Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες Α΄–Κ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΙΒ΄: Στη Δ΄ Κυριακή των Νηστειών

Πραγμάτευση της θεραπείας του σεληνιαζομένου νέου και διδασκαλία για τη δύναμη της προσευχής και της νηστείας έναντι των δαιμονικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 20

ΕΝ Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ ΚΥΡΙΑΚῌ Ὑπόθεσιν ἔχουσα τὸ κατ’ αὐτὴν ἀναγινωσκόμενον Εὐαγγέλιον ἐν ᾗ καὶ περὶ τῆς ἐπιμελείας τῶν ἔνδον λογισμῶν Πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ μάλιστα κατὰ τὰς ἱερὰς ταύτας ἡμέρας, περὶ νηστείας καὶ προσευχῆς εἰπών, οἵοις δεξιοῦνται δώροις τοὺς ἐραστὰς καὶ πόσων ἀγαθῶν γίνονται πρόξενοι τοῖς χρωμένοις, ὃ διὰ τῆς σήμερον ἀναγινωσκομένης ἐν τῷ εὐαγγελίῳ τοῦ Κυρίου φωνῆς μάλιστα προσμαρτυρεῖται ταύταις, οὔπω ταῖς φιλοθέοις ὑμῶν ἀκοαῖς τε καὶ ψυχαῖς ἐναπέθηκα.

Τί δέ ἐστι τοῦτο; Μέγα καὶ τὸ πάντων ὡς εἰπεῖν μέγιστον· πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐξουσίαν δύναται παρέχειν κατὰ πνευμάτων πονηρῶν, ὥστε αὐτὰ ἐκβάλλειν καὶ ἀπελαύνειν, καὶ τοὺς δαιμονῶντας τῆς αὐτῶν ἐπηρείας ἐλευθεροῦν. Τῶν γὰρ μαθητῶν πρὸς τὸν Κύριον εἰπόντων περὶ τοῦ ἀλάλου καὶ κωφοῦ δαιμονίου, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό, πρὸς αὐτοὺς ὁ Κύριος ἔφη· «τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰμὴ ἐν προσευχῇ καὶ νηστείᾳ».

Καὶ τάχα διὰ τοῦτο, μετὰ τὴν ἐπ’ ὄρους προσευχὴν καὶ τὴν κατ’ αὐτὴν ἐμφάνειαν τῆς θεϊκῆς αὐγῆς, καταβὰς εὐθὺς ἐπὶ τὸν τόπον ἔρχεται ἔνθα ὁ τῷ δαίμονι ἐκείνῳ κάτοχος ἦν. Τοὺς γὰρ ἐκκρίτους τῶν μαθητῶν, φησί, παραλαβὼν ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἔλαμψεν ὡς ὁ ἥλιος, καὶ ἰδοὺ ὤφθησαν αὐτῷ συλλαλοῦντες Μωϋσῆς καὶ Ἠλίας, οἱ μάλιστα σχεδὸν πάντων ἀνθρώπων τὴν προσευχὴν καὶ τὴν νηστείαν ἀσκήσαντες, δεικνύντες καὶ διὰ τῆς ἐν τῇ προσευχῇ παρουσίας αὐτῶν τὸ τῆς προσευχῆς καὶ τῆς νηστείας συνῳδὸν καὶ φιλάλληλον, ὡς καὶ συλλαλεῖν οἷον τῇ προσευχῇ τὴν νηστείαν ὁμιλούσῃ πρὸς Κύριον. Εἰ γὰρ φωνὴ αἵματος παθόντος Ἄβελ βοᾷ πρὸς Κύριον, καθάπερ αὐτὸς πρὸς τὸν Κάϊν φησίν, ὡς διὰ Μωυσέως ἐμάθομεν, πάντως καὶ τὰ τοῦ σώματος μέρη καὶ μέλη πάντα τῇ νηστείᾳ κακοπαθοῦντα βοήσει πρὸς Κύριον καὶ τῇ προσευχῇ συλλαλήσαντα τοῦ νηστεύοντος καὶ οἷον συμπροσευξάμενοι δικαίως εὐπροσδεκτοτέραν ταύτην ἐργάσεται καὶ δικαιώσει τὸν ἑκουσίως ὑφιστάμενον τῆς νηστείας τὸν πόνον.

Μετὰ δὴ τὸ προσεύξασθαι καὶ λάμψαι θείως, καταβὰς ἐκ τοῦ ὄρους ὁ Κύριος, ἔρχεται πρὸς τὸν ὄχλον καὶ τοὺς μαθητάς, οἷς προσηνέχθη ὁ τὸ δαιμόνιον ἔχων ἐκεῖνος, ἵν’ ὥσπερ ἔδειξεν ἐπ’ ὄρους ἐκεῖνο νηστείας καὶ προσευχῆς ὑπάρχον βραβεῖον, οὐ μέγα μόνον, ἀλλὰ καὶ ὑπὲρ τὸ μέγα (καὶ γὰρ ἔδειξεν ἆθλον οὖσαν τούτων τὴν θείαν λαμπρότητα), οὕτω καταβὰς ἐπιδείξει τούτων ἔπαθλον οὖσαν καὶ τὴν κατὰ δαιμόνων ἰσχύν.

Ἀλλ’ ἐπεὶ κατὰ τὴν παροῦσαν τῶν ἱερῶν νηστειῶν κυριώνυμον ἡμέραν ἐπ’ ἐκκλησίας ἔθος τὰ περὶ τοῦ θαύματος ἀναγινώσκεσθαι τούτου, φέρε τὴν αὐτὸ καταγγέλλουσαν εὐαγγελικὴν ρῆσιν ἄνωθεν ἐπέλθωμεν ἅπασαν. Ἐλθόντι γοῦν φησι τῷ Ἰησοῦ πρὸς τοὺς μαθητὰς καὶ τοὺς αὐτοῖς συμπαρόντας καὶ ἐρωτήσαντι, τίς ὁ πρὸς ἀλλήλους λόγος, ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· «διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σὲ ἔχοντα πνεῦμα ἄλαλον, καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ρήσσει αὐτὸν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ καὶ ξηραίνεται».

Πῶς οὖν ἤφριζεν οὗτος καὶ ἔτριζε τοὺς ὀδόντας καὶ ἐξηραίνετο; Τοῦ δαιμονῶντος πρῶτόν τε καὶ μᾶλλον τῶν ἄλλων μορίων τοῦ σώματος ὁ ἐγκέφαλος πάσχει· τῷ γὰρ ἐν τούτῳ ψυχικῷ πνεύματι ὡς ὀχήματι χρῆται ὁ δαίμων καὶ ἀπὸ τούτου, καθάπερ ἐξ ἀκροπόλεώς τινος, καταδυναστεύει παντὸς τοῦ σώματος. Τοῦ δὲ ἐγκεφάλου πάσχοντος, σύρροιά τις ἐκεῖθεν ἀφίεται φυσώδης ὁμοῦ καὶ φλεγματώδης ἐπὶ τὰ νεῦρα καὶ τοὺς μῦας τοῦ σώματος, τοῦ ψυχικοῦ πνεύματος τὰς διεξόδους ἐμφράττουσα· καὶ κλόνος ἐντεῦθεν καὶ ρῆξις καὶ κίνησις ἀπροαίρετος πᾶσι τοῖς προαιρετικοῖς μορίοις ἐγγίνεται, μάλιστα δὲ ταῖς γνάθοις, ὡς μάλιστα πλησιαζούσαις τῷ πρωτοπαθήσαντι μορίῳ. Πολλοῦ δὲ τοῦ ὑγροῦ μᾶλλον ἐπὶ τὸ στόμα καταφερομένου, διά τε τὸ χώρημα τῶν πόρων καὶ τὴν πρὸς τὸν ἐγκέφαλον ἐγγύτητα, τῆς τε ἀναπνοῆς ἀθρόας διεκπνεῖσθαι μὴ δυναμένης διὰ τὴν τῶν ὀργάνων ἄτακτον συγκίνησιν, ἀλλὰ καὶ τῷ πλήθει τοῦ ὑγροῦ συναναφυρομένης, ὁ ἀφρὸς ἐπιγίνεται τοῖς πάσχουσιν. Οὕτως ἤφριζέ τε καὶ ἔτριζε τοὺς ὀδόντας, δεινῶς προσαρασσομένους καὶ μανικῶς ἐπιθηγομένους ὁ δαίμων ἐκεῖνος. Ἐξηραίνετο δὲ μετὰ ταῦτα ὑπὸ τῆς σφοδροτέρας ἐπηρείας τοῦ δαιμονίου.

Καθάπερ γὰρ ὑπὸ τῆς θέρμης τῆς ἡλιακῆς ἀκτῖνος οἱ ἀτμοὶ κινούμενοι, ἂν αὕτη σφοδροτέρα ᾖ, ὑπ’ αὐτῆς πάλιν καὶ ἀφανίζονται τελείως διαφορηθέντες, οὕτω καὶ ὑπὸ τῆς τοῦ δαίμονος ἐπηρείας, ἡ τῶν σπλάγχνων ὑγρότης ἐκδιδομένη, ἂν ἐκείνη σφοδροτέρα ᾖ, μετ’ οὐ πολὺ δαπανᾶται καὶ ἡ τῆς σαρκὸς ἔμφυτος ἰκμὰς καὶ ὁ δαιμονῶν ἐκεῖνος καταξηραίνεται.

Ὁ δὲ τοῦ δαιμονῶντος πατὴρ προσετίθει πρὸς τὸν Κύριον, λέγων ὅτι εἶπε τοῖς μαθηταῖς, ἵνα αὐτὸ ἐκβάλλωσι καὶ οὐκ ἴσχυσαν· ὁ δὲ Κύριος οὐ πρὸς αὐτὸν μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀποτεινόμενος, «ὦ γενεά», φησίν, «ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν;». Δοκεῖ μοι τοὺς τηνικαῦτα παρόντας τῶν Ἰουδαίων ἀφορμῆς λαβομένους τῷ μὴ δυνηθῆναι τοὺς μαθητὰς ἐξελάσαι τὸν δαίμονα, μέτριά τινα βλασφημῆσαι· τί γὰρ ἂν οὐκ εἶπον ἀφορμῆς λαβόμενοι οἵ, καὶ τῶν θαυμάτων τελουμένων, τῆς βλασφημίας οὐκ ἀφιέμενοι; Τοὺς οὖν γογγυσμοὺς καὶ τοὺς ὀνειδισμοὺς τούτων εἰδὼς ὁ Κύριος, πόρρωθεν ἐξελέγχει καὶ καταισχύνει τούτους, οὐ διὰ λόγων μόνων πληκτικωτέρων, ἀλλὰ καὶ δι’ ἔργων τε καὶ λόγων φιλανθρωπίας γεμόντων. Προστάττει γὰρ λέγων, φέρετέ μοι αὐτὸν ᾧδε, καὶ ἤνεγκαν, καὶ ἰδὸν τὸν Κύριον τὸ δαιμόνιον ἐσπάραξε τὸν ἄνθρωπον, καὶ πεσὼν ἐκυλίετο ἀφρίζων· συνεχωρεῖτο γὰρ φανερὰν ποιῆσαι τὴν ἰδίαν κακίαν.

Ὁ δὲ Κύριος ἐπηρώτα τὸν πατέρα τοῦ παιδός, «πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ». Ταύτην δὲ τὴν ἐρώτησιν ὑπὸ φιλανθρωπίας ποιεῖται ὁ Κύριος, πρὸς πίστιν καὶ τὴν μετὰ πίστεως δέησιν ἐνάγων αὐτόν. Τοσοῦτο γὰρ ἀπεῖχε τοῦ πιστεύειν ὁ ἄνθρωπος οὗτος, ὡς μηδὲ ὑπὲρ τῆς σωτηρίας τοῦ παιδὸς ἱκετεύειν· διὸ οὐδὲ τοὺς μαθητὰς ἱκέτευσεν ὅλως· «Εἶπον», γάρ φησιν, «αὐτοῖς ἵνα αὐτὸ ἐκβάλλωσιν»· οὐ προσέπεσεν, οὐχ ἱκέτευσεν, οὐκ ἐδεήθη· ἀλλ’ οὐδὲ τοῦ Κυρίου φαίνεταί πω δεηθείς. Διὰ τοῦτο ἀφεὶς ὁ Κύριος ἐλεεινῶς πρὸ τῶν ὀφθαλμῶν τούτου τὸν παῖδα κείμενον, αὐτὸς ἐκείνῳ προσδιαλέγεται, τὸν χρόνον τοῦ πάθους ἐρωτῶν καὶ πρὸς τὴν αἴτησιν αὐτὸν ἐκκαλούμενος· ὁ δὲ ἀποκρίνεται, παιδιόθεν αὐτῷ συμβῆναι καὶ πολλάκις καὶ εἰς πῦρ ἐμβαλεῖν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν, καὶ ἐπάγει· «ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς».

Ὁρᾶτε τὴν ἀπιστίαν τοῦ ἀνδρὸς ὅση; Ὁ γὰρ λέγων «εἰ δύνασαι», πάντως ἔδειξε μὴ πιστεύων αὐτὸν δύνασθαι. Ὁ δὲ Κύριος εἶπε τό, «εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι»· τοῦτο δέ φησιν οὐχ ὡς ἀγνοῶν ἐκείνου τὴν ἀπιστίαν, ἀλλὰ κατὰ μικρὸν ἔτι προβιβάζων αὐτὸν εἰς πίστιν καὶ ἅμα δεικνύς, ὅτι καὶ τὸ μὴ τοὺς μαθητὰς ἐκβαλεῖν τὸν δαίμονα ἡ τούτου ἀπιστία γέγονεν αἰτία. Σκόπει δὲ τὸν εὐαγγελιστήν· οὐ γὰρ εἶπε τὸν Κύριον πρὸς τὸν πατέρα τοῦ παιδὸς εἰπεῖν, εἰ δύνασαι πιστεῦσαι, ὡς ἀεὶ σχεδὸν τὴν πίστιν ἀπαιτοῦντος τοῦ Κυρίου παρὰ τῶν τὰς ἰάσεις ἐπιζητούντων· καὶ τῶν ψυχῶν γὰρ ὑπάρχων δεσπότης καὶ κηδεμὼν ἐσπούδαζε καὶ ταύτας ἰᾶσθαι διὰ τῆς πίστεως· ἀλλ’ ὁ τοῦ παιδὸς πατὴρ ἐκεῖνος, ὡς ἤκουσε τῇ αὐτοῦ πίστει τὴν ἴασιν ἀκολουθεῖν, μετὰ δακρύων ἔλεγε· «πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ». Βλέπετε προκοπὴν ἠθῶν ἀρίστην; οὐ μόνον γὰρ ἐπίστευσε περὶ τῆς τοῦ παιδὸς ἰάσεως, ἀλλ’ ὅτι δύναται ὁ Κύριος ἐκνικῆσαι καὶ τὴν αὐτοῦ ἀπιστίαν, εἴπερ ἐθελήσει.

Τοῦ δὲ ὄχλου ἐπὶ τοῖς λόγοις τούτοις συντρέχοντος, ἐπετίμησε, φησίν, ὁ Κύριος τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ «τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν».

Παγχάλεπον τὸ δαιμόνιον τοῦτο δοκεῖ καὶ ἰταμώτατον εἶναι· τό τε γὰρ σφοδρὸν τῆς ἐπιτιμήσεως καὶ ἡ παραγγελία τοῦ μηκέτι εἰσελθεῖν τὴν ἰταμότητα τοῦ δαιμονίου παρίστησι· χωρὶς γὰρ ταύτης ὡς ἔοικε, καὶ ἐκβληθὲν ἐπανέστρεψεν ἄν. Πολλὴν δὲ καὶ χώραν ἔσχεν ἐν τῷ ἀνθρώπῳ καὶ δυσαποσπάστως εἶχε καὶ κωφὸν καὶ ἄλαλον ἦν, ὡς μὴ ἀρκούσης τῆς φύσεως ὑπηρετεῖσθαι τῇ ὑπερβολῇ τῆς ἐκείνου μανίας, διὸ καὶ πασχούσης ἀναισθησίαν σχεδὸν τελείαν, ἐπεὶ «καὶ κράξαν», φησί, «καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθε· ὁ δὲ ἄνθρωπος ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν».

Ἡ κραυγὴ δὲ οὐκ ἀντίκειται πρὸς τὸ ἄλαλον εἶναι τὸ δαιμόνιον· ἡ μὲν γὰρ λαλιὰ φωνή ἐστι σημαντικὴ νοήματός τινος, ἡ δὲ κραυγὴ ἄσημός ἐστι φωνή. Ἀφίεται δὲ τὸ δαιμόνιον καὶ σπαράξαι ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον καὶ ὡσεὶ νεκρὸν διαθεῖναι, ἵνα φανερὰ γένηται πᾶσα ἡ κακία αὐτοῦ. Ὁ μέντοι Κύριος τῆς χειρὸς τοῦ ἀνθρώπου λαβόμενος ἤγειρεν αὐτὸν καὶ ἀνέστη, δεικνὺς ἐντεῦθεν ὅτι πολλὴν ἔχει τὴν ἐνέργειαν· τὸ μὲν γὰρ τῇ χειρὶ λαβέσθαι κτιστῆς ἦν ἐνεργείας τῆς καθ’ ἡμᾶς, τὸ δὲ ἀναστῆναι τοῦτον ἀπαθῆ κακῶν τῆς ἀκτίστου καὶ θείας καὶ ζωαρχικῆς ἐνεργείας.

Τῶν δὲ μαθητῶν ἐρωτησάντων ἔπειτα κατ’ ἰδίαν, «διατί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;», πρὸς αὐτοὺς εἶπεν, ὅτι τοῦτο τὸ δαιμόνιον «ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰμὴ ἐν προσευχῇ καὶ νηστείᾳ». Φασὶ μὲν οὖν τινες τὴν προσευχὴν ταύτην καὶ τὴν νηστείαν παρὰ τοῦ πάσχοντος γίνεσθαι δεῖν· οὐκ ἔχει δὲ οὕτως· ὁ γὰρ ἐνεργούμενος ὑπὸ πονηροῦ πνεύματος, καὶ ταῦτα τοιούτου, ὄργανον ὢν ἐκείνου καὶ καταδυναστευόμενος ὑπ’ ἐκείνου, πῶς ἂν ἢ προσεύξαιτο ἢ νηστεύσειεν ἑαυτῷ λυσιτελῶς;

Δοκεῖ δὲ τῆς ἀκολασίας εἶναι τὸ πάνδεινον δαιμόνιον τοῦτο, ὃ ποτὲ μὲν εἰς πῦρ ρίπτει τὸν ἁλόντα (τοιοῦτοι γάρ εἰσιν οἱ ἀλλόκοτοι καὶ δυσέρωτες ἔρωτες), ποτὲ δὲ εἰς ὕδατα καταβαπτίζων αὐτὸν διὰ τῆς ἀδηφαγίας καὶ τῶν ἀμέτρων καὶ πολλῶν πότων καὶ συμποσίων.

Ἔστι δὲ καὶ ἐν τοῖς τοιούτοις κωφὸν καὶ ἄλαλον τὸ δαιμόνιον τοῦτο· οὔτε γὰρ ἀκούειν οὔτε λαλεῖν εὐχερῶς ὑπομένει τὰ θεῖα ὁ ταῖς ὑποβολαῖς τοῦ τοιούτου δαιμονίου πειθόμενος. Ἀλλ’ ὅμως μὴ τὸ πονηρὸν αὐτὸ πνεῦμα ἐνῳκισμένον τις ἔχων, ἀλλὰ ταῖς ὑποβολαῖς ἐκείνου φερόμενος, ὅταν ἀνακύψῃ πρὸς ἐπιστροφὴν (ἔχει γὰρ ἔτι τὸ αὐτεξούσιον), προσευχῆς δεῖται καὶ νηστείας, ἵνα διὰ μὲν τῆς νηστείας χαλινώσῃ τὸ σῶμα καὶ καταστείλῃ τὰς ἐπαναστάσεις αὐτοῦ, διὰ δὲ τῆς προσευχῆς τὰς ἐν τῇ ψυχῇ προλήψεις καὶ τοὺς ἐρεθίζοντας πρὸς τὸ πάθος ἀργήσῃ καὶ κατευνάσῃ λογισμούς, καὶ οὕτω τοῦ πάθους περιγένηται, τὴν σατανικὴν ἐν προσευχῇ καὶ νηστείᾳ προσβολὴν καὶ ἐπήρειαν ἀπελάσας. Ὅταν δὲ οὐχ ὑπὸ τῆς τοῦ δαίμονος ὑποβολῆς ἐνεργῆται, ἀλλ’ αὐτὸν ἐκεῖνον ἔνοικον ἔχῃ, οὔτε κατ’ ἀνθρώπους ἔτι πάσχει, οὔτε αὐτός τι δύναται παρ’ ἑαυτοῦ πρὸς ἴασιν πράττειν, ἀλλ’ ὅπερ ἂν ἐκεῖνος ἔπραξεν, εἴπερ νοῦν ἐλεύθερον εἶχε, τοῦτο παρὰ τῶν ἐλευθέρων, μᾶλλον δὲ καὶ πνεύματι θείῳ κατόχων, πραττόμενον ὑπὲρ αὐτοῦ τὰ μέγιστα συντελέσει πρὸς τὴν τοῦ δαίμονος ἐκβολήν.

Ἀλλὰ τὸ μὲν δαίμονας ἀπελαύνειν οὔτε ἀπαιτούμεθα, κἂν ἀπελάσαι δυνηθῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἀτημέλητον βίον ἔχουσι. «Πολλοί», γάρ, φησίν, «ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν;

Καὶ ἐρῶ πρὸς αὐτοὺς οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν». Οὐκοῦν πολλῷ κερδαλεώτερον τὸ τῆς πορνείας πάθος καὶ τῆς ὀργῆς καὶ τοῦ μίσους καὶ τῆς ὑπερηφανείας ἀπελάσαι σπεῦσαι τῆς ψυχῆς τοῦ δαιμόνια ἐκβάλλειν. Οὐκ ἀρκεῖ γὰρ τῆς σωματικῆς ἁμαρτίας ἀπηλλάχθαι μόνης, ἀλλὰ δεῖ καὶ τὴν ἔνδον οἰκουροῦσαν τῆς ψυχῆς καθαίρειν ἐνέργειαν· ἐκ γὰρ τῆς καρδίας ἡμῶν οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί, πλεονεξίαι καὶ τὰ ἑξῆς (ταῦτα δέ ἐστι τὰ κινοῦντα τὸν ἄνθρωπον), καὶ «ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Τοῦ γὰρ σώματος ἀπρακτοῦντος ἔνι λογιστικῶς τὴν ἁμαρτίαν ἐνεργεῖσθαι· τῆς δὲ ψυχῆς ἔνδον διὰ προσευχῆς καὶ προσοχῆς καὶ μνήμης θανάτου καὶ τῆς κατὰ Θεὸν λύπης καὶ τοῦ πένθους ἀναιρούσης τὴν προσβολὴν τοῦ πονηροῦ, συμμεταλαμβάνει καὶ τὸ σῶμα τῆς ἁγιωσύνης, τὴν ἀπραξίαν τῶν κακῶν κτησάμενον. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Κύριος, ὅτι οὐχ ὁ τὸ ἔξωθεν τοῦ ποτηρίου καθάρας, οὗτος καὶ τὸ ἔσωθεν ἐκάθῃρεν, ἀλλὰ ποιήσατε τὸ ἐντὸς τοῦ ποτηρίου καθαρόν, καὶ οὕτως ἔσται καθαρὸν ὅλον.

Πᾶσαν γὰρ σπουδὴν ποιήσας, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾖ, νικήσεις τὰ ἔξω πάθη· ἐὰν γὰρ ἡ ρίζα ἁγία, καὶ οἱ κλάδοι, καὶ ἐὰν ἡ ζύμη, καὶ τὸ φύραμα· «πνεύματι», γάρ, φησὶν ὁ Παῦλος, «περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε».

Διὸ καὶ τὴν ἰουδαϊκὴν περιτομὴν οὐκ ἀνεῖλεν ὁ Χριστός, ἀλλ’ ἐτελείωσεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων «οὐκ ἦλθον καταλύσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». Πῶς οὖν ἐπλήρωσεν αὐτόν; Σφραγὶς ᾖν ἐκεῖνος καὶ δεῖγμα καὶ συμβολικὴ διδασκαλία τῆς ἐν τῇ καρδίᾳ τῶν πονηρῶν λογισμῶν περιτομῆς, πρὸς ἣν Ἰουδαῖοι μὴ σπουδάζοντες καὶ παρὰ τῶν προφητῶν ὡς ἀπερίτμητοι τὴν καρδίαν ὠνειδίζοντο καὶ παρὰ τοῦ βλέποντος εἰς τὴν καρδίαν ἐμισοῦντο καὶ εἰς τέλος ἀπόβλητοι γεγόνασιν· ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, καὶ ἐὰν ρυπαρῶν ἢ πονηρῶν αὕτη λογισμῶν γέμῃ, τῆς θείας ἀποστροφῆς ἄξιος ὁ ἄνθρωπος γίνεται ἐκεῖνος. Διὸ καὶ πάλιν ὁ ἀπόστολος παραινεῖ χωρὶς ὀργῆς καὶ διαλογισμῶν ἡμᾶς ποιεῖσθαι τὰς εὐχάς.

Σπουδάζειν δὲ ἡμᾶς ὁ Κύριος διδάσκων εἰς τὴν ἐν πνεύματι τῆς καρδίας περιτομήν, μακαρίζει μὲν τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τῆς μὲν καθαρότητος ταύτης τὴν θεοπτίαν ἔπαθλον εἶναι διατείνεται, τοῖς δὲ πτωχοῖς τὴν τῶν οὐρανῶν βασιλείαν ἐπαγγέλλεται· πτωχοὺς δέ φησι τοὺς ἐν ἐνδείᾳ καὶ εὐτελείᾳ ζῶντας. Οὐχ ἁπλῶς δὲ τοὺς τοιούτους μακαρίζει, ἀλλὰ τοὺς ἐν πνεύματι τοιούτους, τουτέστι τοὺς διὰ τὴν ἔνδον αὐτῶν καὶ ἐν καρδίᾳ ταπείνωσιν καὶ ἀγαθὴν προαίρεσιν, οὕτω καὶ τὰ ἔξω διαθέντας.

Ἀπαγορεύει δὲ οὐ τὸν φόνον μόνον, ἀλλὰ καὶ τὴν ὀργήν, καὶ ἀφιέναι τοῖς εἰς ἡμᾶς πταίουσιν ἀπὸ τῶν καρδιῶν προστάττει καὶ οὐ τὸ παρ’ ἡμῶν προσφερόμενον δέχεται δῶρον, ἐὰν μὴ προδιαλλαγῶμεν καὶ τὴν ὀργὴν ἀφῶμεν.

Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πορνικῶν παθῶν· καὶ αὐτὴν γὰρ τὴν ἐκ περιέργου θέαν καὶ τὴν ἐξ αὐτῆς ἐπιθυμίαν ἐν καρδίᾳ μοιχείαν οὖσαν ἀπεφήνατο· καὶ καθολικώτερον ἔτι περὶ τούτων διαλαμβάνων φησίν, εἰ τὸ φῶς τὸ ἐν σοί, τουτέστιν ὁ νοῦς καὶ ἡ διάνοια, σκότος ἐστί, τῶν ἀλαμπῶν προσβολῶν τῶν ἀρχόντων τοῦ σκότους γέμοντα, πόσῳ μᾶλλον τὸ σκότος, δηλαδὴ τὸ σῶμα καὶ ἡ αἴσθησις, ἅτινα παρ’ ἑαυτῶν οὐκ ἔχει φέγγος νοερόν, γεννητικὸν ἀληθείας τε καὶ ἀπαθείας; Ἐὰν δὲ τὸ ἐν σοὶ φῶς καθαρὸν ᾖ, τῶν σαρκικῶν φρονημάτων οὐκ ἐπισκοτούντων, ἔσῃ φωτεινὸς κατὰ ψυχὴν ὅλως, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. Τοιαύτη ἡ τῆς καρδίας ἐν πνεύματι περιτομή, δι’ ἧς ἐπλήρωσεν ὁ Κύριος τὴν κατὰ νόμον ἐν σαρκὶ περιτομήν, ἥτις ἐδόθη τοῖς Ἰουδαίοις ὡς ἐκείνην σημαίνουσα καὶ πρὸς ἐκείνην ἐνάγουσα. Μὴ κτήσασθαι δὲ ταύτην σπουδασάντων, ἡ περιτομή, καθά φησι Παῦλος, αὐτῶν ἀκροβυστία γέγονε καὶ ἀπηλλοτριώθησαν τοῦ μὴ βλέποντος εἰς πρόσωπον Θεοῦ, τουτέστιν εἰς τὰ φανερὰ τῆς σαρκὸς δικαιώματα, ἀλλὰ εἰς τὴν καρδίαν ὁρῶντος, εἰς τὰ ἀφανῆ δηλαδὴ καὶ ἐν ἡμῖν τῶν λογισμῶν κινήματα.

Προσέχωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, παρακαλῶ, καὶ καθάρωμεν ἀπὸ παντὸς μολυσμοῦ τὰς ἑαυτῶν καρδίας, ἵνα μὴ τοῖς κατακριθεῖσιν ἐκείνοις συμπαραρρυῶμεν· εἰ γὰρ ὁ διὰ Μωσέως λαληθεὶς νόμος «ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τῆς ἡμετέρας ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι παρὰ τοῦ Κυρίου, διὰ τῶν ἀκουσάντων πρὸς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς;». Φοβηθῶμεν οὖν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· ἐξιλεωσώμεθα τὸν τῶν ἐκδικήσεων Κύριον· ἐνοικήσωμεν ἡμῖν αὑτοῖς τὴν εἰρήνην, τὸ ἁγιασμόν, τὴν ἐν κατανύξει προσευχήν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ποθήσωμεν ἐν πληροφορίᾳ πίστεως τὴν ἐπηγγελμένην ἐκείνην θέαν τοῖς καθαροῖς τὴν καρδίαν, καὶ πάντα πράξωμεν, ἵνα ταύτης τύχωμεν, μεθ’ ἧς ἐστιν ἡ αἰώνιος ζωή, τὸ ἀκήρατον κάλλος, ὁ ἀδαπάνητος πλοῦτος, ἡ ἀναλλοίωτος καὶ ἀπέραντος τρυφὴ καὶ δόξα καὶ βασιλεία.

Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ· ᾧ μόνῳ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.