Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Ε΄, Κεφάλαια 14-22: Ο άκτιστος χαρακτήρας της χάριτος και των δωρεών του Αγίου Πνεύματος

Εξέταση της φύσεως των πνευματικών χαρισμάτων και της άκτιστης ενέργειας του Πνεύματος, αντικρούοντας την ταύτιση αυτών με φυσικές ιδιότητες των κτιστών όντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 15 από 21

Κεφ. ιδʹ. Ἑτέρα ῥῆσις τοῦ αὐτοῦ, καθ’ ἣν ἐξελέγχεται κατασκευάζων μὴ ἀληθῶς ἡμῖν τὸν θεὸν ἐπαγγείλασθαι τὸ πνεῦμα, εὐσεβῶν τε καὶ ἀσεβῶν μεταξὺ μὴ διακρίνων. Νῦν δ’ ἐπεὶ καὶ τὰς πνευματικὰς δωρεὰς ὁ Ἀκίνδυνος ἀπηριθμήσατο, φέρε καὶ τὴν ἐν τούτοις σύνεσιν αὐτοῦ κατίδωμεν, εἰ μὴ κατηλογημένη καὶ ἀπηγορευμένη καὶ ἄνοια μᾶλλον ἢ σύνεσίς ἐστι καὶ τῶν πνευματικῶν τῆς πονηρίας ὑφήγησις σαφής. Φησὶ γάρ, «ἡ μέντοι κυρίως χάρις ἡ καθ’ αὑτὴν ἐκχεομένη παρὰ τοῦ ἁγίου πνεύματος, τὸ ἀσώματόν ἐστι καὶ ἀόρατον καὶ ἀτελεύτητον, τὸ προσὸν ἀγγέλοις καὶ ψυχαῖς καὶ αὐτοῖς τοῖς δαίμοσιν». Ἆρ’ ἐλέγχου δεῖται ταῦτα ἢ καὶ λίαν ἱκανὰ προκεῖσθαι πρὸς ἔλεγχον τῆς τοῦ συγγραφέως τούτων ἀφροσύνης; Ὁ δὲ καὶ τἄλλ’ ὅσα τῶν κτιστῶν συγκαταλέγει τούτοις, «τὸν λόγον τῶν λογικῶν, τὴν αἴσθησιν τῶν αἰσθητικῶν, τὴν ζωὴν τῶν ζώντων», τί πάλιν διὰ τούτων δεῖξαι προαιρούμενος; Ἐκεῖνο, καθ’ ὃ καὶ μικρὸν ἀνωτέρω κακῶς φρονῶν ἐξελήλεκται, τὰ κτιστὰ μόνα καὶ τὴν θείαν εἶναι φύσιν, μηδεμίαν ἔχουσαν χάριν καὶ ἐνέργειαν ἄκτιστον.

Ἅμα καὶ κατὰ τὸν ἀρχέκακον ἐκεῖνον ὄφιν διαβάλλειν οὗτος αὖθις τὸν θεὸν πειρώμενος, ὡς ψευδῶς ἐπαγγειλάμενον ἡμῖν τὸ πνεῦμα, προαναφωνήσαντα διὰ τοῦ προφήτου Ἰωὴλ «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ γὰρ ὕστερον, οὐδ’ ἀπὸ τοῦ πνεύματος αὐτοῦ κατὰ τὴν Ἀκινδύνου θεορρημοσύνην ἐφ’ ἡμᾶς ἐξέχεεν, εἴπερ ἡ κυρίως ἀπὸ τοῦ πνεύματος ἐκχεομένη χάρις καὶ ἡ αἴσθησις ἡμῶν ἐστι, μᾶλλον δὲ καὶ τῶν ἀλόγων ζώων, καὶ τὸ λογικὸν τῆς ἐν ἡμῖν ψυχῆς καὶ ὅσα τούτοις παραπλησίως ἔνεστιν ἡμῖν, ἃ κτιστά τέ ἐστι καὶ ἀπ’ ἀρχῆς πρόσεστιν ἡμῖν. Ἀλλὰ γὰρ ἡ πρόφασίς τε καὶ ἀπόδειξις τοῦ τῇ κτίσει συντετάχθαι καὶ οὕτω ψεῦδος εἶναι τὴν τοῦ πνεύματος ἐπαγγελίαν ὡς ἀξιολογωτάτη· «διὰ τοῦτο γὰρ οὐκ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ κτίσμα τοῖς εἰς Χριστὸν πιστεύουσι δέδοται», φησίν, «ἐπειδὴ ταπεινότερον γέγραπται περὶ αὐτοῦ παρὰ τοῦ πατρὸς δεδόσθαι.

Οὕτω γάρ», φησί, «καὶ χάρις καλεῖται καὶ ἐκχεῖσθαι λέγεται ταπεινότερον, ‘ἵνα τὸ ἐξ οὗ δειχθῇ’, τουτέστιν ἡ τοῦ πνεύματος ἄχρονος ἀρχή». Καὶ μὴν τοῦτο μάλιστα παρίστησι μὴ διεψεῦσθαι τὴν ἐπαγγελίαν, ἀλλὰ καὶ εἰς πέρας ἀφικέσθαι. Ὁ δ’ Ἀκίνδυνος ταῖς τοιαύταις ἐπινοίαις ῥᾳδίως ἂν καὶ τοῦ λόγου τοῦ θεοῦ τὴν ἐπὶ γῆς ἀπαγορεύσαι παρουσίαν, ἐπεὶ καὶ περὶ ἐκείνου προαναπεφώνηται, «ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Τίς ἀπέστειλε; Πάντως ὁ πατήρ, ὡς καὶ αὐτὸς ὁ λόγος ἐν εὐαγγελίοις «σύ με ἀπέστειλας εἰς τὸν κόσμον», πρὸς τὸν πατέρα διαλεγόμενός φησιν· «ἐφ’ ὅν», κατὰ τὸν θεολόγον Γρηγόριον εἰπεῖν, «ἀναφέρει τὰ ἑαυτοῦ καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον». Ἐπεὶ τοίνυν ἀπεστάλθαι λέγεται ταπεινότερον καὶ ὁ υἱός, «ἵνα τὸ ἐξ οὗ δειχθῇ», οὐδ’ οὗτος ἀληθῶς ἀπέσταλται κατὰ τὴν Ἀκινδύνου σύνεσιν, ἀλλά τις κτιστὴ φύσις ἀπεστάλη—κτίσμα γὰρ κἀπὶ τοῦ πνεύματος τὸ κυρίως ἐκχεόμενόν φησιν—«ἐπεὶ ταπεινότερον εἴρηται περὶ αὐτοῦ τὸ παρὰ τοῦ πατρὸς ἀπεστάλθαι καὶ δεδόσθαι». Ἆρ’ οὐκ ἐπὶ τὴν αὐτοῦ ψυχὴν ὁ τάλας τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ Νεστορίου κακοδοξίαν ἐντεῦθεν συνεφόρησεν εἰς ἕν, ὡς διὰ πλειόνων ἐν τῷ Πρὸς τὸν σοφὸν τῆς Κυζίκου πρόεδρον ἐπιστολιμαίῳ λόγῳ ἀπεδείξαμεν;

Πῶς δ’ ἄρα καὶ ἐπὶ τοὺς πιστοὺς μόνους ἡ τοῦ πνεύματος ἐκχεῖται χάρις, εἰ καὶ τὸ ἀσώματόν ἐστιν αὕτη καὶ τὸ ἀόρατον καὶ ὁ λόγος καὶ ἡ αἴσθησις καὶ τὰ τοιαῦτα; Ὅτι γε μὴν ἐπὶ τοὺς πιστοὺς μόνους ἡ τοῦ πνεύματος ἐκχεῖται χάρις, καὶ ὁ εὐαγγελιστὴς ἐδήλωσεν εἰπών, «τοῦτο δὲ ἔλεγεν ὁ κύριος περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν». Ἀλλὰ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος μνημονεύσας τοῦ προφητικοῦ ἐκείνου, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», ἐπιφέρει, «δηλαδὴ τὴν πιστεύσασαν». Ὁ δὲ προφήτης Ἠσαΐας «ὁ στερεώσας», φησί, «τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν», οὗ μνησθεὶς ὁ μέγας Βασίλειος «οἱ καταπατοῦντες», φησί, «τὰ γήινα καὶ ὑπεράνω αὐτῶν γενόμενοι ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος μεμαρτύρηνται».

Εἰ οὖν ἡ κυρίως ἐκχεομένη τοῦ πνεύματος χάρις ἡ τῶν ζώντων ἐστὶ ζωὴ καὶ ἡ τῶν αἰσθανομένων αἴσθησις καὶ ὁ τῶν λογικὴν ψυχὴν ἐχόντων λόγος, μᾶλλον δὲ ὁ τῶν λογικῶν ἁπάντων, τί δεῖ διακρίνειν ἔτι τοὺς εὐσεβεῖς τῶν ἀσεβῶν; Ἐκ γὰρ τουτωνὶ τῶν λόγων οὐδὲ τῶν ἀγαθῶν πρὸς τοὺς πονηροὺς ἀγγέλους διάκρισίς ἐστιν.

Κεφ. ιεʹ. Παράστασις ὅτι τὰ ἐπαναπεπαυμένα τῷ Χριστῷ κατὰ τὴν προφητείαν ἑπτὰ πνεύματα αὐτὸ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι· καὶ ὡς τοῦτο κτίσμα λέγει ὁ Ἀκίνδυνος ταῦτα λέγων κτίσματα. Ὁ δ’ Ἀκίνδυνος πρὸς ἐπίδοσιν ἄγων τὴν κακοδοξίαν ἀγωνίζεται καὶ τὰ κατὰ τὴν Ἠσαΐου προφητείαν ἐπὶ τὸν κύριον ἐπαναπεπαυμένα πνεύματα κτιστὰ δεικνύναι, μηδ’ αὐτὴν δυσωπηθεὶς ὁ τάλας τὴν προφητικὴν φωνὴν οὕτω γεγραμμένην· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ»· εἶθ’ ἑξῆς ὥσπερ ἑρμηνεύων ὁ προφήτης καὶ διευκρινῶν τί τὸ πνεῦμα τοῦτο τοῦ θεοῦ, «πνεῦμα», φησί, «σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ». Ὥστε ταῦτ’ ἔστι τὸ πνεῦμα τοῦ θεοῦ καὶ αὐτὸ τοῦτο κτίσμα λέγει ὁ Ἀκίνδυνος, ταῦτα λέγων κτίσματα.

Ἴδοις δ’ ἂν καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον τοῦτ’ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον εἶναι δεικνύντα τὰ ἑπτὰ ταῦτα πνεύματα, ὡς κἀν τῷ Εἰς τὴν ἁγίαν Πεντηκοστὴν αὐτοῦ λόγῳ παρέστησεν ἡμῖν «τοῦτο», λέγων, «τὸ πνεῦμα τὸ ἅγιον ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ ‘πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με’, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἑπτὰ πνεύματα», καὶ μικρὸν ἀνωτέρω «τὸ πνεῦμα τὸ ἅγιον», εἰπών, «ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται», εἶτα μετ’ ὀλίγα «πνεῦμα», φησί, «σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων». Οὐκοῦν ταῦτα καὶ τὰ τοιαῦτα εἶναί φησι καὶ οὗτος τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλὰ καὶ ἀνωτέρω πάλιν, τῶν ἑπτὰ τούτων μνησθεὶς πνευμάτων, εἶτ’ ἐπάγει· «τὰς γὰρ ἐνεργείας τοῦ πνεύματος πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν». Οὐκοῦν ταυτόν ἐστιν εἰπεῖν ἡ σοφία καὶ ἡ δύναμις τοῦ πνεύματος καὶ πνεῦμα σοφίας καὶ δυνάμεως.

Πῶς οὖν ἡ σοφία καὶ ἡ δύναμις τοῦ πνεύματος κτιστή; Ὁ δὲ μέγας Ἀθανάσιος, «ἕν», φησί, «καὶ τὸ αὐτὸ πνεῦμά ἐστιν, οὗπερ καὶ αἱ πᾶσαι διαιρέσεις εἰσίν, αὐτὸ δὲ ἀδιαίρετόν ἐστι κατὰ φύσιν». Καὶ μὴν τὴν μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν ὁ κύριος ἐν τοῖς εὐαγγελίοις, κατὰ μὲν τὸν Λουκᾶν «δάκτυλον θεοῦ», κατὰ δὲ τὸν Ματθαῖον «πνεῦμα τοῦ θεοῦ» καλεῖ.

Ταύτης καὶ οἱ ἐν Αἰγύπτῳ ταῖς δειναῖς ἐπιφοραῖς πεπειραμένοι μάντεις ἐξεβόησαν, «τοῦτο δάκτυλος θεοῦ ἐστιν». Ὁ γὰρ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς «ἕν» φησι «τῶν κατὰ διαίρεσιν χαρισμάτων εἶναι τὸν δάκτυλον τοῦτον».

Τί ποτ’ οὖν τῶν κτισμάτων δάκτυλος θεοῦ κληθείη ἄν; Ἐν τίνι δὲ πνεύματι ὁ κύριος ἐκβάλλειν ἔφη τὰ δαιμόνια, εἰ μὴ «ἐν τῷ ἁγίῳ πνεύματι»; Τὸ ἓν ἄρα τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα ἅγιόν ἐστιν· εἰ δὲ τὸ ἕν, καὶ τἄλλα πάντως. Διὸ κἀν τοῖς Ἀντιρρητικοῖς κεφαλαίοις πάντα συλλαβὼν αὖ ὁ μέγας Βασίλειος, τά τε χαρίσματα τοῦ πνεύματος καὶ ὅσα τούτου καρποὺς ὁ Παῦλος ἔφη καὶ τὰ παρὰ τῷ Ἠσαΐᾳ πνεύματα, πάντα συλλαβὼν ἐκεῖνος καὶ ἀπαριθμησάμενος, εἶτ’ ἐπάγει· «οὐδὲν ἔχει τούτων ἑαυτῷ ἐπίκτητον, ἀλλὰ πάντα ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον ὡς πνεῦμα θεοῦ καὶ ἐξ αὐτοῦ πεφηνός. Ἀλλὰ τὸ μέν, ἐκ θεοῦ πηγάζον, ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι». Τοιγαροῦν αἱ τοῦ θείου πνεύματος ἐνέργειαι πολλαί τε καὶ πᾶσαι ἄκτιστοι καὶ οὐκ οὐσίαι· πάσας γὰρ ἀϊδίως τοῦτ’ ἔχει μόνον ὑπάρχον ἐνυπόστατον.

Οὕτω μὲν οὖν καὶ ὁ μέγας οὗτος. Ὁ δὲ προφήτης καὶ ἀπὸ τῆς τοῦ «ἐπαναπαύεσθαι» φωνῆς τὸ ὑπερέχον τῶν πνευμάτων τούτων ἱκανῶς παρέστησε· τὸ γὰρ ἐπαναπαύεσθαι δεσποτικοῦ ἀξιώματός ἐστιν. Ἐπεὶ δὲ καὶ ἐπὶ τὸ ἄνθος τὸ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὰ ἐπαναπεπαυμένα πνεύματα ἐπὶ τὸ δεσποτικὸν ἐκεῖνο πρόσλημμα, πῶς ἂν εἴη κτίσματα; Μόνον γὰρ τὸ παρ’ ἡμῶν αὐτῷ πρόσλημμα κτιστόν. Οὐ μέντοι διὰ τὴν τῶν ἐνεργειῶν τοῦ πνεύματος διάκρισιν πολλὰ τὰ ἄκτιστα πνεύματα· πρόοδοι γὰρ τὰ τοιαῦτα καὶ ἐκφάνσεις καὶ ἐνέργειαι φυσικαὶ τοῦ ἑνὸς πνεύματός εἰσι. Ταῦτ’ ἄρα καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος, φύσει ταῦτ’ ἔχειν ἔφη τὸν κύριον, ὡς θεὸν καὶ τοῦ θεοῦ υἱόν. Αἱ τοίνυν φυσικαὶ τοῦ υἱοῦ ἐνέργειαι πῶς ἂν εἶεν κτίσματα; Πῶς δ’ οὐχὶ καὶ τὴν θείαν φύσιν ἀποδείκνυσι κτιστὴν ὁ τὰς φυσικὰς τοῦ θεοῦ ταύτας ἐνεργείας εἰς κτίσμα κατασπῶν; Ὁ δὲ πολὺς Ἀκίνδυνος ἐπιφύεται μάλιστα τῇ τελευταίᾳ, φόβον ὄντως θεοῦ μὴ κεκτημένος καὶ ἀδεῶς κατὰ τοῦ φόβου τοῦ θεοῦ χωρῶν, «πῶς», λέγων, «ὁ φόβος οὗτος ἄκτιστος εἰ μὴ καὶ τὸ θεῖον φοβεῖται, εἴ γε φυσικὸν τοῦτο καὶ οὐσιῶδες αὐτῷ; Τοῦτο γὰρ ἕπεται τῷ λέγοντι τὰς ἐνεργείας ταύτας τοῦ πνεύματος ἀκτίστους, ἐπεὶ καὶ ὁ φόβος ἐνέργειά ἐστι τοῦ πνεύματος».

Κεφ. ιστʹ. Περὶ τοῦ φόβου τοῦ πνεύματος τί τέ ἐστι καὶ πῶς ἐγγίνεται τοῖς καταξιουμένοις. Ἀλλ’ αἰσχυνέσθω τοῦ φύσει προσεῖναι ταύτας τῷ υἱῷ μικρὸν ἀνωτέρω γεγραφότος ἐν τῇ τρίτῃ τῶν θεολογικῶν Ἑκατοντάδι, λέγοντος «ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι λύπης ἀεὶ συνεστώς, οὗτος φόβος ἁγνός, καὶ οὐκ ἀπογενήσεταί ποτε διότιπερ οὐσιωδῶς ἐμπέφυκέ πως τῷ θεῷ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον αὐτοῦ τὴν φυσικὴν αἰδεσιμότητα, τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς».

Οὗτος γάρ ἐστι περὶ οὗ καὶ ὁ ψαλμῳδός φησι· «ὁ φόβος κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος». Τοῦτο τοιγαροῦν ἐστι τὸ πνεῦμα τοῦ φόβου, ἡ φυσικὴ τοῦ θεοῦ αἰδεσιμότης, αὐτὸ τὸ φοβερὸς εἶναι. Πῶς οὖν ἡ φυσικὴ τοῦ θεοῦ αἰδεσιμότης κτίσμα; Τοῦτον εἶχε καὶ ὁ τοῦ θεοῦ υἱὸς τὸν φόβον.

Ὁ δὲ λέγων μὴ προσεῖναι τὸν φόβον τῷ θεῷ εἰ μὴ καὶ τὸ θεῖον φοβεῖται, οὐδὲ τῷ Χριστῷ προσεῖναι δώσει καὶ ψεύδεσθαι τὸν προφήτην παραστήσει. Τίνα γὰρ ἐφοβεῖτο ὁ Χριστός, ᾧ κατὰ τὴν προφητείαν τὸ πνεῦμα ἐπαναπέπαυται τοῦ φόβου; Καίτοι κατὰ τὸν τῆς βροντῆς υἱὸν Ἰωάννην, «ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ».

Ὁ τοίνυν κτιστὸν εἶναι διαβεβαιούμενος τὸ ἀναπεπαυμένον ἐπὶ τὸν κύριον τοῦ φόβου πνεῦμα, καὶ ταῦτα παρὰ τὸ φοβεῖσθαι τὸν τοῦτο κεκτημένον, τὸν ὑπερτελῆ θεάνθρωπον καὶ τοῦ πατρὸς ὁμότιμον, ἀτελῆ, δῆλός ἐστιν οἰόμενος καὶ τῶν θεοφόρων ἀτελέστερον ἀνθρώπων. Καλῶς ἄρα μετὰ τῶν ἄλλων ἐνεργειῶν τοῦ πνεύματος καὶ τὸ τοῦ φόβου πνεῦμα ἄκτιστον ἡμεῖς φρονοῦμεν, κἂν Ἀκίνδυνος ἀπαρέσκηται· οὐδὲ γὰρ τὸ φοβερὸς εἶναι κτιστῶς ἔχει ὁ θεός, οὐδὲ φοβεῖται παρὰ τοῦτο κατὰ τὸν Ἀκινδύνου λῆρον.

Ὅ γε μὴν προφήτης Ἠσαΐας ἐν τῇ ἀπαριθμήσει τῶν πνευμάτων τούτων τὸ τοῦ φόβου τούτου θεῖον ἐνδεικνύμενος καὶ προφητικῶς ἐντρέπων τοὺς κατὰ τὸν Ἀκίνδυνον δι’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον εἰς κτίσμα κατασπῶντας, ἐν μὲν τοῖς ἄλλοις χαρίσμασι τοῦ πνεύματος ἠρκέσθη τῇ τοῦ ἐπὶ τὸν προφητευόμενον ἀναπαύσεσθαι φωνῇ, τὸν δὲ φόβον μετὰ προσθήκης ἐνηρίθμησεν εἰπών, «καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ». Τὸ γοῦν ἐμπλῆσαν πνεῦμα, τὸ ἄνθος ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς θεότητος, κτίσμα; Τῆς ἀσεβείας! Ὁ δὲ προφήτης μετὰ τῆς προσθήκης ταύτης καὶ τί ποτέ ἐστι τὸ πνεῦμα τοῦτο τοῦ θεοῦ τοῖς νοῦν ἔχουσιν ἐνέφηνεν. Εἰπὼν γὰρ «καὶ ἐμπλήσει αὐτόν», δηλαδὴ τὸν κύριον, «πνεῦμα φόβου θεοῦ», ἐπήνεγκεν, «οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει». Ἆρα γὰρ οὐ τοῦτό ἐστι τὸ μάλιστα φοβερὸν ἀποδεῖξαι τηνικαῦτα τὸν Χριστόν, ὅτι τὰς καρδίας τῶν ἐντυγχανόντων εἰδώς, τοῖς ἐνδόξοις τότε Φαρισαίοις ἔλεγε, καὶ ὑμεῖς «τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν»;

Οὗτος τοίνυν ὁ τοῦ πνεύματος φόβος τοὺς μὲν τελεώτερον εὐμοιρηκότας τῶν χαρισμάτων τοῦ πνεύματος καὶ τὴν διορατικὴν δύναμιν παρέχων φοβεροὺς ἀπεργάζεται τοῖς πᾶσιν, ἐπεὶ καὶ παρὰ τῶν τοιούτων τὰ κρυπτὰ τῆς καρδίας τῶν προσιόντων, καθά φησιν ὁ Παῦλος, φανερὰ γίνεται, καὶ οὕτω πεσόντες προσκυνοῦσι τῷ θεῷ, ἀπαγγέλλοντες ὅτι ὁ θεὸς ὄντως ἐν αὐτοῖς ἐστί· τοῖς δὲ μήπω πρὸς τοῦτο ἱκανοῖς, ἐπαισθομένοις μέντοι τῆς φοβερᾶς αἰδεσιμότητος τοῦ πνεύματος, εἰσαγωγικὸν δέος ἐμποιεῖ, ἀποτρεπτικὸν τοῦ ἁμαρτάνειν εἰς θεὸν καὶ οὕτω τὸ χάρισμα τῆς ἀσφαλείας ἐνίησιν αὐτοῖς, ἐπιτηδειοτέροις πρὸς ὑποδοχὴν γεγενημένοις κατὰ λόγον τῆς ἐπιγνώσεως καὶ τῆς κατ’ ἐπίγνωσιν σπουδῆς. Διόπερ ὁ μέγας Βασίλειος τὰς ἐνεργείας, ἃς ἀϊδίως ἔχει τὸ πνεῦμα τὸ ἅγιον, ἀπαριθμούμενος ἀσφάλειαν τοῦ θείου πνεύματος τὸ πνεῦμα τοῦ φόβου προσηγόρευσε.

Πῶς οὖν ἔσται κτιστὴ ἡ τοῦ πνεύματος ἀίδιος ἐνέργεια, ἧς τῇ μετοχῇ καὶ ἡμῖν, ἐφ’ ὅσον ἐγχωρεῖ, τὸ ἀσφαλὲς προσγίνεται; Περὶ τῶν ἑπτὰ τούτων τοῦ πνεύματος ἐνεργειῶν καὶ ὁ προφήτης Ζαχαρίας εἶπεν, «ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν». Ὁ δὲ θεολογικώτατος τῶν τοῦ κυρίου μαθητῶν καὶ διαφερόντως αὐτῷ ἠγαπημένος ἐν τῇ Ἀποκαλύψει γράφων «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ εἰσι, καὶ ἀπὸ τοῦ Χριστοῦ», οὐχὶ καὶ οὗτος τὸ πνεῦμα τὸ ἅγιον εἶναι ταῦτα τοῖς πιστοῖς πᾶσιν ἐναργῶς παρίστησιν;

Κεφ. ιζʹ. Ἔτι περὶ τῶν ἑπτὰ πνευμάτων τούτων ὅτι ἄκτιστα· καὶ μαρτυρίας διασάφησις παρ’ Ἀκινδύνου κατ’ αὐτῶν κακῶς προαγομένης, ἐν ᾗ καὶ περὶ τοῦ ποιεῖν καὶ ἐνεργεῖν. Ὁ δ’ ἀφόβως κατὰ θεοῦ λογογραφῶν Ἀκίνδυνος καὶ διὰ τοῦ φόβου τοῦ θεοῦ εἰς κτίσμα τὸ πνεῦμα κατασπῶν αὐτοῦ καὶ τὸ θεολογικὸν ἐκεῖνο προήνεγκε· «πνεῦμα λέγεται υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φόβου θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων». Εἶτ’ αὐτὸς ἐκ τούτου συνάγων καὶ συμπεραίνων φησίν· «ὧν οὖν ποιητικὸν τὸ πνεῦμα τὸ ἅγιον, πῶς ἄκτιστα ταῦτα καὶ θεῷ συναΐδια;», φανερῶς οὐ τὸν φόβον μόνον ἀλλὰ καὶ πάσας τὰς ἐνεργείας τοῦ πνεύματος κτιστὰς ἀποφαινόμενος.

Μετὰ μέντοι τὸν θεολόγον Γρηγόριον καὶ ἕτερον παράγει μάρτυρα, ψευδομάρτυς μέντοι πρότερον αὐτὸς ἐκείνου γινόμενος, οὐ κατὰ διάνοιαν μόνον ὡς ἐπὶ τῆς ἀνωτέρω ῥήσεως, ἀλλὰ καὶ κατ’ αὐτὰ τὰ ῥήματα γράφων, «καὶ ὁ θεῖος Χρυσόστομος πάλιν τὴν αὐτήν φησι παραμυθίαν, ὅτι τὸ αὐτὸ πνεῦμα ἐνεργεῖ πάντα· καθὼς γὰρ βούλεται οὕτω ποιεῖ»· τοῦτο καὶ ἀπὸ τούτων κατασκευάζων καὶ δεικνύς, ὡς ἐπεὶ ἐνεργεῖν καὶ ποιεῖν λέγεται αὐτὰς τὸ πνεῦμα, κτισταί εἰσιν αἱ τοῦ πνεύματος ἐνέργειαι, μὴ συνιεὶς ὅτι τὸ ποιεῖν καὶ ἐνεργεῖν τῶν πολλαχῶς λεγομένων ἐστίν· οὐ γὰρ τὸ κτίζειν σημαίνει μόνον ἀλλὰ πρὸς πολλοῖς ἑτέροις καὶ τὸ φυσικῶς ἐνεργεῖν, ὡς καὶ τὸν ἥλιον ἂν φαῖμεν τὴν ἡμέραν ποιεῖν καὶ ποιητικὸν εἶναι τῆς ἡμέρας, ἅτε φυσικῶς ταύτην ἐκτελοῦντα, μᾶλλον δέ, ἵνα καταλλήλῳ χρήσωμαι τῷ παραδείγματι, ὡς ὁ μέγας φησὶ Βασίλειος, «ἆθλον ἀρετῆς θεὸν γενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων».

Οὕτω τοίνυν καὶ Γρηγόριος ὁ μέγας ποιητικόν φησι τὸ πνεῦμα τῶν οἰκείων καὶ φυσικῶν αὐτοῦ ἐνεργειῶν· καὶ καθάπερ αἱ τοῦ ἀληθινοῦ φωτὸς ἀκτῖνες ἄκτιστοι, ταυτὸ δ’ εἰπεῖν ἐκείνη ἡ ἡμέρα, καὶ παρὰ τοῦτο ἄκτιστοι διατελοῦσιν, ὅτι ἄλλος ἥλιος αὐτὰς ποιεῖ καὶ ἐνεργεῖ, δηλονότι ὁ θεός, οὕτω καὶ τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὰ τούτῳ συναπηριθμημένα διατελοῦσιν ἄκτιστα, ἐπεὶ ποιεῖ καὶ ἐνεργεῖ ταῦτα τὸ πνεῦμα τὸ ἅγιον ὡς ἐμφύτους ἐνεργείας. Εἰ δὲ καὶ διὰ τοῦ κραθῆναι τῷ ἀληθινῷ φωτὶ υἱοποιούμεθα, κατὰ τὸ εἰρημένον ἐνταῦθα τῷ μεγάλῳ Βασιλείῳ, τὸ φῶς ἄρα τὸ ἀληθινόν ἐστι τὸ πνεῦμα τῆς υἱοθεσίας. Ταῦτ’ ἄρα καὶ Γρηγόριος ὁ θεολόγος τοῖς προαπηριθμημένοις παρὰ τοῦ προφήτου προσέθηκε καὶ προέθηκε «πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας», ἵνα δείξῃ τοῦτ’ αὐτὸ ταῦτα τὸ πνεῦμα τὸ ἅγιον ὑπάρχον, ἐπεὶ καὶ ὁ μέγας Ἀθανάσιος «οὐδαμοῦ», φησί, «τῆς γραφῆς εὕρηται πνεῦμα ἀληθείας ἕτερόν τι λεγόμενον ἢ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον· ὁ δὲ ἀπόστολος Ῥωμαίοις γράφων ‘οὐκ ἐλάβετε’, φησί, ‘πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, ἀββᾶ ὁ πατήρ’· τοῖς δὲ Γαλάταις ἐπιστέλλων ‘ἐξαπέστειλε’, φησί, ‘τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον, ἀββᾶ, ὁ πατήρ’».

Ὥστε τὸ πνεῦμα τοῦ υἱοῦ ἐστι τὸ πνεῦμα τῆς υἱοθεσίας καὶ τῆς ἐλευθερίας, ταυτὸ δ’ εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ ταῦτα, καὶ τὰ συναπηριθμημένα τούτοις. Ἆρ’ οὖν οὐ κατ’ αὐτοῦ τοῦ θείου πνεύματος καὶ τοῦ ἀληθινοῦ φωτὸς ὁ Ἀκίνδυνος ποιεῖται τὸν ἀγῶνα, κατὰ τούτων ἀγωνιζόμενος;

Οὐ μὴν ἀλλ’ ἐπεὶ κατὰ μίμησιν Ἀρείου διὰ τῆς τοῦ «ποιεῖν» φωνῆς καὶ τῶν αὐτῇ παραπλησίων, ὡς ἐκεῖνος τότε τὸν υἱόν, οὕτω νῦν ὁ Ἀκίνδυνος τὰς ἐνεργείας τοῦ πνεύματος, ταυτὸ δ’ εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον, κτίσμα πειρώμενος δεικνύναι, λογίζεταί τι λέγειν ἰσχυρόν, φέρε κατὰ μίμησιν τῶν σεπτῶν ἡμῶν πατέρων, ὡς ἐκεῖνοι πρὸς ἐκεῖνον καὶ πρὸς τοῦτον ἀπαντήσωμεν ἡμεῖς λέγοντες· οὐχ ὑπὸ τῶν ὀνομάτων, ὦ οὗτος, τὰ πράγματα μετασκευάζεται, τοῖς δὲ πράγμασι καταλλήλως ἡ τῶν νοημάτων σημασία μεθέλκεται καὶ μετατάττεται· τῶν γὰρ ὀνομάτων αἴτια τὰ πράγματα, οὐ τῶν πραγμάτων τὰ ὀνόματα. Καὶ τοίνυν, ὅταν μέν τι τῶν ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρηγμένων ὑπὸ τοῦ θεοῦ ποιεῖσθαι λέγηται ἢ γίνεσθαι ἢ ἐνεργεῖσθαι, νοοῦμεν ἐκ τοῦ πράγματος, ὡς τὸ κτιστὸν αὐτοῦ παρίστησι τῶν εἰρημένων ἕκαστον. Ὅταν δέ τι τῶν τοιούτων προσρημάτων ἐπὶ τῶν φύσει προσόντων τῷ θεῷ καὶ φυσικῶς προϊόντων ἐκ θεοῦ κείμενον εὑρίσκωμεν, καὶ τὸ αὐτὸ ἐνεργούμενόν τε λέγηται καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπάρχειν, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, «ὅταν μὲν τὴν ἀξίαν τοῦ πνεύματος ἐννοῶμεν, μετὰ πατρὸς αὐτὸ καὶ υἱοῦ θεωροῦμεν, ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ πνεῦμα λέγομεν».

Καὶ ὅταν αὐτὸ τὸ ἐνεργούμενον καὶ «δάκτυλος θεοῦ» καὶ «καρπὸς» καὶ «ὀφθαλμὸς» καλῆται, καὶ «πνεῦμα ἀληθείας» καὶ «υἱοθεσίας» καὶ ὅσα τῶν ἑξῆς, ὡς καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις εἶπε, καὶ πρὸ τοῦ εὐαγγελίου Μωυσῆς ἱστόρησε καὶ Ἠσαΐας προεφήτευσε καὶ Ζαχαρίας, καὶ μετὰ τὸ εὐαγγέλιον ὅ τε μέγας Παῦλος ἐδίδαξε καὶ ὁ μέγας Βασίλειος ἡρμήνευσε καὶ ὁ θεολόγος ἐξύμνησε Γρηγόριος, καὶ ταῦτ’ οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, καὶ ὅταν τὸ αὐτὸ ἐνεργεῖσθαί τε καὶ ποιεῖσθαι λέγηται, καὶ ἐπαναπαύεσθαι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ φύσει προσεῖναι τῷ τοῦ θεοῦ υἱῷ, καὶ φυσικῶς καὶ οὐσιωδῶς ἐνυπάρχειν τῷ θεῷ καὶ ἀϊδίως τοῦτ’ ἔχειν τὸ πνεῦμα τὸ ἅγιον, ὡς ὁ προφήτης ἔφη πάλιν καὶ ὁ μέγας Βασίλειος καὶ ὁ θεῖος Μάξιμος πρὸς τούτοις, καὶ ὅταν τὸ αὐτὸ ποιούμενόν τε λέγηται καὶ ἐνεργούμενον, καὶ τὸν ἔχοντα τὸ πλήρωμα τῆς θεότητος ἐν ἑαυτῷ πληροῦν, πῶς ἂν κτίσμα νοήσωμεν νοῦν ἔχοντες αὐτὸ διὰ τὸ ποιεῖσθαι λέγεσθαι καὶ ἐνεργεῖσθαι; Ἢ καὶ τὸ ἀληθινὸν φῶς ἐροῦμεν κτίσμα διὰ τὸ τὸν μέγαν Βασίλειον, καθάπερ προειρήκαμεν, ἄλλον ἥλιον ποιεῖν εἰπεῖν τὴν ἀνέσπερον ἡμέραν, τὸν τὸ ἀληθινὸν ἀπαστράπτοντα φῶς, τί γὰρ ἕτερον ἢ τὸ φῶς ἐκείνη τοῦτο τὸ ἀληθινόν; Κτιστὸν οὖν, εἰ πᾶν τὸ ὁπωσδήποτε ποιούμενον κατὰ τὸν Ἀκίνδυνον κτιστόν.

Ἡμεῖς δὲ ποιεῖσθαί του σκέψιν λέγοντες ἢ πρός τινα τὴν διὰ γλώττης ὁμιλίαν, ἆρα κτίζομεν τὴν σκέψιν ἢ τὴν ὁμιλίαν ἢ φυσικῶς ταύτην ἐνεργοῦμεν; Εἰ δέ τις φαίη καὶ υἱὸν ποιῆσαι—οὐ γὰρ τὸν αὐτὸν τρόπον πᾶν τὸ φύσει ἔκ τινος— ἆρ’ οὐ φύσει λέγει τὸν ἴδιον υἱὸν εἶναι ἐξ αὐτοῦ διὰ τὸ ποιῆσαι φάναι;

Τῷ γε μὴν τὰς ἐνεργείας τοῦ πνεύματος κτίσματα πεφρονηκότι διὰ τοῦτο τοὔνομα ῥᾴδιον ἂν εἴη καὶ τοὺς παῖδας τῶν πατέρων κτίσματα δοξάσαι, διὰ τὸ πεποιῆσθαί τε καὶ γεγενῆσθαι τούτοις. Ἔστιν οὗ γεγράφθαι, «καὶ τῷ Ἰὼβ γὰρ ἐγένοντο», φησίν, «υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς»· καὶ ὁ πατριάρχης Ἰακὼβ πρὸς Ἰωσὴφ ἔλεγε, κατὰ τὸ ἐν τῇ Γενέσει γεγραμμένον, «οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι εἰς Αἴγυπτον πρὸ τοῦ με ἐλθεῖν, ἐμοί εἰσι»· καὶ ὁ Μωυσῆς νομοθετῶν, «ἐὰν γένωνται», φησί, «τινὶ υἱοί, καὶ ἐὰν ποιήσῃ υἱὸν ἢ θυγατέρα», καὶ ὁ Ἐζεκίας ἡνίκα τὴν προσθήκην τῆς ζωῆς ἐξαισίως εἴληφεν, «ἀπὸ τοῦ νῦν παιδία ποιήσω, ἃ ἀπαγγελοῦσι τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου», φησὶ πρὸς τὸν θεόν.

Οἱ μὲν οὖν δυσσεβῶς κτιστὰς ἀποφαινόμενοι τὰς ἐνεργείας τοῦ πνεύματος, ὡς ὑπὸ τοῦ τῆς συνέσεως ἐγκαταλελειμμένοι πνεύματος εἰς ἀδόκιμον παραδοθέντες νοῦν, τοὺς αὐτοὺς οἰέσθωσαν πατέρας καὶ δημιουργούς, ἵνα πάντα συγχέαντες, τό γε εἰς αὐτοὺς ἧκον, διὰ πάντων ἀσεβήσωσιν.

Ἡμῖν δὲ οὐδεμία ποτ’ ἔσται λέξις ἀποχρῶσα πείθειν τὰς θείας ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάττειν. Τῶν γὰρ θείων καὶ φυσικῶν τοῦ θεοῦ ἐνεργειῶν μία καὶ ἡ κρίσις· κριτὴς γάρ ἐστι φύσει ὁ θεός. Ἆρ’ οὖν καὶ αὕτη τῶν κτισμάτων ἕν, ἐπεὶ λέγεται ποιεῖσθαι παρὰ τοῦ θεοῦ, καθὰ καὶ Ἀβραὰμ ἔφη πρὸς αὐτόν, «ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν»; Ἆρα δὲ καὶ τὴν ἑαυτοῦ κρίσιν ἄξει ὁ θεὸς εἰς κρίσιν, κατὰ τὸν διὰ τῆς ὁμωνυμίας καὶ τῆς οἰκείας παρανοίας πάντα φύροντα Ἀκίνδυνον, ἐπεὶ κατὰ τὸν Σολομῶντα «σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν»; Πῶς δὲ καὶ τίνι κρίσει κριθήσεται ἡ κρίσις τοῦ θεοῦ; Πῶς δ’ οὐκ ἐπ’ ἄπειρον προβήσεται ἡ θεία κρίσις ὑφ’ ἑτέρας κρινομένη θείας κρίσεως; Τί δὲ ὁ θεῖος Κύριλλος;

Ἆρα κτιστῶς ἔχειν τὸν πατέρα τὸ γεννᾶν ὑπέδειξε πρὸς τοὺς κατ’ Εὐνόμιον γράφων ἐν ἕκτῳ κεφαλαίῳ τῶν Θησαυρῶν, «εἰ πάσης ἄνω γενητῆς οὐσίας ἐστὶν ὁ θεὸς καὶ πατήρ, ἄνω πάλιν αὐτῆς ἔσται καὶ κατὰ τὸν ἐν τῷ γεννᾶν τρόπον, ἀρρήτως τοῦτο ποιῶν καὶ θεοπρεπῶς»;

Ἡμεῖς οὖν οὐ ῥημάτων ἤχοις πλανώμενοί τε καὶ πλανῶντες, ἀλλ’ εἰς νοῦν τὸ τοῦ λόγου βάπτοντες, καὶ τῇ τῶν πραγμάτων ἀληθείᾳ ποδηγούμενοι, κἂν ποιητικὸν τὸ πνεῦμα φῶμεν ἢ ἀκούσωμεν, ἰσχύος τε καὶ γνώσεως καὶ τῶν παραπλησίων, τῶν γε φύσει προσόντων τοῖς κτιστοῖς, καὶ ποιητικὸν ἐνταῦθα τὸ δημιουργικὸν νοήσωμεν τῶν ἐκ μὴ ὄντων γεγονότων τούτων· κἀντεῦθεν οὐ τῆς τοῦ θεοῦ οὐσίας ἀλλὰ τῶν ἀκτίστων ἐνεργειῶν καὶ δυνάμεων τοῦ πνεύματος ἐν περινοίᾳ γινόμεθα, ζωοποιόν τε καὶ σοφοποιὸν ἐνέργειαν ἔχειν τὸ πνεῦμα συνιέντες ἀπὸ τοῦ ποιητικὸν εἰρῆσθαι τὸ πνεῦμα τῆς ζωῆς τῶν ζώντων καὶ τῆς σοφίας τῶν σοφιζομένων, κἂν εἰ φυσικῶς τε καὶ κτιστῶς. Τελέως γὰρ ἀνοηταίνοντος καὶ ὡς εἰπεῖν βοσκηματώδους διανοίας, μὴ τὴν τοῦ ἐνεργοῦντος ἐνέργειαν ἐκ τῶν κτισμάτων ἐκείνου συνορᾶν, ἀλλ’ ἢ τιθέναι μετὰ τῶν κτισμάτων ταύτην, ἢ τῆς ἐνεργούσης οὐσίας ἀδιάφορον παντάπασι νομίζειν.

Κεφ. ιηʹ. Ὅτι καὶ ῥῆσιν παραχαράξας τοῦ Χρυσοστόμου πατρός, κατὰ τῶν χαρισμάτων τοῦ πνεύματος προήνεγκεν ὁ Ἀκίνδυνος. Φέρε δὲ καὶ τὸ παρ’ Ἀκινδύνου προηγμένον τοῦ χρυσορρήμονος πατρὸς ἀναλαβόντες θεωρήσωμεν, τίς ἥν φησι παραμυθίαν καὶ πρὸς τίνας καὶ παρὰ τίνος· μᾶλλον δὲ τοῦτο πρῶτον, ὃ καὶ πρότερον ἐπεσήμηνεν ὁ λόγος. Πάντα γὰρ τὰ τοῖς πατράσιν εἰρημένα κακουργῶν τρόπον ἕτερον δολίως ὁ τῆς χάριτος πολέμιος, ἔστιν ἃ καὶ παραχαράττει φανερῶς, ὡς καὶ πρότερον πολλάκις ὑπεδείξαμεν. Καὶ νῦν δὴ τοῦ Χρυσοστόμου θεολόγου περὶ τῆς παραμυθίας ταύτης πολλὰς ἐξενεγκόντος ὁμιλίας καὶ μηδαμοῦ τὸ πνεῦμα τὰ χαρίσματα «ποιεῖν» εἰπόντος, ἀλλ’ «ἐνεργεῖν», «διαιρεῖν», «διδόναι», «χορηγεῖν»—«διὰ τοῦτο» γάρ, φησί, «μυρίους ἐκίνησεν ὁ Παῦλος λογισμούς, τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυμίαν· καὶ γὰρ τὸ αὐτὸ πνεῦμα δίδωσι καὶ πρὸς τὸ συμφέρον δίδωσι καὶ ὡς βούλεται διαιρεῖ καὶ χαριζόμενον οὐκ ὀφεῖλον διαιρεῖ καὶ πάντα ἐνεργεῖ καὶ καθὼς βούλεται οὕτως ἐνεργεῖ»—οὐδαμοῦ τοίνυν τοῦ Χρυσοστόμου πατρὸς τὸ πνεῦμα τὰ χαρίσματα ποιεῖν εἰπόντος, αὐτὸς ἀνερυθριάστως συκοφαντῶν αὐτὸν καὶ παραχαράττων τοὺς ἐκείνου λόγους, γράφει· «φησὶ γὰρ ὁ θεῖος Χρυσόστομος περὶ τοῦ παναγίου πνεύματος, ὅτι καθὼς βούλεται, οὕτως ποιεῖ».

Διὸ καὶ ποῦ τοῦτό φησιν οὐδαμῶς ἐτόλμησεν ἐπισημήνασθαι, φωραθῆναι δεδιώς, καίτοι μηδ’ ἅπαξ τοῦτο πράξας. Ἀλλ’ ἐπιτείνων ἔτι τὸ ἀναιδὲς καὶ ῥῆσιν ὅλην παραχαράξας, οὕτω πάλιν προάγει γράφων, ὃ καὶ μικρὸν ἀνωτέρω προειρήκαμεν, ὡς «ὁ θεῖος Χρυσόστομος πάλιν τὴν αὐτήν», φησί, «τίθησι παραμυθίαν», ὅτι τὸ αὐτὸ πνεῦμα ἐνεργεῖ πάντα· «καθὼς γὰρ βούλεται», φησίν, «οὕτως καὶ ποιεῖ». Καὶ τοίνυν ἡμεῖς τὴν χρυσῆν ἐνταῦθα προθώμεθα ῥῆσιν, ἀπαρεγχείρητόν τε καὶ ἀκιβδήλευτον.

Κεφ. ιθʹ. Ἔκθεσις καὶ διασάφησις ἀσφαλὴς τῆς τοῦ Χρυσοστόμου ῥήσεως ταύτης. Τὴν γὰρ Πρὸς Κορινθίους πρώτην τοῦ ἀποστόλου διευκρινῶν ἐπιστολὴν ὁ χρυσοῦς τὴν γλῶτταν καὶ θεοειδὴς τὴν διάνοιαν, μετὰ τὸ διατρανῶσαι τὰ παρὰ τοῦ ἀποστόλου εἰρημένα χαρίσματα τοῦ πνεύματος, φησίν, «ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν ‘τὸ αὐτὸ πνεῦμα’, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων, ‘πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται’»· καὶ παρακατιὼν πολλάκις τοῦτό φησιν, ὅτι καθὼς βούλεται διαιρεῖ καὶ καθὼς βούλεται οὕτως ἐνεργεῖ. Τὸ μὲν οὖν συντεμεῖν τὸν Ἀκίνδυνον τὴν τοῦ Χρυσοστόμου θεολόγου ῥῆσιν οὐ κακόν, τὸ δὲ ἀντὶ τοῦ «ἐνεργεῖν» θεῖναι τὸ «ποιεῖν» καὶ τὸ «ποιεῖν» ἐκδέξασθαι ἀντὶ τοῦ «κτίζειν», καὶ λίαν πονηρόν. Ἀλλ’ ἐρεῖ καὶ τὸ ἐνεργεῖν τοῦτ’ αὐτὸ δηλοῦν, τὸ κτίζειν; Τίνος οὖν ἕνεκεν, τοῦτ’ ἀποξέσας, τὸ ποιεῖν ἐνέγραψεν αὐτός, εἰ μὴ μᾶλλον ἑώρα πρὸς τὸ κτίσμα ἐγγυτέραν τὴν φωνήν; Διὸ μετὰ τοῦ ἀποστόλου καὶ ὁ χρυσορρήμων, ἀκριβῶς τοῖς αὐτοῦ ῥήμασιν ἑπόμενος, ἐφυλάξατο τὴν λέξιν, καίτοι πλεῖν ἢ δεκάκις ἐπὶ τοῦ αὐτοῦ τὸ «ἐνεργεῖν» εἰπών.

Ἀλλ’ ὡς μὲν καὶ παραπεποιημένον οὐδὲν Ἀκινδύνῳ συνήνεγκε τὸ ῥῆμα, προαποδέδεικται, —τοσαύτην ἔχει καὶ οὕτω διὰ πάντων τὰ τοῖς ἁγίοις εἰρημένα πρὸς τὰ τούτῳ δεδογμένα τὴν ἐναντίωσιν—, ὅτι δὲ μηδὲ τὸ ἐνεργεῖν τοῦ κτίζειν ὡς ἐπίπαν ἐστὶ σημαντικόν, δείκνυσιν ὁ γράφων, «ἔστω καὶ ἐνεργείας ὄνομα τὸ πατήρ· οὐδ’ οὕτως ἡμᾶς αἱρήσετε, αὐτὸ δὲ τοῦτο ἐνεργηκὼς ἂν εἴη τὸ ὁμοούσιον». Καὶ ὁ Δαμασκηνὸς πατὴρ «ἐν δεξιᾷ», λέγων, «ὁ Χριστὸς τοῦ πατρὸς κάθηται, θεϊκῶς ἐνεργῶν τὴν τῶν ὅλων πρόνοιαν». Ἀλλ’ ἴδωμεν καὶ τίς καὶ πρὸς τίνας καὶ παρὰ τίνος ἡ παραμυθία καὶ τίνος ἕνεκεν.

Κεφ. κʹ. Ἔτι διασάφησις, τίς καὶ πρὸς τίνας καὶ παρὰ τίνος ἥν φησιν ἐν ταύτῃ τῇ ῥήσει παραμυθίαν. Ἡ κατὰ Κόρινθον ἐκκλησία πλοῦτον τὴν ἀρχὴν ἐκομίσατο παντοδαπὸν χαρισμάτων θείων καὶ πνευματικῶν, μειζόνων τε καὶ ἐλαττόνων, ὡς καὶ τὸν ἀπόστολον γράφειν πρὸς αὐτούς· «εὐχαριστῶ τῷ θεῷ μου ὅτι ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι». Τοῦτο τῇ ἐκκλησίᾳ ταύτῃ ἔπαρσιν ἐνῆκε καὶ ζηλοτυπίαν καὶ στάσιν ἤγειρε δεινήν, μεγαλοφρονούντων μὲν τῶν τὰ μείζω δεδεγμένων, ἀθυμούντων δὲ τῶν τὰ ἥττω κεκτημένων. Ἐκ μέσου τοίνυν ποιούμενος ὁ Παῦλος τὰ ζιζάνια ταῦτα καὶ τὰ σκάνδαλα, καὶ καταστέλλων μὲν τοὺς ἐπαιρομένους, παραμυθούμενος δὲ τοὺς λυπουμένους τῷ ἐξισοῦν αὐτοὺς ἀλλήλοις καὶ ἑνοῦν, «διαιρέσεις δὲ χαρισμάτων εἰσί», φησί, «τὸ δὲ αὐτὸ πνεῦμα».

Διὸ καὶ ὁ χρυσοῦς τὴν γλῶτταν τὰ τοιαῦτα μετιών, «κἀκεῖνο λογίζου», φησίν, «ὡς εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν ὅθεν καὶ ὁ τὸ πλέον λαβών, τὴν ἴσην ἔχεις τιμήν». Καὶ πάλιν τοῦ ἀποστόλου ἐπενεγκόντος, «ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι», ὁ χρυσορρήμων «ὁρᾷς», φησί, «πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, ἐν τῷ αὐτῷ πνεύματι λέγων καὶ κατὰ τὸ αὐτὸ πνεῦμα;».

Ἀλλὰ καὶ μετὰ τὴν ἀπαρίθμησιν τῶν ἑξῆς ἐπαγαγόντος πάλιν τοῦ ἀποστόλου, «πάντα δὲ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα», ὁ Χρυσόστομος «ἐπήγαγε πάλιν», φησί, «τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας», ἵνα μάθῃς πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν.

Οὐκ ἐντεῦθεν δὲ μόνον αὐτοὺς ὁμοτίμους ὁ ἀπόστολος ποιεῖται, ἀλλὰ καὶ ἀπὸ τοῦ σῶμα δεῖξαι αὐτοὺς ἓν ὄντας, καὶ «σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους», ὡς τοῦ αὐτοῦ πνεύματος μεταλαβόντας. «Καθάπερ γάρ», φησί, «τὰ μέλη ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χριστός· καὶ ἐν ἑνὶ πνεύματι πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν καὶ ἓν πνεῦμα ἐποτίσθημεν»· καὶ ὁ φωνῇ χρυσῇ τὰ τοιαῦτα πάλιν ἑρμηνεύων «καλῶς», φησίν, «εἶπε, ‘πάντες ἡμεῖς’, καὶ ἑαυτὸν προστιθείς· οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτό φησι· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγώ, καὶ ἐγὼ καθάπερ σύ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλήν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας, διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν, καὶ ‘πάντες ἓν πνεῦμα ἐποτίσθημεν’, ἐκείνην ἐμοὶ δοκεῖ λέγων τοῦ πνεύματος τὴν ἐπιφοίτησιν τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν. ‘Ἐποτίσθημεν’ δέ, εἶπεν, ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται ἀπὸ τοῦ αὐτοῦ ὕδατος».

Ἀλλὰ καὶ τῶν τὰ μείζω κεκτημένων τὸν τύφον καθαιρῶν ὁ Παῦλος «οὐ δύναται», φησίν, «ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν»· καὶ πάλιν, «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν». Ὁ δὲ χρυσοῖς ῥήμασι τὴν τῶν λογίων ἡμῖν ἐκφαίνων λαμπηδόνα «ἴσως» φησίν, «εἴποι τις ἂν ἐν τῷ σώματι τοῦτο λόγον ἔχειν, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμήν. Ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς; Ἀλλ’ ἐπὶ τῶν ἀνθρώπων μάλιστ’ ἂν ἴδοις τοῦτο συμβαῖνον· καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν πρῶτοι τὸν μισθὸν ἔλαβον, καὶ τὸ πλανηθὲν εὑρεθὲν πρόβατον ἐβαστάζετο καὶ οὐκ ἠλαύνετο καὶ ὁ ἄσωτος υἱὸς ἐπανελθὼν πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπήλαυσε, καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο».

Καὶ τοῦ ἀποστόλου πάλιν εἰπόντος, «ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλ’ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχῃ πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρῃ πάντα τὰ μέλη», ὁ τὸ στόμα χρυσοῦς «καὶ κατὰ τὸν τῆς προνοίας αὐτά», φησί, «λόγον ἐξισοῖ τῆς ὑπ’ ἀλλήλων γινομένης· οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόντων λυπηρῶν τε καὶ χρηστῶν· καὶ γὰρ ἑνὸς πάσχοντος πάντα ἀλγεῖ καὶ τῆς κεφαλῆς στεφανουμένης ἅπας ὁ ἄνθρωπος χαίρει καὶ πᾶν τὸ σῶμα δοξάζεται»· καὶ πάλιν, «εἰ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσοῦτο μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα».

Ἡ μὲν οὖν παραμυθία τοιαύτη, προτροπὴ καὶ παράκλησις πρὸς ὁμόνοιαν οὖσα παρὰ Παύλου πρὸς Κορινθίους, ἀπὸ τοῦ πάντας τοὺς ἐπιτυγχάνοντας τῶν χαρισμάτων τοῦ πνεύματος ἓν εἶναι σῶμα, καὶ τοῦτο Χριστοῦ, καὶ παρ’ ἑνὸς πνεύματος λαμβάνειν, καὶ τούτου τοῦ θείου καὶ προσκυνητοῦ· προὔθηκα δὲ διεξοδικώτερον αὐτὴν ἀρτίως, ἵν’ ἡμεῖς μὲν ἐπιγνῶμεν τὴν πρὸς τὰ φύσει τῶν πνευματικῶν ὑπεροχὴν ὅση, καθ’ ἑαυτοῦ δὲ μάθῃ τὰ τῶν ἁγίων πάντα προβαλλόμενος ὁ Ἀκίνδυνος.

Κεφ. καʹ. Παράστασις ἐκ ταύτης, ὅτι καὶ τοὺς ἀπίστους καὶ τὰ ἄλογα τῶν ζώων καὶ αὐτούς, βαβαί, τοὺς δαίμονας μέλη κατασκευάζει τοῦ Χριστοῦ τελεῖν Ἀκίνδυνος καὶ πρὸ τῶν πιστῶν τεύξεσθαι τῆς μελλούσης ἐπαγγελίας. Εἰ γάρ, καθά φησιν οὗτος, «ἡ ἐκχεομένη παρὰ τοῦ πνεύματος καὶ ἐνεργουμένη χάρις τὸ ἀσώματον καὶ ἀόρατον καὶ ἀτελεύτητόν ἐστιν, ὅ τε λόγος τῶν λογικῶν καὶ ἡ αἴσθησις τῶν αἰσθητικῶν καὶ ἡ ζωὴ τῶν ζώντων, παραπλησίως τῷ τῆς ἀληθείας πνεύματι καὶ τῷ τῆς υἱοθεσίας καὶ τῆς ἐλευθερίας»—τούτοις γὰρ ἐκεῖνα συνέταξε καὶ συνηρίθμησε, καὶ πάντ’ ἔφη ταῦτα τὴν ἐκχεομένην χάριν εἶναι παρὰ τοῦ πνεύματος—εἰ τοίνυν τοῦθ’ οὕτως ἔχει καὶ τῶν πνευματικῶν ἐστι κἀκεῖνα χαρισμάτων, πᾶν γένος ἀνθρώπων κατὰ τὸν Ἀκίνδυνον, μὴ ὅτι τῶν νῦν ὄντων, ἀλλὰ καὶ πάντες οἱ φύντες ἐξ Ἀδάμ, πονηροί τε καὶ ἀγαθοί, εὐσεβεῖς τε καὶ δυσσεβεῖς ἕν εἰσι σῶμα, καὶ τοῦτο Χριστοῦ, μᾶλλον δὲ Χριστὸς αὐτὸς κατὰ τὴν Παύλου φωνήν. Οὐκοῦν καὶ πάντες «ἓν πνεῦμα ἐποτίσθησαν», καὶ τοίνυν οὐ σῶμα μόνον ἕν, ἀλλὰ καὶ πνεῦμα ἕν εἰσι, καὶ τοῦτο μετὰ τοῦ κυρίου, ἐπεὶ καὶ «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι».

Καὶ μετὰ τῶν εἰς Χριστὸν βαπτισαμένων οἱ μὴ βαπτισθέντες τὰς αὐτὰς λοιπὸν ἱερὰς ἔλυσαν ὠδῖνας καὶ τὴν αὐτὴν κατὰ τοῦτ’ ἔχουσιν ἀξίαν, καὶ ἀλλήλων καθεστήκασι μέλη, καὶ κεφαλὴν ἔχουσι πάντες μίαν, τὸν Χριστόν, Παύλου καὶ Πέτρου καὶ τῶν κατ’ ἐκείνους οὐδὲν ἧττον· καὶ συνδοξασθήσονται τοιγαροῦν τούτοις καὶ συνευφρανθήσονται, νῦν τε κἀπὶ τοῦ μέλλοντος αἰῶνος· «εἴτε γάρ», φησί, «δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη».

Μᾶλλον δέ, ἐπεὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ συμπάσχει πάντα τὰ μέλη πάσχοντος ἑνὸς τῶν τοῦ σώματος μελῶν, ἐκεῖ δι’ ἀλλήλων τὸ πᾶν ἀνατραπήσεται. Τῶν γὰρ δυσσεβῶν κακῶς πασχόντων καὶ κολαζομένων, οὐκ ἔνι τοὺς εὐσεβεῖς εὖ ἔχειν καὶ ἀνέσεως μετέχειν διὰ τὴν πρὸς τὰ μέλη τοῦ ἑνὸς σώματος συμπάθειαν· εὖ δὲ τῶν εὐσεβῶν πραττόντων καὶ ἀγαλλομένων, οὐκ ἔνι τοὺς ἀσεβεῖς ἀνιᾶσθαί τε καὶ δυσπραγεῖν διὰ τὴν πρὸς τὸ ἓν σῶμα κοινωνίαν. Καὶ τί λέγω τοὺς ἀνθρώπους μόνον ἀλλὰ μὴ καὶ τὰ ἄλογα τῶν ζώων;

Καὶ γὰρ ὁ Ἀκίνδυνος καὶ τὴν τούτων αἴσθησιν ἓν εἶναι τῶν πνευματικῶν χαρισμάτων ἰσχυρίζεται. Καὶ ταῦτα τοίνυν κατ’ αὐτόν, ὢ τῆς ἀλογίας καὶ τῆς παραπληξίας, μέλη τοῦ Χριστοῦ σώματός ἐστιν. Ἀλλὰ τί καὶ ταῦτα πάλιν λέγω μόνα, τὰ μηδὲ καθ’ ἡμᾶς ἁμαρτάνειν πεφυκότα; Καὶ γὰρ ὁ Ἀκίνδυνος καὶ τὸ ἀσώματον, καὶ αὐτὸ τὸ προσὸν τοῖς δαίμοσιν, ὡς αὐτὸς ἐκεῖ φησι, τοῖς πνευματικοῖς χαρίσμασιν ἐναριθμεῖ. Τοιγαροῦν εἰς τὰ μέλη καὶ οὗτοι τελοῦσι τοῖς κατ’ αὐτὸν ἐκκλησίας καὶ συνδέδενται μὲν οὖν καὶ συνδιατέθεινται ἀλλήλοις ἀληθῶς, αὐτοί τε καὶ αὐτὸς καὶ ὅσοι κατ’ αὐτόν, ἐπεὶ καὶ τῶν ὁμοταγῶν πνευματικῶν πάντες οὗτοι χαρισμάτων, ὡς αὐτός φησι, μεταλαγχάνουσι, δηλονότι τῶν τῆς πονηρίας, ἀφ’ ὧν ἔοικεν ἀρύεσθαι καὶ τὴν γνῶσιν ταύτην δαψιλῆ, ὡς μὴ συνορᾶν τί μὲν ὕψος θείας χάριτος, τίς δὲ λόγος φύσεως κτιστῆς.

Ἀλλ’ ἐρεῖ μείζω τυγχάνειν τὰ τοῖς εὐσεβέσι δεδομένα χαρίσματα τοῦ πνεύματος ἢ τοῖς μὴ τοιούτοις, εἰ καὶ πάντα ἡ ἐκχεομένη χάρις ἐστίν; Ἀλλ’ ἀκουέτω, ὅτι συγκέκραται ἀλλήλοις τὰ πνευματικὰ χαρίσματα, καὶ τοῖς τὰ ἐλάττω κεκτημένοις περισσοτέραν ὁ θεὸς δίδωσι τιμήν· «ὁ θεὸς» γάρ, φησί, «συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν». Εἰπάτω τοίνυν ὁ Ἀκίνδυνος, ἐπεὶ καὶ τὰ ἄλογα τῶν ζώων καὶ τοὺς πονηροὺς ἀγγέλους ἐνηρίθμησε τοῖς κεχαριτωμένοις ὑπὸ τοῦ πνεύματος, τί τούτων ἔλαττον θατέρου; Καθάπερ γὰρ ὁ Χρυσόστομος θεολόγος ἑρμηνεύων, τὸ πλεονάζον ταύτης τῆς τιμῆς ἔδειξεν ἐκβαῖνον, εἰ μὲν τῷ δαιμονίῳ φύλῳ τοῦ ἐλάττονος μέτεστι χαρίσματος, πρὸ πάντων οὗτοι κατὰ τὴν Ἀκινδύνου σύνεσιν ἐν τῷ μέλλοντι στεφανωθήσονται· εἰ δὲ τὸ τοῖς ἀλόγοις ζώοις προσὸν αἰσθητικὸν τὸ ἔλαττόν ἐστι τῶν χαρισμάτων, αὐτὰ προαρπάσεται τὸν στέφανον. Κἀνταῦθα δὲ τὴν ἰσοτιμίαν ἕξει πρὸς τὰ μείζω καὶ τοῦ πληρώματος τῆς ἐκκλησίας ἔσται, τῶν ἄλλων οὐχ ἧττον συντελοῦντα πρὸς τὴν οἰκοδομήν, βαβαί, τοῦ θείου σώματος. Καὶ τοίνυν αὐταῖς πάλιν χρήσομαι ταῖς τοῦ χρυσορρήμονος φωναῖς, ἐξελέγχων τὴν παραφροσύνην Ἀκινδύνου, «ἐλάττω μὲν τῶν ἄλλων, τῶν πνευματικῶν δ’ ὅμως χαρισμάτων εἶναι» λέγοντος «καὶ τὸν λόγον τῶν λογικῶν καὶ τὴν τῶν ἀλόγων αἴσθησιν καὶ τὸ τοῖς δαίμοσι προσὸν ἀσώματον».

Φησὶ γὰρ ὁ Χρυσόστομος πατὴρ πρὸς τοὺς τὰ τῶν χαρισμάτων ἥττω κεκτημένους, «κἂν μικρὸν λάβῃς, ὁμοίως εἰς τὸ σῶμα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τῆς τιμῆς· καὶ ὁ τὸ μεῖζον ἔχων σοῦ τοῦ ἔχοντος τὸ ἔλαττον δεῖται»· καὶ πρὸς τοὺς τὰ μείζω δεδεγμένους, «ὥσπερ γὰρ σύ, ἐπεὶ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων, εἰς τὴν οἰκοδομὴν τοῦ σώματος ἰσότιμός σοι γίνεται· τὸ γὰρ αὐτό σοι δύναται εἰς τοῦτον τὸν ἔρανον».

Ἆρ’ οὐ κατεφθαρμένης διανοίας καὶ ἀμυήτου τελέως τὰ χριστιανῶν ἡ παρ’ Ἀκινδύνου περὶ χάριτος μύησις, πάντα φύρουσά τε καὶ συγχέουσα καὶ πάντα θεσμὸν θεῖον ἀθετοῦσα καὶ πᾶν σχεδὸν εἶδος εὐσεβείας ἀναιροῦσα καὶ πᾶσαν εἰσφέρουσα δυσσέβειαν καὶ ἀναβίωσίν τινα παρέχουσα Σαβελλίοις καὶ Ἀρείοις καὶ Μακεδονίοις καὶ τοῖς πρὸ τούτων καὶ μετὰ τούτους κακοδόξοις πᾶσι; Τοῦτο μὲν οὖν οἶμαι διὰ πολλῶν κατάδηλον ἤδη γεγενῆσθαι.

Κεφ. κβʹ. Παράστασις ἐκ διαιρέσεως τίνα τὰ πνευματικὰ χαρίσματα καὶ τίνα τὰ μὴ πνευματικά. Δεῖ δ’ ἡμῖν ἐνταῦθα τοῦ λόγου γενομένοις, διαστεῖλαι τὰ πνευματικὰ χαρίσματα τῶν μὴ τοιούτων, κἀν τοῖς πνευματικοῖς τούτοις δεῖξαι τί τὸ ἄκτιστόν ἐστι καὶ τί παρὰ τῶν ἁγίων ἡμῶν πατέρων φρονεῖν καὶ λέγειν περὶ τούτων ἐδιδάχθημεν, τῆς ὠφελείας τῶν ἐντυγχανόντων ἕνεκα καὶ τοῦ τὰς Ἀκινδύνου συκοφαντίας ἐκδήλους τοῖς πᾶσι καταστῆσαι, λέγοντος ἡμᾶς «τὸ πένθος καὶ τὸ δάκρυον καὶ τὴν κατάνυξιν καὶ τὸν φόβον τοῦ θανάτου λέγειν ἄκτιστα, διότι δῶρα καὶ ταῦτα λέγεται θεοῦ», ἔτι τε «τὴν φύσει προσοῦσαν τοῖς λογικοῖς σοφίαν τε καὶ γνῶσιν καὶ ἀρετήν», πρὸς δὲ «καὶ τὴν καινὴν κτίσιν καὶ τὴν καινὴν καὶ καθαρὰν καρδίαν καὶ τὰ τούτοις παραπλήσια». Ποιήσομαι δὲ τὴν ἐκ τοῦ λόγου διαίρεσιν εὐσύνοπτον κατὰ τὸ ἐγχωροῦν.

Πάντων τῶν ὄντων τε καὶ γινομένων, τὰ μὲν φύσει τέ ἐστι καὶ ἐκ φυσικῆς ἀκολουθίας γίνεται, τὰ δὲ οὐ κατ’ αὐτήν. Τῶν δὲ μὴ κατὰ φύσιν, τὰ μὲν παρ’ αὐτήν ἐστι, τὰ δὲ ὑπὲρ αὐτήν. Περὶ μὲν οὖν τῶν παρὰ τὴν φύσιν, νῦν λέγειν οὐκ ἀνάγκη. Ἀλλὰ καὶ τῶν ὑπερφυῶν, ὅσα μὲν ἐν τοῖς ἄλλοις κτίσμασιν ἢ τετέλεσταί ποτε ἢ τελεῖται νῦν ἢ εἰσαῦθις τελεσθήσεται ζητεῖν, οὐ τῆς νῦν προκειμένης ὑποθέσεως.

Ὅσα δὲ τούτων τοῖς κατὰ θεὸν ζῶσι πρόσεστι καὶ ἐκτελεῖται, ὧν ἑνός τις ἢ πλειόνων εὐμοιρῶν, ἔστι τε καὶ λέγεται πνευματικός, ὡς ὑπὸ τοῦ πνεύματος ἐνεργούμενός τε καὶ κινούμενος, ταῦτ’ ἔστι τὰ πνευματικὰ χαρίσματα. Καὶ τοῦτο δεικνὺς ὁ ἀπόστολος Πρὸς Κορινθίους γράφων «περὶ τῶν πνευματικῶν», φησίν, «οὐ θέλω ὑμᾶς ἀγνοεῖν», τῶν ἐν αὐτοῖς δηλονότι παραδόξως ἐνόντων τε καὶ τελουμένων, καὶ τῶν ἐντεῦθεν κεχαριτωμένων ὄντων. Πάντα δ’ ἦν καὶ ἐτελεῖτο ἐν αὐτοῖς· διὸ οὐδὲ «τινῶν» εἶπεν, ἀλλ’ ἁπλῶς «τῶν πνευματικῶν», ἃ καὶ καταλέγει προϊών· γενικῶς γὰρ ἐμπεριείληπται πάντα τοῖς ὑπ’ αὐτοῦ κατειλεγμένοις τηνικαῦτα. Τοῦτο δὴ πάλιν καὶ αὐτὸς δεικνύς, ὅτι πάντα ταῦτ’ ἔστιν ἃ ἐνηργεῖτο ἐν αὐτοῖς, εὐχαριστεῖν φησὶ τῷ θεῷ ὑπὲρ αὐτῶν, ὅτι μὴ ὑστεροῦνται ἐν «μηδενὶ χαρίσματι».

Ἐροίμην οὖν ἂν ἡδέως ἐνταῦθα τὸν Ἀκίνδυνον, πάντα τὰ κτίσματα πνευματικὰ λέγοντα χαρίσματα, ὡς ὑπὸ τοῦ θείου πνεύματος ἐκ μὴ ὄντων γεγονότα χάριτι, ἆρα πάντα τὰ κτίσματα τοῖς Κορινθίοις ἐνυπῆρχε; Καὶ τοῦτό ἐστιν ὑπόθεσις τῆς ἀποστολικῆς εὐχαριστίας, καὶ τοῦτ’ ἔφεσις αὐτῷ, μὴ ἀγνοεῖν αὐτοὺς περὶ πάντων τῶν κτισμάτων, «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν», αὐτοῦ λέγοντος, «ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵν’ εἰδῶμεν τὰ ἐκ τοῦ θεοῦ χαρισθέντα ἡμῖν»; Ἆρ’ οἱ μὴ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ λαβόντες οὐκ ἴσασι τί ποτέ ἐστιν αἴσθησις καὶ τί λόγος καὶ τίς ἡ κατ’ αὐτὰ ζωή; Καὶ ταῦτα γὰρ πνευματικὰ χαρίσματα ὁ Ἀκίνδυνός φησι. Ταῦτ’ οὖν ἐστιν, ἃ ψυχικὸς ἄνθρωπος οὐ δέχεται οὐδὲ δύναται γνῶναι; Καὶ ὁ ταῦτ’ ἔχων οὗτός ἐστιν ὁ πνευματικός, «ὃς ἀνακρίνει μὲν πάντα» κατὰ τὸν ἀπόστολον, «αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται»;

Ἐπεὶ δὲ καὶ «πνευματικοῖς πνευματικὰ συγκρίνοντες» διδακτοὶ γινόμεθα τοῦ παναγίου πνεύματος, δι’ ἀλλήλων μαρτυρούμενα καταλαμβάνοντες καὶ τοῖς ἄλλοις ἐκφαίνοντες, ἆρα τὰ κατ’ αἴσθησιν καὶ νοῦν καὶ λόγον τοῖς ὑπὲρ αἴσθησιν καὶ νοῦν καὶ λόγον καταλλήλως ἔχει καὶ ἁπλῶς τὰ κατὰ φύσιν τοῖς ὑπερφυῶς τελουμένοις μαρτυρεῖται καὶ συνίσταται;

Τί δὲ πάλιν ὁ αὐτὸς τοὺς αὐτοὺς προτρεπόμενος καὶ λέγων «ζηλοῦτε τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε», πάλιν πάντα λέγων, οὐδὲ γὰρ τινὰ τῶν πνευματικῶν φησι, τὰ φύσει πᾶσι προσόντα καὶ γινόμενα παραινεῖ ζηλοῦν καὶ πρὸς ἐκεῖνα σπεύδειν καὶ αὐτὸ ζηλοῦν τὸ τοῖς δαίμοσι προσόν, ἀόρατον καὶ ἀσώματον καὶ ἀτελεύτητον;

Καὶ ταῦτα γὰρ τὴν ἐκχεομένην παρὰ τοῦ ἁγίου πνεύματος χάριν κυρίως εἶναι ὁ Ἀκίνδυνός φησι. Καὶ πάλιν πρὸς τοὺς αὐτοὺς γράφων ὁ ἀπόστολος, «ἐπεὶ ζηλωταί ἐστε πνευμάτων», τουτέστι πνευματικῶν χαρισμάτων ἐρασταί, ἆρα καὶ τῶν τοῖς πονηροῖς πνεύμασιν ἐνόντων ἐραστὰς εἶναι μαρτυρεῖ, καὶ ζητεῖν παραγγέλλει περισσεύειν πρὸς οἰκοδομήν;

Εἰ δὲ κἀκεῖνοί τε καὶ πάντες οἱ προσκυνηταὶ τοῦ πνεύματος ἐρασταὶ πάντων εἰσὶ τῶν χαρισμάτων τοῦ πνεύματος, καὶ πρὸς τοῦθ’ ἡμᾶς καὶ ὁ ἀπόστολος ἐνάγων «ζηλοῦτε», φησί, «τὰ πνευματικά», πάντα δὲ τὰ κτίσματα τοῦ πνεύματος πνευματικά εἰσι κατὰ τὸν Ἀκίνδυνον χαρίσματα, ἐν δὲ τοῖς κτίσμασι τοῦ θείου πνεύματος καὶ τὰ πονηρὰ πνεύματά ἐστι, ζηλωτὰς καὶ ἐραστὰς τῶν πονηρῶν πνευμάτων ὁ Ἀκίνδυνος εἶναί τε δείκνυσι καὶ τὸν Παῦλον παραινεῖν παρίστησι τοὺς προσκυνητὰς τοῦ θείου πνεύματος.

Δέδοικα μὴ κοινωνὸς γένωμαι τῶν Ἀκινδύνου λήρων, ἔστιν οὓς ἀνακαλύπτων τε καὶ ἐξαπλῶν καὶ πολλάκις ἀνελίττων. Μήποτ’ οὖν διὰ τοῦτο παρῄνεσεν ὁ Σολομὼν «μὴ ἀποκρίνεσθαι τῷ ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ»; Ἀλλ’ οὐκ οἶμαι τοῦτο λέγειν τὸν σοφόν, ἐπεὶ μηδ’ ἀπολογεῖσθαί φησιν, ἀλλὰ μὴ ἀποκρίνεσθαι. Ἡμεῖς δ’ ἀπολογούμεθα νῦν· ἀλλ’ οὐδ’ ἀπολογούμενοι κατὰ τὴν τοῦ κατηγόρου ποιοῦμεν ἀφροσύνην.

Ἐκείνου γὰρ συκοφαντικῶς ἡμῖν καὶ τοῖς ἐκ τοῦ παντὸς σχεδὸν αἰῶνος θεολόγοις ἐπιτιθεμένου καὶ καταψευδομένου τοῦ τε θεοῦ καὶ τῶν θεοσεβῶν ἁπάντων, ἡμεῖς τὴν ἀλήθειαν ἀντιπαρεξάγομεν τῷ ψεύδει. Καὶ πᾶν ὅ,τι κατ’ ἐκείνου λέγομεν, οὐ παρ’ ἡμῶν λέγομεν αὐτῶν ἀλλ’ ἐκ τῶν αὐτοῦ λόγων ἀναφαίνομεν ὡς ἀληθῶς τικτόμενον, μὴ πρότερον τὴν ὑπ’ ἐκείνου γεγραμμένην διαστρέφοντες διάνοιαν, εἶτα τὰ ἑπόμενα τηροῦντες, ὡς ἐκεῖνος ἐπὶ τῶν ἡμετέρων καὶ τῶν θείων πατέρων συγγραμμάτων κατεργάζεται πρὸς ἀπάτην τῶν ἐντυγχανόντων, ἀλλ’ αὐτὰ τὰ παρ’ ἐκείνου μὴ γεγραμμένα μόνον ἀλλὰ καὶ δεδογμένα φανερῶς· καὶ τούτων οὐ πάνθ’ ἑξῆς, ἀλλ’ ἐν οἷς τοῖς μὴ ἐπεσκεμμένως ἀκροωμένοις δόξειέ τι λέγειν ἀνετάζοντες, ἅμα καὶ τὰς καθ’ ἡμῶν αὐτοῦ συκοφαντίας φανεροῦντες.