Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Λόγοι ἀντιρρητικοὶ κατὰ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Λόγος Αντιρρητικός ΣΤ΄, Κεφάλαια 1-10: Η αληθής θεοφάνεια έναντι των φασματικών οράσεων

Ο έκτος λόγος ξεκινά με έλεγχο των συκοφαντιών του Ακινδύνου, υπερασπίζεται τον άκτιστο χαρακτήρα του φωτός της Μεταμορφώσεως και αποκρούει την υποβάθμισή του σε φανταστικό ή υλικό σύμβολο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 17 από 21

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΤΙ ΠΡΟΣ ΤΑ ΤΩ ΑΚΙΝΔΥΝΩ ΚΑΤΑ ΤΟΥ ΘΕΙΟΥ ΦΩΤΟΣ ΚΑΙ ΤΩΝ ΘΕΙΩΝ ΚΟΙΝΩΝ ΕΝΕΡΓΕΙΩΝ ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΕΚΤΟΣ Κεφ. αʹ. Τί τὸ τέλος ἑκατέρου εἴδους ἑκατέρας φιλοσοφίας, τῆς τε κατὰ κόσμον καὶ τῆς κατὰ Χριστόν, καὶ ὅτι περὶ λόγους ἑκατέρᾳ τὸ ζητούμενον ἡ ἀλήθεια, ἧς οἱ ἐκπεσόντες ἐξ ἀνάγκης τῷ ψεύδει περιπείρονται. Τῆς μὲν δὴ περὶ πρᾶξιν κατὰ κόσμον φιλοσοφίας τέλος, δι’ ἧς πρὸς τὸ παραυτίκα συνοίσειν μέλλον ἤθη τε κοσμεῖται καὶ τέχναι συνίστανται καὶ τὰ κατ’ οἴκους καὶ πόλεις εὖ διατίθεται, τὸ τοῦ παρόντος ὑπάρχει βίου λυσιτελές. Εἰ δέ τις εἴη πρᾶξις, ἣ μὴ πρὸς τοῦτο τείνει, ματαιοπονία δικαίως ἂν προσρηθείη, καὶ αὐτοῖς τοῖς τῷ κόσμῳ τούτῳ προστετηκόσι.

Τῆς δὲ περὶ λόγους φιλοσοφίας ἔργον, δι’ ἧς φύσεως καὶ κινήσεως ἐρευνώμεθα λόγους καὶ τῶν τῆς ὕλης ἀχωρίστως χωριζομένων ἀναλογίας καὶ σχηματισμοὺς καὶ ποσότητας, ἡ ἐν τοῖς οὖσι πραγματεία τῆς ἀληθείας ἐστίν. Εἰ δ’ ἔξω τις λέγει τῆς ἐφικτῆς ἀληθείας, εἰ μὲν ἑκών, πονηρὸς ἐπίβουλος ἀκοῆς, εἰ δ’ ἄκων, ἀφιλόσοφος καὶ ἀνόητος καὶ τοσούτῳ μᾶλλον ὅσῳ μᾶλλον φιλοσοφίας ἧφθαι δοκεῖ, μηδὲ τὴν οἰκείαν οὗτος ἐπιστάμενος ἄγνοιαν. Τῆς δὲ κατὰ Χριστὸν φιλοσοφίας, ἐν πράξεσι μὲν πρὸς ἐκεῖνα βλέπει τὸ τέλος, «ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτ’ ἐπὶ καρδίαν ἀναβέβηκεν ἀνθρώπου», νῦν μὲν μόνοις τοῖς ἀξίοις ἐκ μέρους ὡς ἐν ἀρραβῶνος ἀποκαλυπτόμενα μοίρᾳ, κατὰ δὲ τὸν ἄληκτον αἰῶνα φανερούμενα τελεώτερον.

Ἐν δὲ λόγοις τὸ προὐργιαίτατον ἡ τῶν θείων δογμάτων ἔρευνα, τὴν περὶ τὸν ὄντως ὄντα καὶ παντὸς τοῦ ὄντος ὑπερανιδρυμένον ἀλήθειαν κατὰ τὸ ἐγχωροῦν ἐναργεστέραν τιθεῖσα, περὶ ἣν πάσης ἀποδείξεως κρείττων καὶ οἷον ἀρχή τις ἀναπόδεικτος ἱερᾶς ἀποδείξεως, ἡ πίστις ἐστί, μόνιμος οὖσα τῶν πεπεισμένων ἵδρυσις, ᾗ τὰ ἑπόμενα διασαφῶν ὁ λόγος ἑνοῖ τελεώτερον καὶ ἐνιδρύει τοῖς πιστοῖς τὴν ἀλήθειαν δι’ ἱερᾶς καὶ καταλλήλου γνώσεως, τοῖς ἐγνωσμένοις τοὺς ἐγνωκότας ἀραρότως συνδέων, ὡς κἀντεῦθεν ἐστηριγμένους, μηκέτ’ ἀποκινεῖσθαι τῆς κατὰ τὴν πίστιν ἱερᾶς ἑστίας, μήτε κομψείαις καὶ πολυλέσχοις πιθανότησι λόγων, μήτε τυράννων δειναῖς ἐπαγωγαῖς, ἀμεταπείστῳ ταυτότητι τῷ ἑνιαίῳ μαρτυροῦντας τῆς εὐσεβείας.

Οἱ δὲ ταύτης ἐκπεπτωκότες τῆς μόνης καὶ μιᾶς εὐσεβείας, τῇ ποικίλῃ καὶ παντοδαπῇ τῆς πλάνης σφᾶς αὐτοὺς φέροντες ἐγχειρίζουσι φορᾷ, ᾗ τὸ ψεῦδος συμπέφυκε, διαιρετικὸν μὲν ψυχῆς ἀπὸ τῶν ὄντως ὄντων, ἀλλ’ οὐδὲ πρὸς ἓν οὐδὲν τῶν ἀπατηλῶς δοκούντων συνάφειαν παρέχον ἀκίνητον, ἀλλ’ οἷόν τινα καχεξίαν ἐμποιοῦν τῇ ψυχῇ, ἄστατόν τι πάθος καὶ εὐμετάβολον, πυκνὰ μετάγον τοὺς ἡλωκότας οὐκ ἐφ’ ἕτερα μόνον ἀλλὰ καὶ ἐπὶ τἀναντία κακά. Διὰ τοῦτο κακοδοξία πᾶσα τὸ ἀνακόλουθον ἔχει καὶ αὐτεπίβουλον ἑαυτῇ καὶ αὐτέλεγκτον, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μᾶλλον κακοδοξία ἐστὶ καὶ τῇ μετουσίᾳ τοῦ ψεύδους τῶν συστοίχων πλεονεκτεῖ. Κοινὸν γὰρ ἅπασι τοῖς αἱρετικοῖς τὸ ψεῦδος καὶ ὁ μέγας Ἀθανάσιος ἀπεφήνατο, ψεῦδος τὴν ὑπόκρισιν λέγων καὶ τὰς παρ’ ἐκείνων συκοφαντίας καὶ τὸ δι’ ἑτέρων ἀρνεῖσθαι λόγων, ἅττα δι’ ἑτέρων κατασκευάζουσιν· ἑκάστῳ γὰρ ἴδιον ἡ περὶ ἕκαστον τοῦ ὀρθοῦ κατ’ εὐσέβειαν φρονήματος ἔκπτωσις.

Κεφ. βʹ. Περὶ τῆς ἐντεῦθεν Ἀκινδύνου ψευδογραφίας. Ἀκινδύνῳ τοίνυν ἡ τοῦ ψεύδους τῶν λόγων περιουσία τοῦ μεγέθους τῆς οἰκείας κακοδοξίας τεκμήριον. Τοσαύτη γὰρ ὡς εἴ τις τὰς ἐπὶ τῶν θείων δογμάτων ἰδίας καινοτομίας αὐτοῦ παρεὶς καὶ τὰς πρὸς οὓς φανερῶς ἀντικεῖσθαι σπεύδει συκοφαντίας, τάς τε ποικίλας διαστροφὰς καὶ παρεγχειρήσεις τῶν πατερικῶν, ὧν αὐτὸς προτείνει ῥημάτων καὶ νοημάτων καὶ τὰς παρ’ αὐτοῦ λεγομένας, μὴ γενομένας δέ, δίκας καὶ συνελεύσεις, καὶ πᾶν ἁπλῶς αὐτῷ ψεῦδος, ὃ τοῦ παρ’ ἑτέρων ἐλέγχου δεῖται, μόνα προτείνει τὰ παρὰ τῶν αὐτοῦ πάλιν ἐλεγχόμενα λόγων, ἀποκναίσαι πᾶσαν ἂν ἀκοήν, εἰ μὴ καὶ ταῦτ’ ἐξ ὀλίγων δείξας τὰ πλείω καταλέγειν παρήσει.

Καὶ Βαρλαὰμ γὰρ αὐτὸν τὸν αὐτῷ τῆς πλάνης καθηγησάμενον, ἐν μὲν τῇ πεπλασμένῃ πρὸς τὴν σύνοδον ὁμιλίᾳ, κακόδοξον ἀποκαλεῖ καὶ βλάσφημον καὶ κατάπτυστον, ὡς εἰς τὸ θεῖον ἀσεβήσαντα φῶς· διὰ γλώττης δ’ ἔσθ’ ὅτε καὶ ἀναθέματι παρρησίᾳ καθυποβάλλει. Πρὸς δὲ τὸν ἐν Λατίνοις Λαπίθην γράφων, μᾶλλον δὲ ἀντιγράφων, διὰ τῶν πρὸς αὐτὸν γραμμάτων ἐρόμενον τί παρὼν ὁ Βαρλαὰμ τῇ Κωνσταντίνου περὶ τὰ τῆς εὐσεβείας ἥμαρτε δόγματα, «οὐκ ἔχω», φησίν, «ἐγὼ φάναι τοῦτον ὡς ἥμαρτέ τι περὶ τὰ τῆς εὐσεβείας δόγματα παρὼν ἐνταῦθα». Τοιγαροῦν καὶ τὴν παρόντος αὐτοῦ καταψηφισαμένην ὡς βλασφήμου σύνοδον καὶ τὰς κατ’ αὐτὴν ἐπ’ ἐκεῖνον ἀποφάσεις, ἃς οὐκ ἐνεγκὼν ἐκεῖνος ᾤχετο φεύγων, ἀθετεῖ πάλιν οὗτος.

Ἀλλ’ αὐτὸς πάλιν ἡνίκα θωπείαις ἅμα καὶ δώροις κλέψας τοὺς πρὸς αὐτὰ κεχηνότας, τοῖς ἐν τῷ σεπτῷ βήματι συνεξητάσθη καὶ παραυτὰ φωραθεὶς παρὰ τῶν ἐκκρίτων ἀρχιερέων ἐγγράφως ἀπεχειροτονεῖτο καὶ παρὰ τῶν εὐσεβῶν βασιλέων καὶ τῶν ἐν τέλει καὶ τῶν ὀρθοδόξων ἁπλῶς ἁπάντων ὥς τι μύσος τῶν τῆς ἱερᾶς ἐκκλησίας περιβόλων ἠλαύνετο, λίβελλον συγγραψάμενος τῆς ἑαυτοῦ τάχα δόξης, θαρρῶν ἀπατῆσαι πάντας εἴπερ ἑαυτοῦ καταψεύσαιτο, κἂν εἰ μηδ’ οὕτως ἐκφυγεῖν ἐδυνήθη τὴν καταδίκην, πάντων συνεγνωκότων ἔργῳ τἀληθές, ὡς ἐπὶ πανδήμου συνόδου βεβαίως ἀναφανέν. Ἐπὶ τούτου τοίνυν αὐτοῦ τοῦ λιβέλλου πάλιν φησίν, «ἀποδεχόμεθα καὶ ἐκ ψυχῆς ἀσπαζόμεθα καὶ τὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ εὐσεβεστάτου καὶ μακαρίτου καὶ ἀοιδίμου βασιλέως ἡμῶν συναθροισθεῖσαν σύνοδον καὶ ἀπελέγξασαν καὶ ἀποπέμψασαν ὅσα τῷ Βαρλαὰμ περὶ τοῦ ἀπροσίτου καὶ θείου φωτὸς τῆς μεταμορφώσεως εἴρηται βλασφήμως καὶ κακοδόξως»· τελευτῶν δ’ ἐπὶ τοῦ λιβέλλου τούτου φρονεῖν οὕτω καὶ τούτοις ἀεὶ ἐμμένειν διισχυρίζεται καὶ μηδέποτ’ ἄλλως φρονήσειν, κἂν εἰ μυρίους τις ἐπαγάγοι τούτῳ θανάτους. Ἀλλ’ οὔπω τεττάρων μηνῶν ὅλων παραρρυέντων, βιασαμένου μηδενὸς ὅλως, ἀλλ’ ἁπλῶς ἐρωτήσαντι τῷ Λαπίθῃ, γράφει καθάπερ ἔφην, κατὰ μηδὲν ἐνταῦθα τῶν θείων βλάσφημόν τε καὶ κακόδοξον ἐξελεγχθῆναι τὸν Βαρλαάμ.

Ἀλλὰ καὶ τὴν συγκεκροτημένην μετὰ τὴν τοῦ Βαρλαὰμ φυγαδείαν ἐπ’ αὐτῷ σύνοδον, ἐν ἐκείνῃ μὲν τῇ πεπλασμένῃ παρ’ αὐτοῦ ὁμιλίᾳ, ὡς εὐσεβείας συνήγορόν φησιν ἀποδέχεσθαι καὶ πᾶν ὅ,τι φίλον αὐτῷ διαγνῶναι καὶ ψηφίσασθαι διατείνεται. Καὶ πρὸς τοὺς τηνικαῦτα παρόντας τῶν ἀρχιερέων, εἰς πίστιν δῆθεν τῆς ἀληθείας τῶν παρ’ αὐτοῦ γραφομένων ἀποτεινόμενος, «ἢ οὐχ οὕτως ἔχει ταῦτα», φησί, «θειότατοι, ἀλλ’ ἐγώ τι προστίθημι», οὕτως ἀνερυθριάστως καταχρῆται τῷ ψεύδει. Μετ’ οὐ πολὺ δὲ πρός τινα τῶν ἐν Θεσσαλονίκῃ γράφων τῶν ἐγνωκότων τὴν ἐπ’ ἐκείνης τῆς δίκης καταδίκην αὐτοῦ, «σατανικὴν» ἀποκαλεῖ τὴν σύνοδον ταύτην «καὶ τοῦ τῶν Ἰουδαίων κατὰ Χριστοῦ συνεδρίου μηδὲν ἀποδέουσαν». Ἀλλὰ καὶ τὸν ἐπὶ ταῖς δυσὶ ταύταις συνόδοις προβάντα Τόμον, ἐκεῖ μὲν φανερῶς ἠκριβωμένον κατ’ εὐσέβειαν λέγει, διὰ πάντων δὲ τῶν ἄλλων αὐτῷ συγγραμμάτων, καὶ δι’ αὐτῶν μὲν οὖν τῶν ἑξῆς ἐκεῖ γεγραμμένων, δυσσεβείας ἁπάσης ἀνάπλεων πειρᾶται δεικνύναι. Τί χρὴ περὶ ἡμῶν αὐτῶν λέγειν, καθ’ ὧν περιφανῶς οὕτω μαίνεται, πῶς γράμμασιν οἰκείας χειρὸς τὴν πρὸς ἡμᾶς συμφωνίαν ἐπεμαρτύρατο, ἐπειδήπερ ἐξετάσας μετὰ πλειόνων, ὡς καὶ αὐτὸς ἐκεῖ γράφει, συμφωνοῦντας ἡμᾶς τοῖς ἁγίοις ἀκριβῶς ἐν πᾶσιν οἷς τε γράφομεν οἷς τε λέγομεν ἔγνω.

Τῶν γε μὴν περὶ τοῦ θείου φωτὸς καὶ τῆς θείας χάριτος ἀνακολούθων αὐτῷ καὶ ἀντιθέτων λόγων, ὅλον ἡμῖν βιβλίον πρὸς τὸν σοφὸν τῆς Κυζίκου πρόεδρον ἐπεσταλμένον, μόλις τὰ πλείω συμπεριείληφε. Τὸ δὲ πλῆθος ὧν εἰσάγει θεοτήτων ἐν τῇ συνηγορίᾳ δῆθεν τῆς μιᾶς καὶ τὸ πρὸς ἀλλήλας τῶν εἰσφερομένων παρ’ αὐτοῦ τούτων θεοτήτων ἄνισον καὶ ἀνόμοιον καὶ παντελῶς ἀντικείμενον, τίς ἂν ἐξείποι δι’ ὀλίγων;

Ἔνι δ’ ὅμως καὶ ταῦτα συνορᾶν ἐκ τῶν προτέρων ἐλέγχων.

Κεφ. γʹ. Ὅτι ἐξ ὧν οὗτος γράφει περὶ τοῦ ἐν τῇ μεταμορφώσει τοῦ κυρίου φωτός, ἀνυπόστατόν τι φάσμα καὶ κτιστὸν καὶ αἰσθητὸν δείκνυσιν οἰόμενος αὐτὸ καὶ τρεῖς μὲν φύσεις ἔχειν κατασκευάζει τὸν Χριστόν, δύο δὲ θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην κατὰ πάντα τρόπον. Οὗ δὲ μήπω ποιησάμενος οἶδα μνήμην ἐν τοῖς διὰ πλάτους πρὸς αὐτὸν λόγοις ὁ τῆς μιᾶς θεότητος, ὡς αὐτός φησιν, ὑπέρμαχος οὗτος, καὶ ταῖς ἐν Χριστῷ δύο παρ’ ἡμῶν εὐσεβῶς πρεσβευομέναις φύσεσι δυσσεβῶς προστίθησι καὶ τρίτην, οὐ μίαν ἐν δυσὶ φύσεσι τοῦ κυρίου θεότητα φρονῶν, ἀλλὰ δύο τοῦ ἑνὸς Χριστοῦ θεότητας ἐν τρισὶ ταῖς φύσεσι.

Καὶ τὸ παραδοξότερον, ὡς οὐκ εὐθὺς ἐν τῇ παρθενικῇ συλλήψει καὶ τῷ ἐξ αὐτῆς ἀσπόρῳ τόκῳ τοιοῦτον ἀναπεφηνέναι λέγει τὸν Χριστόν, ἀλλ’ ὕστερον ἐκ τοῦ Θαβωρίου ὄρους οὐκ οἶδ’ ὅπως, οὐδὲ γὰρ τὸ ὄρος φῶς, τὴν δοκοῦσαν αὐτῷ τρίτην μὲν φωτοειδῆ φύσιν, δευτέραν δὲ θεότητα, προσλαβέσθαι φησὶν αὐτόν. Τὸ δ’ ἔτι καὶ ταύτην ὑπερβάλλον τὴν δυσσεβῆ καινοφωνίαν, «εἰ μή τις», φησί, «δοξάζει δύο θεότητας ἔχειν τὸν Χριστόν, τὴν μὲν ὑφειμένην κατὰ πάντα τρόπον, τὴν δὲ ὑπερκειμένην, καὶ τὴν μὲν ἄναρχον, τὴν δὲ ἐκ τῆς κατ’ ὄρος ἐπιφανείας τὴν ἀρχὴν λαβοῦσαν καὶ ἀχωρίστως ἐξ ἐκείνου τῷ ἀνθρωπίνῳ τοῦ Χριστοῦ συνοῦσαν, οὗτός ἐστιν ὁ δύο λέγων θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην».

Προθεὶς γὰρ ἐκεῖνα ὅσα παρ’ ἡμῶν καὶ διὰ τῆς ὑψηλῆς προσηγορίας τὸ ἄκτιστον προσμαρτυροῦντα τῷ φωτὶ πρὸς τὰ τοῦ Βαρλαὰμ προῆκται, πρώτου τὸ θειότατον φῶς ἐπικεχειρηκότος ἀθέσμως εἰς κτίσμα κατασπᾶν, ὅτι «‘παρῆλθε μὲν ἡ σκιὰ’ κοινῇ πάντες ἐπετείως ᾄδομεν, ‘ἐλήλυθε δὲ Χριστὸς ἡ ἀλήθεια Μωσῆς ἀνεβόησεν ἐν τῷ Θαβωρίῳ, κατιδὼν τὴν τοῦ Χριστοῦ θεότητα’»· καὶ «ὡς ἀμυδρὰν αὐγὴν τῆς θεότητος ὁ Χριστὸς παρεγύμνωσεν ἐπ’ ὄρους, ὑποκρύψας τῆς σαρκὸς τὸ πρόσλημμα καὶ τοῦ ἀρχετύπου κάλλους ἐκφαίνων τὴν εὐπρέπειαν, καὶ ταύτην οὐχ ὁλόκληρον»· καὶ «φῶς ἡ παραδειχθεῖσα θεότης» κατὰ τὸν θεολόγον Γρηγόριον· καὶ «τοιοῦτος ἥξει πάλιν ὁ κύριος, οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος»· καὶ ὡς «ὤφθη τοῖς τῶν ἀποστόλων ἐκκρίτοις», κατὰ τὸν Δαμασκηνὸν θεολόγον, «ἐπ’ ὄρους τὸ ἄκτιστον φῶς τῆς θεότητος», ταῦτα προθείς, καὶ πολὺν ὕβρεων ἐσμὸν ἐπαφεὶς τοῖς ἄκτιστον φρονοῦσι τοῦτ’ εἶναι τὸ θειότατον φῶς, ὡς δῆθεν δύο λέγουσιν ἐντεῦθεν θεότητας, τὴν ἀρχίφωτον οὐσίαν δηλονότι τοῦ θεοῦ καὶ τὴν ἐκεῖθεν χορηγουμένην τοῖς ἀξίοις ἔλλαμψιν, εἶτ’ αὐτὸς ὁ τῆς κατ’ αὐτὸν μιᾶς θεότητος προσκυνητής, τῆς ἀλαμποῦς καὶ ἀμοίρου καταλλήλου λαμπρότητος «ἔστι», φησί, «τὰ εἰρημένα ἐκλαβεῖν καὶ διαιτῆσαι ἀβλαβῶς καὶ ἀπροσκόπως πρὸς ἀποτροπὴν τῆς ἐπισφαλοῦς καινοτομίας ταύτης.

Ὥσπερ γὰρ εἶδόν τινες τὸν θεὸν ἀνθρωπόμορφον ἢ πρεσβύτην ἢ νέον, καὶ οὐκ ἔστι ταῦτα οὐδὲ τοιοῦτον τὸ θεῖον—ἀμόρφωτον γὰρ πάντῃ καὶ ἀσχημάτιστον καὶ ἀνείδεον—οὕτω καὶ ‘φῶς ἡ παραδειχθεῖσα θεότης’, καὶ οὕτω τὸ ἄκτιστον φῶς ‘ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει’.

Πλὴν ὅτι τὰ μὲν ἴσως ἐγένοντο καὶ ἀπεγένοντο τὴν χρείαν πληρώσαντα, ἐφ’ οἷς τῷ θεῷ παρελήφθησαν, τὴν δὲ τοῦ σώματος τοῦ κυρίου λαμπρότητά τε καὶ θέωσιν, ἥτις ἐνταῦθα προσηγόρευται καὶ θεότης, ἔσεσθαί φασιν οἱ ἅγιοι δι’ αἰῶνος εἰς δόξαν καὶ ἀπόλαυσιν τῆς ἡμετέρας φύσεως διὰ πίστεως καὶ ἀρετῆς ἀφικομένης εἰς τέλος».

Τῷ μὲν οὖν εἰπεῖν φῶς ὀφθῆναι τοῖς ἀποστόλοις τὴν θεότητα ἐπ’ ὄρους, ὡς ἔσθ’ ὅτε ἀνθρωπόμορφον τοῖς προφήταις τὸν θεὸν μηδαμῇ μηδαμῶς εἶναι τὸ θεῖον τοῦτο φῶς ἔδειξεν οἰόμενος. Οὐδὲ γὰρ ἀνθρωπόμορφον τὸ θεῖον, ὡς καὶ αὐτὸς αὐτοῖς ῥήμασί φησιν, ὅτι οὐκ ἔστι ταῦτα οὐδὲ τοιοῦτο τὸ θεῖον.

Φάσμα τοίνυν καὶ οὗτος ἀνυπόστατον, αἰσθητόν τε καὶ κτιστόν, καθάπερ καὶ ὁ Βαρλαὰμ ἀποφαίνεται τὸ φῶς ἐκεῖνο, καὶ γεγονὸς μέν ποτε, ὂν δὲ οὐδέποτε, κἂν εἰ μὴ πρὸς τὸ μὴ ὂν αὖθις ἐκκεχώρηκε φανέν, κτιστὸν ὅμως ἐπειδήπερ γέγονεν.

Οὕτως ἐκ ψυχῆς ἀποδέχεται καὶ ἀσπάζεται, καθάπερ ἐγγράφως ἐξησφαλίσατο, τὴν ἀπελέγξασαν σύνοδον ὅσα τῷ Βαρλαὰμ περὶ τοῦ θείου φωτὸς τῆς μεταμορφώσεως εἴρηται βλασφήμως καὶ κακοδόξως. Προστιθεὶς δ’ αὐτὸς παρ’ ἑαυτοῦ ταῖς δυσσεβέσι τοῦ Βαρλαὰμ καινοφωνίαις καὶ συνεῖναι τὸ φῶς τοῦτο δι’ αἰῶνος τῷ τοῦ κυρίου σώματι διδάσκων, ἕτερον καὶ παρὰ τὴν ἀνθρωπίνην καὶ παρὰ τὴν θείαν φύσιν παντάπασιν ὑπάρχον—οὐδεμία γὰρ ἐκείνων φάσμα οὐδ’ αἰσθητόν τι καὶ ἀνυπόστατον ὑπάρχει φῶς—ἔδειξε μετὰ τῆς ἀνθρωπίνης φύσεως καὶ τὴν φαντασιώδη ταύτην καὶ ἀνυπόστατον φύσιν ἐκ τοῦ ὄρους ἀνειληφέναι, βαβαὶ τῆς ἀλλοκότου δόξης, τὸν ἀληθῆ θεὸν καὶ τοῦ θεοῦ υἱόν, ὡς ἐκ τριῶν αὐτὸν νῦν καὶ ἐσαεὶ συγκεῖσθαι φύσεων, τῆς θείας καὶ τῆς ἀνθρωπίνης καὶ τῆς τοῦ φωτὸς ἐκείνου, ὧν ἡ μὲν οὐδαμῶς ἐστι θεότης, ἡ ἀνθρωπότης δηλαδή, ἡ δὲ ὑστερογενεστέρα ταύτης, κατ’ αὐτόν, καὶ ψευδώνυμος θεότης, ὡς οὖσα φαντασιώδης θέωσις καὶ ἀρκτὴ καὶ γενητή, ἡ δέ, ἀληθινὴ θεότης. Τοιοῦτός ἐστιν αὐτῷ ὁ τῷ μὲν θεῷ πιστὸς λόγος, ὡς αὐτὸς μεγαλαυχῶν φησί, περὶ δὲ τὰ θεῖα εὐλαβής, περὶ δὲ τοὺς κειμένους ὅρους τῆς εὐσεβείας ἀσφαλής. «Τὸ τοιοῦτο δὴ» φησὶ «κτιστὸν καὶ αἰσθητὸν καὶ φασματῶδες φῶς συνέσεσθαι τῷ ἀνθρωπίνῳ τοῦ Χριστοῦ εἰς δόξαν καὶ ἀπόλαυσιν τῶν διὰ πίστεως καὶ ἀρετῆς τελειωθέντων».

Δῆλος οὖν ἐστιν ἐντεῦθεν οὗτος οὐκ ἐκεῖνο τὸ φῶς, ὅ,τι ποτέ ἐστιν, ἀλλ’ αὐτὸν τὸν θεὸν εἶναι κτιστὸν καὶ αἰσθητὸν καὶ ἀνυπόστατον δοξάζων φάσμα.

Κεφ. δʹ. Παράστασις ὡς εἰ καὶ ὑποκρίνεται τῇ μιᾷ συνηγορεῖν, ἀλλ’ οὐδεμίαν ἄκτιστον ὁ Ἀκίνδυνος πρεσβεύει θεότητα. «Τότε γὰρ τοῖς υἱοῖς τοῦ μέλλοντος αἰῶνος», κατὰ τοὺς θεολόγους, «οὐκ ἀέρος, οὐ φωτός, οὐ τόπου χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων αὐτοῖς τὸ θεῖον γενήσεται»· «καὶ ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσι», κατὰ τὸν ἀπόστολον, «ὅταν», κατὰ τὸν θεολόγον Γρηγόριον, «μηκέτι πολλὰ ὦμεν ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ ἢ ὀλίγον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ’ ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου· τοῦτο γὰρ ἡ τελείωσις πρὸς ἣν σπεύδομεν». Ἐπεὶ τοίνυν τοῦθ’ ἡμῖν ἐστιν ἡ τελείωσις, τὸ μόνου τοῦ μόνου θεοῦ χωρητικοὺς γενέσθαι καὶ ἀντὶ πάντων τότ’ ἔσται τοῖς δι’ ἀρετῆς καὶ πίστεως τελειωθεῖσιν ὁ θεός, δόξα δὲ καὶ ἀπόλαυσις κατὰ τὸν Ἀκίνδυνον τῆς ἡμετέρας φύσεως διὰ πίστεως καὶ ἀρετῆς ἀφικομένης εἰς τέλος ἐν τῷ μέλλοντι, τὸ κατ’ αὐτὸν ἀνυπόστατον καὶ φασματῶδες φῶς καὶ κτιστὸν καὶ αἰσθητόν, αὐτός ἐστιν ὁ θεὸς κτιστὸν καὶ αἰσθητὸν καὶ ἀνυπόστατον φάσμα κατ’ αὐτόν. Οὐκοῦν οὐδεμίαν οὗτος ἄκτιστον πρεσβεύει θεότητα, καὶ ἄθεος ὢν ὡς ἀληθῶς, πρὸς τὴν τῶν πολλῶν ἀπάτην ὥσπερ καὶ τἄλλα πάνθ’ ὑποκρίνεται φρονεῖν, ἵνα τῆς ἀσφαλοῦς δόξης ἀποβουκολοίη κλέπτων τοὺς φενακιζομένους, οὕτω καὶ τὴν ὑπὲρ τῆς μιᾶς ἀκτίστου θεότητος ὑπελθεῖν ὑποκρίνεται συνηγορίαν.

Ἐπιδαψιλευόμενος δ’ ἑαυτῷ τὴν ἀθεωτάτην ταυτηνὶ γνώμην, οὐ κτιστὸν καὶ αἰσθητὸν μόνον ἀποφαίνεται τὸ θεῖον φῶς, ἀλλὰ καὶ τοῦ αἰσθητοῦ φωτὸς διαφερόντως χεῖρον, ἅμα καὶ καιναῖς τισι καὶ ἀλλοκότοις ἐπινοίαις καὶ αὐτὴν τὴν τοῦ Βαρλαὰμ κακοφροσύνην ἀποκρύπτειν ἀεὶ ταῖς ὑπερβαλλούσαις εἰς αὐτὸ βλασφημίαις φιλοτιμούμενος.

Ἐκεῖνος μὲν γὰρ «πάντ’» ἔλεγε «τά τε νοοῦντα καὶ τὰ νοούμενα σεμνότερα εἶναι τοῦ κατὰ τὴν θείαν μεταμόρφωσιν φωτός, ὡς τῇ ὄψει διὰ τοῦ ἀέρος προσπεσόντος», καθάπερ ἥγηται φρενοβλαβῶς αὐτός, «καὶ αἰσθητικῇ δυνάμει ὑποπεπτωκότος καὶ τὰ αἰσθητὰ μόνα δεικνῦντος τοῖς ὁρῶσιν, ὑλικοῦ τε ὄντος καὶ ἐσχηματισμένου, καὶ ἐν τόπῳ καὶ ἐν χρόνῳ φαινομένου, καὶ τὸν ἀέρα χρωματίζοντος», καθὰ καὶ συνοδικῶς ἀπηλέγχθη δυσσεβέστατα φρονῶν. Οὗτος δὲ οὐχὶ κατὰ μόνου τοῦ λάμψαντος ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος βλασφημεῖ φωτός, παραπλησίως μὲν ἀφρόνως, προφάσεως δέ τινος ὅμως ἐπειλημμένος κατ’ ἐκεῖνον, ὡς ἐπὶ γῆς καὶ παρ’ ἀνθρώπων ὦπται, καὶ τῶν ἔτι στρεφομένων ἐν τῷ ἐπικήρῳ κόσμῳ τούτῳ, ἀλλὰ καὶ αὐτὸ τὸ ὑπερουράνιον καὶ προκόσμιον καὶ ὑπερκόσμιον φῶς, ἐν ᾧ πᾶσαι αἱ τῶν ἀγγέλων ἀξίαι, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένων τὸν φωτισμόν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν στάσιν λαμβανόντων, κατὰ τὸν θεολόγον φάναι Γρηγόριον. Καὶ τοῦτο τοίνυν τὸ τῶν ἀϊδίων ἀγγέλων φῶς κτιστὸν εἶναι ἀποφαίνεται καὶ τοῦ αἰσθητοῦ φωτὸς χεῖρον ἐπιχειρεῖ δεικνύναι.

Κεφ. εʹ. Ὅτι τὸ ὑπερουράνιον καὶ προκόσμιον καὶ ὑπερκόσμιον φῶς κτίσμα εἶναι κατασκευάζει καὶ φανερῶς ἀποφαίνεται. Τοῦ γὰρ μεγάλου Βασιλείου περὶ τοῦ σκότους, ὃ πρὸ τῆς τοῦ κατ’ αἴσθησιν φωτὸς γενέσεως ἦν ἐπάνω τῆς ἀβύσσου, διαπορητικῶς εἰπόντος, «ποίου τοίνυν φωτὸς ἄμοιρος αἰφνιδίως εὑρέθη ὁ ἐν τῷ κόσμῳ τόπος, ὥστε τὸ σκότος ἐπάνω εἶναι τοῦ ὕδατος;» εἶτα καὶ τὴν οἰκείαν προσειρηκότος δόξαν, «λογιζόμεθα γάρ», φησίν, «ὅτι εἴπερ τι ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλονότι· οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, οὔτε ὅλως ὅ,τι ἐστὶν ὠνομασμένον ἢ ἀκατονόμαστον τῶν λογικῶν φύσεων καὶ τῶν λειτουργικῶν πνευμάτων ἐν σκότῳ διῆγεν, ἀλλ’ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν εἶχον, καὶ τούτοις οὐδεὶς ἀντερεῖ· οὔκουν ὅστις γε τὸ ὑπερουράνιον φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περὶ οὗ Σολομών φησι, ‘φῶς δικαίοις διαπαντός’, καὶ ὁ ἀπόστολος, ‘εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί’. Εἰ γὰρ οἱ καταδικαζόμενοι πέμπονται εἰς τὸ σκότος τὸ ἐξώτερον, δῆλον ὅτι οἱ τὰ τῆς ἀποδοχῆς ἄξια εἰργασμένοι ἐν τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχουσιν.

Ἐπεὶ οὖν ἐγένετο ὁ οὐρανὸς προστάγματι θεοῦ, ἀθρόως περιταθεὶς τοῖς ἐντὸς τῆς αὐτοῦ περιφερείας ἀπειλημμένοις, σῶμα ἔχων συνεχὲς ἱκανὸν τῶν ἔξω διαστῆσαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναπολειφθέντα αὐτῷ τόπον ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας», τοῦτο προθεὶς ὁ Ἀκίνδυνος «ἀπὸ τούτου τοῦ κεφαλαίου» φησὶν «οἴεσθαι πεπλανῆσθαι ἡμᾶς καὶ τὴν ὑφειμένην ἄκτιστον ὁρατὴν σωματικοῖς ὀφθαλμοῖς καθ’ ἑαυτὴν δογματίσαι θεότητα, μὴ συνειδότας ὅτι τὸ ἄκτιστον καὶ ὑπερούσιον φῶς οὐ σώματι συνεχεῖ διαφράττεται, ἀλλὰ πανταχοῦ πάρεστι καὶ διὰ πάντων χωρεῖ ἀσχέτως καὶ ἀκωλύτως. Ὅπου γὰρ ἡ τῶν ἀγγέλων φύσις, κτιστὴ οὖσα, οὐ κωλύεται ὑπὸ τῆς οὐρανίου περιφερείας μέχρις ἡμῶν καταβαίνειν, εἰς διακονίαν ἀποστελλομένη παρὰ τοῦ κτίσαντος, πῶς ἂν τὸ ἄκτιστον φῶς ἐκωλύετο ὑπὸ τοῦ σώματος τοῦ οὐρανίου; Καίτοι πῶς καὶ αὐτὸ τοῦτο εἶδέ τις ἢ βλέπει σωματικοῖς ὀφθαλμοῖς, ἐπειδή φησιν ὁ μέγας Βασίλειος διαφραχθῆναι αὐτὸ ἐξ ἀρχῆς ὑπὸ τῆς οὐρανίου περιφερείας καὶ τὴν αὐγὴν ἐκείνου διακοπῆναι;».

Τοῦτον τὸν λῆρον ἅπαντα συνθεὶς περὶ τοῦ ἀφθάρτου καὶ ὑπερκοσμίου φωτὸς δυσσεβῶς ὁμοῦ τε καὶ φρενοβλαβῶς, εἶτ’ ἀποφαινόμενος καθ’ ἡμῶν ἐπάγει· «δῆλον οὖν ὅτι πάντῃ ὁ ἄνθρωπος οὗτος πεπλάνηται». «Οἴεσθαι» μὲν οὖν ἔφη περὶ ἡμῶν τοιαῦτα τὴν ἀρχήν, ἐπειδήπερ οὐδαμοῦ τῶν λόγων εἶδε τῆς ῥήσεως ταύτης μνήμην ἡμᾶς πεποιημένους. Εἰ γὰρ καὶ περὶ φωτός ἐστιν ὑπερκοσμίου, ἀλλὰ τοῖς διαστρέφειν ᾑρημένοις, διὰ τὴν ἐνοῦσαν ἀσάφειαν εὐεπιχείρητός ἐστι καὶ ὑπ’ Ἀκινδύνου προβεβλῆσθαι χρῆν, ὥσπερ δῆτα καὶ προβέβληται, καὶ οὐ μετρίως διέστραπται κακουργηθεῖσα, ὡς ὁ λόγος δείξει προϊών. Ἔθος γὰρ τοῦτο τοῖς πονηροῖς αἱρεσιάρχαις παλαιόν, τὰ σαφῆ τῆς γραφῆς διὰ τῶν ἀσαφῶν μετάγειν καὶ σοφιστικῶς ἐντεῦθεν παρακρούεσθαι τοὺς παραγομένους ὑπ’ αὐτῶν. Ἡμεῖς δ’ ἐκ τῶν σαφῆ καὶ τρανὴν καὶ πανταχόθεν οὐκ ἀνεπιθόλωτον μόνον τὴν διάνοιαν ἐχόντων, ἀλλὰ καὶ φανοτάτην ἴσα καὶ φωτί, τὴν ὑπὲρ τοῦ θείου φωτὸς εὐσεβῆ δόξαν ἐπιδείκνυμεν. Ἀλλ’ ἐπειδήπερ ἐκ τοῦ «οἴεσθαι» αὐτὸς πεπλανῆσθαι ὁντινοῦν, δῆλον εἶναι τοῦτο ἀπεφήνατο, δῆλος ἔσται καὶ αὐτὸς πεπλανημένος ὢν οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον ἐκ τοῦ τοιοῦτον οἴεσθαί τινας αὐτόν, καὶ ταῦτ’ οὐκ ὀλίγους οὐδὲ τοὺς τυχόντας.

Κατὰ γὰρ τὰς αὐτοῦ τοιαύτας ἀποδείξεις καὶ ἡμῖν τοῦτ’ ἀποχρήσει πρὸς ἀπόδειξιν· ἀπλανεῖς δ’ ἡμεῖς εἴπερ αὐτὸς πεπλανημένος ἐκ τῶν οἴκοθεν ἐφόδων ἀποδείκνυται.

Ὃ δὲ καὶ θαυμάζει καὶ καθυβρίζει, πῶς τις λέγει τοῦτο τὸ φῶς ἑωρᾶσθαι ἢ ὁρᾶσθαι σωματικοῖς ὀφθαλμοῖς, τὸ κατὰ τὴν αὐτοῦ σύνεσιν, ἣν ἐν τοῖς τοῦ μεγάλου Βασιλείου κέκτηται διδάγμασι, διαφραχθὲν ὑπὸ τῆς οὐρανίου περιφερείας καὶ τοῖς ὑπερουρανίοις μόνοις φαῖνον ἀγγέλοις, ἅτε μὴ δυνάμενον τὸ οὐράνιον διαδύναι σῶμα καὶ τοῖς ἐπὶ γῆς ὀφθῆναι ὡς σωματικὸν καὶ ὑλικὸν καὶ αἰσθητὸν ὑπάρχον καὶ παχυμερές; Πῶς γὰρ οὐ τοιοῦτο τὸ μὴ πεφυκὸς διὰ σώματος, καὶ ταῦτα τοιούτου σώματος, χωρεῖν; Τοῦτο τοίνυν ἡμᾶς δίκαιον θαυμάζειν καὶ τῷ οἰομένῳ δικαίως λοιδορεῖσθαι· πῶς παρὰ μηδενὸς ἡμῶν περὶ τούτου τοῦ φωτὸς τοιαῦτ’ ἀκηκοὼς οἷάπερ αὐτὸς φρονεῖ, τελέως ἀνακόλουθα καὶ ἀσύστατα καὶ αὐτεπίβουλα, εἶθ’ ἡμᾶς ᾠήθη λέγειν τοιοῦτο φῶς ἐκ τῶν ὑπερουρανίων διαφαίνεσθαι τοῖς ἐπὶ γῆς, ὃ δὴ καὶ κατηγορῶν ἡμῶν διὰ θαύματος ποιεῖται. Ποῦ δὲ καὶ τῶν ἡμετέρων εὑρετολόγων οὕτω συντεθειμένον ἐφεξῆς, ὅπερ αὐτὸς ὀνομάζει πλάνην, «ὑφειμένην ἄκτιστον ὁρατὴν σωματικοῖς ὀφθαλμοῖς καθ’ ἑαυτὴν θεότητα»; Οὐδαμοῦ γάρ· εἰ μὴ ἄρα πρὸς αὐτὸν καὶ τοὺς σὺν αὐτῷ πρώτους εἰρηκότας καὶ παρ’ ἑαυτῶν συντεθεικότας ποιούμεθα τὸν λόγον, καθάπερ δὴ καὶ νῦν.

Ἀλλ’ ὥσπερ νομίζειν ἡμᾶς ἔφη πεπλανῆσθαι ἀπὸ τῆς ῥήσεως ἣν μηδὲ προηνέγκαμεν ἡμεῖς, οὕτω πάλιν ἀπὸ τῶν παρ’ ἡμῶν προενηνεγμένων τῶν ἁγίων ῥήσεων αὐτὸς συνάγων καὶ τὸ ἀπ’ ἐκείνων παρ’ αὐτοῦ πρώτου συναγόμενον, πλάνην αὐτὸς αὖ νομίζων εἶναι, κἀκείνων ἁπτόμενος τῶν θεοφόρων, ἡμῖν ἀντὶ προσωπείου χρῆται, κλέπτων οὕτω τοὺς ἀκεραιοτέρους.

Κεφ. στʹ. Παράστασις ὅτι διθεΐτας ὁ Ἀκίνδυνος οὐχ ἡμᾶς καλεῖ μόνον, ἀλλὰ καὶ τοὺς θεοφόρους πατέρας καὶ τὴν καταψηφισαμένην τοῦ Βαρλαὰμ ἐκκλησίαν τε καὶ βασιλείαν. Τὸ γὰρ τῆς θείας μεταμορφώσεως φῶς καὶ θεότητα καλοῦσιν οἱ θεολόγοι καὶ τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ἑωρᾶσθαι μαρτυροῦσι καὶ τὸ ἄκτιστον αὐτῷ προσμαρτυροῦσιν, ἀφ’ ὧν οὗτος τὴν «ἄκτιστον ὁρατὴν θεότητα» συνήγαγε, τὸ δὲ ὑφειμένον ταύτης ἀπὸ τοῦ καὶ ὑπὲρ τὴν ἀπόρρητον ἐκείνην θέαν τὴν οὐσίαν τοῦ θεοῦ θεολογεῖσθαι. Ἐπεὶ κἀν τῷ Συνοδικῷ τόμῳ ταῦτ’ εἰπὼν ὁ τῆς συνόδου τηνικαῦτα προκαθήμενος φιλοθεώτατος ἐκεῖνος βασιλεὺς ἀναγέγραπται· «εἰ καὶ πρὸς τοσοῦτο θεωρίας ὕψος ἀνέδραμον οἱ τοῦ κυρίου μύσται, χάριν καὶ δόξαν εἶδον θείαν, ἀλλ’ οὐ τὴν φύσιν αὐτὴν τὴν χορηγοῦσαν τὴν χάριν· καὶ γὰρ ἴσμεν ἐκείνην, ὑπὸ τῶν θείων λογίων μεμυημένοι, ἀμέθεκτον, ἄληπτον, ἀόρατον, καὶ αὐταῖς ταῖς ὑπερκοσμίοις καὶ ἀνωτάτω δυνάμεσιν, ὡς ‘οὐδ’ ἴχνος ὅλως καταλήψεως, κἂν ψιλόν, τοῖς μετ’ αὐτὴν καταλείψασαν’»· ἐπεὶ καὶ Γρηγορίων ὁ θεολογικώτατος, ἔστιν ἃ τῶν προφητικῶν θεαμάτων καταλέξας πρότερον, ἐφεξῆς εὐθὺς ἐπήνεγκεν, «ἀλλ’ οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατὰ τούτους ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν».

Ἐντεῦθεν οὖν ὁ Ἀκίνδυνος συνήγαγε τὸ ὑφειμένον, ὥσπερ καὶ ὁ Βαρλαὰμ ἀπὸ τῶν παραπλησίως τοῖς ἁγίοις εἰρημένων· τὸ δὲ «καθ’ ἑαυτήν», ἀπὸ τοῦ τὸν θεοφόρον Δαμασκηνὸν εἰπεῖν, «μεταμορφοῦται Χριστός, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος, οὐδὲ εἰς ὅπερ οὐκ ἦν μεταβαλόμενος, ἀλλ’ ὅπερ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος».

Ὥστ’ οὐχ ἡμῖν ἁπλῶς ἐπιγράφεται τὴν πλάνην ταύτην, οὐδ’ ἡμᾶς μόνους ἀσεβεῖς καλεῖ καὶ διθεΐτας διὰ ταύτην, ἀλλὰ πολλῷ μᾶλλον τὸν θειότατον ἐκεῖνον βασιλέα καὶ τὸν σύνεδρον ἐκείνῳ καὶ σύμφωνον τηνικαῦτα πατριάρχην καὶ τὴν παρεδρεύουσαν καὶ συμψηφιζομένην σύγκλητον καὶ τὴν τῶν ἀρχιερέων πᾶσαν ἱερὰν ὁμήγυριν καὶ ἁπλῶς πάντας τοὺς περικαθημένους τε καὶ περιισταμένους, πλὴν αὐτοῦ τοῦ Βαρλαάμ, ὃς μόνος ἐλλέλειπται διαφωνῶν, καὶ τούτων ἔτι μᾶλλον τοὺς ἐξ αἰῶνος ἐνθέους θεολόγους, παρ’ ὧν ὁ Τόμος τὰ τοιαῦτα εὐσεβῶς καὶ διαρκῶς παρίστησιν.

Κεφ. ζʹ. Ὅτι τῶν θεοφόρων ἀκούσας τὸ αὐτὸ λεγόντων εἶναι φῶς τό τε προκόσμιον καὶ τὸ φανὲν ἐν Θαβωρίῳ δέον τῆς πλάνης ἀπηλλάχθαι καὶ μὴ νομίζειν ἐκ τοῦ ὄρους λαβεῖν τοῦτο τὴν ἀρχήν, ὁ δέ, δόλῳ παρεὶς ἐκείνους, ὡς τοῦθ’ ἡμῶν λεγόντων ὑπερκόσμιον κατηγορεῖ. Ἀλλὰ φέρ’ ἴδωμεν καὶ πόθεν τοῦτ’ ἐκεῖνο λέγειν ἡμᾶς ἐνόμισε τὸ ὑπερουράνιον ὑπάρχειν φῶς. Ἀκούσας ἐνταῦθα τοῦ μεγάλου Βασιλείου λέγοντος, «τὸ ὑπερουράνιον φῶς, ἐν ᾧ πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, κἀν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις τοὺς πιστοὺς ἐκδέχεσθαι, καὶ τοὺς εἰργασμένους τὰ τῆς ἀποδοχῆς ἄξια ἐν τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχειν, περὶ οὗ καὶ Σολομών φησι, ‘φῶς δικαίοις διαπαντός’, καὶ ὁ ἀπόστολος, ‘εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί’», ἐν δὲ τῷ τὰ ἡμέτερα τοῖς ἁγίοις ὁμόλογα δεικνύντι Τόμῳ, τοῦ θεολήπτου γράφοντος Δαμασκηνοῦ περὶ τοῦ θείου φωτὸς τῆς τοῦ κυρίου μεταμορφώσεως, ὡς «ἐν ὄρει τῇ δόξῃ τῆς ἑαυτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα τῶν ἀποστόλων οἱ πρόκριτοι, ᾧ ἐν οὐρανῷ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα οὐ σθένουσι», καὶ «ταῦτά ἐστιν ‘ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε’, οὕτως ἐν αἰῶνι τῷ μέλλοντι σὺν κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος». «

Τοῦτο τὸ φῶς κατὰ πάσης φύσεως ἔχει τὰ νικητήρια· αὕτη ἡ ζωὴ ἡ τὸν κόσμον νικήσασα»· «δόξα γὰρ ἄχρονος καὶ διηνεκὴς καὶ διαιωνίζουσα δείκνυται» «ἡ τῶν ἁπάντων ἐπέκεινα»· Ἀνδρέου τε τοῦ τῆς Κρήτης θεσπεσίου προέδρου λέγοντος, «ἐπὶ τοῦ ὄρους ὁ κύριος ὑπερβαλλόντως ἐξήστραψε, τοῖς τελουμένοις τῶν μαθητῶν καὶ μυουμένοις τὰ ὑψηλότερα κατὰ ἀλήθειαν θεωρούμενος» «ἔξω γὰρ σαρκὸς καὶ κόσμου γενόμενοι καθόσον ἐφικτόν, ἐνταῦθα τὰ τῆς μελλούσης καταστάσεως ἐξ ὧν ἐπειράθησαν ἐδιδάχθησαν», καὶ ὡς «τὸ φῶς τοῦτο πᾶσα τῶν ὑπερκοσμίων ἡ νοητὴ διακόσμησις ἀΰλως ἑστιωμένη τεκμήριον ἀψευδέστατον τίθεται τῆς περὶ ἡμᾶς τοῦ λόγου φιλανθρωπίας»· Γρηγορίου τε τοῦ τῆς θεολογίας ἐπωνύμου φάσκοντος, «ἐπὶ τοῦ ὄρους ἀστράπτει καὶ ἡλίου φωτοειδέστερος γίνεται, τὸ μέλλον μυσταγωγῶν, καὶ ἥξει μὲν ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρεδείχθη ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος»· τοῦ τε θείου Μαξίμου διδάσκοντος, ὅτι «τοῖς δυναμένοις ἀκολουθῆσαι Χριστῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος ἐν μορφῇ θεοῦ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρὸ τοῦ τὸν κόσμον εἶναι»· καὶ τοῦ μεγάλου Ἀθανασίου διαρρήδην ἀποφαινομένου, «οὐ τὴν οὐσίαν τοῦ θεοῦ βλέπειν τοὺς ἁγίους, ἀλλὰ τὴν δόξαν», καὶ ὡς «ἀνελθὼν ὁ κύριος εἰς τὸν οὐρανόν, ἥξει πάλιν ἐν δόξῃ φυσικῇ καὶ οὐκ ἐν χάριτι, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους· οὐ γὰρ κατὰ χάριν ἔχει ταύτην τὴν δόξαν ὁ κύριος»· καὶ Διονυσίου τοῦ μεγάλου θεοφάντορος, «οὕτω πάντας περιαυγάζεσθαι τοὺς ἐφικομένους τῆς χριστοειδοῦς καὶ μακαριωτάτης λήξεως ὡς ἐν τῇ θειοτάτῃ μεταμορφώσει τοὺς τοῦ κυρίου μαθητάς»· αὐτοῦ τε τοῦ μεγάλου Βασιλείου, «ἆθλον ἀρετῆς» λέγοντος «θεὸν γενέσθαι, καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι· οὕτω γὰρ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος»· καὶ τοῦ χρυσορρήμονος πατρός, «οὐχ ἁπλῶς μετεμορφώθη Χριστός, ἀλλ’ ἵν’ ἡμῖν ὑποδείξῃ τὴν μέλλουσαν ἐπὶ τῶν νεφελῶν ἐν φωτὶ μετ’ ἀγγέλων δευτέραν σωτήριον ἔλευσιν»· καὶ πάλιν, «ἔδειξε τοῖς μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν· οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο χωρεῖν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες»· ταῦτ’ ἀκούσας ὁ Ἀκίνδυνος λεγόντων ὁμοῦ πάντων τῶν ἁγίων, τὸ αὐτὸ συνῆκεν ὂν τό τε προκόσμιον καὶ ὑπερκόσμιον καὶ ὑπερουράνιον φῶς, ἐν ᾧ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιοι στρατιαὶ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν ἔχουσι, καὶ τὸ τῆς ἐπ’ ὄρους τοῦ κυρίου μεταμορφώσεως, τὸ καὶ μέλλον ὑποδέξεσθαι τοὺς υἱοὺς τοῦ μέλλοντος αἰῶνος.

Δέον τοίνυν τὴν δυσσεβῆ δόξαν ἐντεῦθεν ἀποθέσθαι, ὅτι τε ἀπὸ τοῦ ὄρους ἔσχε τὴν ἀρχήν—πῶς γὰρ ἂν ἦν προκόσμιον; —καὶ ὅτι σωματοειδὲς καὶ ὑλικὸν καὶ συνεχείᾳ σώματος διαφραττόμενον ἐντεῦθεν—πῶς γὰρ ἂν ἦν ὑπερκόσμιον καὶ τῶν ἀγγέλων φῶς; —καὶ ὅτι κτιστὸν καὶ αἰσθητόν—πῶς γὰρ ἂν εἴη τοῦ μέλλοντος αἰῶνος φῶς; —ὅτε κατὰ τοὺς θεολόγους οὐκ ἀέρος, οὐ φωτός, οὐ τόπου χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων τοῖς χριστοειδέσιν ἔσται ὁ θεός· δέον τοίνυν αὐτὸν ἐντεῦθεν τῆς πλάνης ἀπηλλάχθαι.

Ὁ δέ, τοὺς ταῦτα λέγοντας ἁγίους νομίσας πεπλανῆσθαι, δόλῳ παρεὶς ἐκείνους, ἡμᾶς τοὺς συνᾴδοντας ἐκείνοις ἀντ’ ἐκείνων διώκει, καὶ δι’ ἡμῶν ἐπ’ ἐκείνους τὰς εὐθύνας λεληθότως ἀναφέρων, ἁλωσίμους ἅπαντας, ὡς οἴεται, τίθεται τῇ πλάνῃ. Ὡς δ’ ἔχει τἀληθές, αὐτὸς πεπλανημένος ὢν δεινῶς, ἀριδήλως ἀποδείκνυται πάσης ἀσεβείας καὶ ἀβελτηρίας ἀνάπλεων ἔχων τὴν ψυχήν. Πῶς γὰρ οὐκ ἀνοίας τῆς ἐσχάτης πρὸ τῆς τοῦ αἰσθητοῦ κόσμου συστάσεως φῶς οἴεσθαι ὑπάρχειν αἰσθητόν, ὑλικόν τε καὶ σωματοειδὲς πρὸ τῶν ἐξ ὕλης συνεστώτων καὶ αὐτῆς τῆς ὑπάρξεως τῆς ὕλης; Πῶς γὰρ οὐ τοιοῦτον, ὃ διαφραττόμενον ὑπὸ συνεχοῦς περιφερείας, καὶ ταῦτα λεπτομερεστάτου σώματος, ἀδυνάτως ἔχει διιέναι κατὰ τὴν αὐτοῦ σύνεσιν καὶ ἑρμηνείαν, ᾗ κέχρηται τοῦ μεγάλου Βασιλείου πυνθανόμενος ἃ προήνεγκεν αὐτός;

Πῶς δὲ καὶ πρέπουσα τῶν ἀγγέλων κατάστασις τὸ σωματικὸν καὶ ὑλικὸν καὶ αἰσθητὸν ὑπάρχει φῶς; Πῶς δὲ καὶ εὐφροσύνη τοῦτ’ αὐτοῖς, καὶ ταῦτα πνευματικὴ διατελεῖ, τὸ ὑλικὸν τοῖς ἀΰλοις, τὸ σωματικὸν τοῖς ἀσωμάτοις, τὸ αἰσθητὸν τοῖς νοεροῖς; Πῶς δ’ οὐχὶ καὶ φθαρτὸν τοιοῦτον ὄν, τὸ πρὸ τῆς τοῦ φθαρτοῦ κόσμου συστάσεως ὑπάρχον;

Ἆρ’ οὐκ αὐτὸς ἀριδήλως παντάπασι πεπλάνηται, μᾶλλον δὲ καὶ τοῦ φρονεῖν ἀπεστέρηται τελέως τοιαῦτα συντιθεὶς καὶ διανοούμενος; Πῶς δὲ ἄγγελοι μὲν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν οὐ κωλύονται παρὰ τῆς συνεχείας τῆς οὐρανίου περιφερείας, τὸ δὲ τῶν ἀγγέλων φῶς, «ἐν ᾧ πᾶσαι αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιοι στρατιαὶ καὶ πᾶν ὅ,τι ἐστὶν ὠνομασμένον ἢ ἀκατονόμαστον τῶν λογικῶν φύσεων καὶ τῶν λειτουργικῶν πνευμάτων τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν ἔχουσιν», ὑπὸ τῆς συνεχείας ἐκείνης κωλύεται καὶ πρὸς τοὺς ἐπὶ γῆς ἀξίους ἀδιάβατόν ἐστι, καὶ ταῦτα κατὰ τὸν μέγαν Διονύσιον ἀγγελομιμήτως ἑνουμένους τῷ φωτί; Ἆρα δὲ καὶ οἱ θεῖοι ἄγγελοι διαβάντες ἀκωλύτως τὴν περιφέρειαν ἐκείνην, οὐκέτ’ ἐν φωτὶ διατελοῦσιν, ἀλλὰ τοῦ φωτὸς ἐκπίπτουσιν ἐκείνου; Καί, ὡς ἔοικεν, Ἀκίνδυνος τοῦτ’ εἶναι νομίζει τὸ διὰ τοὺς κληρονομεῖν μέλλοντας τὴν σωτηρίαν τοὺς διακόνους ταύτης ἀπεστάλθαι, τὸ τοῦ φωτὸς ἐκείνου καὶ τῆς σωτηρίας τοὺς ἀπεσταλμένους ἐκπεσεῖν. Ὁρᾶτε τὸ βδελυρὸν αὐτοῦ καὶ κατεφθαρμένον τῆς διανοίας;

Κεφ. ηʹ. Ὅτι τὸ προκόσμιον καὶ ὑπερκόσμιον καὶ τῶν ἀϊδίων ἀγγέλων φῶς ὁ θεός ἐστιν αὐτός· καὶ τοῦτον κτιστὸν εἶναι δείκνυσιν Ἀκίνδυνος ἐκεῖνο κτιστὸν ἀποφαινόμενος. Πῶς δ’ οὐκ ἔμελλε τοὺς τοῦ φωτὸς ἀγγέλους, τό γε εἰς αὐτὸν ἧκον, τῷ σκότει περιπείρειν ὁ τὸ προκόσμιον καὶ ὑπερκόσμιον καὶ ὑπερουράνιον τῶν ἐπουρανίων ἀγγέλων φῶς, δι’ ὃ καὶ μόνοι τῶν ἀγγέλων οἱ θεῖοι καὶ θεοειδεῖς ἀΐδιοι καλοῦνται, τοῖς κτίσμασι συντάττων, ταυτὸ δ’ εἰπεῖν τὸν θεὸν κτίσμα φανερῶς ἀποφαινόμενος; «Βουληθεὶς γὰρ ὁ θεὸς τόνδε τὸν κόσμον συστήσασθαι τὸν ἐξ ὁρατῶν καὶ ἀοράτων συνεστηκότα», κατὰ τὸν θεολόγον Γρηγόριον, «τοῖς μὲν ἀϊδίοις, δηλονότι τοῖς θεοειδέσιν ἀγγέλοις, αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσιν;». Ὁ δ’ Ἀκίνδυνος τὸ μέγιστον τοῦτο φῶς, τὸ φωτιστικὸν τῶν ἀϊδίων καὶ θεοειδῶν ἀγγέλων καὶ τῶν κατ’ αὐτοὺς ἀνθρώπων, ὃ μηδὲν ἄλλο ἢ ὁ θεός ἐστιν αὐτός, κτίσμα εἶναι δογματίζει, καὶ σωματικὸν καὶ ὑλικὸν ὑπάρχειν φῶς, ὡς ἐντεῦθεν μὴ δύνασθαι διαδύνειν τὴν οὐρανίαν περιφέρειαν καὶ μέχρι τῆς περιγείου λήξεως χωρεῖν, καίτοι καὶ τοῦ αἰσθητοῦ φωτὸς καὶ τοὺς οὐρανίους πόλους διιόντος εὐχερῶς.

Ὁ γὰρ ἥλιος μέσος περιπορευόμενος τῶν πλανωμένων, ὅτι μὲν καὶ μέχρι τῆς ἀπλανοῦς σφαίρας ἀνίησι τὸ φῶς, οὐκ ἄδηλον. Ὅτι δὲ καὶ τὴν σελήνην ἐπὶ τῆς τῶν σφαιρῶν ἐσχάτης ποιουμένην τὴν περίοδον, ἀκωλύτως ἐπιλάμπων ἄνωθεν, ἄλλον τινὰ φωστῆρα μέγαν οἷον μετ’ αὐτὸν ἀπογεννᾷ καὶ καταμικρὸν ὡσπερεὶ τρέφων, ὅταν ἔχῃ πρὸς αὐτὸν πλείστην τὴν ἀπόστασιν, τότε τέλειον τοῦτον ἀποφαίνει, μηδαμῶς τῶν μεταξὺ τοσούτων περιφερειῶν καὶ διαστάσεων προσισταμένων, ἐπιστημόνως ἴσασιν οἱ περὶ τὴν ἀστροθεάμονα μάθησιν ἐσχολακότες. Τί γὰρ δεῖ λέγειν ὅτι καὶ μέχρις ἡμῶν καὶ μέχρι καὶ ἐς πυθμένας θαλαττίους καθίησι τὸ φῶς, πάντων τῶν αἰσθανομένων, τῶν καὶ ἀμυδρὰν ὀπτικὴν ἐχόντων δύναμιν, καίτοι τοσοῦτο καὶ τοῦ οὐρανίου καὶ τοῦ αἰθερίου σώματος ὁ ἀήρ ἐστι παχυμερέστερος καὶ τὸ ὕδωρ τοῦ ἀέρος, ὁπόσον ταῦτα τῆς κουφότητος ἐκείνων ἀποδεῖ· ἀλλ’ οὐ διακόπτει τὸ κατ’ αὐτὰ παχὺ καὶ συνεχές, οὐ τὴν ἡλίου, οὐ τὴν σελήνης αὐγὴν οὐδέ τινος ἄλλου τῶν ἀστέρων, ἀλλ’ οὐδ’ αὐτῶν τῶν ἐπ’ αὐτῆς τῆς ἀπλανοῦς σφαίρας ἐστηριγμένων ἄστρων· καὶ οὗτοι γὰρ νυκτὸς διαφαίνονται τοῖς ἐπὶ γῆς. Τὴν δ’ οὐρανίαν περιφέρειαν, ὡς ὑλικῷ φωτὶ τῷ θείῳ, δύνασθαι ἐπιπροσθεῖν ὁ Ἀκίνδυνος ἡγεῖται· τοιγαροῦν καὶ περιγραπτὸν νομίζει τὸν θεόν, καὶ περίβολον αὐτῷ ποιεῖται τὸ τοῦ οὐρανοῦ κυρτόν, Ἀριστοτέλους ἀσεβέστερος τελῶν.

Εἴπερ ἐκεῖνος τὸν τῆς σελήνης τόπον ὅρον ποιεῖται τῆς προνοίας· οὗτος δὲ τῷ κυρτῷ τῆς τοῦ οὐρανοῦ περιφερείας, ὡς σωματοειδές, ὑλικόν τε καὶ παχυμερὲς ὁρίζεσθαί φησι τὸ θεῖον φῶς.

Κεφ. θʹ. Παράστασις ὅτι οὐχ ἡμεῖς, ἀλλὰ Βαρλαὰμ καὶ Ἀκίνδυνός ἐστιν οἱ μεταξὺ θεοῦ καὶ ἀγγέλων εἶναι δογματίζοντες φῶς, ὃ μήτε θεὸς μήτ’ ἄγγελος ἐστίν· ἐν ᾧ καὶ ὅτι φῶς ὁ θεὸς οὐ κατ’ οὐσίαν ἀλλὰ κατ’ ἐνέργειαν λέγεται. Ἥλω δὲ καὶ τῷ παρ’ αὐτοῦ καὶ τῶν οἷος αὐτὸς θρυλλουμένῳ μάτην καθ’ ἡμῶν περιπεσὼν ὡς ἀληθῶς αὐτός. Εἰ γὰρ κατ’ αὐτὸν τὸ φῶς, ἐν ᾧ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, σωματικόν τι καὶ ὑλικὸν ὑπάρχει, ἔστιν ἄρα κατ’ αὐτὸν θεοῦ καὶ ἀγγέλων μεταξὺ φῶς, ὃ μήτε θεὸς μήτ’ ἄγγελός ἐστι—τό τε γὰρ θεῖον φῶς οὐκ ἔνι μὴ διὰ πάντων χωρεῖν, ὅ τε ἄγγελος ἀποστελλόμενος διὰ τοῦ συνεχοῦς τῆς οὐρανίου περιφερείας διαβαίνειν οὐ κωλύεται— τὸ δὲ φῶς εἴργεται ἐκεῖνο καὶ τῇ περιφερείᾳ ταύτῃ περιγράφεται διηνεκῶς. Ἀλλ’ ἀκουέτω πάλιν τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος, «θεός ἐστι φῶς τὸ ἀκρότατον καὶ ἀπρόσιτον, οὔτε νῷ καταληπτὸν οὔτε λόγῳ ῥητόν, πάσης φωτιστικὸν λογικῆς φύσεως· τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· δεύτερον φῶς, ἄγγελος, τοῦ πρώτου φωτὸς ἀπορροή τις ἢ μετουσία». Ποῦ τοίνυν τὸ μεταξὺ τοῦ θεοῦ καὶ τῶν ἀγγέλων ὑπὸ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου τοῦ μετ’ ἐκεῖνον κατ’ ἐκεῖνον αἱρέσεως ἀναπλαττόμενον φῶς, ὃ μήτε θεός ἐστι μήτ’ ἄγγελος, ἀλλ’ ὑλική τις καὶ παχυμερὴς φύσις;

Πῶς δ’ οὐκ ἐν τῷ θείῳ οἱ θεῖοι ἄγγελοι φωτί, καθάπερ ἐν τῷ κατ’ αἴσθησιν φωτὶ τὰ αἰσθητά, καὶ ταῦτα τοῦ θεολόγου λέγοντος τοῦτο ἐν νοητοῖς εἶναι τὸ ἀκρότατον ἐκεῖνο φῶς, δηλονότι τὸν θεόν, ὅπερ ἥλιον ἐν αἰσθητοῖς; Πῶς οὖν οὐκ ἐν τῷ θείῳ οἱ θεοειδεῖς ἄγγελοι φωτὶ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν ἔχουσι, «τῇ πρὸς τὸν θεὸν νεύσει καὶ ὑπουργίᾳ κτώμενοι τὸν φωτισμόν, εἴτε τῇ στάσει μεριζόμενοι τοῦτον, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν στάσιν λαμβάνοντες», ἀλλ’ ἐν τῷ κατὰ τοὺς Βαρλαὰμ καὶ Ἀκινδύνου δυσσεβεῖς ἀναπλασμούς, αἰσθητῷ καὶ προσύλῳ καὶ σωματικῷ, ταῦτ’ ἄρα καὶ τὴν αὐγὴν διακοπτομένῳ συνεχείᾳ σώματος φωτί; Πῶς δ’ οὐχὶ καὶ μέχρι γῆς δίεισι καὶ τοὺς ἐπ’ αὐτῆς ἀξίους φωτίζει τῶν ἀνθρώπων τὸ τῶν ἐπουρανίων ἀγγέλων ὑπερουράνιον καὶ ἀκρότατον φῶς, πάσης φωτιστικὸν λογικῆς φύσεως ὑπάρχον;

Πῶς δ’ ὅμως καὶ φῶς οἱ ἄγγελοι δεύτερον εἰσίν; Ἆρα τοῦτ’ αὐτό ἐστιν αὐτοῖς ἡ φύσις, τὸ φῶς τοιοῦτον εἶναι; Καὶ πῶς αἱ ἀποστατικαὶ δυνάμεις, ἄγγελοι τὴν φύσιν οὖσαι, σκότος ἀλλ’ οὐ φῶς εἰσι, καὶ σκότος ἀντικείμενον τῷ τοιούτῳ δηλαδὴ φωτί, παρ’ οὗ τοῖς θεοειδέσιν ἀγγέλοις ἐστὶν ὁ φωτισμός; Ὅθεν πάλιν δῆλον, ὡς τοῦτο τὸ φῶς οὐσία οὐκ ἔστιν· οὐσία γὰρ οὐκ ἔστιν οὐσίᾳ ἐναντίον. Ἔτι, μήπω τῆς λαμπρότητος ἐστερημένος, ἑωσφόρος ὤν τε καὶ καλούμενος ὁ διὰ τὴν πρὸς τὰ χείρω νεῦσιν σκότος γεγονώς, καὶ τοὺς φῶς ὄντας ἀγγέλους διὰ τὴν πρὸς τὸ ὄντως ἀγαθὸν ἀδιάπτωτον ἀνάτασιν, δείκνυσι μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν ὄντας φῶς. Πῶς δ’ ἂν ὅλως εἴη φῶς φύσις, ἀλλ’ οὐκ ἐνέργεια φύσεως φυσική τις ἢ ἐπίκτητος; Εἰ γὰρ ἂν καὶ σκότος φύσις, ἀλλ’ οὐ στέρησις· καὶ μὴν τῶν ἀγγελικῶν ταγμάτων μᾶλλον ἕτερον ἑτέρου τούτου τοῦ φωτὸς μετέχον, δείκνυσιν οὐκ οὐσίαν τοῦθ’ ὑπάρχον, οὐσία γὰρ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον. Ἀλλὰ καὶ τῇ πρὸς θεὸν νεύσει καὶ ὑπουργίᾳ τὸ φῶς τοῦτ’ ἔχοντες οἱ ἄγγελοι, παριστᾶσι μὴ μόνον οὐκ εἶναι φύσιν αὐτοῖς τουτὶ τὸ φῶς, ἀλλ’ οὐδὲ φυσικῶς αὐτοῖς προσεῖναι. Ἐπεὶ δὲ καὶ κατὰ μέθεξιν ἔχουσι τουτὶ τὸ φῶς—«δεύτερον γάρ φησι φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀπορροή τις ἢ μετουσία»—καὶ τὸν θεὸν οὗτοι παριστᾶσι κατ’ ἐνέργειαν ἀλλ’ οὐχὶ κατ’ οὐσίαν φῶς καλούμενον.

Κατ’ οὐσίαν γὰρ ὁ θεὸς ἀμέθεκτός τε καὶ ἀνώνυμος κατὰ τοὺς θεολόγους, διὸ καὶ ὁ περιφανὴς καὶ ἠκριβωμένος εἴπερ τις κατὰ τὴν θεολογίαν οὑτοσί, «φῶς» εἰπὼν «ἀκρότατον καὶ πρῶτον» καὶ τὰ τοιαῦτα τὸν θεόν, ἐπάγει, «ὀλίγα τῆς ἔξω χεόμενον»· τὸ δὲ χεῖσθαι, τῆς χάριτος εἶναι τῆς θείας ἀλλ’ οὐ τῆς θείας οὐσίας οἱ θεηγόροι πάντες διδάσκουσιν ἡμᾶς· ἡ γὰρ οὐσία τοῦ θεοῦ παντάπασιν ἀνέκφαντός τε καὶ ἀνεκφοίτητος. Ἔνθεν τοι κἀν τῇ Καινῇ Κυριακῇ πανηγυρίζων ὁ τῆς θεολογίας ἐπώνυμος, καὶ φῶς κἀκεῖ τοιοῦτο τὸν θεὸν εἰπών, ἐπήγαγεν· «ὀλίγοις ὅσον ἐστὶ θεωρούμενον· οἶμαι δὲ οὐδὲ ὀλίγοις»· τὸ δὲ «ὀλίγοις» θεωρούμενον ὅσον ἢ οὐχ ὅσον ἐστίν, οὐκ οὐσία τοῦ θεοῦ ἐστιν, ἀλλ’ ἐνέργεια καὶ χάρις καὶ δόξα καὶ λαμπρότης.

Ταῦτ’ ἄρα καὶ ὁ μέγας Διονύσιος «εἰ τὴν ὑπερούσιον», φησί, «κρυφιότητα φῶς ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὴν ἐξ αὐτῆς προαγομένην μέθεξιν». Ὁ δὲ χρυσοῦς τὴν γλῶτταν θεολόγος, τὴν ἐν τῇ μεταμορφώσει θεϊκὴν δόξαν τοῦ σωτῆρος ἐξυμνῶν «ἔδειξε», φησί, «τοῖς ἑαυτοῦ μαθηταῖς τὴν θεϊκὴν δόξαν ὁ κύριος, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο χωρεῖν», ὃς καὶ ἀλλαχοῦ τὸ μερίζεσθαι τῆς θείας εἶναί φησιν ἐνεργείας, ἀλλ’ οὐ τῆς θείας οὐσίας.

Τοῦτο δὴ καὶ ὁ θεολόγος Γρηγόριος δεικνύς, ὡς φῶς ὁ θεὸς οὐ κατὰ τὴν φύσιν ἀλλὰ κατὰ τὴν δόξαν καὶ χάριν καὶ λαμπρότητα καλεῖται, τοὺς φωτεινοὺς ἀγγέλους ἀπορροὴν ἔφη τούτου καὶ μετουσίαν, ὅπερ ἐπὶ τῆς θείας οὐσίας οὐκ ἄν ποτ’ εἶπεν, ἀμέθεκτον εἰδὼς ἐκείνην καὶ ἀνεκφοίτητον.

Ἀμέλει κἀν τῷ Περὶ τοῦ βαπτίσματος λόγῳ, μετὰ τὸ περὶ αὐτοῦ εἰπεῖν «ὀλίγα τοῖς ἔξω χεόμενον», ἐπήγαγε· «φῶς δὲ λέγω τὸ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρούμενον, ὧν πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος».

Ὁ τοίνυν λέγων τὴν λαμπρότητα τῆς θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ’ ἣν καὶ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος», «μήτ’ οὐσίαν εἶναι θείαν μήτ’ ἀγγελικήν», οὐ τίθησι μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ’ ἄγγελος. Ἐπεὶ καὶ ὁ μέγας Διονύσιος τὰς προαιωνίους μετοχάς τε καὶ ἀρχὰς καὶ τοὺς ἐν θεῷ τῶν ὄντων λόγους καὶ προορισμούς, ὧν ἄγγελοί τε καὶ ἄνθρωποι μετέχουσιν «οὐκ εἶναί» φησιν «οὐσίαν οὔτε θείαν οὔτ’ ἀγγελικήν»· κἀν τῷ Περὶ τοῦ θειοτάτου φωτὸς βιβλίῳ «κυκλικῶς», φησίν, «οἱ θεῖοι κινοῦνται νόες ἑνούμενοι ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ». Πληθυντικῶς οὖν προενεγκὼν ταύτας τὰς ἐλλάμψεις ἔδειξεν οὐκ οὐσίαν οὔσας θείαν—οὐδέποτε γὰρ ἐκείνη πληθυντικῶς προάγεται—, ἀνάρχους δὲ καὶ ἀτελευτήτους προσειπών, ἀκτίστους ὑπαρχούσας ἔδειξε, καὶ οὐκ ἐκτὸς οὔσας τοῦ θεοῦ· ἐκτὸς γὰρ θεοῦ ἄκτιστον οὐδέν.

Οὐ τοίνυν ὁ λέγων μὴ κατ’ οὐσίαν μόνον ἄκτιστον εἶναι τὸν θεόν, ἀλλὰ καὶ κατὰ τὴν θεοποιὸν ἔλλαμψιν καὶ χάριν καὶ λαμπρότητα, καθ’ ἣν καλεῖται φῶς, μεταξὺ θεοῦ καὶ τῶν ὑπ’ αὐτοῦ λαμπρυνομένων θείως, ταυτὸ δ’ εἰπεῖν θεουργουμένων, ἕτερόν τι λέγει φῶς. Ἀλλ’ ὁ κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον ὑλικόν τι λέγων καὶ σωματικόν, αἰσθητόν τε καὶ κτιστὸν τὸ προκόσμιον καὶ ὑπερκόσμιον καὶ ὑπερουράνιον φῶς, ἐν ᾧ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, καθ’ ὃ καὶ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος» ἀναλόγως ἕκαστος τῇ δι’ ἀρετῆς καθάρσει τῆς θείας λαμπρότητος μετειληχότες θείως τοῦ κατὰ τὸ Θαβώριον ὄρος ἀστράψαντος ὑπὲρ ἥλιον καὶ τὴν οἰκείαν ἐπιδείξαντος τοῖς ἀποστόλοις θεότητα καὶ προδείξαντος τὴν μέλλουσαν ὑποδέξεσθαι τοὺς εἰς αὐτὸν ὡς ἀληθῶς πεπιστευκότας λαμπρότητα· αἰσθητὸν γὰρ κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον ὑπάρχον τὸ τοιοῦτον φῶς, ὑλικόν τε καὶ σωματικόν, οὐκ ἔσθ’ ὅπως ἄγγελον ὑπάρχειν, εἴ γε καὶ κτιστόν, ἀλλ’ οὐδ’ ἀγγέλων ὅλως εἶναι φῶς οὐδὲ προκόσμιόν τε καὶ ὑπερκόσμιον καὶ ὑπερουράνιον. Πῶς δ’ ἂν εἴη καὶ καλοῖτο φῶς τὸ τοιοῦτον ὁ θεός, ἐπειδήπερ καὶ κτιστὸν κατὰ τὸν βαρλααμίτην Ἀκίνδυνόν ἐστι;

Κεφ. ιʹ. Παράστασις ὅτι τὸ ὑπερουράνιον φῶς διακοπῆναι ὑπὸ τῆς οὐρανίου περιφερείας ὁ μέγας ἔφη Βασίλειος, οὐχ ὡς ὑλικὸν ὑπάρχον, καὶ διὰ τοῦτο μὴ δι’ ἐκείνης δυνάμενον χωρεῖν, καθάπερ ὁ Ἀκίνδυνος ἐξεδέξατο φρενοβλαβῶς, ἀλλ’ ὡς τῶν αἰσθητῶν μὴ δεκτικῶν ὄντων ἐκείνης τῆς λαμπρότητος, μηδὲ δι’ ἐκείνης ὁρᾶσθαι πεφυκότων. «Καὶ πῶς», φησίν, «ἔγραψεν ὁ μέγας Βασίλειος, ὅτι ‘περιταθεὶς τοῖς ἐμπεριειλημμένοις ὁ οὐρανὸς τὴν ἄνωθεν αὐγὴν διέκοψεν ἀφεγγῆ τὰ ἔνδον καταστήσας’»; Οὕτως ἀεὶ τὰ τῶν γεγραμμένων ἐπαμφοτερίζειν δοκοῦντα καὶ δυσνόητα καὶ ἀσαφῆ προσφιλὲς δοκεῖ καταφύγιον τοῖς κακοδόξοις, ἄλλοθεν πανταχόθεν ἐξαπορουμένοις. Ἀλλ’ ἐνταῦθα δεῖν οἶμαι προενεγκεῖν ἑτέραν ῥῆσιν τοῦ μεγάλου Βασιλείου, ἣν καὶ ταύτην Βαρλαὰμ καὶ Ἀκίνδυνος θρυλλοῦσι μάτην καθ’ ἡμῶν, μᾶλλον δὲ οὐ πάντῃ μάτην. Ἔνι γὰρ ἡμῖν ἑτοιμοτάτῃ χρῆσθαι κατ’ αὐτῶν, ἐκ τῶν ἀσαφῶς γεγραμμένων τὰ σαφῆ διαστρεφόντων ἐπὶ τῷ κτίσμα δεῖξαι τὸ φωτίζον καὶ λαμπρῦνον θείως καὶ πνευματικῶς εὐφραῖνον τοὺς ἁγίους ἀγγέλους καὶ ἀνθρώπους φῶς, ὃ καὶ ὁ Χριστὸς παρέστησεν ἐπ’ ὄρους λάμψας ὑπὲρ ἥλιον καὶ τὴν καλλονὴν τοῦ μέλλοντος αἰῶνος ὑποδείξας.

Εἰσηγούμενος τοίνυν καὶ ὑποτιθέμενος ὁ μέγας Βασίλειος πῶς ἂν ἀπὸ τῶν ἀσαφεστέρων τῆς γραφῆς μὴ βλαπτώμεθα «χρή», φησίν, «ἡμᾶς ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὁρμωμένους περὶ θεοῦ, ἐὰν ὀργιζόμενον ἢ λυπούμενον ἢ μεταμελόμενον ἡ γραφὴ λέγῃ τοῦτον, ζητεῖν τὸ τῆς λέξεως βούλημα καὶ μεριμνᾶν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους τοῦ θεοῦ ὑπολήψεις· καὶ οὕτως ἀπροσκόπως ἐντευξόμεθα ταῖς γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἀπὸ δὲ τῶν ἀσαφεστέρων μὴ βλαπτόμενοι»· καὶ πάλιν, «χρὴ τῇ κοινῇ ἐννοίᾳ περὶ τῆς εὐσεβείας ἀκολουθοῦντας, ἐάν τι εὑρεθῇ ἐναντιοῦσθαι δοκοῦν ταύτῃ ἐν τῇ ἁγίᾳ γραφῇ, ἢ ἐξηγεῖσθαι πρὸς συμβιβασμὸν τῆς κοινῆς ἐννοίας περὶ τῆς εὐσεβείας ἢ ἀγνοεῖν ὁμολογεῖν».

Ἆρ’ οὖν οὐ κοινόν ἐστι καὶ ἀνωμολογημένον τοῖς εὐσεβῶς φρονοῦσι πᾶσιν, ὅτι ὁ θεός ἐστι τὸ φωτίζον τοὺς ἐπουρανίους ἀγγέλους φῶς, ἐν ᾧ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιοι στρατιαὶ ἐν πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν ἔχουσιν; Ἵνα γὰρ τὰ προειρημένα ἀναλάβωμεν, «ὃ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς ὁ θεός, καὶ αὐτός ἐστι τὸ πάσης φωτιστικὸν λογικῆς φύσεως πρῶτον καὶ ἀκρότατον φῶς»· «καὶ φῶτα δεύτερα τοῦ πρώτου φωτὸς ἀπαυγάσματα αἱ νοεραὶ δυνάμεις καὶ τὰ λειτουργικὰ πνεύματα»· καὶ πρώτη φωτεινὴ φύσις μετὰ τὴν πρώτην τῷ ἐκεῖθεν αὐγάζεσθαι, «καὶ δεύτερον φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀπορροή τις ἢ μετουσία»· καὶ «τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο· τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσιν;». Ἆρ’ οὖν ἀπὸ τοῦ δοκεῖν ἐναντιοῦσθαι τούτοις τὸ γεγράφθαι διαπεφράχθαι τὴν ἄνωθεν ἐκείνην αἴγλην ὑπὸ τῆς οὐρανίου περιφερείας περιταθείσης τοῖς ἐντός, κτίσμα τὸν θεὸν ποιήσωμεν, ὑλικόν τε καὶ σωματικὸν καὶ αἰσθητὸν καὶ πρὸ τῆς τῶν ὑλικῶν καὶ φθαρτῶν καὶ αἰσθητῶν παραγωγῆς εἶναί τι δοξάσωμεν ὑλικὸν καὶ φθαρτὸν καὶ αἰσθητὸν κατὰ τὴν Ἀκινδύνου σύνεσιν, ἢ τῇ ἀνωμολογημένῃ τῆς εὐσεβείας ἐννοίᾳ συμβιβάσωμεν τὸ δοκοῦν ἀντιτετάχθαι καὶ διαφωνεῖν, ἂν ἄρα δυνηθῶμεν;

Κἂν μὴ δυνηθῶμεν, αὐτὸ μὲν ἀφῶμεν ὡς μὴ συνεῖναι δυνηθέντες, τῆς δὲ ἀνωμολογημένης εὐσεβείας οὐδὲν ἧττον ἀντεχόμενοι διατελέσωμεν κατ’ αὐτὰς τὰς ὑποθήκας τοῦ γεγραφότος μεγάλου Βασιλείου. Παντί που δῆλον ὡς πᾶσι τρόποις ταῖς ἀνωμολογημέναις τῆς εὐσεβείας προσέξομεν ἐννοίαις.

Φέρε δ’ ὅμως ἀποκαταστῆσαι πρὸς αὐτὰς ἐπιχειρήσωμεν καὶ τὴν τοῦ προκειμένου διαφράγματος διάνοιαν. Κἂν μὲν λόγον δῶμεν ἱκανὸν διαλῦσαι τὴν πρὸς τὸ φαινόμενον ἀντίθεσιν, τῷ θεῷ χάρις τῷ καὶ τοῖς ἐν ἐσχατιαῖς ἡμᾶς κειμένοις τῆς ἀγνοίας γνῶσιν συνήγορον τῆς ἐν αὐτῷ ἀληθείας παρασχόντι. Εἰ δ’ ἄρα μὴ τοιοῦτον εὑρεῖν σχοίημεν τὸν λόγον, εἴ τις ἐν Χριστῷ τέλειος καὶ σοφὸς τὰ θεῖα καὶ πνευματικά, τῆς προαιρέσεως ἡμᾶς ἀποδεξάμενος, αὐτὸς παρ’ ἑαυτοῦ τὸν κρείττω λόγον διδασκέτω, ποθοῦντας καὶ μαθητιῶντας ὅ,τι μάλιστα καὶ τὸ ἐνδέον ἡμῶν ἀναπληρῶν, ἐντρεπέτω τελεώτερον τοὺς τἀναντία τῇ εὐσεβείᾳ συνάγειν ἐντεῦθεν πειρωμένους. Ἀλλὰ τίς ἡμῶν ὁ πρὸς τοὺς ἐν διαστρόφῳ διανοίᾳ τὸ προκείμενον ὁρῶντας λόγος;

Ὁ μέγας Διονύσιος τὸν ὑπὲρ πάντα θεῖον γνόφον ἐξυμνῶν «τὰ πάντα», φησίν, «ἀφαιροῦμεν, ἵνα τὸν ὑπερούσιον ἐκεῖνον ἴδωμεν γνόφον, τὸν ὑπὸ παντὸς τοῦ ἐν τοῖς οὖσι φωτὸς ἀποκρυπτόμενον». Τίς δὲ ὁ θεῖος οὗτος γνόφος ὁ αὐτὸς αὖ διδάσκει, τῷ λειτουργῷ ἐπιστέλλων Δωροθέῳ· «ὁ θεῖος γάρ», φησί, «γνόφος ἐστὶ τὸ ἀπρόσιτον φῶς, ἐν ᾧ κατοικεῖν ὁ θεὸς λέγεται. Καὶ ἀοράτῳ γε ὄντι διὰ τὴν ὑπερέχουσαν φανότητα, καὶ ἀπροσίτῳ τῷ αὐτῷ δι’ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας, ἐν τούτῳ γίνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος». Ἐν τούτῳ ἄρα καὶ αἱ τῶν ἀγγέλων ἀξίαι τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν ἔχουσι παντὸς μᾶλλον κατηξιωμένων μὴ γινώσκειν μόνον ἀλλὰ καὶ ὁρᾶν τὸν θεόν. Ἐν τούτῳ καὶ οἱ δίκαιοι τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἕξουσιν, ὡς καὶ αὐτὸς ὁ μέγας ἔφη Βασίλειος. Οὕτω γὰρ καὶ τὴν τῶν οὐρανῶν καὶ τὴν τοῦ θεοῦ βασιλείαν οἱ ἅγιοι κληρονομήσουσιν, ἐπεὶ καὶ ὁ κύριος τὸ μέλλον προκαταγγέλλων ἅμα καὶ προϋπογράφων τῷ δι’ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας ἀπροσίτῳ τούτῳ φωτὶ τοὺς οἰκείους μαθητὰς ἐπ’ ὄρους περιήστραψε καὶ «βασιλείαν τοῦ θεοῦ» τοῦτο προσηγόρευσεν. Ἀποκρύπτεται δὴ τουτὶ τὸ φῶς ὑπὸ παντὸς τοῦ ἐν τοῖς οὖσι φωτός, οὐχ ὡς μὴ διὰ πάντων χωροῦν, ἀλλ’ ὡς τῶν ὄντων πάντων φυσικῇ δυνάμει μὴ ἐκφαίνειν τοῦτ’ ἐχόντων.

Εἰ δὲ τἄλλα τῶν ὄντων ἐκεῖνο μὴ δύναται ἐκφῆναι, πολλῷ γε δὴ μᾶλλον τὰ αἰσθητῶς ὄντα, οἷς καὶ τὰ νοητὰ ἄληπτα καὶ ἀθεώρητα καὶ ἀνέκφαντα ἐστί· τὸ γοῦν ἀποκρύπτεσθαι καὶ διαφράττεσθαι ταυτόν. Ἀποκρύπτεται τοίνυν καὶ ἐμφράττεται καὶ διίσταται καὶ διακόπτεται ὑπὸ τῆς τοῦ οὐρανοῦ περιφερείας σῶμα οὔσης αἰσθητὸν καὶ χωρίον αἰσθητῶν πάντων ἀποφαινούσης τὸν ἐπανειλημμένον ταύτῃ τόπον· διαφράττεται τοίνυν καὶ διίσταται τῶν ἔνδον ἡ ἄνωθεν φωτοχυσία, οὐχ ὡς μὴ χωρεῖν δυναμένη διὰ πάντων, ἅτε σωματοειδὲς καὶ ὑλικόν τι φῶς, ἀλλ’ ὡς τῶν αἰσθητῶν μὴ δεκτικῶν ὄντων ἐκείνης τῆς λαμπρότητος μηδὲ διὰ ταύτης ἐκείνων φαινομένων, μὴ πεφυκυίας αἰσθητῷ φωτὶ παραπλησίως εἰς ἐντελέχειαν ἄγειν ὄψιν καὶ τὰ ὑπ’ αὐτήν, κἀντεῦθεν ἀφωτίστων ἀπολελειμμένων πρὶν τὸ κατάλληλον αὐτοῖς φῶς τὸν θεὸν προαγαγεῖν.

Οὐ μόνον δὲ τὸ ὑπερκόσμιον φῶς ὁ μέγας ἔφη Βασίλειος περιταθεῖσαν διαστῆσαι τῶν ἐγκοσμίων τὴν οὐρανοῦ περιφέρειαν, ἀλλ’ ἁπλῶς τὰ ἔξω τῶν ἔνδον αὐτῆς. Ὡς οὖν οὐδὲν τῶν ἔνδον, ὃ μὴ διέστη τῶν ὑπερκοσμίων, οὕτω καὶ τὰ ὑπερκόσμια πάντα διέστη τῶν ἐντός· οὐκοῦν καὶ τὰ λειτουργικὰ πνεύματα καὶ πᾶσα δύναμις ἀγγελικὴ διεστηκυῖα ἦν. Ἆρ’ οὖν καὶ ταύτας ὡς μὴ διιέναι δυναμένας ὁ μέγας ἔφη διαστῆναι; Οὔμενουν· ἀλλ’ ὡς μὴ χωρητὰς αἰσθήσει, μηδ’ ἐν ταύτῃ φαινομένας, μηδ’ ὁρᾶσθαι πεφυκυίας τοῖς ζῶσι κατ’ αὐτήν. Καὶ τί λέγω τὰ ζῶντα κατὰ μόνην αἴσθησιν, ἃ μηδ’ αὐτά πω τότε ἦν; Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ κατὰ σάρκα ζῶντες καὶ τὸ λογικὸν κενοῦντες ἅπαν ἐπὶ τὴν ταύτης ἐπιμέλειαν ἀγγέλων δέξαιντ’ ἂν ἐπιδημίαν τε καὶ ὁμιλίαν. Διὸ μετὰ τὸ θεοῦ παρακοῦσαι καὶ ἀκοῦσαι παρ’ αὐτοῦ τὸν ἄνθρωπον ὅτι «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», ἀποκέκλεισται ὁ οὐρανὸς αὐτῷ. Καὶ ὁ Ἀδὰμ οὐ μόνον ἀγγέλων κεχωρίσθαι γέγραπται, τούτοις ὁμοδίαιτος ὑπάρχων πρότερον, ἀλλὰ καὶ τῶν τοῦ ἀφθάρτου φωτὸς ἐνδυμάτων γεγυμνῶσθαι κατὰ τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην, ἃ πάλιν ἐπὶ τοῦ Θαβωρίου Μωυσῆς καὶ Ἠλίας ἐνεδύθησαν τοῦ κυρίου περιλάμψαντος αὐτούς. Ἆρ’ οὖν συνεχεστέρου μετὰ τὴν παρακοὴν ἢ πυκνοτέρου γεγονότος τοῦ οὐρανίου σώματος, τοῦ φωτὸς τῶν ἀγγέλων καὶ αὐτῶν τῶν ἀγγέλων διεζεύχθημεν;

Οὔμενουν· ἀλλὰ τοῦ ἀνθρώπου μὴ δυναμένου χωρεῖν ἔτι τὰ ἐκεῖ καὶ τῶν ἀγγέλων οὕτω διεστηκότος ὄντος, ὥσπερ ἐκπεπολεμωμένων πρὸς αὐτόν, ἀποκεκλεῖσθαι γέγραπται ὁ οὐρανός. Ταῦτ’ ἄρα πάλιν, ἡνίκα δι’ ἀνείκαστον φιλανθρωπίας πέλαγος ὁ τοῦ ἀνωτάτω πατρὸς υἱὸς μονογενὴς υἱὸς ἀνθρώπου γεγονώς, τὸ οἰκεῖον πλάσμα πρὸς τὴν ἄνωθεν ἐπανήγαγεν ἀξίαν, «ἀπ’ ἄρτι», φησίν, «ὄψεσθε τοὺς οὐρανοὺς ἀνεωγότας καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου».

Καὶ μὴν τίς οὐκ οἶδεν ὅτι τὸ πνεῦμα τὸ ἅγιον διὰ πάντων ἀκωλύτως δύναται χωρεῖν; Ἀλλὰ τοῦ κυρίου βαπτισθέντος ἐσχίσθησαν, φησί, καὶ ἀνεώχθησαν οἱ οὐρανοὶ καὶ κατέβη τὸ πνεῦμα ἐπ’ αὐτόν, ὥσπερ ἂν τῆς συνεχείας τοῦ οὐρανίου σώματος εἰ μὴ διέστη, διακοπτούσης τὴν πρὸς γῆν δίοδον τοῦ παναγίου πνεύματος. Κτιστὸν οὖν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἡ Ἀκινδύνου σύνεσις ἐντεῦθεν ἀποδείξει, καθάπερ καὶ τὴν προκόσμιον καὶ ὑπερκόσμιον φωτοχυσίαν. Ἀλλὰ τίνος ἕνεκεν διανοιγόμενον ἡ γραφὴ δείκνυσι τὸν οὐρανὸν ἐν τῇ τοῦ πνεύματος διόδῳ; Ἵνα δείξῃ προαποκεκλεισμένον πρότερον διὰ τὴν ἁμαρτίαν καὶ διακόπτοντα τὴν πρὸς ἡμᾶς κάθοδον τοῦ πνεύματος, ἅτε μὴ χωρητικῶν ὄντων θείου πνεύματος τῶν ἁμαρτόντων. Οὕτω τοίνυν καὶ τὴν ἄνωθεν φωτοχυσίαν ἀπέκλεισε καὶ διέκοψεν ὁ οὐρανός, συνεχὴς πάντῃ περιτεταμένος, οὐχ ὡς μὴ πεφυκυῖαν διὰ αὐτοῦ χωρεῖν, ἀλλ’ ὡς μὴ τῶν αἰσθητῶν χωρούντων τὴν ἀπόρρητον ἐκείνην αἴγλην μηδ’ ὁρᾶσθαι δι’ αὐτῆς αἰσθητικῇ δυνάμει πεφυκότων.

Ἀλλὰ καὶ ὁ Στέφανος «ὑπάρχων πλήρης πίστεως καὶ πνεύματος ἁγίου», κατὰ τὸ γεγραμμένον ἐν ταῖς τῶν θείων ἀποστόλων Πράξεσιν, «ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεωγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ». Ὅτι μὲν οὖν ἡ ὑπερουράνιος δόξα τοῦ θεοῦ, ἣν καὶ ὁ Στέφανος τότε ἀτενίσας εἶδεν, ἄκτιστός ἐστι, πρὸς τοῖς ἄλλοις ἅπασιν ἁγίοις καὶ ὁ Νύσσης θεῖος πρόεδρος Γρηγόριος τὸν πρωταγωνιστὴν ἐν μάρτυσιν ἐγκωμιάζων τοῦτον παρέστησεν ἡμῖν. Εἰ οὖν ἀθέατος μὴ τῶν οὐρανῶν ἀνεωγμένων, καὶ διαφράττεται λοιπὸν ἐκ τούτων· πῶς οὖν ἄκτιστος καὶ ἄυλός ἐστιν;

Ἀλλ’ οὔτε ἡ τοῦ οὐρανοῦ περιφέρεια σχίζεται καὶ διανοίγεταί ποτε οὔτε τῇ συνεχείᾳ ταύτης ἡ ἄνωθεν δόξα καὶ φωτοχυσία διαφράττεται, ἀλλὰ διὰ τῶν τοιούτων ἡ γραφὴ παρίστησιν ὅτι τοῖς μὴ πνεύματος ἁγίου κτησαμένοις δύναμιν, ἀλλὰ τῇ κτιστῇ καὶ φυσικῇ δυνάμει, καὶ μάλιστα τοῖς κατ’ αἴσθησιν ὁρῶσιν, ἀχώρητα καὶ ἀθεώρητα παντελῶς ἐστι τὰ θεῖα. Τοῖς δὲ θεοειδεῖ δυνάμει τὰς τοιαύτας ὁρῶσι θεοπτίας ἀφανὲς γίνεται πᾶν ἐπιπροσθεῖν δοκοῦν, οὐ διαπίπτον ἢ πρὸς τὸ μὴ ὂν χωροῦν, ἀλλ’ ὑπὸ τῆς ἀνεκφράστου ἐπιφανείας τοῦ φωτὸς ἐκείνου ἐκνικώμενα.

Διὸ καὶ ὁ μέγας Ἀντώνιος, κατὰ τὸν μέγαν Ἀθανάσιον, ὑπὸ στέγην ὢν καὶ τῇ προσευχῇ προσκαρτερῶν, τῶν δαιμόνων περιστοιχισάντων αὐτὸν καὶ μανικῶς ἄγαν καὶ πολυειδῶς ἐπεμβαινόντων, «ἀναβλέψας εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην καὶ ἀκτῖνα φωτός τινα κατερχομένην πρὸς αὐτόν· καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν, ὁ πόνος δὲ τοῦ σώματος εὐθὺς ἐπέπαυτο καὶ ὁ οἶκος ἦν πάλιν ὁλόκληρος.

Ὁ δὲ Ἀντώνιος αἰσθόμενος τῆς ἀντιλήψεως καὶ πλέον ἀναπνεύσας, κουφισθεὶς δὲ τῶν πόνων, ἐδέετο τῆς φανείσης ὀπτασίας λέγων, ‘ποῦ ᾖς ἕως ἄρτι; Διατί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς’; Καὶ φωνὴ γέγονε πρὸς αὐτόν. ‘Ἀντώνιε ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸν σὸν ἀγωνισμόν. Ἐπεὶ δὲ ὑπέμεινας καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ βοηθὸς καὶ ποιήσω σε ὀνομαστὸν γενέσθαι πανταχοῦ’». Τίς οὖν οὗπερ ὁ μέγας Ἀντώνιος ἐδέετο—καὶ γὰρ ἐδέετό φησι τῆς φανείσης ὀπτασίας—; Τίς ὁ περιμένων ἰδεῖν τοὺς ἄθλους τῶν ἁγίων καὶ μετὰ τοὺς ἄθλους τὰ ἔπαθλα παρέχων; Τίς ὁ ἀεὶ παρὼν καὶ ἀεὶ ὑπάρχων βοηθὸς αὐτοῖς; Τίς ὁ τούτους ὀνομαστοὺς ποιούμενος;

Τί τὸ φῶς, ὃ μόνον φανὲν ἀθρόαν τὴν πληθὺν τῶν δαιμόνων ἐφυγάδευσε καὶ τὰς ὀδύνας ἔπαυσε καὶ πνευματικὴν ἐνῆκε θυμηδίαν; Οὐκ ἆρ’ ὁ παράκλητος αὐτός, οὗ καὶ ὁ σατὰν σκότος ἀντικείμενον, καὶ αὐτὴ ἡ τοῖς ἁγίοις μόνοις ἀπορρήτως ἐπιφαινομένη τῆς τρισυποστάτου φύσεως λαμπρότης, δι’ ἣν καὶ Θεοφάνης ὁ θεῖος μουσικὸς τῷ τε θεωμένῳ τούτῳ ψάλλει, «τῇ τρισηλίῳ λαμπηδόνι, πάνσοφε, καταλαμπόμενος τὸ δυσμενὲς τῶν δαιμόνων φρύαγμα, αἰκισμῶν τε τοὺς πόνους, ἀράχνης δίκην διέλυσας»;

Τί τὸ φῶς, ὃ παρῆν καὶ μὴ ὁρώμενον, πρὸς ὃ ἔλεγεν ὁ διὰ τὴν τούτου θέαν θεόπτης κατὰ Μωσῆν τε καὶ Ἠλίαν, «ποῦ ᾖς ἕως ἄρτι; Διατί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς»; Τί τὸ φῶς, οὗ τῇ ἐπιφανείᾳ διέστη ὁ οἶκος καὶ ἀνέωγε καὶ διέπεσεν ἡ στέγη μὴ μετακινηθεῖσα—καὶ γὰρ ὁλόκληρος αὖθις ἀναπέφηνε διατελοῦσα—ἀλλά, καθάπερ ἔφην, ἐκνικηθεῖσα τῇ ἀνεκφράστῳ ἐκφάνσει τοῦ ἀφράστου φωτός;

Τὸ ἄνω δὲ τοῦ οἰκίσκου μᾶλλον τοῦτο πέπονθεν, ἐπειδήπερ, ὡς παρὰ τῶν πεπειραμένων ἐδιδάχθημεν, ἡ ἀπλανὴς φωτοφάνεια καὶ θεοποιὸς φωτοχυσία τοῖς φωτιζομένοις θείως, ἄνωθεν ἀεὶ ἐπιχεῖσθαί πως δοκεῖ, καὶ αὐτοὺς ὅλους τοὺς εὐμοιρηκότας τὴν ἀρχὴν εὐθὺς ἀνατείνει πρὸς τὰ ἄνω.

Μηδὲν οὖν ἐπιπροσθοῦν ὁρῶντες πάντα δοκοῦσιν ἀνεῶχθαι, ἀέρα, αἰθέρα, οὐρανὸν αὐτόν. Κἂν ὑπογείοις ἄντροις ἐμφιλοχωροῦντες τύχωσι καὶ αὐτὴν ὁρῶσι τὴν ὑπὲρ κεφαλῆς γῆν διεστηκυῖαν, μέγα τι μυστήριον κἀντεῦθεν τῆς χάριτος ὑποφαινούσης.

Ἐκ τοῦ αἰφνιδίου δὲ ἡ ἐπιφανεῖσα θέα καὶ τὰ διεστῶτα πάντα καὶ ὅτι διέστηκεν ἢ μή, καὶ ὅπως, ἐκ τοῦ λογιζομένου διαρρίψασα καὶ φυγαδεύσασα, μόνης ἑαυτῆς ὅλον ποιεῖται τὸν ὁρῶντα, οὐδ’ εἰ σῶμα περίκειται ἢ μή, δυνάμενον εἰδέναι· μὴ μόνον γὰρ τὸ ὁρώμενον, ἀλλ’ οὐδ’ ᾧ βλέπει τοῦτο οἶδε. Τῆς δ’ ἀπορρήτου θεωρίας ἐκείνης παυσαμένης κατὰ τὸ ἐγχωροῦν περὶ αὐτῆς ἀναλογίζεται καὶ διαλέγεται, μᾶλλον δὲ τὴν ὑπὸ τῆς θείας ἐκείνης κεχορηγημένην ὑψηλὴν καὶ οὐχ ἧττον ἀσφαλῆ διάνοιαν κατὰ τὸ ἐγχωροῦν ἐκφαίνει· καὶ τὴν διάνοιξιν καὶ τὴν διάφραξιν τῶν αἰσθητῶν φησι σωμάτων, ἵνα δείξῃ μήθ’ ἁπλῶς νόημα ὑπάρχον καὶ γνῶσιν δή τινα ἐκ νοημάτων τὸ θειότατον ἐκεῖνο φῶς, καὶ τῶν αἰσθητῶν πάντων τοσοῦτο ξένον καὶ ὑπερανῳκισμένον ὄν, ὡς ἐκείνων φαινομένων, ἀφανὲς ἐκεῖνο εἶναι, τούτου δὲ φανέντος μὴ δύνασθαι φαίνεσθαι ἐκεῖνα. Ἡ δὲ τοῦ βαρλααμίτου Ἀκινδύνου σύνεσις εἰς ὕλην καὶ σῶμα καὶ κτίσμα διὰ τοῦτο κατασπᾷ τὸ προκόσμιον καὶ ὑπερκόσμιον καὶ ὑπερουράνιον καὶ ἀτελεύτητον καὶ ἀνέσπερον ἐκεῖνο φῶς, ψυχική τις ὄντως οὖσα καὶ μὴ δεχομένη μηδὲ δυναμένη γνῶναι τὰ τοῦ πνεύματος, ὡς ὁ θεῖος Παῦλος ἔφη. Διὸ καὶ Βασίλειος ὁ μέγας σαφῆ πλάνην ταύτην παριστὰς καὶ νοερὸν ἐκεῖ προϊὼν προσηγόρευσε τὸ φῶς.