Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός Α΄, Κεφάλαια 8-14: Η στάση των αντιπάλων και οι δογματικές τους αντιφάσεις

Περιγραφή του διεφθαρμένου ήθους και της υποκρισίας των οπαδών του Ακινδύνου έναντι των συνοδικών αποφάσεων, με παράλληλο έλεγχο των δογματικών τους παραλογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 21

Κεφ. ηʹ. Περὶ τοῦ κατεφθαρμένου τούτων ἤθους, καὶ ὡς προσήκοντος τοῖς αὐτῶν τρόποις τοῦ κατὰ τὴν ἐμφύλιον στάσιν λαβόμενοι καιροῦ, καίτοι δὶς πρότερον κατὰ κράτος ἡττηθέντες, πάλιν ὑπ’ ἀναιδείας ἐπανίστανται τῇ εὐσεβείᾳ. Ὁρᾶτε πηλίκοις ὁ Βαρλαὰμ τοὺς οἰκείους ὀπαδοὺς περιέβαλε κακοῖς, καθ’ οἵων ὦσε, μᾶλλον δὲ συγκατέσπασε, βαράθρων τοὺς αὐτῷ φοιτήσαντας, μᾶλλον δὲ τῶν φοιτησάντων τοὺς καὶ τὴν ψυχὴν αὐτῷ πιστεύσαντας κἀν τοῖς θείοις αὐτῷ χρησαμένους διδασκάλῳ; Τὸ δὲ χεῖρον, ὡς οὐ τῶν δοξῶν μόνον, ἀλλὰ καὶ τῶν ἑαυτοῦ μετέδωκεν ἠθῶν, ᾧ δὴ καὶ κατὰ τὸ γεγραμμένον, οὐδ’ ἐξελεγχόμενοι θέλουσι σιγᾶν, ἀλλ’ ὁμοθυμαδόν, φασί, καὶ μηδὲν διαλείποντες, «θορυβῶμεν καὶ κραυγάζομεν, ἵνα μὴ διαφανὲς γένηται τὸ ψεῦδος ἡμῶν».

Τί δὲ καὶ τῆς μυσαρᾶς γνώμης τῶν πάλαι κακοδόξων ἐνέλιπον ἀζήλωτον; Ποία δὲ πίστις παρ’ αὐτοῖς, παρ’ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, οὐχ ὑπογραφαὶ οἰκειόχειροι, οὐχ ἱεραὶ σύνοδοι σεπταί, οὐ πολιτικῶν ἀρχόντων παιδείᾳ καὶ συνέσει διαφερόντων, οὐκ αὐτῶν τῶν κρίνειν κεκριμένως λαχόντων τὴν οἰκουμένην διάγνωσις, οὐ βασιλέως ἐπικυροῦντος τὰ κεκριμένα καὶ τὴν παρ’ ἑαυτοῦ συνεισάγοντος γνώμην, βασιλέως εὐσεβεστάτου καὶ μεγαλόφρονος, καὶ τῶν βασιλευομένων οὐκ ἀξίᾳ μᾶλλον ἢ μεγαλοφυΐᾳ καὶ μεγαλονοίᾳ προέχοντος; Καὶ τί ταῦτα λέγω, παρ’ οἷς οὐδὲ τὸ τῆς εὐσεβείας καὶ τῆς κατ’ αὐτὴν ἐκκλησίας ἐκκεκηρύχθαι καὶ ἀπερρῆχθαι, καὶ ὁ ἀπὸ θεοῦ χωρισμὸς δεινόν τι καὶ φρικτὸν νομίζεται; Οὗτοί εἰσιν ὡς ἀληθῶς κατὰ τὸν ἐν ἀποστόλοις κορυφαῖον, «οἳ δόξας οὐ τρέμουσι, κυριότητος καταφρονοῦσι, τολμηταί, αὐθάδεις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημεῖται, οἳ δελεάζουσι ψυχὰς ἀστηρίκτους, καὶ ἐν πλαστοῖς λόγοις ἐμπορεύονται τοὺς ἀκεραιοτέρους».

Πᾶσαν μὲν οὖν πρότερον ἔθεντο σπουδὴν μηδαμῶς ἀναγράπτους τὰς συνοδικὰς διαγνώσεις γεγενῆσθαι· τοῦτο δὲ μὴ δυνηθέντες, ὡς εἶδον ἤδη τὸν ὑπὲρ τῆς ἀληθείας Συνοδικὸν τόμον γεγραμμένον, καὶ ὅσον οὔπω μέλλοντα ταῖς πανιέροις τῶν ἀρχιερέων ἐνσημανθήσεσθαι γραφαῖς, διανιστῶσιν ἑαυτούς, τί μὲν οὐ λέγοντες, τί δὲ οὐ πράττοντες, ὥστε κωλῦσαι τελεσθῆναι ταῖς ὑπογραφαῖς. Περιήεσαν γὰρ τῶν ἀρχιερέων ἕκαστον, ἀπειλοῦντες ἅμα καὶ θωπεύοντες, νῦν μὲν μῶμον λέγοντες ἐποίσειν τῇ κατ’ αὐτοὺς ἱερωσύνῃ τὴν ὑποσημείωσιν, νῦν δ’ ἐξαίροντες ἐν μέρει τούτων ἕκαστον καὶ μὴ δεῖν ἀκόλουθα τοῖς ἄλλοις πράττειν συμβουλεύοντες. Ὡς δ’ ἐκεῖνοι κρείττους ἦσαν τῶν τοιούτων ἐρεσχελιῶν, καὶ τῆς πατριαρχικῆς χειρὸς προτέρας ὑποσημηναμένης, ἑπτὰ λογάδες στοιχηδὸν ἐπεσφραγίσαντο κατὰ τὸν προσήκοντα βαθμὸν πιστοὶ μάρτυρες τῆς ἀληθείας ἀντὶ πάντων ὄντες ἱκανοί, πάντων οἱ σπουδασταὶ τῆς ἀπειθείας ἀπογνόντες, ἀφασίᾳ περιελήφθησαν ἐπὶ καιρόν, ἅμα καὶ τὸ τῆς λαμπρᾶς αἰσχύνης ὑπόγυον ὑφορώμενοι.

Συγχύσεως δὲ μετ’ οὐ πολὺ τὰ πολιτικὰ πράγματα καταλαβούσης, καιροῦ λαβόμενοι—φασὶ γὰρ καὶ τοὺς λύκους ἀδεῶς ἐπιτιθεμένους τοῖς ποιμνίοις ἐν ταῖς καταιγίσι τέρπεσθαι—πάλιν κινοῦσιν, ὡς ἀττικὸς ἔχει λόγος, τὸν ἀνάγυρον. Ἡμῶν οὖν ἡσυχίας ἕνεκεν οὐκ ἐντὸς τῆς μεγαλοπόλεως ταύτης ποιουμένων τὴν διατριβήν, ἀνύσειν τι κἀντεῦθεν ἠλπικότες, πρῶτον μὲν ταύτην τίθενται σπουδήν, προκαταλαμβάνειν εἴ τις ἐνδημοίη πόρρωθεν τῶν μοναζόντων· ἡνίκα δ’ ἂν ἐντύχοιεν, πολλὴν αὖθις ἐπιδείκνυνται σπουδὴν ὥστ’ ἐνδεῖν σφίσιν αὐτοῖς καὶ ἀναπείθειν κατ’ αὐτοὺς φρονεῖν.

Τούτους οὖν ἀνεπιγνώμονας ὄντας τῶν γεγενημένων, τοῦτο μὲν ἡμῶν ἀδεῶς καταψευδόμενοι, τοῦτο δὲ παρεξηγήσεις λόγων πατερικῶν παράγοντες, πρὸς δὲ καί τινας ἄλλους τῶν ἀκεραιοτέρων συναρπάζοντες, φατρίαν τινὰ περὶ αὐτοὺς ποιοῦνται πάλιν. Ἡ δὲ φατρία οὐκ ἀγενής. Ἔστι μὲν γὰρ οὓς ἐπιληψία κατὰ τὰς περιόδους ἁλισκομένους ἔχει τῆς σελήνης—ἐπιτηρεῖ γὰρ ὁ δαίμων τὸν καιρόν, κατὰ τὸν Χρυσόστομον πατέρα, τοῦ πείθειν ἕνεκεν τοὺς ἀνοήτους—ὡς τῶν οὐρανίων ἐξῆπται τὰ καθ’ ἡμᾶς· οἱ δ’ ὑπόλοιποι, τὸν τρόπον οὐ λίαν εἰσὶν ἀποδέοντες αὐτῶν, ὑπὸ γὰρ τοιούτοις ἀξιοῦσι ζῆν. Ὅταν τοίνυν μὴ δοκῇ τῷ δαίμονι, τὰς ἐν ἐγκεφάλῳ διεξόδους τοῦ ψυχικοῦ πνεύματος ἐμφράττοντι καὶ λυμαινομένῳ τὰς ἐκεῖθεν προϊούσας ἐνεργείας, σπασμὸν ἐνεργάζεσθαι τοῖς συνεκτικοῖς τοῦ σώματος μορίοις, κἀντεῦθεν ῥιπτεῖν καὶ συμπνίγειν ἐπὶ γῆς αὐτούς, ἀνὰ τὴν πόλιν περιάγει πᾶσαν, νῦν μὲν ἐπ’ αὐτὰς ἄγων τὰς ἀγορὰς καὶ τὰς τριόδους, νῦν δ’ ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπ’ αὐτοὺς αὐτῶν τοὺς οἴκους, ὡς καὶ τὰς συζύγους περιβομβήσειαν, ἐκεῖνα λέγοντας ἃ καὶ μικρόν τις ἐπιστήσας γνοίη ἂν διανοίας ὄντα δαιμονιώδους ὄντως καὶ κατηλογημένης, καὶ μηδ’ εἰδυίας ἑαυτῇ γοῦν ἀκολούθως προϊέναι.

Κεφ. θʹ. Ὅτι μηδ’ ἑαυτοῖς ἀκόλουθα οἱ τοιοῦτοι φθέγγονται, μᾶλλον δὲ καὶ εἰς τἀναντιώτατα περιτρέπονται κακά· διὸ καὶ ταῖς ἐκ διαμέτρου δυσσεβείαις καθεστᾶσιν ἔνοχοι. Τί γὰρ ἀσυνετώτερον τοῦ λέγειν, ὡς, καθάπερ ἐν τοῖς ἀναισθήτοις καὶ ἀλόγοις, οὕτω καὶ ἐν τοῖς ἁγίοις ὁ θεός, τοὺς δὲ λέγοντας μεγίστην εἶναι τὴν τῆς ἐνοικήσεως διαφοράν, ὡς μηδ’ ἐνοικεῖν μηδ’ ἐμπεριπατεῖν λέγεσθαι τὸν θεὸν εἰ μὴ ἐν τοῖς ἁγίοις μόνοις, δυσσεβεῖς διὰ τοῦτο μαρτυρεῖν;

Τί δέ, ὅταν κατ’ ἐνέργειαν μὲν εἶναι μεθεκτὸν τὸ θεῖον ὡς ὑπερφυὲς λίαν ἀπαναίνωνται, κατ’ οὐσίαν δ’ εἶναι μεθεκτὸν ἅπασι διισχυρίζωνται; Τί δ’ ὅταν ἐνεργῇ μὲν τὸν θεὸν λέγωσιν, ἐνέργειαν δὲ μηδαμῶς ἔχειν ἀποφαίνωνται;

Τί δ’ ὅταν διατείνωνται καὶ οὐσίαν ἄκτιστον καὶ ἐνέργειαν ἄκτιστον ἐπὶ θεοῦ ὁμολογεῖν, εἶθ’ ἓν εἶναι καὶ ἀδιάφορον παντάπασι τῇ ἀκτίστῳ οὐσίᾳ τὴν ἄκτιστον ἐνέργειαν, καὶ τοὺς μὴ ἓν ταῦτα καὶ ἀδιάφορον παντάπασι φρονοῦντας ἀσεβείας γράφεσθαι; Εἰ γὰρ ἓν παντάπασίν ἐστι, κακῶς ὁμολογεῖν ἀμφότερά φασιν. Εἰ δ’ ἐπιφαίνεταί τις ἐν αὐτοῖς διαφορά, τίς ὁ τηλικοῦτος πόλεμος πρὸς τοὺς τοῦτο λέγοντας;

Τί δ’ ὅταν θεοποιὸν μὲν ἀκούοντες δῶρον ἀλλ’ οὐ θεοπεποιημένον, κτίσμα τοῦτο λέγωσι, θέωσιν δὲ καὶ χάριν ἄκτιστον ἀκούοντες, τὸ ἅγιον εἶναι τοῦτο πνεῦμα φάσκωσι; Τί γὰρ ἄλλο θέωσις ἢ τὸ δῶρον τὸ θεοποιόν; Τί δὲ ὅτε τὸν μὲν Βαρλαὰμ ὡς κακόδοξον ἐκβάλλουσι καὶ ἀναθέματι καθυποβάλλουσιν, ὡς ἀρειανοὶ τὸν ἀρειανὸν Ἀέτιον, καὶ οἱ ἀρμένιοι τὸν Εὐτυχῆ καὶ τὸν Διόσκορον, εἶτα τὰ αὐτὰ ἐκείνῳ κατὰ τούτους πάλιν δογματίζουσι; Τί δ’ ὅταν ἀνερυθριάστως λέγωσιν οὐχ ἡμῖν ἀλλ’ ἐκείνοις συμφωνεῖν τὸ τῆς συνόδου γράμμα, τὸ δι’ ἡμᾶς ἀντικαταστάντας ἐκείνοις γεγονός, καὶ ἡμῖν ἐκδεδομένον καὶ παρ’ ἡμῖν ὑπάρχον εἰς δικαίωμα καὶ ἀπόδειξιν τῆς ὑπ’ αὐτῶν ἀντιλεγομένης ἀληθείας;

Κεφ. ιʹ. Ὅτι κατὰ τῆς ἑαυτῶν κεφαλῆς καὶ τὸν Συνοδικὸν ἐπιχειροῦσι παρεξηγεῖσθαι τόμον, καὶ ὡς τοῖς ἐκεῖ {πιχειροῦσι παρεξηγεῖσθαι τόμον, καὶ ὡς τοῖς ἐκεῖ φρικώδεσιν ἀφορισμοῖς καὶ ταῖς ἐγγράφοις ἀποκηρύξεσι πολλαχῶς ἀναφαίνονται διατελοῦντες ἔνοχοι.} Ἀλλὰ καὶ τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς, ὃ πρότερον φάσμα καὶ κτίσμα διαρρήδην βλασφημοῦντες ἔλεγον, νῦν δ’ ἄκτιστον σὺν δόλῳ λέγουσιν. Ἂν γάρ τις αὐτοῖς φῇ· καὶ μὴν ὑμεῖς ἄκτιστον εἶναι τὴν οὐσίαν μόνην διαβεβαιοῦσθε τοῦ θεοῦ· τί οὖν, τοῦτο τὸ φανὲν φῶς ἔστιν ἡ οὐσία τοῦ θεοῦ; μεταβαλόντες εὐθὺς οἱ γενναιόφρονες, ἄκτιστον, φασίν, ὁμωνύμως τοῦτο λέγομεν, τουτέστι ψευδωνύμως.

Οὕτως αὐτοῖς σύμφωνόν ἐστι τὸ τῆς συνόδου γράμμα. Καὶ μὴν εἴ τις αὐτοῖς ἐπιτιμῴη μηκέτι μάτην τολμᾶν ἀναισχυντεῖν, μᾶλλον δ’ ἐπὶ κακῷ μεγίστῳ ἑαυτῶν—ἀφορισμῷ γὰρ ἐγγράφῳ καθυποβέβληται καὶ ἀπεκηρύχθη καὶ ἀποβέβληται τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ὅστις ἂν φανῇ πάλιν τῶν μοναχῶν κατηγορῶν ἢ ὅλως καθαπτόμενος, ἐν οἷς ὁ Βαρλαάμ, ἀλλὰ καὶ κινεῖν ὅλως τινὰ περὶ τούτων καὶ τῶν τοιούτων εἰς τὸ ἑξῆς ἐγγράφως ἀπηγόρευται—τίς αὐτῶν ἡ ἀναντίρρητος ἀπολογία; «Τοὺς λέγοντάς τι τῶν κακῶς εἰρημένων τῷ Βαρλαὰμ ἀφώρισε», φησί, «τὸ τῆς συνόδου γράμμα· καὶ τοὺς τῶν ἀντικειμένων ἡμῖν καταργεῖ λόγους, ἀλλ’ οὐ τοὺς ἡμετέρους». Πῶς, ὦ βέλτιστοι; «Κακοδόξως ἔγραψεν ἐκεῖνος», ἀντεῖπον οὗτοι.

Καὶ τοῦτ’ ἔδειξαν αὐτὸ καὶ συμψήφους ἔσχον τοὺς κριτάς. Πῶς οὖν οἱ τούτων καταργοῦνται λόγοι; Καὶ μὴν οὐ τοῖς προαπολελογημένοις ἀλλὰ τοῖς εἰς τὸ ἑξῆς κινοῦσιν ἐκεῖ φανερῶς ἐπιτιμᾷ, οἵτινες ὑμεῖς ὄντες, φανεροὶ γεγόνατε τοῖς πᾶσι νῦν. Ἡμεῖς δ’ οὐδὲ τὴν ἀρχὴν πρότερον κεκινήκαμεν· τὴν δ’ ἀλήθειαν ἐπεκδικοῦντες καὶ καθαιροῦντες τὰ τῷ Βαρλαὰμ κακοδόξως εἰρημένα, ὡς καὶ τοῦθ’ ὁ Τόμος ἡμῖν συμμαρτυρεῖ, λόγους ὁμολόγους τοῖς ἁγίοις ἐλαλήσαμεν καὶ συνετάξαμεν, ἀφ’ ὧν ὁ Βαρλαὰμ ἐξελήλεγκται κακοδόξως ἐπιθέμενος τοῖς μοναχοῖς, καὶ μετ’ ἐκεῖνον ὁ τῆς ἐκείνου πονηρᾶς δόξης μαθητὴς καὶ διάδοχος Ἀκίνδυνος, ὃ καὶ μετὰ τὴν συνοδικὴν ἀμφοτέρων καταδίκην δι’ ἐγγράφου κεκύρωται συμβόλου. Τέλος οὖν γέγονε ταῖς πρὸς αὐτοὺς ἡμετέραις ἀντιρρήσεσι δεξιώτατον. Τίς ἔτι λοιπὸν ὁ περὶ τούτων λόγος;

Ἆρ’ οὐ δῆλον ὡς ὑμᾶς τοὺς ἔπειτα περὶ τῶν αὐτῶν κινήσοντας καὶ τῶν αὐτῶν αὖ κἀπὶ τοῖς αὐτοῖς κατηγορήσοντας ἡ τοῦ Χριστοῦ ἐκκλησία προλαβοῦσα καλῶς καὶ δικαίως ἀπεκήρυξε καὶ ἀφορισμῷ καθυπέβαλε φρικωδεστάτῳ;

Τί δέ, οὐχὶ τοῦθ’ ὃ καὶ ὑμεῖς ἀρτίως αὐτοῖς ῥήμασι περιαγγέλλετε, «διθεΐας ἔγκλημα τοῖς μονάζουσιν ἐπεχείρησεν ὁ Βαρλαὰμ προστρίψασθαι», μὴ ὅτι τὴν τοῦ θεοῦ οὐσίαν ἀλλὰ καὶ τὴν θεοποιὸν χάριν, αὐτὴν τὴν λαμπρότητα τῆς θείας φύσεως, ἄκτιστον δοξάζουσι, καθ’ ὃ καὶ ἀνεφάνη κακοδόξως μὲν ἐκεῖνος λέγων, οἱ δὲ μοναχοὶ ἀθῷοι καὶ τῆς κατ’ αὐτῶν ἀνώτεροι κατηγορίας ὡς στέργοντες καὶ ἐμμένοντες ταῖς τῶν ἁγίων περὶ τῆς τοιαύτης χάριτος ἐξηγήσεσι καὶ παραδόσεσι, καθάπερ ἐπ’ αὐτῶν τῶν λέξεων τὸ τῆς συνόδου γράμμα διαδείκνυσιν, ὃ καὶ αὐτὸς νῦν ὁ Βαρλαὰμ συμμαρτυρεῖ, φυγὰς ὑπ’ αἰσχύνης γεγονώς; Ἀκίνδυνος οὖν ὑπ’ ἀδεκάστοις δικασταῖς, οὐχ ἅπαξ, οὐδ’ ἑνὶ τρόπῳ μόνον, ἀλλὰ καὶ πολλάκις καὶ πολλαχῶς τοῖς ἐγγράφοις ἀφορισμοῖς καὶ ταῖς φρικταῖς ἐκείναις ἀποκηρύξεσιν ἔνοχος φανεῖται δικαίως.

Ἵνα γὰρ τὴν πρὸ τῆς ἐγγράφου ψήφου συνοδικὴν αὐτοῦ παρῶ καταδίκην, —εἴπερ κατὰ τὴν ἔγγραφον ἀπόφασιν ταύτην «ὅ,τι τῶν ὑπὸ τοῦ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ κατὰ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων, φανεὶς πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ καθυποβάλλεται»—πῶς οὐ πολλαπλασίου καταδίκης ἄξιος ὁ τοσαῦτ’ ἔπειτα τῶν ἐκείνου κατ’ αὐτῶν λέγων καὶ συγγραφόμενος, μᾶλλον δ’ ἐν πᾶσι τούτων ἅπτεσθαι πειρώμενος αὖθις, εἰ καὶ λανθάνειν δολίως πραγματευόμενος ἔστιν ἃ κατὰ ῥῆμα μετασκευάζει, τῆς ἐκείνου διανοίας ἀπρὶξ ἐχόμενος; Ἀλλ’ ἐθελοκωφεῖ μὲν πρὸς τ’ ἄλλ’ οὗτος κατὰ τῆς ἑαυτοῦ ψυχῆς καὶ τῶν ὑπ’ αὐτοῦ παρασυρομένων δολίως, κακουργεῖ δὲ τὸ τῆς ἀποφάσεως τουτὶ γράμμα γράφων· «ὑπεύθυνον ἀποφαίνεσθαι τὸν αὖθις κατηγοροῦντα τῶν μοναχῶν, οὐχ ἅπερ ἁπλῶς εἶπεν ὁ Βαρλαάμ, ἀλλ’ ἃ κατὰ τῶν μοναχῶν εἶπε ‘βλασφήμως καὶ κακοδόξως’», καίτοι τοῦτο, τοῦτο τίθησι καταφανές, ὡς ἃ κατ’ αὐτῶν εἶπε, βλασφήμως καὶ κακοδόξως ἐκεῖνος εἶπεν.

Οὐ μήν, ἀλλ’ εἰ μὲν τῶν μοναχῶν μόνον ἐμνημόνευεν ὁ Τόμος, εἶχεν ἄν τινα χώραν ἡ κακουργία, κἂν ἐξίτηλον ἄγαν. Ἐπεὶ δ’ εἰπὼν τῶν «βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν λαληθέντων ἢ συγγραφέντων», ἐπήγαγε, «μᾶλλον δὲ τῆς ἐκκλησίας αὐτῆς», ἆρ’ οὐ ταυτό φησιν εἶναι τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τοὺς μοναχοὺς ὡς διὰ πάντων κατ’ εὐσέβειαν ἀσφαλεῖς, κἀντεῦθεν κοινὴν αὐτοῖς καὶ τῇ ἐκκλησίᾳ τὴν ἀπ’ ἐκείνου γεγενῆσθαι κατηγορίαν; Ἆρα δ’ ἔφη τι κατὰ τῆς ἐκκλησίας ἐκεῖνος, ταυτὸ δ’ εἰπεῖν κατὰ τῶν μοναχῶν—καὶ γὰρ ἄμφω συμπεριείληφεν ἡ ἀπόφασις— ὃ μὴ βλασφήμως καὶ κακοδόξως ἐκεῖνος ἔφη; Τὸ δὲ καὶ τὴν ἐκκλησίαν αὐτὴν καθ’ ἑαυτῆς τοῦτο διὰ τοῦ Τόμου μαρτύρεσθαι λέγειν, οὐ μετὰ τῆς περιφανεστάτης συκοφαντίας, καὶ παραπληξίας ἐστὶν ἐσχάτης;

Καὶ μὴν ἡ τοῦ Χριστοῦ ἐκκλησία, κατὰ Παῦλον εἰπεῖν, «στύλος ἐστὶ καὶ ἑδραίωμα τῆς ἀληθείας», ἧς πύλαι κατὰ τὴν θεσπεσίαν ἐπαγγελίαν οὐ κατισχύσουσιν ᾅδου, Βαρλαὰμ δηλονότι καὶ τῶν οἷος αὐτὸς τὰ βλάσφημα στόματα.

Κἂν γάρ τινας φενακίσαντες παρασύρωσιν, οὓς δήποτ’ ἂν καὶ ὁπόσους, ἐκείνους τῆς ἱερᾶς ἐκκλησίας ἐκβάλλουσιν, αὕτη δὲ μένει μηδὲν ἧττον ἀσφαλὴς καὶ ἀκράδαντος, ἐστηριγμένη παγίως οἷς ἐπεστήρικται ἡ ἀλήθεια. Καὶ γὰρ οἱ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ὅλοι τῆς ἀληθείας εἰσί, καὶ οἱ μὴ τῆς ἀληθείας ὄντες καθάπαξ, οὐδὲ τῆς τοῦ Χριστοῦ ἐκκλησίας εἰσί. Πῶς οὖν οὐ πάνθ’ ἃ «κατὰ τῶν μοναχῶν» ὁ Βαρλαάμ, «μᾶλλον δὲ κατὰ τῆς ἐκκλησίας αὐτῆς», εἶπεν ἢ συνεγράψατο, «βλασφήμως καὶ κακοδόξως» εἶπέ τε καὶ συνέγραψε;

Μεταξὺ μέντοι λέγων, εἶπεν ἄν τι καὶ τῶν ὀρθῶν, μᾶλλον δὲ οὐχ ἓν ἀλλὰ καὶ πολλά. Τί γὰρ καὶ Νεστόριος, Εὐτυχής τε καὶ Πύρρος βλασφήμως καὶ κακοδόξως εἰρήκεσαν πλὴν τῶν κατὰ τὴν ἔνσαρκον θείαν οἰκονομίαν, ἀλλὰ καὶ κατ’ αὐτὴν τῶν εἰρημένων αὐτοῖς βλασφήμως καὶ κακοδόξως;

Ἔστι δ’ ἃ περὶ θεοῦ καὶ Ἄρειος καὶ Σαβέλλιος οὐ κακῶς ἔλεγον. Οὐκοῦν καὶ ὁ Βαρλαάμ· διὰ τοῦτο πρόσκειται τὸ «βλασφήμως καὶ κακοδόξως». Σὺ δ’ ἑάλως, τὸ τοῦ λόγου, τοῖς σαυτοῦ πτεροῖς. Δῆλος γὰρ ἤδη γέγονας περιφανῶς κατὰ τῆς ἱερᾶς ἐκκλησίας καὶ λέγων καὶ συγγραφόμενος πάνθ’ ὅσα λέγεις τε καὶ συγγράφῃ.

Τοῦτο γὰρ ἰσχυρίζῃ τρανῶς, ὡς «ἔστιν ἃ κατὰ τῆς ἐκκλησίας λέγων ὁ Βαρλαὰμ ἀληθῶς ἔλεγε, καὶ δικαίως αὐτῆς κατηγόρει». Καὶ ταῦτα νῦν διαδεξάμενος ἐκεῖνον αὐτός, διὰ λόγων καὶ συγγραμμάτων ἐξελέγχεις μακρῶν. Εἶθ’ ὑποκρινόμενος τὴν πρὸς αὐτὴν ὁμόνοιαν, ἐπ’ αὐτῆς τῆς ἱερᾶς ἐκκλησίας παρρησιάζῃ κατ’ αὐτῆς, κατὰ τὸ αὐτὸ τὴν αὐτὴν ὀρθόδοξόν τε καὶ κακόδοξον ἀναφαίνειν πειρώμενος. Ἆρ’ ἔχει τις ἀσεβεστέραν καὶ μιαρωτέραν τῆς σῆς ταύτης ἐπιδεῖξαι διπλόης;

Κεφ. ιαʹ. Ὅτι περὶ πάντων ὧν ὁ Βαρλαὰμ πρότερος, καὶ μετ’ αὐτὸν ὁ Ἀκίνδυνος, κατὰ τῆς εὐσεβείας ἐπεχείρησε λέγειν, διαλαμβάνει καὶ ἀποφαίνεται ὁ προβὰς ἐπὶ ταῖς αὐτῶν καταψηφισαμέναις μεγίσταις συνόδοις τόμος. Τίνα δὲ καὶ τῶν ὑπὸ τοῦ Βαρλαὰμ κατὰ τῶν μοναχῶν εἰρημένων κατηγοριῶν ὁ Τόμος οὐκ ἐθριάμβευσεν; Οὐ τὰ περὶ τῆς θείας οὐσίας; Οὐ τὰ περὶ τῆς ἀκτίστου καὶ θεοποιοῦ ἐνεργείας καὶ χάριτος; Οὐ τὴν σήν τε κἀκείνου φρενοβλαβῆ διὰ ταῦτα καὶ ματαίαν ὡς ἀληθῶς ἐγχείρησιν—τὸ τῆς διθεΐας κατηγόρημα λέγω—καὶ τὴν κατὰ τοῦτο δαιμονικὴν ὑμῶν ἔνστασιν; Οὐ τὰ περὶ τοῦ ἀνάρχου καὶ ἀνεσπέρου φωτός; Οὐ τὰ περὶ τῆς εἰς τοῦτο φερούσης πάντων μάλιστα κατὰ νοῦν ἡσυχίας καὶ νήψεως; Οὐ περὶ αὐτῶν τῶν ῥημάτων τῆς κατ’ αὐτὴν ἱερωτάτης προσευχῆς; Οὐ ταῦτα πάντα διὰ τῶν ἐκ τῆς θεοπνεύστου Γραφῆς ὑπὸ τῶν μοναχῶν προβεβλημένων ἀσφαλῶς τὰ πάντα λέγειν καὶ φρονεῖν αὐτοὺς ὁ Τόμος παρέστησεν; Εἰ τοίνυν πάντα καταλέξας ἐπήνεγκε τὴν ἀπόφασιν, πῶς οὐκ ἀπεφήνατο κατὰ πάντων;

Μνημονεύει δὲ πάντων, μάλιστα τοῦ κατὰ τὸ Θαβώριον ἐπιφανέντος φωτός, ἐπεὶ τῶν τοιούτων ἐκεῖνο πάντων περιληπτικόν ἐστι καὶ δεικτικόν. Δι’ αὐτοῦ γὰρ κατὰ τὸν θεῖον Μάξιμον πᾶν εἶδος θεολογίας, καὶ τοὺς τῶν μυστηρίων πνευματικοὺς ἐκπαιδευόμεθα λόγους. Ἐπεὶ τοίνυν διὰ τούτου κατὰ πάσης ὁ Βαρλαὰμ θεολογίας καὶ θεωρίας θείας ἐχώρησε, καθάπερ καὶ σὺ μετ’ ἐκεῖνον, ἐκ τούτου καὶ ἡμεῖς καλῶς ποιοῦντες, πάσης ὑπεραπολελογημένοι θεωρίας καὶ θεολογίας, διὰ πάντων ἐκεῖνον, καθάπερ καὶ σὲ μετ’ ἐκεῖνον, αἰσχύνῃ λαμπρᾷ, θεοῦ συναιρομένου, περιβάλλομεν. Ἀλλὰ καὶ νῦν καὶ εἰς τὸ ἑξῆς, οὐδὲν ἧττον διὰ τουτωνὶ τῶν γραμμάτων αἰσχύνομέν τε καὶ αἰσχυνοῦμεν τοὺς σοὶ παραπλησίως εἰς κτίσμα κατασπᾶν ἐγχειροῦντας τὴν τοῦ θεοῦ δόξαν καὶ βασιλείαν, τὴν τῆς φύσεως αὐτοῦ λαμπρότητα, τὸ μέγα ἐκεῖνο καὶ ἄναρχον καὶ ἀΐδιον καὶ ἀπόρρητον φῶς.

Κεφ. ιβʹ. Μετρία προτροπὴ τοῖς Βαρλααμίταις πρὸς ἐπιστροφὴν καὶ τοῖς εὐσεβεῖν αἱρουμένοις πρὸς τὴν τούτων ἀνεπιστρόφως ἐχόντων ἀποτροπήν. Εἰ δ’ ἄρ’ ἐφίεσθε, πρὸς τοὺς τοιούτους φαίη τις ἄν, τῆς αἰσχύνης ἀπηλλάχθαι, καὶ τῆς νῦν καὶ τῆς μελλούσης ἐκείνης τῆς φρικωδεστάτης, ἀπόσχεσθε τοῦ ψεύδους καὶ τοῦ συνηγορεῖν ἀφέμενοι τῷ σκότει, τῷ φωτὶ σπείσασθε καὶ φωτὸς ἔργα τῇ πίστει τοῦ φωτὸς ἐποικοδομῆσαι σπεύσατε καὶ δι’ ἐμμελοῦς ἀγωγῆς ὁδεύσατε πρὸς τὴν λάμψιν αὐτοῦ· φῶς γὰρ ἡλίου δικαιοσύνης καὶ ἀληθείας ἐστί, καὶ τοῖς τούτων ἀπῳκισμένοις οὐ μόνον οὐκ ἐπιφαίνειν ἀλλ’ οὐδὲ πιστεύεσθαι πέφυκεν. Ἀσπάσασθε τοίνυν ἀρετὴν καὶ ἀλήθειαν, ἵν’ ἐντεῦθεν τῷ φωτὶ πλησιάσαντες, κατὰ τὴν ἐπηγγελμένην αὐτοῦ καὶ μέλλουσαν ἐκείνην ἀνέκφραστον ἔκφανσιν ἀκαταισχύντως πρὸς αὐτὸ βλέποντες, τῇ ἀπορρήτῳ ἐκείνῃ αἴγλῃ θείως καὶ ἀπορρήτως ἐνσημανθείητε τὴν τῆς ψυχῆς ὄψιν, καὶ δι’ αὐτῆς τὴν τοῦ σώματος, υἱοὶ γεγονότες τοῦ ἀδύτου φωτός.

Ἀλλὰ γὰρ κωφοῖς ἐοίκαμεν ᾄδειν, πρὸς αὐτοὺς ἀποτείνοντες τοὺς λόγους καὶ τοιαῦτ’ εἰσηγούμενοι. Οὐκοῦν ὑμεῖς, οἷς ἐστιν ἀκούειν ὦτα, φυλάξασθε τὴν ἀπὸ τούτων βλάβην. Οὐ μικρόν ἐστι κοινωνεῖν τοῖς συνηγόροις τοῦ σκότους· οὐ μικρόν ἐστι διδόναι τινὰ τούτοις αὖ χώραν παρρησίας κατὰ τοῦ ἀνάρχου καὶ ἀνεσπέρου φωτός, τῆς κοινῆς τῶν εὐσεβῶν ἐλπίδος· οὐ μικρόν ἐστι βλάβος καὶ χαίρειν λέγειν τοῖς ἐγγράφως, καὶ ταῦτ’ ἐπὶ τοιούτοις, ἀφωρισμένοις καὶ ἀποκεκηρυγμένοις, ἐπιτετιμημένοις τε καὶ ἀποβεβλημένοις τοῦ τε θεοῦ καὶ τῆς αὐτοῦ καθολικῆς ἐκκλησίας. «Μὴ κοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε», φησὶν ὁ ἀπόστολος. Οἱ δὲ κατὰ τῆς εὐσεβείας λόγοι τῶν τοῦ σκότους ἔργων πρὸς κοινωνίαν εἰσὶ χαλεπώτεροι. «Πάντες μὲν ἥμαρτον», ὁ αὐτός φησι, «καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι».

Τὸ γὰρ περὶ πρᾶξιν ἡμῶν ἐνδέον ἐν τῇ τῶν θείων ἐντολῶν ἐργασίᾳ τὸ ὑπερβάλλον ἀναπληροῖ τῆς θείας φιλανθρωπίας. Περὶ δὲ τῶν μὴ θερμῶς ἀντεχομένων τῆς κατ’ εὐσέβειαν ἀληθείας, ἀλλ’ οἷον ὑποψυχομένων ἐν τῇ τῶν αἱρετικῶν κοινωνίᾳ, διὰ τῆς Ἀποκαλύψεως ὁ Κύριος εἶπεν, «οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· καὶ ὅτι χλιαρὸς εἶ, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου». Ἀλλ’ οὐδὲ μικρόν ἐστιν ὃ παραχαράττουσι τῶν εὐσεβῶν δογμάτων οἱ νεήλυδες καθηγηταὶ τῆς, ὡς αὐτοί φασιν, ἀκριβείας τῶν δογμάτων. Ἀκηκόατε τὰς ἐκβαινούσας βλασφημίας ἐκ τῶν παρ’ αὐτῶν πρεσβευομένων καὶ προτεινομένων· ἆρ’ οὐ πάσης πονηρᾶς αἱρέσεως ἀνακεφαλαίωσις ἡ τούτων ἀναπέφηνε κακοφροσύνη;

Κεφ. ιγʹ. Ὅτι καιρίως καὶ ἀκολούθως τοῖς ἑαυτοῦ πονηρεύμασιν ὁ ἀρχέκακος τῇ τοῦ θεοῦ θείᾳ χάριτι διὰ τῶν αὐτῷ πειθομένων νῦν ἐπεστράτευσεν. Δοκεῖ δ’ εἰς καιρὸν ἐπεγεῖραι τοὺς αὐτῷ κατὰ τῆς τοῦ θεοῦ θείας χάριτος συμμαχήσοντας ὁ πρῶτος ἀποστάτης καὶ τῶν τοιούτων πονηρὸς προστάτης. Τοῦ μὲν γὰρ πατρὸς ὑπὸ Μωσέως κηρυχθέντος, Ἕλλησι κατεχρήσατο συμμάχοις πρὸς ἀθέτησιν. Καὶ μετ’ ἐκείνους, κατὰ τῆς τοῦ υἱοῦ θεότητος ἐπιφανείσης, ἐξέμηνεν Ἄρειον καὶ Ἀέτιον καὶ Εὐνόμιον· εἶτα κατὰ τοῦ θείου πνεύματος Μακεδόνιον. Νῦν οὖν ἀκολούθως, μετὰ τὸν κατὰ τῆς τριάδος πόλεμον, ἐπιστρατεύει τῇ κοινῇ τῶν τριῶν τῆς θεώσεως ἐνεργείᾳ καὶ χάριτι. Καὶ γὰρ οἶδεν ὡς, εἰ ταύτην ἀπιστηθῆναι δυνήσεται παρασκευάσαι, συναπαρτίσει πάλιν τὸ πᾶν αὐτῷ τῆς προθέσεως, μηδὲν ἡμᾶς ἀπόνασθαι τῆς περὶ ἡμᾶς προτέρας ποικίλης τοῦ θεοῦ προνοίας ἀφείς. Ἀλλ’ ἡμεῖς κατὰ μίμησιν τῶν ἱερῶν πατέρων, γενναῖοι στῶμεν καὶ ἀντιστῶμεν, καὶ φεύξεται, κατὰ τὸ λόγιον, ἀφ’ ἡμῶν καὶ τῆς φυγῆς ἄκων δεῖγμα παρέξει τὴν τῶν αὐτῷ συμμαχούντων μετ’ αἰσχύνης φυγήν.

Κἂν τοίνυν τὰς ἀκριβῶς αὐτοὺς διελεγχούσας λέξεις καὶ πᾶσαν ἀποτειχιζούσας αὐτῶν ἐπίνοιαν ἀσεβῆ φιλονεικῶσιν ἐκβαλεῖν οἱ καινοὶ τῆς καινῆς αἱρέσεως προστάται, καθάπερ ἀρειανοί ποτε τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας, ἄηθες καὶ ἄγραφον καὶ τὰ τοιαῦτα λέγοντες, ἐροῦμεν πρὸς αὐτοὺς τὸ τοῦ μεγάλου Βασιλείου, ὅτι «κἂν ἀγράφους τις λέγῃ λέξεις, οὐδὲν διαφέρει, ἕως ἂν εὐσεβῆ τὴν διάνοιαν ἔχῃ· οἱ δὲ αἱρετικοί, κἂν τοῖς ἀπὸ τῶν Γραφῶν χρήσωνται, οὐδὲν ἧττον ὕποπτοι καὶ τὸν νοῦν διεφθαρμένοι». Καίτοι οὐδ’ ἀγράφους τοῖς πατράσι λέξεις ἐκαινοτομήσαμεν ἡμεῖς.

Κεφ. ιδʹ. Ὅτι πρὸς ἃ Βαρλαὰμ καὶ Ἀκίνδυνος σκανδαλίζεσθαι πλάττονται καὶ ταῦτ’ ἔλεγχός ἐστι τῆς αὐτῶν κακοδοξίας. Κἂν αὖθις προφασίζωνται σκανδαλίζειν ἔστιν οὓς τὰ ῥήματα, κατὰ τὸν αὐτὸν αὖθις ἀπολογησόμεθα λέγοντες· «εἰ μὲν αὐτὰ καθ’ ἑαυτὰ τὰ ῥήματα τυγχάνει τούτοις εἰς σκάνδαλον, ἔδει μή τινας, ἀλλὰ πάντας ταυτὸν ἐκείνοις πάσχειν ἐξ αὐτῶν». Εἰ δὲ οἱ μὲν ἄλλοι πάντες ἀγαπῶσι ταῦτα, καὶ μάλιστα τῶν ἄλλων οἷς σύνεσις καὶ πεῖρα τῶν λεγομένων ἀκριβής, ἐπιμαρτυροῦσι δὲ αὐτοῖς ἐγγράφως οἱ ἔκκριτοι τῶν κατὰ τὸ Ἅγιον Ὄρος ἐνδιαιτωμένων διὰ βίου καὶ τῶν κατὰ τὴν Θεσσαλονίκην τὸν ἱερὸν καὶ ἡσύχιον ἀσπαζομένων βίον, οὐκ ἀριδήλως δείκνυται ὡς οὐ τὰ ῥήματά τισιν αἴτια, ἀλλ’ ἡ κακόνοια τῶν παρεξηγουμένων ταῦτα;

Καὶ οἱ αἰτιώμενοι γὰρ τὰς ἐπιστολὰς τοῦ ἀποστόλου, οὐκ αὐτοῦ ἀλλὰ τῆς ἑαυτῶν στρεβλῆς διανοίας κατήγοροι γεγόνασιν. Ἐπεὶ τίνες εἰσὶν οὓς προφασίζονται σκανδαλίζεσθαι καὶ θορυβεῖσθαι; Τῶν μὲν ἄλλων οὐδείς. Εἰ δὲ τῶν τῷ Βαρλαὰμ πεφοιτηκότων, καὶ τούτων οἱ μάλιστα τῶν ἄλλων ὑπ’ αὐτοῦ διεφθορότες, οἱ τοῦτο πάσχοντές εἰσι, τί θαυμαστὸν εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν τὰς κακονοίας ἄχθονται καὶ τὴν ἑαυτῶν ἀπάτην ἐκδικεῖν ἐφίενται; Τοιγαροῦν ἄχθος, ἀλλ’ οὐ σκάνδαλόν ἐστιν αὐτοῖς τὰ ῥήματα, στηλογραφία ὄντα τῆς αὐτῶν κακοδοξίας. Καὶ τοίνυν παυσάσθωσαν γογγύζοντες, ἵνα μὴ δήλους ἑαυτοὺς ποιῶσι νοσοῦντας τὰ ἐκείνου, καὶ ἡμᾶς εἰς ἀνάγκην ἄγωσιν, ἐπισκεπτομένους αὐτοὺς κατὰ τὴν ἐντολήν, ἅμα καὶ τὴν ἐκ τῆς σιωπῆς ζημίαν λογιζομένους μὴ παρ’ ἡμᾶς σιγῶντας ἡ κακία λάβηται νομῆς, τοῖς καταλλήλοις πρὸς αὐτοὺς χρῆσθαι τῷ σφῶν νοσήματι φαρμάκοις, ὁποῖά ἐστι καὶ τὰ ὑποτεταγμένα ἐνταυθοῖ συγγράμματα.

Τὸ μὲν γὰρ διενηνοχέναι τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ἐν τῷ πρὸ τοῦδε λόγῳ, θεοῦ συναιρομένου, προϋπεδείξαμεν. Ἐν δὲ τῷ πέρας εἰληφότι νῦν ἀναπέφηνε σαφῶς, ὡς ταῖς ἐξ αἰῶνος πάσαις πονηραῖς αἱρέσεσι πύλας ἄντικρυς ἀναπετῶσιν αὖθις οἱ ταύτην ἀθετοῦντες τὴν εὐσεβῆ διαφορὰν καὶ τὴν κατ’ αὐτὴν ἐπὶ τοῦ θεοῦ διάκρισιν. Ἐν δὲ τοῖς ἑξῆς τὰς συγγεγραμμένας ὑπ’ αὐτῶν βλασφημίας κατὰ τοῦ θείου φωτὸς καὶ τῆς θείας ἐνεργείας καὶ χάριτος, ἀφ’ ὧν ὡρμημένοι κατὰ παντὸς ἱεροῦ κεχωρήκασιν ἀνδρός τε καὶ πράγματος, κατὰ μέρος προθέντες, ἀπελέγξομεν, αὐτῆς αὖθις συναιρομένης τῆς θείας ἐνεργείας τοῦ θείου πνεύματος.