Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΝΣΤ΄: Περί των αγίων μυστηρίων και της μετανοίας

Η αναγκαιότητα της εξομολόγησης και της κάθαρσης προ της Θείας Κοινωνίας, προκειμένου η ψυχή να δεχθεί αξίως τον αληθινό άρτο της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 14 από 21

ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΦΡΙΚΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΥΣΤΗΡΙΩΝ Ἐξεφωνήθη πρὸ ἡμερῶν τεσσάρων τῆς τοῦ Χριστοῦ γεννήσεως Ὁ λόγος ὁ συντελῶν πρὸς σωτηρίαν ταῖς ἡμετέραις ψυχαῖς σπέρματος ἔχει λόγον. Καθάπερ οὖν οἱ γεωργοὶ τῷ ἀρότρῳ προκαλλιεργήσαντες τὴν γῆν, εἶτα τὰ σπέρματα καταβάλλονται, οὕτω καὶ ἡμᾶς προκαλλιεργεῖν δεῖ καὶ προετοιμάζειν ἑαυτοὺς πρὸς ὑποδοχὴν τοῦ οὐρανίου σπέρματος, τοῦ λόγου λέγω τῆς πνευματικῆς διδασκαλίας.

Οὐ γάρ ἐσμεν ἄψυχός τις γῆ καὶ ἀναίσθητος, ὥστε παρ’ ἑτέρων καὶ τὴν καλλιέργειαν καὶ τὰ σπέρματα λαμβάνειν, ἀλλ’ ἔμψυχός ἐσμεν γῆ καὶ ἔμπνους καὶ λογική. Διὰ τοῦτο δεῖ καὶ παρ’ ἡμῶν αὐτῶν ἑτοιμάζεσθαι διὰ τῆς μετανοίας.

Ἵνα δὲ ὑμῖν καὶ τὴν ἀρχὴν ὑποδείξω τῆς μετανοίας καὶ τῆς κατὰ ψυχὴν καλλιεργείας, αὕτη ἐστίν, ἣν καὶ οἱ προσιόντες τῷ τοῦ Ἰωάννου βαπτίσματι παρ’ ἑαυτῶν ἐποίουν· «ἐξεπορεύοντο» γάρ, φησί, «καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὑτῶν».

Ἡ τῶν ἁμαρτιῶν οὖν ἐξομολόγησις ἀρχή ἐστι τῆς καλλιεργείας ταύτης, ταὐτὸ δ’ εἰπεῖν τῆς μετανοίας καὶ τῆς ἑτοιμασίας τοῦ δέξασθαί τινα ἐν ἑαυτῷ τὸν σωτήριον σπόρον, τὸν λόγον τοῦ Θεοῦ, τὸν δυνάμενον σῶσαι τὰς ἡμετέρας ψυχάς· καὶ τοῖς γεωργοῖς γὰρ διὰ τοῦτο ἡ τῆς γῆς ἀροτρίασις ἐπενοήθη, ὡς τὰς ἀγρίας ἐκβάλλουσα ρίζας τῶν τῆς γῆς κόλπων καὶ δεκτικοὺς αὐτοὺς ποιοῦσα τῶν ἡμετέρων σπερμάτων καὶ φυτῶν. Τοῦτο δὴ καὶ ἡ ἐξομολόγησις ἐπὶ τῆς λογικῆς ἀρούρας, τῆς καρδίας, ποιεῖ· ἀνορύττει καὶ ἐκβάλλει τὰ ἐν τῷ κρυπτῷ ταύτης πονηρὰ πάθη, καὶ ἑτοίμην αὐτὴν κατασκευάζει πρὸς ὑποδοχὴν τῶν ἱερῶν σπερμάτων καὶ πρὸς εὐφορίαν καὶ γεωργίαν τῶν ἀρετῶν ἐπιτηδείαν· καθάπερ γὰρ ἡ γῆ μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν γεννητικὴ γέγονε τῶν τριβόλων καὶ τῶν ἀκανθῶν καὶ τῶν ἄλλων ἀχρησιμεύτων βοτανῶν, οὕτω καὶ ἡ ἀνθρωπίνη καρδία τῶν αἰσχρῶν καὶ πονηρῶν παθῶν καὶ λογισμῶν καὶ τῶν ἐκ τούτων ἁμαρτημάτων ἐστί γεννητική.

Διὰ τοῦτο ἀναγκαῖον ἕκαστον ὑμῶν, ἀδελφοί, πνευματικὸν ἔχειν πατέρα, καὶ προσιέναι τούτῳ μετὰ πίστεως, καὶ ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ καὶ ἐξαγγέλλειν τὰ τῆς καρδίας πονηρὰ πάθη καὶ τὴν πνευματικὴν ἰατρείαν προσδεχομένους προρρίζους ἐκβάλλειν τῆς ψυχῆς ἃς ἕκαστος ὑμῶν διὰ τῆς ἐμπαθοῦς καὶ φιληδόνου ζωῆς ἔθρεψεν ἐν ἑαυτῷ ἀκάνθας καὶ τριβόλους τῆς ἁμαρτίας, καὶ οὕτως ὑπέχειν τὰ ὦτα τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, καὶ πείθεσθαι τοῖς ὑφ’ ἡμῶν πρὸς κοινὴν ὠφέλειαν κηρυττομένοις καὶ προτεινομένοις, καὶ διὰ τῆς ἀφ’ ἡμῶν συγχωρήσεως καὶ εὐλογίας καταλλάττεσθαι τῷ δι’ ἀνείκαστον φιλανθρωπίας πέλαγος κλίναντι τοὺς οὐρανοὺς καὶ καταβάντι καὶ λόγους ζωῆς καὶ σπέρματα σωτήρια ἐγκαταβαλλομένῳ ταῖς καρδίαις τῶν ὑπακουόντων. Μηδεὶς οὖν ὑμῶν τῆς ἀρχῆς ταύτης τῆς μετανοίας ἀποσχέσθω· πῶς γὰρ εἰς τὸ ἑξῆς χωρήσει καὶ προκόψει κρειττόνως, μηδὲ τῆς ἀρχῆς τῶν ἀρετῶν ἁψάμενος.

Μάλιστα δὲ πρὸς τοῦτο νῦν πάντας ὑμᾶς σπουδάσαι ἀναγκαῖον· ἡ γὰρ τεσσαρακοστὴ τῶν ἡμερῶν αὕτη προκαθάρσιον ὑπὸ τῶν θεοφόρων πατέρων δέδοται ἡμῖν, ἐπεὶ τὴν ἐπέτειον ἑορτὴν ἐπάγει τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καθ’ ἣν ἔθος ἐστὶ σχεδὸν πᾶσι Χριστιανοῖς ἐν μεθέξει γίνεσθαι τοῦ ἁγίου σώματος καὶ αἵματος αὐτοῦ, καὶ δι’ αὐτῶν αὐτῷ ἑνοῦσθαι καὶ ἓν πνεῦμα καὶ ἓν σῶμα μετ’ αὐτοῦ τελεῖσθαι θείως. Εἰ γὰρ χωρὶς ἐξομολογήσεως καὶ τῆς ἐπακολουθούσης μετανοίας, ὡς ὁ λόγος ἀνωτέρω ἔδειξε καὶ προϊὼν ἔτι παραστήσει, οὐδὲ ρημάτων θείων ἄξιός τις ἔσται πρὸς ὑποδοχήν, πῶς αἷμα Χριστοῦ καὶ σῶμα δέξεταί τις ἐν ἑαυτῷ μὴ δι’ ἐξομολογήσεως καὶ μετανοίας ἀναλόγου τοῖς πταίσμασι προκαθαρθείς;

Διὰ τοῦτο καὶ Παῦλος ὁ μέγας διαμαρτύρεται καὶ παραγγέλλει λέγων, «δοκιμαζέτω ἕκαστος ἑαυτόν· καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου», τουτέστι μὴ διαγινώσκων, ὅτι τὸ σῶμα τοῦτο ἁμαρτίας ὂν ἐκτὸς οὐκ εὐδοκήσει κατοικῆσαι ἐν σώματι κατάχρεῳ ἁμαρτίαις.

Εἰ γὰρ ἀνατεῖναι πρὸς Χριστὸν τὰς χεῖρας καὶ εὔξασθαι οὐκ ἔνι μὴ καθαρὰς ἔχοντι ταύτας ἀπὸ ἁμαρτίας μηδὲ προαποθεμένῳ μῖσος ἅπαν καὶ τοὺς ἐκ τούτου διαλογισμοὺς (καὶ τοῦτο πάλιν δείκνυσιν ὁ Παῦλος, «βούλομαι, λέγων, ἐν παντὶ τόπῳ εὔχεσθαι ὑμᾶς, αἴροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν»), καὶ εἰ παρρησίαν πρὸς Θεὸν οὐκ ἔχομεν, μὴ συνειδὸς ἀκατάγνωστον κτησάμενοι (καθάπερ ὁ ἠγαπημένος τῷ Χριστῷ φησὶ Θεολόγος, «ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν»), πῶς ἐν ἡμῖν αὐτοῖς σχῶμεν τὸν Θεὸν καὶ σύσσωμοι αὐτῷ γενώμεθα, μὴ προαποθέμενοι τὰς ἁμαρτίας δι’ ἐξομολογήσεως μηδὲ τὸν ἐξ αὐτῶν προσγενόμενον ρύπον τῇ ψυχῇ ἐλεημοσύνῃ καὶ ἁγνείᾳ καὶ ἐγκρατείᾳ, προσευχῇ τε καὶ κατανύξει καὶ τοῖς ἄλλοις τῆς μετανοίας ἔργοις ἀποκαθάραντες;

Ἢ τὸ μὲν σὸν δῶρον ὁ Θεὸς οὐ προσίεται, ἂν μὴ καθαρὸς ᾖς αὐτός τε καὶ αὐτό· (καὶ τοῦτο τὸ μὲν ἔδειξε διὰ τοῦ Κάϊν τὴν ἀρχὴν μὴ προσχὼν αὐτοῦ τοῖς δώροις, ἀλλ’ εἰπὼν πρὸς αὐτὸν «οὔκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς», τὸ δὲ διά τε τοῦ παλαιοῦ νόμου μίσθωμα πόρνης ἀπαγορεύσαντος εἰς τὸν οἶκον τοῦ Θεοῦ προσφέρεσθαι, καὶ διὰ τοῦ εὐαγγελίου ὕστερον, «ὕπαγε», λέγων, «πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσελθὼν πρόσφερε τὸ δῶρόν σου»), σοὶ δὲ τὴν αὐτοῦ μεγαλοδωρεάν, τὸ οἰκεῖον σῶμα, δώσει μὴ προκαθαραμένῳ δι’ ἐξομολογήσεως καὶ μετανοίας; Τί λέγεις; Οὐδὲ τὰ δικαιώματα αὐτοῦ βούλεται ὁ Θεὸς λαλεῖσθαι παρὰ ἀκαθάρτου στόματος. «Τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ Θεός», φησίν, «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;». Τὴν οὖν διαθήκην αὐτοῦ οὐκ ἀφίησιν ἀναλαβεῖν δι’ ἀκαθάρτου στόματος, τὸ δὲ οἰκεῖον σῶμα δώσει ἐν στόματι τοιούτῳ;

Διὸ προκαθαρθῶμεν, ἀδελφοί, καὶ σῶμα καὶ στόμα καὶ τὴν διάνοιαν, καὶ ἐν ἀγαθῇ καὶ καθαρᾷ συνειδήσει προσέλθωμεν. Εἰ γὰρ χαλκεῖς καὶ χαλκοτύποι καὶ χρυσοχόοι περιτήκοντες χαλκῷ χρυσὸν ἢ ἄργυρον ἤ τι τῶν τοιούτων, καὶ μέλλοντες ἤδη διὰ τοῦ γανώματος τὸ ἄνθος περιτιθέναι τῆς εὐχροίας, πρότερον ἀποξέουσι πάντα ρύπον ἐκκαθαίραντες, πόσῳ μᾶλλον ἡμᾶς χρὴ κρειττόνως μέλλοντας χρυσοῦσθαι, μᾶλλον δὲ θεοῦσθαι, προκαθαίρειν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος; Οὐ γὰρ τὴν ἐπιφάνειαν λαμπρυνόμεθα μόνην, ὡς ὁ γεγανωμένος χαλκός, ἀλλὰ καὶ τὰ ἔνδον ἅπαντα. Ὥστε καὶ τοὺς ἐν τῷ βάθει τῆς ψυχῆς σπίλους προσαπονιψάμενοι προσέλθωμεν. Οὕτω γὰρ καὶ προσευλευσόμεθα εἰς σωτηρίαν.

Ἂν δὲ μετὰ πονηροῦ συνειδότος, μήπω δι’ ἐξομολογήσεως τυχόντες τῆς ἀφέσεως παρὰ τοῦ λαβόντος ἐξουσίαν τὰ τοιαῦτα λύειν καὶ δεσμεῖν, πρὶν ἐπιστραφῆναι πρὸς Θεόν, πρὶν εὐθυνθῆναι τῷ κανόνι τῆς εὐσεβείας, εἰς κρίμα πάντως ἑαυτῶν καὶ κόλασιν αἰώνιον προσελευσόμεθα, καὶ αὐτοὺς τοὺς θείους οἰκτιρμοὺς καὶ τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνοχὴν ἀποδιώξαντες. «Ὡς τὸν υἱὸν τοῦ Θεοῦ», φησί, «καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας». Ὁ γὰρ διαρρήξας τὴν ἁλουργίδα τὴν βασιλικὴν καὶ ὁ βορβόρῳ ἐγκαταχώσας τὴν αὐτὴν πάντως ὑποστήσεται δίκην, ὅ τε ἐκχέας τι τῶν εὐόσμων ἐπὶ βορβόρου καὶ ὁ τῷ δυσώδει σκεύει ἐναποκλείσας τὸ αὐτὸ εἴργασται κακόν. Πάσχει μὲν οὖν οὐδὲν τὸ θεῖον δῶρον, ἀπαθὲς γάρ, ἀλλὰ τοῦτο μὲν ἡμῶν ἀφανῶς ἀφίπταται, «μύρον γὰρ δοχείῳ σαπρῷ οὐ πιστεύεται»· ὃ δ’ ἂν ἔπαθεν, εἰ παθητόν, ἀχρειωθέν, τοῦθ’ ὁ προσενεγκάμενος ἀναξίως ὑποστήσεται.

Ποιήσωμεν οὖν ἡμᾶς αὐτοὺς ἀξίους διὰ τῆς μετανοίας, μᾶλλον δὲ προσενέγκωμεν ἡμᾶς αὐτοὺς διὰ τῶν ἔργων τῆς μετανοίας τῷ δυναμένῳ ποιεῖν ἀξίους ἐξ ἀναξίων· καὶ οὕτω μετ’ ἐλπίδος καὶ πίστεως ἀκαταισχύντου προσέλθωμεν σκοποῦντες οὐ τὸ ὁρώμενον ἁπλῶς, ἀλλὰ τὰ μὴ ὁρώμενα. Ὁ γὰρ ἄρτος οὗτος οἷόν τι καταπέτασμά ἐστιν ἔνδον κρύπτον τὴν θεότητα· καὶ τοῦτο δηλῶν ὁ θεῖος Παῦλος ἔλεγεν ὅτι, «ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ», καὶ δι’ αὐτῆς τὸ πολίτευμα ἡμῶν εἰς οὐρανοὺς ἀνάγεται (ἐκεῖ γὰρ ὁ ἄρτος οὗτος)· καὶ εἰσερχόμεθα εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων διὰ τῆς ἐν ἁγνείᾳ προσφορᾶς τοῦ σώματος τοῦ Χριστοῦ. «Προσερχώμεθα οὖν, ἀδελφοί, μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως».

Μυστήρια γὰρ διὰ τοῦτο λέγεται, ἐπεὶ οὐ τὸ ὁρώμενόν ἐστιν ἁπλῶς, ἀλλὰ πνευματικόν τι καὶ ἀπόρρητον· καθ’ ὃ γὰρ εἶπεν ὁ Κύριος, «ὅτι τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν», ἐὰν μὲν πρὸς τὸ φαινόμενον μόνον βλέπῃς, οὐδὲν ὠφελήθης· ἐὰν δὲ πρὸς τὸ πνεῦμα, δηλαδὴ πνευματικῶς αὐτὸν τὸν προκείμενον ὁρᾷς ἄρτον, ζωοποιηθήσῃ μετασχών· οὗτος γάρ ἐστιν «ἡ μὴ ἀπολλυμένη βρῶσις, ἡ μένουσα εἰς αἰώνιον ζωήν»· ὁ ἄρτος ὁ ἀληθινὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ὁ ζῶν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ὃν ὁ μὴ τρώγων οὐ ζήσεται, ὁ δὲ τρώγων ζήσεται εἰς τὸν αἰῶνα, οὐκ ἀναστὰς μόνον, ἀλλὰ καὶ κολάσεως ἀπαλλαγεὶς καὶ βασιλείας τυχὼν αἰωνιζούσης. Περὶ τούτου γὰρ τοῦ ἄρτου οὐκ ἐπὶ τοῦ μυστικοῦ δείπνου μόνον εἴρηκεν ὁ Κύριος πρὸς τοὺς οἰκείους μαθητάς, ἀλλὰ καὶ παρρησίᾳ ἐν συναγωγῇ διδάσκων τρανῶς προανεφώνησε λέγων, «ὁ ἄρτος, ὃν ἐγὼ δώσω ὑμῖν, ἡ σάρξ μού ἐστι, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς»· καὶ πάλιν, «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον». Ὢ τοῦ θαύματος! βαβαὶ τοῦ μεγέθους τῆς ἀγάπης, ἣν ἐφ’ ἡμᾶς πλουσίως ὁ Θεὸς ἐξέχεεν! Ἀνεγέννησεν ἡμᾶς τῷ Πνεύματι καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ γεγόναμεν, καθάπερ ὁ Παῦλός φησιν, «ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν».

Ἵν’ οὖν μὴ κατὰ πνεῦμα μόνον, ἀλλὰ καὶ κατὰ σῶμα ἓν ὦμεν μετ’ ἐκείνου, σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, τὴν διὰ τοῦ ἄρτου τούτου πρὸς αὐτὸν συνάφειαν ἡμῖν ἐχαρίσατο. Πᾶσα μὲν γὰρ ἀγάπη δι’ ἑνώσεως ἔχει τὴν τελείωσιν, τὴν δὲ ἀρχὴν ἐξ ὁμοιώσεως· διὸ καὶ λόγος παλαιός ἐστιν ὁ καθωμιλημένος οὗτος, «ὁμοιότης φιλότης». Ἡ δὲ τοῦ γαμηλίου συναλλάγματος ἔχειν τι δοκεῖ τῶν ἄλλων πλέον· «ἕνεκεν γὰρ τούτου», φησί, «καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». «Τὸ μυστήριον τοῦτο μέγα ἐστί», φησὶν ὁ θεῖος Παῦλος, «ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν». Ἐκεῖ μὲν οὖν προσκολληθήσεται, φησί, καὶ εἰς σάρκα μίαν, ἀλλ’ οὐχὶ καὶ πνεῦμα ἕν· ἡμεῖς δὲ οὐ προσκολλώμεθα μόνον, ἀλλὰ καὶ ἀνακιρνώμεθα τῷ τοῦ Χριστοῦ σώματι διὰ τῆς μεταλήψεως τοῦ θείου τούτου ἄρτου, καὶ οὐ σῶμα μόνον ἓν γινόμεθα, ἀλλὰ καὶ πνεῦμα ἕν. Ὁρᾷς ὅτι τὸ ὑπερβάλλον μέγεθος τῆς εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ διὰ τῆς μεταδόσεως τοῦ ἄρτου καὶ τοῦ ποτηρίου τούτου γίνεται καὶ δείκνυται;

Διὰ τοῦτο «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησε, σῶμα δὲ» κατὰ τὸ ψαλμικὸν «κατηρτίσατο ἡμῖν». Ὢ τῆς πολυειδοῦς καὶ ἀφάτου κοινωνίας! Ἀδελφὸς ἡμῖν ὁ Χριστὸς ἐγένετο, κοινωνήσας ἡμῖν παραπλησίως σαρκὸς καὶ αἵματος καὶ δι’ αὐτῶν ἡμῖν ὁμοιωθείς· δούλους γνησίους ἔσχεν ἑαυτῷ ἐξαγοράσας διὰ τούτου τοῦ αἵματος· φίλους ἐποιήσατο οἰκείους χαρισάμενος ἡμῖν τῶν αὐτοῦ τούτων μυστηρίων τὴν ἔκφασιν· συνέδησεν ἡμᾶς καὶ ἡρμόσατο καθάπερ νυμφίος νύμφην ἑαυτῷ διὰ τῆς μεταλήψεως τούτου τοῦ αἵματος εἰς μίαν σάρκα μεθ’ ἡμῶν γενόμενος.

Ἀλλὰ καὶ Πατὴρ ἡμῶν ἐγένετο διὰ τοῦ θείου κατ’ αὐτὸν βαπτίσματος, καὶ τρέφει μαστοῖς οἰκείοις, ὡς ὑπομάζια βρέφη μήτηρ φιλόστοργος, καί, τὸ μεῖζον ἔτι καὶ παραδοξότερον, ὡς οὐχ αἵματι μόνον ἀντὶ γάλακτος, ἀλλὰ καὶ τῷ ἰδίῳ σώματι, οὐδὲ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῷ πνεύματι, τὴν δεδομένην ἡμῖν παρ’ αὑτοῦ εὐγένειαν ἀεὶ διατηρῶν ἀμείωτον καὶ πρὸς πόθον ἐνάγων μείζονα καὶ τὸ πλήρωμα διδοὺς τοῦ πόθου, οὐχ ὁρᾶν μόνον ἑαυτόν, ἀλλὰ καὶ ἅπτεσθαι καὶ κατατρυφᾶν καὶ ἐγκάρδιον ποιεῖσθαι καὶ ἐν ἑαυτοῖς κατέχειν ἐν αὐτοῖς ἡμῶν τοῖς οἰκείοις σπλάγχνοις ἕκαστον· δεῦτε λέγων φάγετέ μου τὸ σῶμα, πίετέ μου τὸ αἷμα οἱ τῆς αἰωνίου ζωῆς ἐπιθυμητικῶς ἔχοντες, ἵνα μὴ κατ’ εἰκόνα μόνον ἦτε Θεοῦ, ἀλλὰ καὶ θεοὶ καὶ βασιλεῖς αἰώνιοι καὶ οὐράνιοι ἐμὲ τὸν βασιλέα καὶ Θεὸν τοῦ οὐρανοῦ περικείμενοι, φοβεροὶ μὲν δαίμοσι, θαυμαστοὶ δὲ ἀγγέλοις, υἱοὶ δὲ ἀγαπητοὶ τοῦ οὐρανίου Πατρός, ἀείζωοι, ὡραῖοι παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τερπνὸν ἐνδιαίτημα τῆς ἀνωτάτω Τριάδος.

Εἰ γὰρ ὁ τύπος τούτου τοῦ σώματος τὸν Ἀβραὰμ ἐδικαίωσεν, εἰ ὁ τύπος τούτου τοῦ αἵματος τὰ πρωτότοκα τοῦ Ἰσραὴλ ἐν Αἰγύπτῳ ζῶντα ἐφύλαξεν, εἰ ὁ τύπος τούτου τὴν παλαιὰν ἐκείνην τοῦ Θεοῦ σκηνὴν καθιέρωσεν, ἢ ὁ τύπος τούτου τοῦ αἵματος καὶ αὐτὰ τὰ τῶν ἁγίων ἅγια ἐκάθηρέ τε καὶ ἡγίασε καὶ σκήνωμα τοῦ θείου ὀνόματος ἐπὶ γῆς ἀπέδειξε καὶ ἱερέας καὶ ἀρχιερέας καὶ χριστοὺς Κυρίου ἐποίει· εἰ ταῦτα ὁ τύπος, τί οὐκ ἂν ἐργάσεται ἡ ἀλήθεια; Οὐ τοῦ τύπου χωρὶς εἰς τὰ ἄδυτα εἰσῄει ὁ Ἀαρών, οὐδ’ ἡμῖν ἔσται βατὰ τὰ οὐράνια μὴ τῆς ἀληθείας μετασχοῦσι ταύτης, οὐδὲ μονὴν ἕξομεν ἐν οὐρανοῖς, οὐδὲ μονὴ ἐσόμεθα τοῦ Θεοῦ τῶν οὐρανῶν, οὐδὲ θυσία ζῶσα ἁγία εὐάρεστος τῷ Θεῷ· δι’ αὐτοῦ γὰρ μόνου τὴν προσαγωγὴν ἐσχήκαμεν· «τίς γὰρ ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;» ὁ ἐν βασιλεῦσι καὶ προφήτης φησὶ Δαβίδ.

Διὰ τοῦτο αἵματι Θεοῦ τὸ οἰκεῖον αἷμα κεράσωμεν, ἵνα τὴν ἐν αὐτῷ φθορὰν ἀφανίσωμεν· ἐν γὰρ τούτῳ τῷ αἵματι πολλὴ καὶ ἄφατος ἡ ὠφέλεια. Τοῦτο ἡμᾶς καινοὺς ἀντὶ παλαιῶν ποιεῖ καὶ ἀϊδίους ἀντὶ προσκαίρων· τοῦτο ἡμᾶς ἀποθανατίζει καὶ ἀειθαλεῖς ἀπεργάζεται, ὡς δένδρα παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένα τοῦ θείου Πνεύματος, ἀφ’ ὧν συνάγεται καρπὸς εἰς ζωὴν αἰώνιον. Ἐκ μὲν γὰρ τοῦ παραδείσου πηγὴ ἀνέβαινεν, ἀλλ’ αἰσθητή, καὶ τὸ πρόσωπον τῆς γῆς ἐπότιζε ποταμοὺς ἀφιεῖσα αἰσθητούς· ἀπὸ δὲ τῆς ἱερᾶς τραπέζης ταύτης, ἣν ψαλμικῶς «ἡτοίμασεν ἡμῖν ὁ Χριστὸς ἐξ ἐναντίας τῶν θλιβόντων ἡμᾶς» δαιμόνων καὶ παθῶν, ἄνεισι πηγὴ πηγὰς ἀφιεῖσα νοητὰς καὶ ψυχὰς ποτίζουσα καὶ μέχρις οὐρανῶν ἀνάγουσα καὶ τῶν ἀγγέλων ἐπιστρέφουσα τὰς ὄψεις πρὸς τὴν καλλονήν, ἐν ᾗ διορᾶται τὸ πολυποίκιλον τῆς σοφίας τοῦ Θεοῦ, παρακύπτειν αὐτοὺς ἐπιθυμεῖν ἐνάγουσα εἰς τὰ χαρισθέντα διὰ τοῦ τοιούτου αἵματος ἡμῖν· βασιλικὴ γὰρ ἐκτελούμεθα πορφύρα προσερχόμενοι τοῖς μυστηρίοις, μᾶλλον δὲ βασιλικὸν αἷμά τε καὶ σῶμα καὶ πρὸς θείαν (ὢ τοῦ θαύματος!)

υἱότητα μεταποιούμεθα, τῆς λαμπρότητος τοῦ Θεοῦ μυστικῶς γενομένης ἐφ’ ἡμᾶς καὶ περιλαμψάσης ἐξαισίως καὶ χριστοὺς ποιησάσης τοῦ Θεοῦ καὶ δύναμιν παρεχούσης κατὰ τὴν ἐπαγγελίαν ἐν τῇ παρουσίᾳ τοῦ Πατρὸς ἡμῶν λάμψειν καθάπερ ἥλιος, μόνον εἰ μηδεὶς προσταίη σπίλος ἐγκαθήμενος τῇ ψυχῇ τοῦ προσιόντος.

Διὰ τοῦτο μὴ μόνον προκαθαιρώμεθα καὶ οὕτω προσερχώμεθα, ἀλλὰ καὶ μετὰ τὸ τυχεῖν τοῦ θείου τούτου δώρου προσέχωμεν ἑαυτοῖς, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν φυλακήν, ὥστε μένειν τῶν παθῶν ἀνώτεροι καὶ τὰς ἀρετὰς καταγγέλλειν τοῦ ἐνοικῆσαι εὐδοκήσαντος ἡμῖν ἐκ τῆς ἐν ἡμῖν ἐπιφαινομένης κατὰ ταύτας πρὸς αὐτὸν ὁμοιότητος. Ἐννοῶμεν τίνι ἡνώμεθα καὶ τίνων ἠξιώμεθα, καὶ τὸ τοῦ δώρου καὶ τὸ τῆς εἰς ἡμᾶς ἀγάπης ὑπερβάλλον μέγεθος ἐκπεπληγμένοι ρυθμίζωμεν καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα πρὸς τὸ τοῦ Θεοῦ «ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον θέλημα»· αἷμα γὰρ καινῆς διαθήκης ἐστί, βεβαιοῦν αὐτὴν τὴν καινὴν διαθήκην, τουτέστι τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον· «διαθήκη» γάρ, φησίν, «ἐπὶ νεκροῖς βεβαία». Μὴ οὖν τοῦ αἵματος τῆς τοῦ Χριστοῦ διαθήκης μεταλαμβάνοντες ἀβέβαιον ταύτην διὰ τῶν ἔργων ποιήσωμεν, ἵνα μὴ δίκην τίσωμεν καὶ κόλασιν αἰώνιον, ἅτε τὸ αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι. Ὡς γὰρ μεγάλη ἡ ἐπαγγελία τοῖς φυλάττουσι τὸν ἐκ τῆς μεταλήψεως ἁγιασμὸν (βασιλεία γὰρ οὐρανῶν ἐπήγγελται), οὕτω μεγάλη ἡ κόλασις τοῖς ἀχρειώσασιν ἑαυτοὺς μετὰ τὴν δωρεάν. «Εἰ γὰρ ὁ ἀθετήσας νόμον Μωσέως χωρὶς οἰκτιρμῶν, φησίν, ἀποθνήσκει κατὰ τὸν νόμον, πόσῳ χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος καὶ τὴν μεγάλην ταύτην ἐνυβρίσας χάριν».

Ἀλλ’ ἡμεῖς, ἀδελφοί, παρακαλῶ, φυλάξωμεν ἑαυτοῖς τὴν χάριν τοῦ Θεοῦ ἀμείωτον, ὅλους ἑαυτοὺς συντείναντες εἰς ὑπακοὴν καὶ ἐκπλήρωσιν τῶν ἁγίων ἐντολῶν καὶ δι’ ἔργων ἑαυτοὺς τῷ Θεῷ προσενεγκόντες, ἐπειδὴ κἀκεῖνος ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Αὐτὸς μὲν ὁ Πατὴρ τὸν μονογενῆ Υἱὸν αὑτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, αὐτὸς δὲ ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς ἑαυτόν· ἡμεῖς δὲ οὐκ ἀντιδώσομεν ἡμᾶς αὐτοὺς οὐχ ὑπὲρ ἐκείνου, ἀλλ’ ὑπὲρ ἑαυτῶν; Ἀλλὰ πῶς ὑπὲρ ἡμῶν δῶμεν ἑαυτοὺς τῷ δόντι ἑαυτὸν ὑπὲρ ἡμῶν Χριστῷ;

Ἂν τὴν πρὸς αὐτὸν καὶ πρὸς ἀλλήλους ἀγάπην ἐνστερνισώμεθα· ἂν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ καὶ δι’ αὐτὸν πρός τε ἑαυτοὺς καὶ ἀλλήλους ταπεινωθῶμεν «μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι»· ἂν σταυρώσωμεν τὴν σάρκα κατὰ τὸ ἐγχωροῦν «σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις»· ἂν «νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, μέθην, πορνείαν, ἀκαθαρσίαν, πλεονεξίαν καὶ πᾶν πάθος πονηρόν»· ἂν ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ ἀρετῇ.

Ταῦτα γὰρ ἡμᾶς αὐτὸ διδάσκει τὸ σταυρωθὲν Χριστοῦ σῶμα εἰς τροφὴν προκείμενον ἡμῖν· ὁμοῦ τε γὰρ τρεφόμεθα παρ’ αὐτοῦ καὶ διδασκόμεθα κοινωνεῖν ταῖς ἀρεταῖς καὶ τοῖς παθήμασιν αὐτοῦ, ἵνα καὶ αἰωνίως συζήσωμεν καὶ συμβασιλεύσωμεν αὐτῷ. Καὶ τοῦτο διὰ τοῦ προφήτου προανήγγειλε Δαβὶδ λέγων, «θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου»· καὶ γὰρ εἰς ἀνάμνησιν τῶν ὑπ’ αὐτοῦ τελεσθέντων ὑπὲρ ἡμῶν τελούμενον εὐχαριστίας καὶ δόξης καὶ τῆς πρὸς αὐτὸν αἰνέσεως θυσία ἐστί. Καὶ ὡς ἀληθῶς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Χριστοῦ προκείμενον, λαλεῖ μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα τοῦ Ἄβελ αἵματος διαφερόντως κρεῖττον (ἐκεῖνο μὲν γὰρ ἐβόα κατὰ τοῦ ἀδελφοῦ πρὸς Θεόν, τοῦτο δὲ ὑπὲρ ἡμῶν, ὧν ἀδελφὸς ὁ Χριστὸς γενέσθαι κατηξίωσεν, ἐξιλεούμενον αὐτὸν ἡμῖν καὶ καταλλάττον ἡμᾶς τῷ ἀνωτάτῳ Πατρί), λαλεῖ δὲ τοῦτο καὶ ἡμῖν, δεικνύον ἀριδήλως τὴν ὁδὸν τῆς ἀγάπης· ὅτι καὶ αὐτὸς διὰ τὴν εἰς ἡμᾶς ἀγάπην μέχρις ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν τὴν ὁδὸν τῆς ταπεινώσεως ἡμῖν ὑποδείξας, «ὅτι ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη»· τὴν ὁδὸν τῆς ὑπακοῆς, ὅτι καὶ αὐτὸς ὑπήκουσε μέχρι σταυροῦ καὶ θανάτου τῷ Πατρί· τὴν ὁδὸν τὴν διὰ τῆς τῶν παθῶν νεκρώσεως ζωὴν ἡμῖν χαριζομένην αἰώνιον.

Ὅτι καὶ αὐτὸς νεκρὸς ἐγένετο, καὶ ἰδοὺ ζῇ εἰς τοὺς αἰῶνας ζωοποιῶν τοὺς δι’ ἀρετῆς καὶ πίστεως αὐτῷ προσκολλωμένους καὶ δοξάζων αὐτοὺς καὶ ὑπ’ αὐτῶν δοξαζόμενος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.