Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΚΑ΄–ΜΒ΄
Η παραβολή των γάμων του υιού και η κλήση στη σωτηρία
Η διάκριση κλητών και εκλεκτών, η δικαίωση του θεού δημιουργού και η αναγκαιότητα του πνευματικού ενδύματος των αρετών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παραβολή των γάμων του υιού και η κλήση στη σωτηρία
Η διάκριση κλητών και εκλεκτών, η δικαίωση του θεού δημιουργού και η αναγκαιότητα του πνευματικού ενδύματος των αρετών.
ΕΙΣ ΤΟ ΤΗΣ ΔΕΚΑΤΗΣ ΤΕΤΑΡΤΗΣ ΚΥΡΙΑΚΗΣ ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΗΝ ΚΑΛΟΥΣΑΝ ΕΙΣ ΤΟΥΣ ΓΑΜΟΥΣ ΤΟΥ ΥΙΟΥ Ἐν ᾗ καὶ πρὸς τοὺς λέγοντας, διὰ τί ἐκάλεσεν ὁ Θεὸς τοὺς μηδαμῶς ἢ μὴ δι’ ἔργων ὑπακούσοντας καὶ διὰ τί ἐποίησε τοὺς κολασθησομένους Τῆς σήμερον ἀναγινωσκομένης ἐν τῷ εὐαγγελίῳ τοῦ Κυρίου παραβολῆς τὸ τελευταῖον πρῶτον ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. Τοῦτο γὰρ καὶ διὰ πάσης τῆς παραβολῆς ὁ Κύριος δείκνυσιν, ὡς ἂν ἡμεῖς σπουδάσωμεν μὴ τῶν κλητῶν ἁπλῶς, ἀλλὰ τῶν ἐκλεκτῶν εἶναι· ὁ γὰρ μὴ τῶν ἐκλεκτῶν ὤν, ἀλλὰ τῶν κλητῶν μόνον, οὐ μόνον ἐκπίπτει τοῦ ἀνεσπέρου φωτός, ἀλλὰ καὶ πρὸς τὸ σκότος ἐξάγεται τὸ ἐξώτερον, καὶ χεῖρας ὁμοῦ καὶ πόδας πεδηθείς, τοὺς μὲν ὡς μὴ πρὸς τὸν Θεὸν δραμόντας, τὰς δὲ ὡς μὴ τὰ τοῦ Θεοῦ εἰργασμένας, τῷ κλαυθμῷ καὶ τῷ βρυγμῷ παραδίδοται τῶν ὀδόντων.
Ἀπορήσει δ’ ἄν τις πρῶτον, πῶς ὁ Κύριος πολλοὺς εἴρηκε τοὺς κλητούς, ἀλλ’ οὐχὶ πάντας ἀνθρώπους· εἰ γὰρ μὴ πάντες ἐκλήθησαν, οὐχὶ δικαίως οἱ μὴ κληθέντες ἐκπεσοῦνται τῶν ἐπηγγελμένων ἀγαθῶν, καὶ πειραθήσονται τῶν ἠπειλημένων βασάνων· ἴσως γὰρ ἂν ὑπήκουσαν, εἴπερ ἐκλήθησαν. Ἀλλὰ τοῦτο μὲν ἔχει λόγον, ὡς οὐκ ἂν δικαίως ἀπεδοκιμάσθησαν, εἴπερ μὴ ἐκλήθησαν· οὐκ ἐκεῖνο δὲ ἀληθές, ὅτι μὴ πάντες ἐκλήθησαν.
Ὁ μὲν γὰρ Κύριος εἰς οὐρανὸν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναφερόμενος, πρὸς τοὺς οἰκείους εἶπε μαθητάς, «πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει», καί, «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν».
Ὅτι δὲ τοῦτο κελευσθὲν εἰς ἔργον ἤγαγον οἱ μαθηταί, Παῦλος ὁ μέγας ἱκανὸς παραστῆσαι· «μὴ γὰρ οὐκ ἤκουσαν, φησί; Μενοῦν γε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν», δηλονότι τῶν Ἀποστόλων· ὥστε πάντες ἐκλήθησαν, καὶ δικαίως οἱ μὴ προσελθόντες τῇ πίστει κολασθήσονται. Πῶς οὖν ὁ Κύριος οὐ πάντες εἶπεν, ἀλλὰ πολλοί εἰσι κλητοί; Ὅτι περὶ τῶν προσελθόντων νῦν ὁ λόγος αὐτῷ· διὸ καὶ ὕστερον μετὰ τὴν παραβολὴν τοῦτο τέθεικεν· ἂν γὰρ κληθεὶς ὑπακούσῃ τις τῇ κλήσει καὶ βαπτισθεὶς ἀπὸ Χριστοῦ κληθῇ, μὴ ἀξίως δὲ τῆς κλήσεως περιπατήσῃ, μηδὲ κατὰ Χριστὸν βιοὺς τελέσῃ τὰς ὑποσχέσεις ἃς ἔδωκε βαπτιζόμενος, κλητὸς μέν ἐστιν, ἐκλεκτὸς δ’ οὔ.
Ἀλλὰ καὶ τοῦτο ἀποροῦσί τινες, μᾶλλον δὲ καὶ ἐγκαλοῦσιν οἱ γῆ καὶ πηλὸς ὄντες τῷ ὑπερουρανίῳ, οἱ χθιζοὶ τῷ προαιωνίῳ. Τί γὰρ ἐκάλεσε, φασίν, ὁ Θεὸς εἰδὼς τοὺς μηδαμῶς ἢ μὴ δι’ ἔργων ὑπακούσοντας; Τί δὲ καὶ ὅλως ἐποίησε τοὺς κολασθησομένους καὶ ταῦτα προειδώς; Οὐδ’ ἐκεῖνο ἀκούοντες, ὅτι καθόσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, κατὰ τοσοῦτον ἀπέχουσιν αἱ διάνοιαί μου ἀπὸ τῶν διανοιῶν ὑμῶν, λέγει Κύριος· ἀλλὰ λογοθετοῦσι καὶ λογοπραγοῦσι τὸν ἀπερινόητον. Πόσον ἡμεῖς διαφέρομεν μυρμήκων; Οὐκ ἀπὸ τῶν αὐτῶν ἔχομεν τὸ καθ’ ἡμᾶς φύραμα τοῦτο, τὸ σῶμα λέγω; Οὐκ ἀπὸ τῶν αὐτῶν τρεφόμεθα; Οὐκ ἐν τοῖς αὐτοῖς διαζῶμεν; Οὐ ταῖς αὐταῖς σχεδὸν χρώμεθα δυνάμεσιν;
Ἔστι δὲ καθ’ ἃς αὐτῶν καὶ ὑπερέχουσιν ἡμῶν οἱ μύρμηκες· προμηθέστεροι γάρ εἰσι τῶν συμφερόντων καὶ γνωστικότεροι πόρρωθεν τῶν αὐτοῖς ἐπιτηδείων καὶ σπουδαιότεροι πρὸς τὴν ἐπέτειον συγκομιδήν. Ἀλλ’ ὑπερέχομεν καὶ ἡμεῖς αὐτῶν τῷ λογικῷ τῆς καθ’ ἡμᾶς ψυχῆς; Ἀλλὰ τίς αὕτη ἡ ὑπεροχὴ πρὸς τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ ὑπεροχήν;
Εἰ γοῦν καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην συναχθέντες μύρμηκες ἡμῶν τῶν κατὰ πάντα τούτων ὑπερεχόντων οὐκ ἂν ἕν τι καὶ τὸ σμικρότατον ἔργον ἢ νόημα γνῶναί ποτε δύναιντο, πῶς ἡμεῖς τοῦ ἀπειράκις ἀπείρως ὑπερέχοντος ἡμῶν Θεοῦ κατανοῆσαι δυνηθῶμεν τὰ ἔργα καὶ τὸ νοῦν καὶ τῆς ἀκολουθίας ἀκριβῶς καταστοχάσασθαι τῶν γεγονότων ἄνευ πίστεως; Ὥσπερ γὰρ ὁ μέγας ἐν οὐρανῷ φωστὴρ οὐκ ἂν ἐδύνατο ποιεῖν ἡμέραν, εἰ μὴ τὴν ἡμετέραν ὄψιν ὑπερέβαινεν ἡ κατ’ αὐτὸν λαμπρότης, οὕτως οὐδ’ ἂν ὁ τῆς ἡμῶν φύσεως δημιουργὸς Θεὸς σωτηρίας ἦν ἡμῖν ποιητικός, εἰ καταληπτὸς ἡμῖν ὑπῆρχε, καὶ μὴ σοφίαν εἶχε καὶ ἀγαθότητα τὴν ἡμῶν διάνοιαν ὑπερβαίνουσαν.
Ὅμως οἱ ἐγκαλοῦντες τῷ Θεῷ, πῶς ἐκάλεσε τοὺς μὴ δι’ ἔργων ὑπακούειν μέλλοντας, πῶς οὐκ αὐτὸν αἴτιον ἐνόμισαν τῆς ἀπωλείας τούτων, εἴπερ μὴ αὐτοὺς ἐκάλεσε; Διὰ τοῦτο οὖν ἐκάλεσεν, ἵνα μηδεὶς ἔχῃ λέγειν, αἴτιον αὐτὸν εἶναι τῆς αὐτῶν κολάσεως. Διὰ τί δὲ ὅλως ἐποίησε τοὺς κολασθησομένους; Οὐχ ἵνα κολάσῃ, ἀλλ’ ἵνα σώσῃ, καὶ δῆλον ἐκ τῆς κλήσεως· εἰ γὰρ ἤθελε κολάσαι τινά, οὐκ ἂν ἐκάλει πάντας πρὸς σωτηρίαν. Εἰ δ’ ἐκεῖνος δι’ οἰκείαν ἀγαθότητα καὶ προήγαγε καὶ ἐκάλεσεν εἰς σωτηρίαν, ἐγὼ δὲ κακὸς ἐφάνην, ἔδει τὴν ἐμὴν κακίαν, καὶ ταῦτα μήπω παροῦσαν, νικῆσαί τε καὶ ἐμποδίσαι τὴν ἀεὶ οὖσαν ἀγαθότητα; Καὶ πῶς ἂν ἔχοι λόγον; Ὁ δὲ μὴ τοῦτο λέγων, ἀλλὰ τὸν δημιουργὸν καταιτιώμενος, τοῦτό φησιν ἄντικρυς, ὅτι οὐκ ἔδει γενέσθαι φύσιν λογικήν· τίς γὰρ χρεία τοῦ λογικοῦ, εἰ μὴ προαιρετικὸν καὶ αὐτεξούσιον εἴη; Αὐτεξούσιος δὲ πῶς ἄν τις εἴη καὶ προαίρεσιν ἔχοι μὴ δυνάμενος, εἰ βούλεται, καὶ κακὸς εἶναι;
Εἰ δὲ μὴ κακός, οὐδὲ ἀγαθὸς δύναται γενέσθαι δήπου. Ὁ λέγων τοίνυν μὴ δεῖν γενέσθαι παρὰ Θεοῦ τοὺς κολασθησομένους, οὐδὲ τοὺς σωζομένους δεῖν φησι γενέσθαι, οὔτε τινὰ ὅλως λογικὴν καὶ αὐτεξούσιον φύσιν. Εἰ δὲ καὶ διὰ τὴν λογικὴν φύσιν τ’ ἄλλα γέγονε πάντα, τοῦτό φησιν, ὡς οὐκ ἔδει δημιουργὸν εἶναι τὸν Θεόν. Ὁρᾶτε τὴν ἀτοπίαν ὅση; Ἀλλ’ ἐπειδή, λογικοῦ καὶ αὐτεξουσίου γένους δημιουργηθέντος ὑπὸ τοῦ Θεοῦ, τῇ τοῦ αὐτεξουσίου ροπῇ καὶ διαφόρῳ χρήσει οἱ μὲν ἔμελλον ἔσεσθαι κακοί, οἱ δὲ ἀγαθοί, τί τῷ ὄντως ἀγαθῷ Θεῷ προσῆκον, διὰ τοὺς ἐσομένους κακοὺς μὴ προαγαγεῖν εἰς γένεσιν τοὺς ἀγαθούς;
Καὶ τί ἄν τις ἐννοήσειεν ἀδικώτερον; Εἰ γὰρ καὶ μόνος εἷς ἔμελλεν ἔσεσθαι ὁ ἀγαθός, οὐδ’ οὕτω τῆς δημιουργίας ἀφεῖσθαι δίκαιον· κρεῖσσον γὰρ εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου ἢ μύριοι παράνομοι. Τί δὲ καὶ τοῖς τὸν χρυσὸν ἐκ τῆς χρυσίτιδος ἐκλεγομένοις ἐροῦμεν, μὴ καὶ τὸν ἄχρηστον χοῦν τὴν ἀρχὴν μετὰ τῶν ψηγμάτων συμφορεῖν; Ἀλλ’ ἀκούσομεν, ὡς οὐκ ἂν γένοιτο ἡ ἐκλογή· οὐδ’ οἱ ἐκλεκτοὶ ἂν ἦσαν, εἰ μὴ καὶ οἱ μὴ οὗτοι ἐκλήθησαν· πῶς δ’ ἂν ἐκλήθησαν εἰ μὴ ἐγένοντο;
Μᾶλλον δὲ ἐγγυτέρω τὸν λόγον ἀγάγωμεν, καὶ αὐτοὺς ἐρωτήσωμεν τοὺς ἐγκαλοῦντας τῷ πάντας θέλοντι σωθῆναι ὑπὲρ τῶν μὴ θελόντων τὴν οἰκείαν σωτηρίαν. Βροτοῖς ἡμῖν οὖσι τρέφεσθαι ἀνάγκη· ἐπεὶ οὖν τῆς τροφῆς, τὸ μὲν ἡ καθ’ ἡμᾶς φύσις εἰς οἰκείαν σύστασιν ἐκλέγεται, καὶ πρὸς ἑαυτὴν ἀναλαμβάνει, τὸ δέ, δυσῶδες ἀπεργαζομένη, ὡς ἀχρεῖον ἔξω βάλλει διὰ τῶν ἀποκριτικῶν μορίων, ὑμεῖς διὰ τὸ μέλλον εἰς κόπρον ἀποτελευτήσειν τὴν τροφὴν ἀπώσεσθε παντάπασιν, ἢ διὰ τὸ ἐκλεγόμενον καὶ πρὸς σύστασιν τῆς καθ’ ἡμᾶς φύσεως διὰ πέψεως ἐξομοιούμενόν τε καὶ προσοικειούμενον τὸ πᾶν τῆς τροφῆς προσήσεσθε;
Πάντως οὐ λόγου χρεία· καὶ γὰρ ἔργῳ τὴν ἀπόκρισιν ποιούμεθα καθ’ ἡμέραν τρεφόμενοι, καὶ διὰ τὴν κατάλληλον ἡμῖν τροφὴν καὶ τὴν ἀκατάλληλον τῇ φύσει προσφερόμενοι· τίνος χάριν τοῦτο πράττοντες; διὰ τὴν ἔμφυτον ἡμῖν φιλοζωΐαν.
Οὕτως οὖν καὶ ὁ Θεὸς διὰ τὴν ἔμφυτον χρηστότητα καὶ τὸ φιλάγαθον, οὐ διὰ τοὺς ἐσομένους οἴκοθεν κακοὺς ἀφῆκε προαγαγεῖν εἰς γένεσιν τοὺς ἀγαθούς, ἀλλὰ διὰ τοὺς ἀγαθοὺς καὶ τοὺς ἐσομένους κακοὺς ἐδημιούργησεν.
Οὐχ ὁρᾶτε τοὺς τῶν ἰατρῶν παῖδας ὅτι οὐκ ἐνδιδόασιν ἀσιτεῖν τοῖς διὰ τὴν τοῦ στομάχου ἀτονίαν οὐ παρακατέχουσιν ἀλλ’ ἐμοῦσι τὴν τροφήν; Τίνος οὖν ἕνεκα τρέφεσθαι αὐτοῖς προτρέπουσιν; Ὅτι λαμβάνει τι κἂν ᾖ βραχὺ παρὰ τῆς τροφῆς ἡ φύσις, εἰ καὶ τὸ πλεῖστον τῶν βρωμάτων ἀχρειοῦται διὰ τῶν ἐμετῶν· διὰ τοῦτο φιλάνθρωπος δικαίως ἡ ἰατρικὴ καλεῖται. Ὥστε καὶ τὸ τοῦ Θεοῦ φιλάγαθόν τε καὶ φιλάνθρωπον, ἐκ τούτου μᾶλλον δείκνυται, ὅτι πρὸς τὸ πλῆθος τῶν μὴ σωζομένων, ὀλίγων ὄντων τῶν τῆς οἰκείας σωτηρίας ἀντιποιουμένων, αὐτὸς τὸ πᾶν γένος ἐδημιούργησε, καὶ ὀλίγων ὄντων τῶν ἐκλεκτῶν ἔσεσθαι μελλόντων, αὐτὸς διὰ τὸ ὑπερβάλλον τῆς αὐτοῦ φιλανθρωπίας ἅπαντας ἐκάλεσεν. «Ὡμοιώθη» γάρ, φησίν, «ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν». Γάμον ἐνταῦθα τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ πρὸς τὴν ἀνθρωπίνην φύσιν καὶ τὴν δι’ αὐτῆς πρὸς τὴν καθ’ ἡμᾶς Ἐκκλησίαν λέγει συνάφειαν· οὕτω γὰρ καὶ ὁ Παῦλος εἰπών, ὅτι τὸ μυστήριον τοῦ γάμου μέγα ἐστίν, ἐπήγαγεν, «ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν»· ἀλλαχοῦ δὲ πάλιν πρὸς ἡμᾶς φησιν, «ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ».
Τίνος δὲ ἕνεκεν οὐχ ἕνα γάμον, ἀλλὰ γάμους φησὶ τὸν βασιλέα τῶν οὐρανῶν, τὸν ἀνωτάτω Πατέρα, ποιῆσαι τῷ Υἱῷ αὐτοῦ; Ἐπειδήπερ ὁ τῶν καθαρῶν ψυχῶν νυμφίος Χριστὸς ἑκάστῃ ψυχῇ τοιαύτῃ μυστικῶς συναπτόμενος, γαμήλιον τῷ Πατρὶ δίδωσιν ἄγειν ἐπὶ τούτῳ χαράν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων, ὅτι «χαρὰ γίνεται ἐν οὐρανῷ, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· τοῦ γὰρ δι’ ἐπιστροφῆς αὖθις συνιστῶντος καὶ συνάπτοντος Χριστῷ τοὺς ἐν μετανοίᾳ ζῶντας Πνεύματος ἁγίου, καρπός ἐστιν ἡ χαρὰ κατὰ τὸν ἀπόστολον, συμπεριβάλλουσα τοὺς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐνθέους· διὰ τοῦτο χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Τῆς οὖν ἀρρήτου συναφείας τοῦ χαρισαμένου τὴν μετάνοιαν ἡμῖν Υἱοῦ τοῦ Θεοῦ πρὸς τὴν ἀνθρωπίνην φύσιν τελουμένης ἤδη, καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς συγκροτουμένης μυστικῆς χαρᾶς ἐν οὐρανοῖς, ἀπεστάλησαν οἱ δοῦλοι, Ἰωάννης ὁ τοῦ Κυρίου πρόδρομος, Ζαχαρίας ὃν ἀπέκτειναν οἱ Ἰουδαῖοι μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, Συμεὼν ὁ θεοδόχος, καὶ ἁπλῶς πάντες οἱ πρὸ τοῦ σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως καταγγείλαντες τετελεσμένην ἤδη τὴν τοῦ Κυρίου διὰ σαρκὸς ἔλευσιν ἐπὶ τὴν γῆν. Ἀπεστάλησαν οὖν οὗτοι καλέσαι τοὺς κεκλημένους, δηλονότι τοὺς Ἰουδαίους (οὗτοι γάρ εἰσιν οἱ κεκλημένοι, ὡς καὶ πρότερον διὰ τῶν προφητῶν κληθέντες)· ἀλλ’ οὐκ ἠθέλησαν ἐλθεῖν, τουτέστι πιστεῦσαι καὶ συμμετασχεῖν τῆς ἀρρήτου κοινωνίας καὶ χάριτος, καίτοι πολλάκις καὶ πρότερον καὶ νῦν κληθέντες. Πάλιν οὖν, φησίν, —ὢ τῆς ἀφάτου μακροθυμίας! —ἀπέστειλεν ἄλλους δούλους, λέγων· «ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασται· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα, δεῦτε εἰς τοὺς γάμους». Οἱ δὲ ἀκούσαντες, οἱ μὲν ἀμελήσαντες ἀπῆλθον εἰς ἀγροὺς καὶ ἐμπορίας· πόσον τούτων ἀπέχουσιν οἱ τρῦγοι καὶ ἀμπελῶνας καὶ πραγματικὰς ἀνωμαλίας προφασιζόμενοι καὶ τῶν ἱερῶν συνάξεων ἀπολειπόμενοι καὶ τῆς ἱερᾶς ψαλμῳδίας καὶ διδασκαλίας ἀκούειν μὴ προθυμούμενοι;
Οἱ δέ, φησί, καὶ τοὺς δούλους κρατήσαντες ὕβρισαν καὶ ἀπέκτειναν. Οὐ πάνυ πόρρω τούτων εἰσὶν οἱ καὶ νῦν ἀπειθοῦντες τοῖς προστάταις τῆς Ἐκκλησίας, καὶ κατ’ αὐτῶν ἐστιν ὅτε τὰ τῶν πολεμίων παραφθεγγόμενοι. Ἀλλ’ ἡμεῖς δωρεὰν καὶ τούτοις ἐκ τῆς παραβολῆς ταύτης ἐκθλίψωμεν τὸ σωτήριον γλεῦκος. «Ἰδού», φησί, «τὸ ἄριστόν μου ἡτοίμασται· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα». Ὄντως κατὰ τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἐτελέσθη τῶν παρὰ Θεοῦ γεγονότων τὸ ἄριστον· πάντα γὰρ τὰ πρὸ ταύτης οἰκονομικῶς ὑπὲρ ἡμῶν παρὰ Θεοῦ γενόμενα καλά τε ἦν καὶ ἀγαθά, πρὸς τοῦτο τὸ τέλος τείνοντα· τὸ δὲ πάντων ἄριστον, μᾶλλον δὲ τὸ μόνον ὄντως καὶ ἀσύγκριτον ἄριστον, ἡ ἐνανθρώπησίς ἐστι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταύτης μάλιστα τὸ τέλος, τὰ σωτήρια πάθη καὶ ἡ ἀνάστασις. Φαίνεται γὰρ ἡ κλῆσις αὕτη μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Κυρίου γεγενημένη· τότε γὰρ καὶ πάντα γέγονεν ἕτοιμα τὰ πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν, ἡ τοῦ Υἱοῦ τοῦ Θεοῦ διὰ σαρκὸς ἐντελὴς οἰκονομία, ἡ κατ’ αὐτὴν θεόλεκτος διδασκαλία, τὰ τῆς θεανδρικῆς ἐνεργείας ἀποτελέσματα, ἡ μετάδοσις τοῦ θεανθρώπου σώματος, τὸ μέγα καὶ θεῖον καὶ σωτήριον θῦμα, ἡ ἐκ νεκρῶν τριήμερος ἔγερσις, ἡ καταρχὴ τῆς αἰωνίου ζωῆς καὶ τῆς ἐνθέου κατ’ αὐτὴν εὐφροσύνης. Οἱ ταῦροί μου, φησί, καὶ τὰ σιτιστά, τεθυμένα.
Τότε γὰρ καὶ τὰ παλαιὰ τοῖς νέοις ἥνωνται· τὰ μὲν διὰ τῆς τῶν σιτιστῶν θυσίας δηλούμενα (ἄρτος γάρ ἐστιν ὁ νῦν ὑπὲρ ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ θυόμενος), τὰ δὲ παλαιὰ διὰ τῶν ταύρων σημαινόμενα, καὶ διὰ τῆς καινῆς θυσίας μετενημεγμένα πρὸς τὸ θειότερον.
Ἀπεστάλησαν οὖν ἄλλοι δοῦλοι, οἱ τοῦ Κυρίου Ἀπόστολοι, κηρῦξαι ταῦτα καὶ τοῖς Ἰουδαίοις, ἔτι μακροθυμοῦντος ἐπ’ αὐτοῖς τοῦ Δεσπότου. Ἀλλ’ ἀκούσαντες ἐκεῖνοι, οἱ μὲν οὐδὲ προσέσχον, ἀγροῖς καὶ ἐμπορίαις, γῇ καὶ τοῖς γηΐνοις ὁλοσχερῶς προσηλωμένοι· οἱ δὲ καὶ τοὺς κήρυκας κρατήσαντες, τοὺς μὲν ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, πάντας δέ, ὅσον τὸ εἰς τὴν αὐτῶν ἧκον πρόθεσιν, καὶ ὕβρισαν καὶ ἀπέκτειναν. «Ὀργισθεὶς οὖν ὁ βασιλεύς», φησίν, «πέμψας ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν»· ἐπεὶ γὰρ καὶ μετὰ τὸ παρ’ αὐτῶν ἐξειργασμένον πάθος ἔτι μακροθυμῶν, ἀπέστειλε τοὺς πρὸς μετάνοιαν ἐκκαλουμένους, ἀμνηστείαν ἐπαγγελλομένους καὶ μεγάλων εὐαγγελιζομένους ἀγαθῶν ἐπίδοσιν, ἐγγύας τε τούτων καὶ ἀρραβῶνας διδόντας, καὶ πίστεις ἀσφαλεῖς, οἱ δὲ μὴ μόνον οὐ μετενόησαν οὐδὲ προσέσχον, ἀλλὰ καὶ ὕβριν ἀνταπέδωκαν, καὶ φόνοις ἠμείψαντο τοὺς εὐαγγελιστάς· πέμπει δικαίως ἔπειτα τοὺς ἀπολέσοντας αὐτούς, καὶ τὴν πόλιν αὐτῶν ἐμπρήσοντας. Τίς δὲ οὐκ οἶδε ταῦτα τετελεσμένα φανερῶς ἐπὶ τῆς Ἰερουσαλήμ, ἣν καὶ πόλιν φονέων νῦν εἰκότως ἐκάλεσεν;
Ἐπεὶ δὲ οἱ κεκλημένοι πολλάκις πρότερον καὶ νῦν ἐκεῖνοι μὴ μόνον ἀναξίους ἑαυτοὺς τῆς κλήσεως ἔδειξαν, ἀλλὰ καὶ ἀξίους ὀργῆς θείας καὶ πανωλεθρίας, κατὰ κέλευσιν τοῦ βασιλέως πρὸς τὰς ὁδοὺς ἀπελθόντες οἱ αὐτοὶ δοῦλοι, τουτέστιν οἱ τοῦ Κυρίου Ἀπόστολοι, συνήγαγον, φησίν, ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς, καὶ ἐπλήσθη ὁ οἶκος ἀνακειμένων. Οὗτοι δέ εἰσιν οἱ ἐξ ἐθνῶν κλητοί· μία γὰρ πόλις ὑπῆρχε τηνικαῦτα τοῦ Θεοῦ ἡ Ἰερουσαλήμ, καὶ εἷς αὐτοῦ οἶκος ὁ τοῦ Ἰσραήλ, οἱ δὲ ἔξω τούτου, οἵτινές ποτε τὰ ἔθνη ἦσαν, εἰς τὰς ὁδοὺς ἦσαν οἷον ἐρριμμένοι, πολλὰς καὶ διαφόρους οὔσας· τοιαῦτα γὰρ αὐτῶν ὑπῆρχε καὶ τὰ δόγματα. Πονηροὺς δέ φησι καὶ ἀγαθοὺς τοὺς ἐν ταῖς ὁδοῖς εὑρημένους καὶ συνειλεγμένους, διὰ τὸ τῆς ἐν αὐτοῖς προαιρέσεως διάφορον, ἀφ’ ἧς οἱ μὲν ἐκλεκτοὶ γίνονται, τῇ πίστει τρόπον ἐπιδεικνύμενοι καὶ βίον συνᾴδοντα, οἱ δὲ τῶν ἐκλεκτῶν ἐξωθοῦνται, βίον βεβιωκότες αἰσχρόν τε καὶ πονηρόν, καὶ πρὸς τὴν πίστιν ἀπᾴδοντα.
Δείκνυσι δὲ τοῦτο διὰ τῶν ἑξῆς· «εἰσελθὼν» γάρ, φησίν, «ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους», τουτέστι τοὺς ἀπὸ τῶν κεκλημένων προσελθόντας. Εἰσέλευσις δέ ἐστιν αὐτοῦ πρὸς τὸ θεάσασθαι καὶ ἀνακρῖναι τοὺς ἀνακειμένους ἡ κατὰ τὸν καιρὸν τῆς μελλούσης κρίσεως ἔκφανσις. «Εἰσελθὼν οὖν ὁ βασιλεύς», φησίν, «εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου». Ἔνδυμα τοῦ πνευματικοῦ γάμου ἐστὶν ἡ ἀρετή, ἣν ὁ μὴ ἐνδυσάμενος ἐντεῦθεν, οὐ μόνον ἀνάξιος τῆς θείας ἐκείνης εὑρεθήσεται παστάδος, ἀλλὰ καὶ δεσμῶν καὶ μαστίγων ἀρρήτων πειραθήσεται. Εἰ δὲ καὶ ψυχῆς ἑκάστης ἔνδυμα τὸ σύζυγον ὑπάρχει σῶμα, ὁ μὴ τοῦτο φυλάξας ἢ ἀποσμήξας ἐνταῦθα δι’ ἐγκρατείας καὶ ἁγνείας καὶ σωφροσύνης, ἀχρεῖον ἕξει τότε καὶ τῆς ἀφθόρου παστάδος ἐκείνης ἀνάξιον καὶ τοῦ ταύτης ἐξωσθῆναι παραίτιον. Ἐλέγξας γάρ, φησί, καὶ καταισχύνας ὁ βασιλεὺς τὸν μὴ ἀξίως τῆς κλήσεως ἐσταλμένον ἐκεῖνον, εἶπε τοῖς διακόνοις· «δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας ἄρατε αὐτόν»· τουτέστιν ἀφύκτοις τοῦτον περιβαλλόντες δεινοῖς, χωρίσατε τῆς κατοικίας καὶ συναυλίας τῶν εὐφραινομένων «καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων».
Δεῖται γὰρ χεῖρας καὶ πόδας δικαίως ὁ καὶ ἀπὸ τῶν ἐνταῦθα σειραῖς τῶν ἁμαρτιῶν αὐτοῦ σφιγγόμενος, καὶ ἐκβάλλεται εἰς τὸ σκότος τὸ ἐξώτερον πορρωτέρω Θεοῦ γινόμενος, ὡς μὴ φωτὸς ἔργα πράξας ἐνθάδε· ἐκεῖ δέ, φησίν, ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· οὐ γὰρ σκότος μόνον, ἀλλὰ καὶ πῦρ ἐστιν ἄσβεστον ἐκεῖνο τὸ σκότος· πρὸς δὲ καὶ σκωλήκων ἀκοιμήτων ἐμπεπλησμένον.
Κλαυθμὸς οὖν ἐκεῖ καὶ βρυγμὸς ὀδόντων, διὰ τὰς ἐπικειμένας καὶ ψυχῆς καὶ σώματος καθαπτομένας ἀφορήτους ὀδύνας, διὰ τὰς ἀτελευτήτους οἰμωγάς, διὰ τὸν ἄληκτον καὶ ἀνόνητον ἐκεῖ μετάμελον. Καὶ ταῦτα εἰπών, ἐπήγαγε «πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί», δεικνὺς ὡς οὐχ εἷς ὁ τῶν δεινῶν ἐκείνων ληψόμενος τὴν πεῖραν, ἀλλ’ ἁπλῶς πᾶς ὁ τὴν ἀπὸ τῶν ἔργων ὁμοίαν φαυλότητα περικείμενος· διὰ γὰρ τοῦ ἑνὸς τούτου παρέστησεν ὁ Κύριος ὁποῖοί τινές εἰσιν οἱ πονηροὶ τῶν κληθέντων καὶ προσελθόντων καὶ βαπτισθέντων, καὶ μὴ μεταβληθέντων ἐπὶ τὸ κρεῖττον, μηδὲ διὰ τῆς μετανοίας τὸν ἐκ τῶν πονηρῶν ἡδονῶν τε καὶ παθῶν ρύπον ἀποθεμένων.
Ἀλλ’ ἡμεῖς, ἀδελφοί, ἀπεκδυσώμεθα τὸν ἀπὸ τῆς μέθης καὶ τοῦ κόρου τῆς γαστρὸς διεσπασμένον καὶ τὸν ἀπὸ τῆς σαρκὸς καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας ἐσπιλωμένον χιτῶνα, καὶ ἐνδυσώμεθα κατὰ τὸν Ἠσαΐαν ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης δι’ ἐγκρατείας καὶ σωφροσύνης. Ἀποδυσώμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Ἀπεκδυσώμεθα τὴν ἐξ ἁρπαγῆς καὶ πλεονεξίας παντοίαν τοῦ βίου περιβολήν, ὡς ἐνώπιον τῶν θείων ὀφθαλμῶν ἀσχήμονα καὶ κατάκριτον, ἐνδυσώμεθα δὲ ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ σπλάγχνα οἰκτιρμῶν, ταπείνωσιν, μετριοφροσύνην, πρᾳότητα. Καὶ σπουδάσωμεν διὰ πάντων κατὰ τὴν ἀποστολικὴν παραίνεσιν βεβαίαν ἡμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι. Οὕτω γὰρ ποιοῦντες τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν καὶ τῆς συναυλίας τῶν ἀϊδίως εὐφραινομένων οὐκ ἀστοχήσωμεν.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ αἰωνίου καὶ οὐρανίου νυμφίου τῶν ἡμετέρων πνευμάτων Χριστοῦ· μεθ’ οὗ τῷ Πατρὶ πρέπει δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.