Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄

Γρηγόριος Παλαμᾶς

Λιτανευτική ομιλία για την αποτροπή της θανατηφόρου επιδημίας

Αυστηρός έλεγχος των παθών, της μέθης, της πορνείας και της πλεονεξίας, και κάλεσμα σε μετάνοια για την αποτροπή του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 19 από 22

ΡΗΘΕΙΣΑ ΕΝ ΛΙΤῌ, ΓΕΝΟΜΕΝΗ ΔΙΑ ΤΗΝ ΑΗΘΗ ΚΑΙ ΑΘΡΟΑΝ ΤΟΥ ΘΑΝΑΤΟΥ ΤΗΝΙΚΑΥΤΑ ΠΛΗΓΗΝ Ὁ Ἰωάννης ὁ ἠγαπημένος τῷ Χριστῷ Θεολόγος φησίν· «ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν». Ἡμεῖς δὲ οἱ αὐτοκατάκριτον ἔχοντες τὸ συνειδός, οἱ ὀπίσω τῶν ἐπιθυμιῶν ἡμῶν τῶν πονηρῶν πορευόμενοι, οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παρωσάμενοι καὶ τὰ βδελυκτὰ ἐνώπιον αὐτοῦ ἐργαζόμενοι, οἱ μεθύοντες καθ’ ἡμέραν καὶ διημερεύοντες ἐν οἴνῳ, καὶ κατασκοποῦντες ποῦ πότος γίνεται, οἱ διανυκτερεύοντες ἐν ἀκαθαρσίᾳ ψυχῆς καὶ σώματος, οἱ ἀδικίᾳ καὶ πλεονεξίᾳ συζῶντες, οἱ κλοπαῖς καὶ ἁρπαγαῖς χαίροντες, οἱ φθόνον καὶ μῖσος κατ’ ἀλλήλων ἔχοντες, οἱ λοιδοροῦντες ἀλλήλους, οἱ καταλαλοῦντες ἀλλήλων, οἱ πᾶσαν ἀρετὴν καὶ παιδείαν μισήσαντες, καὶ πρὸς πᾶν εἶδος ἁμαρτίας ἑαυτοὺς εἰσωθήσαντες· πῶς σχῶμεν παρρησίαν διὰ προσευχῆς καὶ ψαλμῳδίας αἰτήσασθαί τι παρὰ Θεοῦ; Πόθεν δὲ προσδοκήσομεν λήψεσθαι παρὰ Θεοῦ τὰ αἰτήματα, οἱ τὰ τοῦ Θεοῦ ἀθετοῦντες θελήματα; «Τῷ γὰρ ἁμαρτωλῷ», κατὰ τὸν ψαλμῳδόν, «εἶπεν ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου. Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ρυόμενος»· ὥσπερ νῦν ἡμεῖς ἁρπαζόμεθα, καὶ οὐκ ἔστιν ὁ ρυόμενος, οὐκ ἔστιν ὁ βοηθῶν.

Ἀλλ’ οὐχ ἕκαστος ἡμῶν ἔχει πάντα τὰ προκατηριθμημένα τῆς ἁμαρτίας εἴδη; Ἀλλ’ ἕκαστος ἡμῶν δι’ ἑνὸς τούτων ἢ καὶ πλειόνων, πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν· καίτοι καὶ τούτων ἕκαστον ἱκανὸν ἀπώσασθαι τὸν ἔλεον τοῦ Θεοῦ καὶ ἐπισπάσασθαι τὴν ὀργήν. Τί τοὺς Ἰσραηλίτας ἀναξίους ἐποίησε τῶν θεοδμήτων πλακῶν; Οὐχ ἡ μέθη; Ἀναβὰς γὰρ ὁ Μωϋσῆς εἰς τὸ ὄρος τεσσαρακονθήμερον ἦγε νηστείαν, καὶ τῷ Θεῷ ὑπὲρ τοῦ γένους ὡμίλει· ὅθεν καὶ ἀχειροποιήτους πλάκας ἐδέξατο δακτύλῳ Θεοῦ γεγραμμένας, καὶ κατήρχετο φέρων τὴν δωρεὰν τοῖς Ἰσραηλίταις. Ὡς δὲ καὶ πόρρωθεν ἤσθετο μεθυόντων ἀπὸ τοῦ θορύβου καὶ τῆς ἀσέμνου κραυγῆς, φωνῆς εἰπὼν μεθυόντων ἐγὼ ἀκούω, ἀναξίους αὐτοὺς κρίνας τῶν αὐτοχείρως τῷ Θεῷ καὶ γεγενημένων καὶ γεγραμμένων, συντρίβει μὲν τὰς πλάκας ἐκείνας, ὁπλίζει δὲ κατ’ αὐτῶν τοὺς μὴ μέθῃ τὰς φρένας σεσαλευμένους, μηδὲ μεθυόντων Θεὸν ἀναπλάσαντας, καὶ κτείνει δι’ αὐτῶν πολλὰς χιλιάδας, καὶ οὕτως ἐξευμενίζει τὸν τῶν νηφόντων Θεόν. Καὶ πάλιν ἑτέρας ἀναβὰς καταφέρει πλάκας, γεγραμμένας μὲν ὁμοίως, οὐκέτι δὲ ὁμοίας· ἐκ γὰρ τῆς κάτωθεν ἦσαν ὕλης. Ἀλλ’ ὁρᾶτε ὅπως ἐκ παλαιοῦ θανατηφόρον ἡ μέθη;

Πόσης ἀξία καταδίκης, καὶ πῶς ἀναξίους ποιεῖ τοὺς χρωμένους καὶ τῶν ἐκ Θεοῦ δωρεῶν καὶ τῆς παρούσης ζωῆς; Μέθη δαίμων ἐστὶν ἔνυλος, παρατροπὴ λογισμῶν, παράλυσις σώματος, θανάτου χείρων ζωή, ἀποστροφῆς Θεοῦ ἀφορμή. Τὸ δέ γε μεῖζον κακόν, ὅτι καὶ τῆς ἐπηγγελμένης παρὰ Θεοῦ ζωῆς ἐστιν ἀλλοτρίωσις· «μέθυσοι» γάρ, φησί, «βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι».

Τί δὲ ἡ πορνεία; Ἐξῆλθεν ὁ τότε λαὸς τοῦ Θεοῦ ἐξ Αἰγύπτου παντάπασιν ἄοπλοι, καὶ ὁπλιτῶν τούτους ἐπεδίωκε πλῆθος. Ὡς οὖν μέχρι τῆς θαλάσσης ἦλθον, οἱ μὲν φεύγοντες, οἱ δὲ διώκοντες, δυνάμει καὶ βουλῇ Θεοῦ, καὶ ράβδῳ καὶ χειρὶ Μωϋσέως, δικάζει πρὸς ἀμφοτέρους ἐκείνους ἡ θάλασσα, καὶ τοῖς μὲν ὑποχωρεῖ σχισθεῖσα μέση, καὶ πάροδον ἀκίνδυνον δίδωσι· τοῖς δὲ καταδιώκουσιν ἐπιρρεύσασα, νεκροὺς τοῖς γείτοσιν αἰγιαλοῖς ἐκείνοις ἐξέδωκε· καὶ τοὺς ἀόπλους πανοπλίτας ἀπέδειξε, σκυλεύσαντας τοὺς ἐκβρασθέντας νεκρούς. Εἶτα τί; Διέρχονται τόπους καὶ χώρας οἰκουμένας καὶ ἀοικήτους ἀήττητοι, νικῶντες πάντας τοὺς ἀντιτεταγμένους αὐτοῖς. Ὡς δὲ πορνείᾳ ὑπέπεσαν, ἐπὶ τοσοῦτον ἡττήθησαν, ὡς καὶ ἀποθανεῖν ἐν τῷ πολέμῳ πάραυτα τότε εἰκοσιτρεῖς χιλιάδας. Διὸ καὶ ὁ Παῦλος πρὸς ἡμᾶς· «μὴ πορνεύετε», φησί, «καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες». Καὶ εἰ μὴ Φινεὲς ζηλώσας καὶ μιᾷ πληγῇ μετὰ τῆς πορνευομένης συναποκτείνας τὸν τὸ μύσος κατεργαζόμενον καὶ ἀναχαιτίσας τὴν πρᾶξιν ἐξιλεώσατο τὸν Θεόν, κἂν πάντες ἀπώλοντο, παγγενεὶ τῆς θείας ὀργῆς πειραθέντες διὰ τὴν τῆς πορνείας παρανομίαν. Ἐν ὑμῖν δὲ ὅτι μὲν ἐνεργεῖται τὸ θεοστυγὲς τοῦτο πάθος, τίς οὐκ οἶδε;

Ὁ δὲ κωλύων οὐδείς, οὐ παῖδα σχεδὸν πατήρ, οὐκ ἀδελφὸς ἀδελφόν, οὐ φίλος φίλον, εἰσὶ δὲ οἳ καὶ συμπράττουσι, καίτοι τοῦ ἀποστόλου λέγοντος, «τοῖς τοιούτοις μηδὲ συνεσθίειν»· διὰ τοῦτο θανάτου καὶ πανωλεθρίας πάντες ἐσμὲν ἄξιοι.

Εἰ δὲ ἡ πορνεία τοσαύτης καὶ τοιαύτης καταδίκης ἀξία, πόσῳ μᾶλλον τὸ τῆς μοιχείας ἄγος; Ὃ μηδὲ καθ’ ἕνα μόνον ἢ δύο, ἀλλὰ καὶ οἴκους ὅλους καὶ βίους ὅλους καὶ τὰς κατὰ σῶμα συγγενείας καὶ διαδοχὰς κατασπᾷ τε καὶ ἀχρειοῖ, τὰς ψυχὰς πρὸ τούτων ἀναμέστους ποιῆσαν πάσης κακίας καὶ πονηρίας. Ὁ μέντοι φθόνος φόνου γεννήτωρ ὤν, ἐπεὶ καὶ δι’ αὐτὸν τὴν ἀρχὴν ἄνθρωπος ἔγνω τοῦ θανάτου τὴν πεῖραν, ἀδελφοκτόνον τὸν Κάϊν ἀπεργασάμενον, πῶς οὐ θάνατον καὶ εἴ τι θανάτου χεῖρον δικαίαν ἔχει τὴν καταδίκην; Ἡ δὲ κλοπὴ πάλιν πόσον παροξύνει Θεόν; Ἐν τῷ παλαιῷ Ἄχαρ ἦν μόνος ὁ κλέψας, καὶ ὁ στρατὸς ἅπας ὑφίστατο τὴν πληγήν, ἕως ἐρευνήσαντες, ἐκ μέσου λιθοβολήσαντες τὸν ἁμαρτῶντα ἐποίησαν.

Ἐγράφη δὲ ταῦτα πάντα πρὸς νουθεσίαν ἡμῶν, ἵνα μὴ τοῖς αὐτοῖς περιπίπτοντες ἁμαρτήμασι καὶ ταῖς αὐταῖς καταδίκαις, μᾶλλον δὲ καὶ χείροσι, καθυποβάλλωμεν ἑαυτούς· μείζονος γὰρ ἢ ἐκεῖνο τὸ γένος ἀξιωθέντες τῆς θείας ἐπισκοπῆς, μειζόνων ἐσμὲν ἄξιοι πληγῶν, εἰ μὴ φυλάττομεν ἑαυτοὺς τῶν ὑπὸ Θεοῦ ἀπηγορευμένων ἀνωτέρους κακῶν. «Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα», φησὶν ὁ ἀπόστολος, «τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ Πνεύματος ἁγίου μερισμοῖς καὶ ποικίλαις δυνάμεσι, κατὰ τὴν αὐτοῦ θέλησιν».

Διόπερ Ἀνανίας καὶ Σαπφείρα οὐκ ἐν τοῖς ἀλλοτρίοις, ἀλλ’ ἐν τοῖς οἰκείοις τὴν κλοπὴν ἐργασάμενοι, διὰ τὸ ψεῦδος, ὃ σύνεστιν ἀεὶ τῇ κλοπῇ, θανατοῦνται παρὰ τοῦ Πέτρου, μᾶλλον δὲ παρὰ τοῦ Θεοῦ, πρὸς ὅν φησιν ὁ προφήτης Δαβίδ· «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος». Ὁ δὲ Παῦλος τῷ σατανᾷ παραδίδωσι τὸν ἐν Κορίνθῳ πορνεύσαντα καὶ τοῖς Κορινθίοις παραγγέλει γράφων· «τῷ τοιούτῳ μηδὲ συνεσθίειν». Καὶ οὐκ ἐκύρωσε τὴν ἀγάπην, ἕως ἀποστὰς ἐκεῖνος τῆς πονηρᾶς πράξεως δι’ ἔργων τὴν μετάνοιαν ἐπεδείξατο. Πρὸς δὲ τὸν πλεονέκτην ὅς, τῆς χώρας εὐφορησάσης, οὐ διαδίδωσι τοῖς μὴ ἔχουσιν, ἀλλὰ πλατύνει τὰς ἀποθήκας, τί φησιν ἐν εὐαγγελίοις ὁ Κύριος; «Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;». Καὶ ἵνα μή τις νομίσῃ καθ’ ἑνός τινος εἶναι τὴν ἀπόφασιν ταύτην, ἐπάγει· «οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν». Καίτοι ὁ πλούσιος ἐκεῖνος οὐκ ἐπλούτει ἐξ ἀδικίας· τί γὰρ ἐκεῖνος ἠδίκησεν, εἰ ἡ χώρα αὐτοῦ εὐφόρησεν; Ἀλλ’ ὅμως, ὅτι οὐκ ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ τῶν πραγμάτων ἀφθονίᾳ καλῶς, μηδὲ ἐπλούτησεν εἰς Θεὸν διὰ τῆς μεταδόσεως, ἄξιος θανάτου ἐγένετο, τοῦ πλούτου μηδὲν ἀπωνάμενος.

Ἡμῶν δέ εἰσιν οἳ μὴ τὰ δικαίως ποριζόμενα μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῶν πτωχῶν ἁρπαγὰς ἔχουσιν ἐν τοῖς οἴκοις αὐτῶν, πλεονεξίαν ἀγαπῶντες, τὴν δευτέραν κατὰ Παῦλον εἰδωλολατρίαν, φιλαργυρίαν νοσοῦντες, τὴν πάντων κακῶν αἰτίαν.

Καὶ οὐχ οἱ παρ’ ἡμῖν ἄρχοντες μόνον, ἀλλὰ καὶ οἱ ἀγοραῖοι· πόσα γὰρ ἐπιζήμια τοῖς ἀγοράζουσιν οἱ παρ’ ἡμῖν κάπηλοι καὶ οἱ ἄλλοι ἔμποροι ἐπιτεχνῶνται, μηδὲ μέτροις καὶ σταθμοῖς δικαίοις, ὅτε δύνανται, χρώμενοι;

Διὰ ταῦτα καὶ τὰ τοιαῦτα παιδευόμεθα, καὶ ἔτι παιδευθησόμεθα. Τὴν μὲν γὰρ τῶν ἐπηρειῶν λύσιν ποθοῦμέν τε καὶ ζητοῦμεν, τοῖς δὲ πταίσμασι δι’ ἃ παιδευόμεθα καὶ προστίθεμεν. Βούλεσθε μαθεῖν ὅσον ἡ πλεονεξία κακόν; Ἀπὸ τῆς πληγῆς, ἧς ἀρτίως πάσχομεν, τοῦτο γνώσεσθαι· πλεονεκτῆσαν γὰρ ἓν τῶν ἐν τοῖς σώμασι στοιχείων, τὸ αἷμα, καθὼς ὁρᾶτε, τὸν θάνατον ἐπιφέρει τοῖς ἀποθνῄσκουσιν. Ὡς οὖν ἐν σώματι πλεονεξία διαφθείρει τὸ σῶμα, οὕτως ἡ ἐν τῇ ψυχῇ τὴν ψυχὴν διαφθείρει καὶ θανατοῖ, τὴν τοῦ Θεοῦ χάριν ζωὴν οὖσαν θειοτέραν ἀπ’ αὐτῆς ἐκδιώξασα. Προκαταλαμβάνει δὲ ἀεὶ ὁ τοιοῦτος τῆς ψυχῆς θάνατος τὸν ἐκ τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ ἐπιγινόμενον τῷ σώματι θάνατον, ἐπεὶ καὶ τὴν ἀρχὴν ἐκ τῆς ἁμαρτίας καὶ τῆς ἀθετήσεως τῆς θείας ἐντολῆς ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, οὐκ ἀπέθανε δὲ ὁ ἄνθρωπος πάραυτα παραβάς, τοῦ Θεοῦ καιρὸν μετανοίας αὐτῷ παρέχοντος.

Ἠδύνατο δὲ καὶ πάντας ὁμοῦ τοὺς ἀνθρώπους ἐκ μὴ ὄντων παραγαγεῖν, ἐπεὶ καὶ τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰς ἀρχάς, τὰς δυνάμεις, τὰς ἐξουσίας, τὰς κυριότητας, τὰ Χερουβίμ, τὰ Σεραφίμ, τοὺς ἀνωτάτω θρόνους, ἐνενόησε μόνον, καὶ τὸ ἐννόημα ἔργον ἦν καὶ ὁμοῦ παρήχθησαν ἅπαντες. Ἠδύνατο οὖν ἐν μιᾷ καιροῦ ροπῇ καὶ πάντων ἀνθρώπων τὸ γένος ποιῆσαι· καὶ πάλιν ἐν ἑνί τινι καὶ ὡρισμένῳ καιρῷ διὰ τοῦ θανάτου τούτους ἀπαλεῖψαι τῆς γῆς, ὡς καὶ ἐν τῷ κατακλυσμῷ πεποίηκε, τὸν Νῶε μετὰ τῶν παίδων διαφυλάξας μόνον εἰς δευτέρας γενεᾶς γένεσιν. Ἀλλ’ οὐκ ἠθέλησε τοῦτο διὰ φιλανθρωπίαν· ᾠκονόμησε γὰρ ἐν ἄλλῳ, μᾶλλον δὲ πολλοῖς ἄλλοις οἰκείοις τε καθ’ αἷμα καὶ οὐκ οἰκείοις, βλέπειν ἡμῶν ἕκαστος τὸν ἀφεύκτως μέλλοντα καταλήψεσθαι θάνατον, ἵνα διὰ τῆς αὐτοῦ θέας ἐναγώμεθα πρὸς μετάνοιαν καὶ μελέτην τῶν μετὰ θάνατον. Ἐπεὶ δὲ νῦν ἡμᾶς παντάπασιν ἀμετανοήτους ζῶντας ὁρᾷ καὶ μηδεμίαν τῶν μελλόντων ποιουμένους φροντίδα, τὸν θάνατον ἐπάγει σχεδὸν πᾶσιν ὁμοῦ δικαίως, μὴ ἀνεχόμενος ἐπὶ κακῷ ζῇν ἡμᾶς καὶ παρατάσει τῆς ἁμαρτίας. Καὶ οὗτός ἐστιν ἡ τελευταία ἐνταῦθα τῶν ἁμαρτανόντων πληγή, ὡς ἀπὸ τῶν αἰγιπτιακῶν πληγῶν ἐδιδάχθημεν.

Ἔστι τοίνυν καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐνδίκου ταύτης παιδείας καταλαβεῖν ἡμᾶς ὅσον ἡμάρτομεν εἰς Θεόν· ἀνθρώπου μὲν γὰρ παιδεύοντος, δυνατὸν καὶ χωρὶς αἰτίας δικαίας καὶ μικρᾶς ἁμαρτίας ἕνεκα μεγάλην ὑποστῆναι τὸν πταίσαντα τιμωρίαν διὰ τὴν ἀκρισίαν ἢ τὴν ἀπήνειαν τοῦ κολάζοντος, τὴν δέ γε ἀνωτάτω φιλανθρωπίαν οὐκ ἔστι πρὸς θυμὸν κινηθῆναι τοσοῦτον καὶ πληγῶν θανατηφόρων ἐπαγωγήν, ἂν μὴ μεγάλα ἁμάρτωμεν, καὶ ἁμαρτάνοντες ἀμετανόητοι διαμένωμεν.

Ἐπιγνῶμεν οὖν, ἀδελφοί, κἀντεῦθεν τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ ἐπιστραφήτω ἕκαστος ἀπὸ τῶν σαρκικῶν αὐτοῦ φρονημάτων, καὶ ἐπιστρεψάτω πρὸς Κύριον. Μετανοήσωμεν ἐκ ψυχῆς, μεταστήσωμεν ἡμᾶς αὐτοὺς ἀπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῆς φιλαμαρτήμονος γνώμης, ἵνα στήσωμεν τὴν θείαν ὀργὴν καὶ πρὸς ἔλεον μεταστήσωμεν.

Ἰατρεύσωμεν τὴν ἡμετέραν κακίαν, μὴ ὑπὸ τῆς κακίας ἀναλωθῶμεν. Μιμησώμεθα μὴ τοὺς ἐν τῷ κατακλυσμῷ διαφθαρέντας, ἀλλὰ τοὺς ἐν τῇ Νινευῒ τῇ μεταμελείᾳ διασωθέντας. Ἐκεῖνοι μὴ ἔχοντες ἐκ πολλῶν ὑποδειγμάτων ἐννοεῖν τηνικαῦτα τὴν θείαν φιλανθρωπίαν, ὅμως ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτοῦ, λέγοντες· «τίς οἶδεν, εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολλώμεθα;». Ἡμεῖς ἐκ πολλῶν τε ἄλλων ἔγνωμεν καὶ ἐξ ἐκείνων αὐτῶν, ὅτι «εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι μετενόησαν καὶ ἐπέστρεψαν, καὶ μετενόησε καὶ αὐτὸς ἐπὶ τοῖς κακοῖς οἷς ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν». Ἀλλ’ ἐκεῖ μὲν Ἰωνᾶς ἦν ὁ κηρύττων καὶ ἀπειλῶν, καὶ τὸ μεῖζον, ὅτι μηδὲ πρὸς μετάνοιαν ἕλκων, μηδὲ ἐπαγγελλόμενος τὴν συμπάθειαν Ἰωνᾶς ὁ καταβὰς εἰς Ἰόππην ἐξ Ἰουδαίας, καὶ ἀπὸ ταύτης εἰς τὸν τῆς θαλάσσης βρασμόν, ἐν ᾧ καταποθεὶς ὑπὸ κήτους, τριήμερος ἐξεδόθη πρὸς τὴν Νινευῒ καὶ ἐκήρυττε.

Πόσον δὴ πλεῖον Ἰωνᾶ ὦδε; Αὐτὸς γὰρ ὁ τοῦ Θεοῦ προαιώνιος Λόγος, οὗ τύπος Ἰωνᾶς ἦν, ἐκ τῶν οὐρανῶν κατῆλθεν, ὡς ἐκεῖνος εἰς Ἰόππην, οὗτος εἰς γῆν καὶ τοῖς πειρασμοῖς καὶ τοῖς πάθεσιν ἐκδοθείς, ὡς ἐκεῖνος τοῖς κύμασι, διὰ τοῦ θανάτου κατῆλθεν εἰς τὰ κατώτατα πάσης τῆς γῆς, ὑπὸ τοῦ ᾅδου, ὡς ἐκεῖνος ὑπὸ τοῦ κήτους καταποθεὶς καὶ τριήμερος ἀναστὰς ἐκεῖθεν, τοῖς μετανοοῦσιν οὐράνιον ἐπηγγείλατο βασιλείαν καὶ τὰ τῆς μετανοίας ἔργα πᾶσιν ἡμῖν διετράνωσε καὶ ἐκήρυξεν, ἅπερ ἀθετοῦντες ἡμεῖς, δικαίως τῷ χαλεπῷ θανάτῳ παραδιδόμεθα.

Χαλεπὸν μὲν οὖν ὁ θάνατος, προσγινόμενός τε καὶ προσδοκώμενος, ἀλλὰ τὸ ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν μὴ ἐπιστρέψαι πολλῷ χαλεπώτερον· ἐνταῦθα γὰρ αὔξει τὴν τιμωρίαν, καὶ μετὰ ταῦτα τοῖς ἀτελευτήτοις παραπέμπει κολαστηρίοις, ὧν μὴ γένοιτό τινα πεῖραν ἡμῶν λαβεῖν. Εἰ γὰρ τὰ ἐνταῦθα δεινὰ δοκοῦσιν ἀφόρητα, παρερχόμενα ὄντα καὶ τοῦ σώματος μόνου ἁπτόμενα, τίνα ἐκεῖνα, ἃ μετὰ τοῦ σώματος κολάζει καὶ τὴν ψυχήν, καὶ προσδοκίαν ἀπαλλαγῆς οὐκ ἔχει οὐδέποτε; Ἀλλ’ ἡμεῖς μετανοήσωμεν, ἀδελφοί, καὶ ἐπιστρέψωμεν ἔργῳ καὶ λόγῳ τὴν μετάνοιαν ἐνδεικνύμενοι καὶ προσπέσωμεν τῷ Θεῷ μετὰ συντετριμμένης καρδίας πρὸς αὐτὸν λέγοντες, «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς», ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὸ ἔλεός σου καὶ μὴ καθὼς ἡμεῖς ἐσμεν ἄξιοι· ὡς γὰρ ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου.

Ἐγγύς ἐστιν οὗτος τοῖς ἐπικαλουμένοις, ἐὰν μὴ τοῖς στόμασι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ βοῶσι, τοῖς ἔργοις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν πρὸς αὐτὸν ἐπιστρέφοντες. «Ἐπιστρέψατε γὰρ πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος, καὶ τῶν ἀνομιῶν ὑμῶν οὐ μὴ μνησθῶ ἔτι». Ἐὰν πάντως ἡμεῖς ταύτας ἢ ἀνεπιστρόφως ἐκφύγωμεν ἢ δι’ ἐξαγορεύσεως καὶ τῆς δι’ ἔργων μετανοίας ἀντισηκούσης τὰ παραπτώματα ἡμῶν τὸ θεῖον ἐξιλεώμεθα, δι’ ἐνεργοῦς ταπεινώσεως ἡμῖν αὐτοῖς εὐμενίζοντες· ὡς ἂν τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνεχομένης καὶ τὰς ἐλλείψεις ἀναπληρούσης ἡμῶν, νῦν μὲν τῆς θείας ταύτης ὀργῆς καὶ τοῦ ἀώρου καὶ ἀθρόου τούτου θανάτου καὶ τῆς δι’ αὐτοῦ πανωλεθρίας ἀπαλλαγοίημεν, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς ἀθανάτου ζωῆς ἐπιτύχοιμεν, εἰς δόξαν τοῦ μόνου ζωοδότου Χριστοῦ· ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.