυεῖς δὲ τὸ θεῖον πνεῦμα κατ’ αὐτὸν καὶ τῆς ἀξίας ἐκείνης ἀποδέοντας ἐπὶ τοσοῦτον;

Ὁ μέντοι θεῖος Κύριλλος πολλαχοῦ τῶν λόγων μετὰ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καρπὸν τοιοῦτον προσειπών, καὶ πρὸς τοὺς εὐνομιανούς, εἰρηκότας πρὸς αὐτόν, ὃ καὶ πρὸς ἡμᾶς νῦν ὁ Ἀκίνδυνός φησιν, ὅτι «σύνθετον ποιεῖτε τὸν θεὸν καὶ κρίσιν αὐτῷ καὶ φύσιν διδόντες· πῶς γὰρ ὁ ἐκ τούτου συγκείμενος ἁπλοῦς ἔσται;», γράφει πάλιν ἀπολογούμενος· «εἰ σύνθετον οἴεσθε γίνεσθαι θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο. Ἔχει τὸ γεννᾶν ὁ πατὴρ φυσικῶς· ἔχει καὶ τὸ κτίζειν δι’ υἱοῦ δημιουργικῶς· καὶ οὐ παρὰ τοῦτο σύνθετος ἐστί· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει». Ὁρᾷς ὡς ἑκάστη τῶν θείων ἐνεργειῶν καρπός ἐστι τῆς θείας φύσεως ὡς καὶ ἡ προαιώνιος γέννησις ἐκείνη; Πῶς οὖν οὐκ ἄνω τῆς κτίσεώς εἰσιν, εἰ καὶ διαφέρουσι τῆς φύσεως προσοῦσαι ταύτῃ καθάπερ δὴ καὶ τὸ γεννᾶν; Ἀλλὰ τοῦτο μέν, οὐ φύσιν μόνον ἀλλὰ καὶ ὑπόστασιν χαρακτηρίζον, μόνου τοῦ Πατρός ἐστιν· ἡ δὲ θεία κρίσις καὶ ἡ θέλησις καὶ ἡ δημιουργικὴ ἐνέργεια καὶ τὰ τοιαῦτα φύσιν μόνην ἀλλ’ οὐχὶ καὶ ὑπόστασιν χαρακτηρίζοντα, κοιναί εἰσιν ἐνέργειαι πατρός, υἱοῦ καὶ πνεύματος.

Κεφ. ιαʹ. Ἑτέρα ῥῆσις Ἀκινδύνου παρ’ ἧς ἐλέγχεται, τὸν μὲν θεὸν ἀθέλητον λέγων καὶ ἀνενέργητον, τὰ δὲ κτίσματα τούτῳ συναΐδια. Δῆλος μὲν οὖν ἐστι κἀντεῦθεν ὁ Ἀκίνδυνος πᾶσαν δωρεὰν καὶ ἐνέργειαν τοῦ πνεύματος εἰς κτίσμα κατασπῶν καὶ δι’ αὐτῶν εἰς αὐτὸ τὸ θεῖον πνεῦμα βλασφημῶν. Φέρε δ’ ὅμως καὶ τὰ ἐν ἑτέροις αὐτῷ συγγεγραμμένα περὶ τούτων ἐνταυθοῖ προθέντες, ὡς ἐκδηλοτέραν γεγενῆσθαι τὴν ἐκείνου δόξαν, εἶτ’ αὖ τὸ βλάσφημον ἀπελέγξωμεν αὐτῆς. Φησὶ τοίνυν ἐν τοῖς ἰδίᾳ Περὶ χάριτος αὐτῷ πεποιημένοις· «εἴ τις χάριν λέγει χάρισμά τε καὶ δώρημα, τὸ θεῖον ἐννοῶν, ἄκτιστον μὲν καὶ ἀσεβὲς ἄλλως λέγειν, οὐκ ἔστι δὲ ἕτερον τοῦτο τῆς θείας οὐσίας· κτιστὰ δέ ἐστι χαρίσματα καὶ δωρήματα τὰ παρὰ τῆς θείας δυνάμεως ἔργα καὶ ἀγαθὰ ἡμῖν ἀποτελέσματα».

Σαφῶς οὖν ἐνταῦθα τὸν θεὸν οὐσίαν εἶναί φησιν ἀθέλητόν τε καὶ ἀνενέργητον. Εἰ γὰρ τὸ θεῖον καὶ ἄκτιστον οὐχ ἕτερον τῆς θείας οὐσίας, καὶ τὸ ἕτερον ταύτης οὔτε θεῖον οὔτ’ ἄκτιστον. Οὐκοῦν ἢ οὐκ ἔχει ἡ θεία φύσις θέλησιν καὶ ἐνέργειαν ἤ, εἴπερ ἔχει, κτιστὴν ἔχει ταύτην κατ’ αὐτόν. Εἰ δὲ καὶ τῇ καταλλήλῳ θελήσει καὶ ἐνεργείᾳ κατὰ τοὺς θεολόγους ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς, τὸ δὲ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχε καὶ ἕτερόν ἐστι καθ’ ὃ διενήνοχεν, οὐ μόνον κτίσμα κατὰ τὸν Ἀκίνδυνον ἡ τῆς θείας φύσεως θέλησις καὶ ἐνέργεια, ἀλλὰ καὶ ἡ χαρακτηριζομένη διὰ τούτων θεία φύσις.

Καὶ μὴν τὸ θεῖον καὶ ἄκτιστον ὁ θεός ἐστιν αὐτός. Εἰ δ’ ἐκεῖνο μηδὲν ἕτερον ἢ οὐσία θεία κατὰ τὸν Ἀκίνδυνον, ὁ θεὸς οὐδὲν ἕτερον ἢ οὐσία θεία κατ’ αὐτόν, οὐχ ὡς πᾶν ὅ,τι ἔχει φύσει ἔχων καὶ μηδὲν ἐπίκτητον, ἀλλ’ ὡς μηδὲν ἔχων ὅτι μὴ οὐσίαν. Ἐκ τοῦ θεοῦ τοίνυν οὖσα ἡ κτίσις, ἐκ τῆς θείας ἐστὶν οὐσίας. Πῶς γὰρ οὐκ ἐξ αὐτῆς εἴπερ ὁ θεὸς μηδὲν ἄλλο πλὴν αὐτῆς; «Ἀλλὰ τοῦτο τοῦ μονογενοῦς ἴδιόν ἐστιν, ἐπεὶ καὶ αὐτὸς ἐκ τοῦ θεοῦ καὶ ἡ κτίσις ἐκ τοῦ θεοῦ» κατὰ τὸν μέγαν Ἀθανάσιον καὶ τὸν τὰ θεῖα σοφὸν Δαμασκηνόν, «ἀλλ’ ὁ μὲν ἐκ τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρὸς μόνος ἀχρόνως γεγέννηται, ἡ δὲ κτίσις οὐκ ἐκ τῆς οὐσίας τοῦ πατρός, ἀλλὰ θελήματι αὐτοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη». Καὶ τὰ κτιστὰ τοιγαροῦν ταῦτα, ἃ τῆς θείας χάριτος καὶ δυνάμεως ἔργα καὶ ἀποτελέσματα ὁ Ἀκίνδυνός φησι, τῆς θείας φύσεώς ἐστιν ἔργα κατ’ αὐτόν, εἴπερ οὐχ ἕτερον ἡ ἄκτιστος χάρις καὶ δύναμις τῆς τοῦ θεοῦ οὐσίας, ὡς αὐτὸς τοῖς τε νῦν εἰρημένοις καὶ διὰ πάντων αὐτοῦ σπεύδει τῶν λόγων ἀποδεῖξαι.

Ἐπεὶ δὲ καὶ κατὰ τὸν θεῖον Κύριλλον «τῆς μὲν φύσεώς ἐστι τὸ γεννᾶν, τῆς δὲ ἐνεργείας τὸ ποιεῖν» καὶ κατὰ τὸν ἐκ Δαμασκοῦ πάλιν θεολόγον, «ἔργον θείας φύσεως ἡ προαιώνιος γέννησις», ὁ Ἀκίνδυνος τὰ κτίσματα τῆς θείας φύσεως ἔργα λέγων καὶ κατασκευάζων, θεῖα γεννήματα δοξάζει πάντα· καὶ τὸν μονογενῆ λόγον ἀθετεῖ, τὸ ἰδιαίτατον ἀξίωμα τούτου τό γε εἰς αὐτὸν ἧκον, τοῖς πᾶσι κοινωσάμενος καὶ καθελών.

Ἀλλὰ καὶ συναΐδια τῇ θείᾳ φύσει δείκνυσιν αὐτά, μὴ γεγονότα ὅτε ὁ θεὸς ἠθέλησε· τὸ γὰρ τῆς φύσεως ἔργον οὔθ’ ὕστερόν ἐστι τῆς φύσεως οὔθ’ ὑπόκειται θελήσει. Οὐκοῦν καὶ αὐτὸ καθαιρεῖ τὸ θεῖον τοῖς κτίσμασι συντάττων, ὅ φησιν αὐτὸς μὴ εἶναι τῆς οὐσίας ἕτερον.

Κεφ. ιβʹ. Ἕτεραι ῥήσεις τοῦ αὐτοῦ παρ’ ὧν ἐλέγχεται πάντας τοὺς ἐνθέους θεολόγους καὶ τοὺς αὐτοῖς ὁμολογοῦντας πολυθέους ἀποφαινόμενος εἶναι. Ἀλλὰ καὶ πᾶν ἔργον ὁπωσδήποτε λεγόμενον πολλαχοῦ τῶν ἑαυτοῦ λόγων ἀποφαινόμενος κτιστόν, καὶ τὴν προαιώνιον γέννησιν, ὡς ἔργον εἰρημένην, εἰς κτίσμα κατασπᾷ· καὶ ἄθεος ὁμοῦ καὶ πολύθεός ἐστιν, ἐπίτομόν τινα μέθοδον ἀρτίως ἐξευρών, δι’ ἧς πᾶν εἶδος ἀσεβείας τε καὶ δυσσεβείας ἐπὶ τὴν οἰκείαν ὁ τάλας συνεφόρησε ψυχήν. Ὁ δὴ τοιοῦτος εἰκότως καὶ πᾶσαν τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, τούς τε νῦν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας καὶ τοὺς ἐξ αἰῶνος ἀσφαλεῖς θεολόγους κακοδόξους ἀποφαινόμενος συνείρει γράφων, «ἡ θεία καὶ ἄκτιστος χάρις τε καὶ ἐνέργεια οὐχ ἕτερόν ἐστι τῆς θείας οὐσίας οὔθ’ ὑφειμένον οὔτ’ ἐνεργούμενον, οὔτε ἀνούσιον καὶ ἀνυπόστατον, οὔθ’ ὁρατὸν καθ’ αὑτὸ σωματικοῖς ὀφθαλμοῖς ὁπωσδήποτε· ἀσεβὲς γὰρ καὶ τοῦτο καὶ ἅμα Ἀρείου καὶ Μακεδονίου καὶ Σαβελλίου καὶ Μασσαλιανῶν ἐστι φρόνημα». Τίνας οὖν ἀσεβεῖς τε καὶ δυσσεβεῖς οὗτος εἶναί φησι διὰ τῶν ἀπηριθμημένων χρῆν οἶμαι διασαφῆσαι καὶ νῦν.

Ὅτι τοίνυν πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ τὴν ἑωραμένην ἀπορρήτως ἐν Θαβὼρ τοῖς ἀποστόλοις χάριν ἄκτιστον οὖσαν ἀνεκήρυξαν ὡς θεῖον καὶ ἀπόρρητον φῶς καὶ λαμπρότητα θείας φύσεως, ἀλλ’ οὐχὶ φύσιν—αὕτη γὰρ ὑπὲρ πᾶσαν ἔκφανσίν τε καὶ μέθεξίν ἐστι—πρὸς τοῖς αὐτηκόοις γεγονόσι πᾶσι καὶ ὁ Συνοδικὸς τόμος ἐναργέστατα παρίστησιν, ἅμα καὶ τοὺς ἐξ αἰῶνος θεολόγους τοῦτο κηρύττοντας ἐπιδεικνύς.

Ὁ τοίνυν λέγων ἄλλον Ἄρειον εἶναι καὶ Σαβέλλιον καὶ Μακεδόνιον τὸν ἄκτιστον λέγοντα τὸ ὁρατὸν ὁπωσδήποτε γεγενημένον, σαφῶς τούτους πάντας κακοδόξους εἶναι διατείνεται, καὶ πολλαχῶς· οὐ γὰρ διὰ τὸ φάναι μόνον ἑωρᾶσθαι τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς τὸ θειότατον ἐκεῖνο φῶς, ἀλλὰ καὶ τῷ μὴ θείαν εἶναι φάναι φύσιν, καὶ τῷ ὑπερέχειν αὐτοῦ τὴν τοῦτο χορηγοῦσαν φύσιν, ὡς ὑπὲρ πᾶσαν οὖσαν ἔκφανσιν καὶ πάσης ἐκφάνσεως αἰτίαν. Τὸ δὲ «καθ’ αὑτὸ» συνῆψεν ὁ τῶν εὐσεβῶν κατήγορος τὸ ὁρατὸν ἀπαγορεύων, δυοῖν θάτερον ὑποτιθέμενος· ἢ μὴ λέγειν ὅλως ἑωρᾶσθαι τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ἄκτιστόν τι φῶς, ἢ λέγειν μὲν πρὸς τὸ τοὺς ἀκούοντας παράγειν, οὐκ αὐτὸ δὲ πάλιν τὸν λέγοντα νοεῖν· ἅτε κατ’ αὐτὸν διὰ κτιστοῦ φωτὸς ὀφθέν, μὴ εἶναι δὲ ἀνούσιον καὶ ἀνυπόστατον ἄκτιστόν τι διατείνεται, ὡς τὸ φῶς ἐκεῖνο δείξῃ οὐσίαν καὶ ὑπόστασιν ὑπάρχον, εἴπερ ἄκτιστον, ἀλλ’ οὐ χάριν καὶ ἐνέργειαν κοινήν. Οὐχ ὑφειμένον δέ φησιν οὐδ’ ἐνεργούμενον, ἀπαγορεύων αἴτιον εἶναι τούτου κατ’ οὐσίαν τὸν θεόν, καὶ πάσης ὑπερκεῖσθαι μὴ συγχωρῶν ἐλλάμψεως τὸν πάσης ἐλλάμψεως αἴτιον καὶ χορηγόν.

Οὐ μὴν ἀλλ’ εἰ κατὰ τὸν Ἀκίνδυνον ἡ ἄκτιστος ἐνέργεια καὶ δωρεὰ καὶ χάρις, οὔτε τῆς θείας οὐσίας ἕτερον οὔτε ἐνεργούμενον, καὶ τὸ λέγειν ταύτην ἑτέραν καὶ ἐνεργουμένην Μασσαλιανῶν ἐστιν, Ἀρείου τε καὶ Σαβελλίου καὶ Μακεδονίου, πῶς οὐ τοιοῦτος ὅ τε Χρυσόστομος πατὴρ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος, ὁ μὲν λέγων, «ἄλλο θέλων καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν», ὁ δὲ χρυσορρήμων μετὰ τὸ εἰπεῖν ὅτι τοῖς ἀποστόλοις ὁ σωτὴρ ἔφη, «μείνατε ἐν Ἰερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους», καὶ «λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς», ἐπενεγκών, «ἄλλο δύναμις ἡ χορηγουμένη καὶ ἄλλο τὸ πνεῦμα τὸ χορηγοῦν»· ὅ τε μέγας Βασίλειος καὶ ὁ θαυμάσιος Κύριλλος, ὁ μὲν γράφων, «ἄλλο μέν ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία», καὶ πάλιν, «εἴπερ εἰς τὴν οὐσίαν ἅπαντα φέροντες τὰ θεῖα ὀνόματα καταθήσομεν, οὐχὶ μόνον σύνθετον ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν θεὸν ἀποδείξομεν διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι», ὁ δὲ θεῖος Κύριλλος, «τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν· φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν»· καὶ πρὸς τούτοις ὁ Δαμασκηνὸς θεοφόρος γράφων, «ἕτερόν ἐστι θέλησις καὶ ἕτερον τὸ θελητικόν· θέλησις μὲν γὰρ ἡ τοῦ θέλειν δύναμις, θελητικὸν δὲ τὸ τὴν δύναμιν ἔχων»· καὶ πάλιν, «ἄλλο ἐνεργητικὸν ἐπὶ θεοῦ καὶ ἄλλο ἐνέργεια, τὸ μὲν γὰρ ἡ φύσις ἐστίν, ἐνέργεια δὲ ἡ οὐσιώδης τῆς φύσεως κίνησις», καὶ προστιθείς, ὅτι «δεῖ γινώσκειν ὡς ἡ ἐνέργεια ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ»;

Τί δὲ ὁ μέγας Διονύσιος γράφων, «πρώτην οὖν ἡ αὐτοαγαθότης δωρεὰν τὴν τοῦ αὐτοεῖναι προβαλλομένη, τῇ πρεσβυτέρᾳ πρώτη τῶν μετοχῶν ὑμνεῖται, καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ, καὶ αὐτὸ τὸ εἶναι καὶ αἱ τῶν ὄντων ἀρχαί»;

Πῶς γὰρ ἂν εἶεν θεία φύσις αἱ μετοχαὶ αὗται καὶ ἀρχαὶ καὶ δωρεαί, πολλαί τε οὖσαι καὶ ἐκ τῆς θείας προϊοῦσαι φύσεως; Ὁ αὐτὸς δὲ ταύτας προϊὼν καὶ θεῖα παραδείγματα καλεῖ τὴν ὀντότητα, τὴν ζωήν, τὴν σοφίαν, τὴν πρόνοιαν, ὧν τῇ μετοχῇ τὰ ὄντα γέγονέ τε καὶ συνέστηκε. Καὶ πάλιν αὐτὸς ἑαυτοῦ ἑρμηνεὺς γενόμενος «παραδείγματα δέ», φησί, «φαμὲν εἶναι τοὺς ἐν θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίως προϋφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ καὶ θεῖα καὶ ἀγαθὰ θελήματα, τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, καθ’ οὓς ὁ ὑπερούσιος τὰ ὄντα πάντα καὶ προώρισε καὶ παρήγαγε». Πῶς οὖν ἂν εἴη τὰ θεῖα καὶ ἀγαθὰ θελήματα κτιστά, καὶ ταῦτ’ ὄντα τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά; Πῶς δ’ ἀποτελέσματα οἱ οὐσιοποιοὶ τῶν ὄντων λόγοι, καὶ ταῦτα προϋφεστῶτες ἐν θεῷ, καθ’ οὓς τὰ πάντα καὶ προώρισε καὶ παρήγαγεν;

Ἀλλ’ ὁ αὐτὸς πάλιν ἐν δωδεκάτῳ κεφαλαίῳ τῶν Θεωνυμιῶν «καθόσον ὑπερέχουσι», φησί, «τῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τοσοῦτον ὑπερίδρυται καὶ αὐτῶν τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος». Ἐνταῦθα δὴ μὴ μόνον τοῦ ἀμεθέκτου αἰτίου τὴν ὑπεροχήν, ἀλλὰ καὶ τῶν ὑπερεχομένων μετοχῶν τὸ ἄκτιστον ὑπέφηνεν, αὐτομετοχάς τε ταύτας ὀνομάσας καὶ τῶν μετοχῇ τὸ εἶναι ἐχόντων, ταυτὸ δ’ εἰπεῖν πάντων τῶν κτιστῶν, ὑπερέχειν εἰρηκώς. Πῶς οὖν οὐχὶ καὶ οὗτος μετὰ τῶν ἀνωτέρω προηγμένων θεολόγων, μᾶλλον δὲ τῶν ἀπ’ αἰῶνος πάντων—τίς γὰρ ὁ τούτοις μὴ συνᾴδων—τῆς τῶν δυσσεβῶν καὶ πολυθέων εἶναι μοίρας ὑπ’ Ἀκινδύνου πολλαχῶς ἀκούσεται, λέγοντος σαφῶς, «οὐ δυνάμεθα τὴν οὐσιώδη τοῦ θεοῦ καὶ φυσικὴν δύναμιν καὶ ἐνέργειαν ἕτερόν τι φρονῆσαι τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως καὶ τὸ μερίζεσθαι τὸν θεόν, ὡς ἄλλο καὶ ἄλλο εἶναι ἐν τῷ μερίζεσθαι καὶ οὕτω πολλὰ ἄκτιστα, διάφορα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν, ἀσεβέστατόν ἐστι, πολυθεΐαν γὰρ ἀτοπωτάτην εἰσάγει καὶ ἀνοητοτάτην»;

Ἆρ’ οὐ παρρησίᾳ ταῦτ’ εἰπὼν τὴν πρὸς τοὺς ἱεροὺς πατέρας ὁμολογίαν οὗτος ἀθετεῖ καὶ κατ’ αὐτοὺς περὶ θεοῦ φρονῆσαι τῶν ἀδυνάτων εἶναι διατείνεται, πολυθεΐαν ἐγκαλῶν αὐτοῖς ἀνωτέρω φανερῶς, εἰποῦσιν ἄλλο τὴν οὐσίαν εἶναι καὶ ἄλλο τὴν οὐσιώδη τοῦ θεοῦ ἐνέργειαν, ἕτερόν τε τὴν θελητικὴν δύναμιν καὶ ἕτερον τὸ τὴν θέλησιν ἔχον, ἄλλο τε καὶ ἄλλο ὑφ’ ἑκάστου σημαίνεσθαι τῶν θείων ὀνομάτων, ἀλλ’ οὐχ ὑπὸ πάντων τὴν οὐσίαν; Περὶ ὧν πάλιν φησίν, ἅμα καὶ τῶν ἀντιθέτων αὐτῷ τούτων κατὰ παράθεσιν ἁπτόμενος καὶ τῆς αὐτῶν δόξης κατατρέχων· «οἱ μὲν ἄλλο φασὶν εἶναι τὴν οὐσιώδη τοῦ θεοῦ καὶ φυσικὴν ἀγαθότητα καὶ ἄλλο τὴν οὐσίαν καὶ ἄλλο τὴν σοφίαν καὶ ἕτερον τὴν ζωήν, ἡμεῖς δέ, ὡς παρὰ τῶν ἁγίων ἐδιδάχθημεν, οὐκ ἄλλο καὶ ἄλλο φρονοῦμεν καὶ ὁμολογοῦμεν· ἓν γὰρ ἐκεῖ οὐσίαν εἶναι καὶ ζωὴν καὶ δύναμιν καὶ ἀγαθότητα λέγουσι».

Τίνες οὖν ὧν ἐστι κατήγορος, ὡς ὑπεναντίως τῇ κατ’ αὐτὸν δόξῃ διδασκόντων ἄλλο τὴν ἄκτιστον οὐσίαν εἶναι καὶ ἄλλο τῶν οὐσιωδῶς περὶ αὐτὴν θεωρουμένων ἕκαστον; Οἱ προκατηριθμημένοι δήπου πάντες ἅγιοι, παρ’ ὧν δ’ οὗτος τἀναντία διδαχθῆναι φάσκει. Τίνες; Αὐτὸς ὁ τἀναντία διδαχθεὶς λεγέτω· ‘καὶ γέγραφα μὲν οὖν’, ἂν φαίη, ‘διδάσκει γὰρ ἡμᾶς ὁ μέγας Διονύσιος ὁ Ἀρεοπαγίτης, ἐκεῖνα λέγων ἐν τοῖς Περὶ τοῦ ὄντος’.

Κεφ. ιγʹ. Ἕτεραι τοῦ αὐτοῦ ῥήσεις, ἐν αἷς καὶ μαρτυρία ἐκ τῶν τοῦ μεγάλου Διονυσίου, καθ’ ἃς ἐλέγχε- ἐκ τῶν τοῦ μεγάλου Διονυσίου, καθ’ ἃς ἐλέγχεται τὴν μὲν καὶ παραχαράττων καὶ παρεξηγούμενος, αὐτὸς δὲ πολλοὺς θεοὺς καὶ πολλὰς θεότητας πρεσβεύων. Καὶ μὴν οὗτος, ὡς προϋποδέδεικται, συνεῖπεν ἐκείνοις σαφῶς, ἀλλὰ κἀπὶ τῷ δεῖξαι τῆς τε θείας οὐσίας καὶ τῶν περὶ αὐτὴν θεωρουμένων φυσικῶς αὐτῶν τε τούτων τὴν πρὸς ἄλληλα διάκρισιν, τῆς ἀγαθότητος, τῆς ὀντότητος, τῆς ζωῆς, τῆς σοφίας καὶ τῶν παραπλησίων, πᾶσαν ὑπῆλθε τὴν Περὶ τῶν θείων ὀνομάτων θαυμασιωτάτην ἐκείνην πραγματείαν.

Ἆρ’ οὖν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις πᾶσιν εἷς οὗτος ἐναντίος, καὶ σὺ μάρτυς τῆς τηλικαύτης ὕβρεως τοῦ μεγάλου καὶ παρὰ σοῦ κληθέντος; Προαγέσθω δ’ ὅμως ἡ παρὰ τοῦ ἁγίου τῶν ἁγίων ἀντικειμένη θεολογία κατὰ τὸ δοκοῦν Ἀκινδύνῳ λέγοντι· «διδάσκει γὰρ ἡμᾶς ὁ μέγας Διονύσιος ὁ Ἀρεοπαγίτης, ἐκεῖνα λέγων ἐν τοῖς Περὶ τοῦ ὄντος· ‘οὐκ ἄλλο δὲ εἶναι τἀγαθόν φημι καὶ ἄλλο τὸ ὂν καὶ ἄλλο τὴν ζωὴν καὶ ἄλλο τὴν σοφίαν, οὐδὲ πολλὰ τὰ αἴτια καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ’ ἑνὸς θεοῦ τὰς ὅλας ἀγαθὰς προόδους’».

Ὄντως οὐχ ὑβριστὴς μόνον ἀλλὰ καὶ συκοφάντης τοῦ καὶ παρ’ αὐτοῦ μεγάλου κληθέντος ἐντεῦθεν ὁ Ἀκίνδυνος ἀναφανεῖται τοῖς καὶ μικρὸν ἐπιστήσασιν. Οὐδαμῶς γὰρ τῷ μεγάλῳ Διονυσίῳ περὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας ἐνταῦθ’ ὁ λόγος ἀλλὰ περὶ μόνων τῶν θείων ἐνεργειῶν. Φθάσας γὰρ ἐξεῖλε τοῦ λόγου τὴν ὑπερουσιότητα ἐκείνην καὶ προδιεμαρτύρατο ἀρχόμενος τῶν Περὶ τοῦ ὄντος λόγων, ὅτι «τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν ᾗ ὑπερούσιος ἐκφαίνειν—ἄρρητον γὰρ τοῦτο καὶ ἄγνωστον καὶ παντελῶς ἀνέκφαντον—ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πάντα πρόοδον ὑμνῆσαι». Καὶ προσαναστέλλων ἔτι τὸ τῆς Ἀκινδύνου συκοφαντίας ἀναιδὲς δὶς τὰ αὐτὰ προκαταγγέλλει πάλιν καὶ διισχυρίζεται τὸν λόγον ἐπαναλαβών, ὡς «οὐκ ἐκφράσαι καὶ ὑμνῆσαι» ποθεῖ «τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν, ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν» ὑμνεῖ, καὶ «ὂν καὶ ζωὴν καὶ σοφίαν τὴν οὐσιοποιὸν καὶ σοφοποιὸν καὶ ζωοδότιν αἰτίαν, τῶν οὐσίας καὶ ζωῆς καὶ νοῦ μετειληφότων».

Οὕτω τοίνυν διαστείλας φανερῶς ὁ μέγας τῶν θείων καὶ ἀκτίστων ἐνεργειῶν, τῆς θείας δηλαδὴ προνοίας καὶ τῶν κατ’ αὐτήν, τὴν θείαν ὑπερουσιότητα, καὶ τὴν μὲν φανερῶς ὑπερκειμένην οὖσαν δείξας ὡς ὑπὲρ πᾶσαν ἔκφανσιν καὶ πρόοδον, εἰ καὶ ἀπὸ τούτων αὕτη ὀνομάζεται πασῶν, ἅτε καθ’ ἑαυτὴν παντάπασιν ἀνώνυμος οὖσα καὶ ὑπερώνυμος καὶ ἀμέθεκτος, ταύτας δὲ εἶναι τὰς ἐκφαινομένας καὶ ὀνομαζομένας καὶ μετεχομένας τοῦ θεοῦ προόδους εἰρηκὼς καὶ οὕτω τὴν Ἀκινδύνου πλάνην τελέως καθελὼν καὶ προδιομολογησάμενος μὴ περὶ τῆς ὑπερουσιότητος ἐκείνης χρῆσθαι τοῖς ἑξῆς, εἶτ’ ἐπάγει, «μὴ ἄλλο εἶναι τὸ ἀγαθὸν καὶ ἄλλο τὸ ὂν καὶ ἄλλο τὴν ζωὴν καὶ ἄλλο τὴν σοφίαν», περὶ τῶν μετεχομένων λέγων καὶ ὀνομαζομένων καὶ ἁπλῶς περὶ τῆς ἐκπεφασμένης τοῦ θεοῦ προνοίας καὶ τῶν κατ’ αὐτήν, ἀλλ’ οὐχὶ περὶ αὐτῆς τῆς οὐσίας. Διὸ καὶ τελευτῶν ἐνταῦθα πάντα τὰ προαπηριθμημένα οἱ συλλαβών, τοῦ θεοῦ προόδους προσηγόρευσε, διαστέλλων αὖθις ἐναργῶς τῆς ἀνεκφοιτήτου καὶ μιᾶς παντάπασιν ὑπερουσιότητος ἐκείνης. Πῶς γὰρ ἂν εἴη πρόοδος αὕτη τοῦ θεοῦ, μᾶλλον δὲ καὶ πρόοδοι;

Ἆρ’ οὐ φανερῶς ἀναιδῶς συκοφαντεῖται καὶ ἀδίκως παντάπασιν ἐρεσχελεῖται παρ’ Ἀκινδύνου κατὰ ταῦθ’ ὁ μέγας, ὡς ἐναντίως ἑαυτῷ τε καὶ τοῖς ἄλλοις θεολόγοις, μὴ ἄλλο λέγων τὴν ἄκτιστον ὑπερουσιότητα ἐκείνην καὶ ἄλλο τὴν αὐτῆς ἄκτιστον ἐνέργειαν, μᾶλλον δὲ τὰς ἐνεργείας, καὶ ταῦτα παρὰ τοῦτο πάντ’ ἐκεῖνα πρότερον εἰπών, ἵνα μὴ ταῖς τοιαύταις ᾖ συκοφαντίαις ἁλώσιμος; Ἀλλὰ καὶ τῶν θείων καὶ ἀκτίστων ἐνεργειῶν τούτων τῆς θείας καὶ ἀγαθοποιοῦ προνοίας καὶ τῶν κατ’ αὐτήν· τῆς ζωοποιοῦ ζωῆς, τῆς σοφοδότιδος σοφίας καὶ τῶν παραπλησίων, πῶς ἑκάστην οὐκ ἄλλο καὶ ἄλλο εἶναι καὶ πῶς οὐχὶ πολλὰ τὰ αἴτιά φησι, διδασκέτω πάλιν αὐτός, ὁ τὸν συκοφάντην τῶν αὐτοῦ λόγων Ἀκίνδυνον λαμπρῶς αἰσχύνας.

Αὐτὸς γὰρ καὶ τοῦτο λίαν ἐναργῶς παρίστησι γράφων, «οὐκ ἄλλο καὶ ἄλλο εἶναί φημι τούτων ἑκάστην, οὐδὲ πολλὰ τὰ αἴτια, καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ’ ἑνὸς θεοῦ τὰς ὅλας ἀγαθὰς προόδους».

Τίς οὖν ὁ λέγων μὴ ἑνὸς εἶναι θεοῦ τὰς θείας ἐνεργείας πάσας, πρὸς δὲ ταύταις καὶ τὴν ὑπὲρ ταύτας ὑπερουσιότητα ἐκείνην, ἀλλ’ ἄλλου μὲν εἶναι θεοῦ τὴν πρόνοιαν, ἄλλου δὲ τὴν ζωοποιὸν ζωήν, ἑτέρου δὲ τὴν σοφοποιὸν σοφίαν, καὶ ἄλλου πάλιν παρὰ τούτους πάντας τοὺς θεοὺς τὴν ὑπερέχουσαν ἐκείνην ὑπερουσιότητα; Τοῦτον δείξας ὁ Ἀκίνδυνος, ὅστις ποτ’ ἔστιν ὁ λέγων ἄλλου ἄλλην εἶναι τούτων ἑκάστην, κατ’ ἐκείνου προαγέτω, «μὴ ἄλλο εἶναι τὸ ἀγαθὸν καὶ ἄλλο τὸ ὂν καὶ ἄλλο τὴν ζωὴν ἢ τὴν σοφίαν καὶ ἄλλων ἄλλας θεότητας, ἀλλ’ ἑνὸς θεοῦ».

Τίς μὲν οὖν ὁ λέγων ἄλλων ἄλλας εἶναι θεότητας ὑπερεχούσας καὶ ὑφειμένας, Ἀκίνδυνος οὐκ ἄν ποτ’ ἀνέξαιτο ζητεῖν, ἵνα μὴ αὐτέλεγκτος εἴη. Καὶ γὰρ οὗτός ἐστιν αὐτός, εἰ καὶ τοὺς πολλοὺς ἐντεῦθεν μορμολύττεται καὶ φωραθῆναι δεδοικὼς δεδίττεται, τὸ λανθάνειν ἐκ τοῦ θορυβεῖν θηρώμενος δολίως. Οὐκοῦν ἐλεγχέσθω παρ’ ἡμῶν, ἵνα γνῶ καθ’ ἑαυτοῦ καὶ τὰ τοῦ μεγάλου Διονυσίου προβαλλόμενος. Ἐπεὶ γὰρ ἀνωτέρω φανερῶς οὗτος πᾶν τὸ διαφέρον τῆς θείας ὑπερουσιότητος κτίσμα εἶναι ἀπεφήνατο, διαφέρειν δὲ ταύτης τήν τε θείαν πρόνοιαν καὶ τὴν ζωοποιὸν ζωὴν καὶ τὴν σοφοδότιδα σοφίαν καὶ ἁπλῶς πᾶσαν ἀγαθοποιὸν καὶ θείαν ἐνέργειαν ὁ μέγας ἐδίδαξε Διονύσιος, ὡς τῆς ὑπερουσιότητος ἐκείνης ὑπὲρ ἔκφανσιν οὔσης καὶ ἔκφρασιν καὶ μέθεξιν, τούτων δὲ μετεχομένων καὶ ὀνομαζομένων ἅτε καὶ ἐκφαινομένων, ὁ Ἀκίνδυνος κτιστὰς ἡγεῖται ταύτας, ἐπεὶ τῆς οὐσίας ἐκείνης διενηνόχασιν. Ἡ δὲ κτιστὴ ἐνέργεια καὶ κτιστῆς φύσεως ἐστίν· οὐκοῦν ἡ κατὰ τὸν Ἀκίνδυνον κτιστὴ πρόνοια καὶ κτιστοῦ ἐστι θεοῦ θεότης, ἀκτίστου δὲ θεοῦ ἡ ἄκτιστος, καὶ ὡς ἄκτιστος ὑπερέχουσα παντάπασιν οὐσία, καὶ οὗτός ἐστιν ὡς ἀληθῶς ὁ λέγων ἄλλων ἄλλας εἶναι θεότητας ὑπερεχούσας καὶ ὑφειμένας.

Ἀκουέτω τοίνυν αὐτὸς καθ’ ἑαυτοῦ τὸ παρ’ αὐτοῦ προβεβλημένον, μὴ ἄλλων ἄλλας εἶναι θεότητας μηδ’ οὕτως εἶναι ἄλλο τὸ ἀγαθὸν κα ἄλλο τὴν ζωήν, καὶ τὴν ὑπερουσιότητα ἐκείνην ἄλλο καὶ ἄλλο τὴν οὐσιώδη ταύτης ἐνέργειαν· καὶ ἀπομαθέτω τὴν αἰσχίστην αἵρεσιν καὶ ὄντως ἀνοητοτάτην διθεΐαν καὶ μεταμαθέτω τὴν εἰς ἕνα παντοδύναμον θεὸν καὶ κατὰ πάντα ἄκτιστον πίστιν ἀληθῆ· καὶ τοῦ κατατέμνειν εἰς κτιστὰ καὶ ἄκτιστα τὸν ἕνα παντοδύναμον θεόν, ἐν τῇ συνηγορίᾳ δῆθεν τοῦ ἑνός, ἀφείσθω· κτιστὸς γὰρ ἔσται καὶ ὁ εἷς ἐκεῖνος εἰ μὴ καὶ τὸ πάντα δύνασθαι ἀκτίστως ἔχει.

Ἀλλὰ πῶς, εἰ καὶ ἄκτιστα ταῦθ’ ἅπαντα καὶ διὰ τοῦθ’ ἑνὸς θεοῦ, πάλιν ἄλλο καὶ ἄλλο τούτων ἕκαστόν ἐστι κατὰ τοὺς θεολόγους; Ὡς μὴ ἓν ὄντα ταῦτα πάντα ἀλλὰ διαφέροντα ἀλλήλων, εἰ καὶ ἑνός ἐστι θεοῦ· καὶ οὐκ ἄλλο καὶ ἄλλο κατὰ τοῦτο καθάπερ καὶ ὁ μέγας φανερῶς Διονύσιος ἐθεολόγησε. Πῶς γὰρ ἂν καὶ τοσοῦτο διεφώνησαν ἐκεῖνοι πρὸς τὸν μέγαν τοῦτον ἀπὸ τοῦ αὐτοῦ πνεύματος λαλοῦντες καὶ τῆς αὐτῆς μεγαλειότητος οὐκ ἀμοιροῦντες; Ἀκίνδυνος δὲ πάντα φύρων καὶ συγχέων, ἵνα δείξῃ μόνην ἄκτιστον εἶναι τὴν οὐσίαν τοῦ θεοῦ, τὴν δὲ ταύτης θείαν ἐνέργειαν κτιστὴν «οὐκ ἄλλο καὶ ἄλλο εἶναι ταῦτα», φησί, «φρονοῦμεν καὶ λέγομεν καὶ ὁμολογοῦμεν»· οὐχ ὡς ἑνὸς ὑπάρχοντα θεοῦ, καθάπερ εἴρηκεν ὁ θεοφάντωρ Διονύσιος, ἀλλὰ διαστρέφων καὶ παρερμηνεύων, κἀν τούτῳ πάλιν αὐτὸν συκοφαντῶν, μᾶλλον δὲ καὶ παραχαράττων τἀκείνου φανερῶς, «ὡς ἕν», φησίν, «ὄντα ταῦτα πάντα καὶ ἀδιάφορα πρὸς ἄλληλα. Ἓν γάρ», φησίν, «ἐκεῖ οὐσίαν εἶναι καὶ ζωὴν καὶ δύναμιν καὶ ἀγαθότητα λέγουσιν οἱ ἅγιοι πατέρες».

Ἀλλ’ οὐ λέγουσιν ἓν ἐκεῖνοι ταῦθ’ οὕτως, ἄπαγε τοῦ ψεύδους, ἀλλ’ ἑνὸς θεοῦ. Ὅτι δὲ τὴν πρὸς ἄλληλα διαφορὰν τῶν τοιούτων ἀναιρῶν Ἀκίνδυνος ‘ἓν’ εἶπεν ἀντὶ τοῦ ‘ἑνός,’ διὰ τῶν ἀνωτέρω προτεθειμένων αὐτοῦ λόγων ἀναφαίνεται, λέγοντος «πολυθεΐαν εἰσάγειν ἀτοπωτάτην τὸ ἄλλο καὶ ἄλλο εἶναι καὶ οὕτω πολλὰ τὰ ἄκτιστα, διαφέροντα τῆς τε θείας οὐσίας καὶ ἑαυτῶν»· κἀν τοῖς ἑξῆς πάλιν, «πῶς οὐκ ἀνατραπήσεται τὸ μίαν εἶναι θεότητα εἴπερ ἑτέρα τῆς οὐσίας αὐτοῦ καὶ τῆς φύσεως ἡ φυσικὴ καὶ οὐσιώδης αὐτοῦ δύναμις καὶ παντουργὸς ἐνέργεια καὶ σοφία καὶ ζωή; Τοῦτο γὰρ ἡμῖν ἡ νέα κηρύττει θεολογία, ἐναντιώτατον ὂν τῇ πάλαι παρὰ τῶν θείων πατέρων εἰς ἡμᾶς καθηκούσῃ ὁμολογίᾳ καὶ πίστει τῆς εὐσεβείας». Ταῦθ’ οὕτω παρρησιάζεται συγγραφόμενος, ὡς νεοφανῆ μὲν ὁ τάλας καὶ παρέγγραπτον τὴν τῶν ἁγίων διδασκαλίαν ἐξουθενῶν, θείους δὲ πατέρας, ὡς ἔοικε, λέγων Ἀέτιον καὶ Εὐνόμιον καὶ Μακεδόνιον καὶ τούτοις ἑαυτὸν κατὰ τὴν πίστιν δεικνὺς ὁμόλογον· τῆς γὰρ τούτων κακοδοξίας ἀλλ’ οὐ τῆς τῶν θείων πατέρων θεολογίας, τὸ μὴ διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ὡς προϊὼν ὁ λόγος παραστήσει σαφῶς.