Ἀλλὰ κἀν τούτοις οὕτως ἐξελεγχθεὶς οὐκ ἠρεμεῖν εἰς τέλος ἔγνωκεν ὁ πρὸς ἀπάτην ἀμηχάνως εὐμήχανος οὐδ’ ἐκστῆναι τῆς πρὸς ἀθεΐαν φερούσης τοὺς αὐτῷ πειθομένους ὑπέμεινεν, ἀλλὰ τῆς προτέρας ἐκείνης ἀπάτης μέρος μὲν ἀποστέρξας πανούργως, ὡς λανθάνειν τοὺς πολλοὺς δύναιτο, μέρος δ’ ἀπολαβών, ὡς δι’ ἐκείνου μηδὲν ἧττον πρὸς τὸ βάραθρον ἔστιν οὓς ἐπισπῷτο, πάλιν ὑποτίθεται λέγειν τοὺς ὑπηρετουμένους τῇ πλάνῃ, θεὸν μὲν ἕνα δῆθεν, καὶ τοῦτον τρισυπόστατον σέβειν, οὐ μὴν ὡς κοινῆς τε καὶ μιᾶς οὔσης τῶν τριῶν φύσεως, θελήσεως, δυνάμεως, ἐνεργείας, βασιλείας, σοφίας, ἀγαθότητος, ἀπειρίας, ἁπλότητος καὶ τῶν παραπλησίων, ἀλλ’ ὡς τούτων ἁπασῶν ἓν οὐσῶν, οὐσίας μόνης, κτιστῶν δὲ τῶν παρὰ ταύτην ἁπάντων. «Εἰ γὰρ καὶ ἡ θεία», φασί, «δύναμις καὶ ἐνέργεια, θεότης ὀνομαζομένη, ἄκτιστος εἴη καὶ ἐξ ἀκτίστου θεότητος, τῆς οὐσίας τοῦ θεοῦ, πῶς οὐ δύο ἄκτιστοι θεοὶ καὶ θεότητες; Εἰ δὲ καὶ τῶν ἀκτίστων τούτων, ἡ μὲν ὡς αἰτία ὑπέρκειται, ἡ δὲ δευτερεύει καὶ ὑποβέβηκε τῷ ἐξ ἐκείνης εἶναι, ἢ δύο θεότητες, ἢ σύνθετος ἐκ τούτων μία, ἐξ ὑπερκειμένης καὶ ὑφειμένης συγκειμένη θεότητος. Οὐκοῦν, εἴπερ ἄκτιστός ἐστι καὶ ἡ θεία θέλησις καὶ δύναμις καὶ ἐνέργεια, οὐδὲν τῆς ἀκτίστου οὐσίας διενηνόχασιν· οὕτω γὰρ ἂν εἴη μία θεότης καὶ εἷς θεὸς ἄκτιστος.