Ἔργον
Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄
Ομιλία ΝΗ΄: Στην κατά σάρκα Γέννηση του Κυρίου
Η εκούσια κένωση και συγκατάβαση του Θεού, η ανάπλαση της ανθρώπινης φύσης, και η καθοδήγηση και προσκύνηση των Μάγων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΝΗ΄: Στην κατά σάρκα Γέννηση του Κυρίου
Η εκούσια κένωση και συγκατάβαση του Θεού, η ανάπλαση της ανθρώπινης φύσης, και η καθοδήγηση και προσκύνηση των Μάγων.
ΕΙΣ ΤΗΝ ΚΑΤΑ ΣΑΡΚΑ ΣΩΤΗΡΙΟΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῆς παρθενικῆς λοχείας ἡ νῦν τελετή· καὶ τῷ μεγέθει τῆς ἑορτῆς ὁ λόγος ἐξ ἀνάγκης συνεπαρθήσεται εἴσω τε χωρήσει τοῦ μυστηρίου, καθ’ ὅσον ἐφικτόν τε καὶ θεμιτὸν καὶ τῷ καιρῷ χωρητόν, ὡς καὶ ἡμῖν ἐκφῆναί τι τῆς ἐν τούτῳ δυνάμεως. Συντείνατε οὖν καὶ ὑμεῖς, ἀδελφοί, παρακαλῶ, καὶ συνυψώσατε τὴν ὑμετέραν διάνοιαν, ἵν’ ὡς ἐκ μετεώρου θείου πυρσευθεῖσα περιφανῶς τοῦ φωτὸς τῆς θείας ἐπιγνώσεως ἐρρωμενέστερον ἀντιλάβηται.
Σήμερον γὰρ οὐρανοῦ καὶ γῆς ὁμοτιμίαν ὁρῶ καὶ τῶν κάτω πρὸς τὰ ἐπέκεινα πάντων ἄνοδον ἐφάμιλλον οὖσαν τῇ συγκαταβάσει τῶν ἄνω· εἰ γὰρ τίς ἐστιν οὐρανὸς τῶν οὐρανῶν, καὶ εἴ τινά ἐστιν ὕδατα ὑπερῷα στεγάζοντα τὰ οὐράνια, καὶ εἴ τις τόπος ἢ στάσις ἢ τάξις ἐστὶν ὑπερκόσμιος, σπηλαίου καὶ φάτνης καὶ περιρραντηρίων βρεφικῶν καὶ σπαργάνων οὐδὲν ἔχει θαυμασιώτερον οὐδὲ τιμιώτερον· οὐδὲν γὰρ τῶν ἐξ αἰῶνος ὑπὸ τοῦ Θεοῦ γεγονότων κοινωφελέστερον ἢ θειότερον τῶν Χριστοῦ γενεθλίων, ἅπερ ἑορτάζομεν σήμερον.
Ὁ γὰρ προαιώνιος καὶ ἀπερίληπτος καὶ παντοκράτωρ Λόγος ὡς ἀνέστιος, ἄστεγος, ἄοικος, ἐν σπηλαίῳ νῦν κατὰ σάρκα τίκτεται καὶ ὡς βρέφος ἐπὶ φάτνης προτίθεται καὶ ὀφθαλμοῖς ὁρᾶται καὶ χερσὶ ψηλαφᾶται καὶ σπαργάνων περιειλεῖται σειραῖς, οὐ νοερᾶς οὐσίας προελθούσης εἰς κτίσιν τῆς μὴ πρότερον οὔσης, οὐ σαρκὸς προενεχθείσης εἰς γένεσιν τῆς μετὰ μικρὸν λυομένης, οὐ σαρκὸς καὶ νοῦ συνελθόντων ἀλλήλοις εἰς ἑνὸς λογικοῦ ζώου σύστασιν, ἀλλὰ Θεοῦ καὶ σαρκὸς διὰ νοῦ μεμιγμένων ἀφύρτως εἰς μιᾶς θεανδρικῆς ὑποστάσεως ὕπαρξιν, ἣ παρθενικὴν τέως ὑποδῦσα νηδύν, ἐν ᾗ καὶ ἐξ ἧς εὐδοκίᾳ Πατρὸς καὶ συνεργίᾳ Πνεύματος εἰς οὐσίαν ἦλθεν ὁ ὑπερούσιος Λόγος, νῦν ἐκ γαστρὸς λύεται καὶ ὡς βρέφος γεννᾶται μὴ λύσας, ἀλλ’ ἀδιαλώβητα τηρήσας τῆς παρθενίας τὰ σύμβολα, τεχθεὶς ἀπαθῶς, ὡς ἀπαθῶς συνελήφθη, καθάπερ ἡδονῆς ἐμπαθοῦς ἐν τῷ κύειν, οὕτως ὠδίνων ἀλγεινῶν ἐν τῷ τίκτειν ἀνωτέρας τῆς τεκούσης φανείσης· «πρὶν γὰρ ἐπ’ αὐτὴν ἐλθεῖν τῶν ὠδίνων τὸν πόνον ἐκφυγοῦσα», κατὰ τὴν Ἠσαΐου φωνήν, ἔτεκεν ἐν σαρκὶ τὸν προαιώνιον Λόγον, οὗ μὴ μόνον ἡ θεότης ἀνεξιχνίαστος, ἀλλὰ καὶ ὁ πρὸς τὴν σάρκα τῆς ἑνώσεως τρόπος ἀπερινόητος καὶ ἡ συγκατάβασις ἀνυπέρβλητος καὶ τὸ τοῦ προσλήμματος θεῖον καὶ ἀπόρρητον ὕψος ὑπερεξῃρημένον καὶ νοῦ καὶ λόγου παντός, ὡς μηδὲ τοῦτο σύγκρισιν ὅλως πρὸς τὴν κτίσιν ἐπιδέχεσθαι δύνασθαι.
Εἰ γὰρ καὶ κατὰ σάρκα βλέπεις τὸν νῦν ἐξ ἀπειράνδρου τεχθέντα κόρης, ἀλλὰ καὶ οὕτω τὴν σύγκρισιν ὑπερήλασεν· «ὡραῖος» γάρ, φησί, «κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων».
Οὐκ εἶπεν ‘ὡραιότερος’, ἀλλ’ ἁπλῶς «ὡραῖος», ἵνα μὴ τὰ ἀσύγκριτα συγκρίνῃ, ψιλοῖς ἀνθρώποις φύσιν ὁμόθεον. «Ἔχρισέ σε», φησίν, «ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». Ὁ αὐτός ἐστι καὶ Θεὸς καὶ ἄνθρωπος τέλειος· ὁ αὐτὸς Θεός ἐστι καὶ ὁ χρίων καὶ ὁ χριόμενος. «Ἔχρισέ σε» γάρ, φησίν, «ὁ Θεὸς ὁ Θεός σου»· ὡς γὰρ καὶ ἄνθρωπος χρίεται ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. Καὶ χρίεται τῷ συναϊδίῳ καὶ ὁμοφυεῖ Πνεύματι· τοῦτο γάρ ἐστι τὸ τῆς ἀγαλλιάσεως ἔλαιον, διὸ καὶ ὁ αὐτός ἐστι πάλιν Θεὸς τό τε θεῖον χρίσμα καὶ ὁ χριόμενος. Εἰ γὰρ καὶ ὡς ἄνθρωπος χρίεται, ἀλλ’ ὡς Θεὸς ἐν ἑαυτῷ ἔχει τὴν πηγὴν τοῦ χρίσματος. Διὰ τοῦτο καὶ μετόχους αὐτοῦ πάντας τοὺς ἐκ Θεοῦ χριομένους ὁ θείως ὁρῶν ἐκεῖνος εἶδε καὶ προηγόρευσε· Θεοῦ γὰρ μόνου τὸ μὴ μετέχειν, ἀλλὰ μετέχεσθαι καὶ μετόχους ἔχειν τοὺς ἀγαλλιωμένους ἐν πνεύματι. Τοιοῦτός ἐστιν ὁ νῦν ἐν πενιχρῷ σπηλαίῳ τικτόμενος καὶ παρ’ ἡμῶν ὡς βρέφος ἐπὶ φάτνης ὑμνούμενος.
Ὁ γὰρ τὰ πάντα ἐκ μὴ ὄντων παραγαγών, ἐπίγειά τε καὶ ἐπουράνια, κατιδὼν ἐφέσει τοῦ μείζονος ἀχρειούμενα τὰ λογικὰ τούτου κτίσματα, χαρίζεται μὲν αὐτοῖς ἑαυτόν, οὗ μεῖζον οὐδὲν οὐδὲ ἴσον οὐδὲ ἐγγύς, καὶ προτίθεται τοῖς βουλομένοις εἰς μέθεξιν· ἵν’ ἔχωμεν εἰς τὸ ἑξῆς ἀκινδύνως χρῆσθαι τῇ ἐφέσει τοῦ κρείττονος, δι’ ἣν τὴν ἀρχὴν ἐσχάτῳ κινδύνῳ περιεσχέθημεν, καὶ ἵνα, Θεὸς ἕκαστος ἡμῶν γενέσθαι ποθοῦντες, μὴ μόνον ἀνεύθυνοι ὦμεν, ἀλλὰ καὶ τῆς ἐπιθυμίας ἐπιτυγχάνωμεν. Λύει δὲ παραδόξως τῶν ἀπ’ ἀρχῆς πτωμάτων τὴν πρόφασιν· ἡ δὲ ἦν τὸ ἐνθεωρούμενον τοῖς οὖσιν ὑπερέχον καὶ ἐλαττούμενον καὶ ὁ ἐντεῦθεν φθόνος καὶ δόλος, αἵ τε φανεραὶ καὶ ἀφανεῖς ἔριδες. Ἐλαττοῦσθαι γὰρ ἐθέλων ὁ ἀρχέκακος οὐδενὸς τῶν ἀγγέλων, ἀλλὰ καὶ αὐτῷ κατὰ τὴν ὑπεροχὴν ἐξομοιοῦσθαι τῷ κτίσαντι, πρῶτος τὸ ἐξαίσιον ὑπέστη πτῶμα μηδενὸς προκατάρξαντος· εἶτα καὶ τὸν Ἀδὰμ φθόνῳ βληθεὶς καὶ δόλῳ βαλὼν πρὸς τὸν ᾅδου κατέσυρε πυθμένα διὰ τῆς ὁμοίας ἐφέσεως, τούτῳ μὲν δυσανάκλητον καὶ Θεοῦ παρουσίας ἐξαισίας, τῆς νῦν τελεσθείσης, δεομένην πρὸς ἀνάκλησιν, ἑαυτῷ δὲ καθάπαξ ἀθεράπευτον τὴν πτῶσιν ἀπεργασάμενος, ὡς μὴ κατὰ μετοχὴν τὴν ἔπαρσιν κεκτημένος, ἀλλ’ αὐτοκακία καὶ πλήρωμα κακίας γεγενημένος καὶ πρὸς μέθεξιν τοῦ κακοῦ τοῖς βουλομένοις προκείμενος.
Λῦσαι οὖν ἀρτίως ὁ Θεὸς εὐδοκήσας τῆς τὰ λογικὰ τούτου κτίσματα κατασπώσης ὑπερηφανίας τὴν πρόφασιν, ἐξομοιοῖ τὸ πᾶν ἑαυτῷ· καὶ ἐπείπερ αὐτὸς ἑαυτῷ κατὰ φύσιν ἴσος ἐστὶ καὶ ὁμότιμος, ποιεῖ καὶ τὴν κτίσιν ἴσην κατὰ χάριν ἑαυτῇ καὶ ὁμότιμον.
Καὶ τοῦτο πῶς; Αὐτὸς ὁ ἐκ Θεοῦ Θεὸς Λόγος κενώσας ἑαυτὸν ἀπορρήτως καὶ καταβὰς ἄνωθεν εἰς τὴν ἀνθρωπίνην ἐσχατιὰν καὶ ταύτην ἑαυτῷ συνδήσας ἀλύτως καὶ ταπεινωθεὶς καὶ πτωχεύσας τὸ καθ’ ἡμᾶς, τὰ κάτω πεποίηκεν ἄνω· μᾶλλον δὲ πρὸς ἓν συνήγαγεν ἄμφω, τῇ θεότητι μίξας τὴν ἀνθρωπότητα, καὶ οὕτω πρὸς τὰ ἄνω φέρουσαν ὁδὸν ἅπασιν ὑπέδειξε τὴν ταπείνωσιν, ἑαυτὸν εἰς παράδειγμα προθεὶς ἀνθρώποις τε καὶ ἀγγέλοις ἁγίοις σήμερον.
Ἐντεῦθεν ἄγγελοι νῦν τὸ ἀπερίτρεπτον ἔλαβον, ἔργῳ παρὰ τοῦ δεσπότου μαθόντες ὁδὸν ὑψώσεως καὶ τῆς πρὸς αὐτὸν ὁμοιώσεως οὐ τὴν ἔπαρσιν οὖσαν, ἀλλὰ τὴν ταπείνωσιν· ἐντεῦθεν ἄνθρωποι τὸ εὐδιόρθωτον ἔχουσι, τὴν ταπείνωσιν ἐπιγνόντες ὁδὸν ἀνακλήσεως. Ἐντεῦθεν ὁ ἀρχέκακος αὐτόχρημα τύφος ὤν, ᾐσχύνθη καὶ καταβέβληται, δοκῶν ἑστάναι πως καὶ εἶναί τι πρότερον, ὡς τοὺς μὲν δουλωσάμενος καὶ συγκατασπάσας ἐφέσει τοῦ μείζονος, τοὺς δ’ ἐλπίζων ἀπονοίας ὑπερβολῇ, καὶ παίγνιον ὤφθη καλῶς φωραθεὶς παρὰ τῶν πρῴην ἠπατημένων κακῶς. Καὶ πατεῖται νῦν Χριστοῦ γεννηθέντος παρὰ τῶν ὑπὸ πόδας ἐκείνου κειμένων πρότερον, οὐ φρονούντων ἀρτίως τὰ ὑψηλά, καθάπερ ὁ πανώλης αὐτὸς ὑπέθετο, ἀλλὰ συναπαγομένων τοῖς ταπεινοῖς, καθάπερ δι’ ἔργων ὑπέδειξεν ὁ Σωτήρ, καὶ διὰ τῆς ταπεινώσεως κτωμένων τὴν ὑπερκόσμιον ὕψωσιν.
Διὰ τοῦτο ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ Θεὸς ἐπὶ γῆς ὡς βρέφος πρόκειται σήμερον· ὁ τοῖς ἑξαπτερύγοις Σεραφὶμ ἀθεώρητος, μὴ ὅτι τὴν αὐτοῦ φύσιν, ἀλλ’ οὐδὲ τὴν αἴγλην τῆς αὐτοῦ δόξης ἀτενῶς ὁρᾶν δυναμένοις, διὸ καὶ ταῖς πτέρυξι τὰς ὄψεις ἐπισκιάζουσιν, ὑπ’ αἴσθησιν ὁρᾶται καὶ ὀφθαλμοῖς σαρκὸς ὑποπίπτει σὰρξ γεγονώς· ὁ τὰ πάντα ὁρίζων καὶ ὑπ’ οὐδενὸς ὁριζόμενος αὐτοσχεδίῳ καὶ μικρᾷ φάτνῃ περιλαμβάνεται· ὁ τὸ πᾶν κατέχων καὶ συσφίγγων δρακὶ σμικροῖς σπαργάνοις περιειλεῖται καὶ μετρίοις ἅμμασι σφίγγεται· ὁ τὸν πλοῦτον ἔχων τῶν ἀκενώτων θησαυρῶν τοσαύτην ἑκὼν ὑφίσταται πτωχείαν, ὡς μηδὲ τόπον ἔχειν ἐν τῷ καταλύματι· διὸ καὶ σπήλαιον ὑποδύεται, καὶ ταῦτα τικτόμενος ὁ ἀχρόνως καὶ ἀπαθῶς καὶ ἀνάρχως ἐκ Θεοῦ γεννηθείς. Καὶ (ὢ τοῦ θαύματος!)
οὐ τὴν κάτω κειμένην φύσιν ἐνδύεται μόνον διὰ γενέσεως ὁ συμφυὴς τῷ ἀνωτάτῳ Πατρί, οὐδὲ τὴν ἄκραν ταύτην μόνον ὑφίσταται πτωχείαν ἐν πενιχρῷ σπηλαίῳ γεννώμενος, ἀλλὰ καὶ τὴν ἐσχάτην καταδίκην τῆς ἡμῶν φύσεως ἐξ ἀρχῆς εὐθὺς ἔτι κυοφορούμενος καταδέχεται, καὶ συντάττεται καὶ συναπογράφεται τοῖς δούλοις ὁ φύσει τοῦ παντὸς δεσπότης, πάντως τὴν δουλείαν ποιῶν οὐδὲν ἀτιμοτέραν τῆς δεσποτείας, μᾶλλον δὲ καὶ τιμιωτέρους τοῦ κάτω τότε δεσπότου τοὺς δούλους ἀποδεικνύς, εἴπερ συνήσουσι καὶ ὑπακούσουσι τῷ μεγαλείῳ τῆς χάριτος· οὐ γὰρ συνηρίθμηται τῷ βασιλεῖ τῶν οὐρανῶν ὁ τότε δοκῶν εἶναι τῆς γῆς δεσπότης, ἀλλὰ μόνοι πάντες οἱ ὑπὸ χεῖρα, οὐδ’ ἐνηριθμήθη τούτοις ὁ τότε τῆς γῆς δεσπόζων, ἀλλ’ ὁ οὐράνιος. ᾌδει που πρὸς τὸν Θεὸν ὁ διὰ τὸν νῦν ἐκ τῆς ἐκείνου πατριᾶς τεχθέντα θεοπάτωρ Δαβίδ, «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου». Τί τοῦτο λέγων; Ὅτι τοῦ πλάσαντός ἐστι μόνου καὶ τὴν ὄντως σύνεσιν παρασχεῖν.
Ὁ δὲ συνετισθεὶς καὶ συνεὶς τὴν τιμήν, ἣν ἔλαβεν ἡμῶν ἡ φύσις παρὰ Θεοῦ χερσὶ ταῖς αὐτοῦ πλασθεῖσα κατ’ οἰκείαν εἰκόνα, τῆς αὐτοῦ φιλανθρωπίας ἐν περινοίᾳ γενόμενος προσδραμεῖται τούτῳ καὶ ὑπακούσει καὶ μαθήσεται τὰς ἐντολὰς αὐτοῦ· πόσῳ μᾶλλον εἰ συνήσει πρὸς δύναμιν τὸ μέγα τοῦτο μυστήριον τῆς ἡμῶν ἀναπλάσεώς τε καὶ ἀνακλήσεως; Ἐπεὶ γὰρ χειρὶ πλάσας οἰκείᾳ τὴν ἡμῶν ἐκ γῆς φύσιν καὶ ζωὴν παρ’ ἑαυτοῦ ἐμφυσήσας ὁ τἄλλα πάντα λόγῳ μόνῳ προαγαγὼν ἀφῆκεν αὐτὴν ἅτε λογικὴν κτισθεῖσαν καὶ γνώμης κυρίαν οὖσαν τοῖς ἰδίοις λογισμοῖς διοικεῖσθαι καὶ κατ’ οἰκείαν κίνησιν, ἡ δὲ μονωθεῖσα, τῇ τοῦ πονηροῦ συμβουλῇ κλαπεῖσα καὶ μὴ δυνηθεῖσα πρὸς τὴν ἐπιβουλὴν ἀντισχεῖν, οὐκ ἐφύλαξε τὸ κατὰ φύσιν, ἀλλὰ πρὸς τὸ παρὰ φύσιν ἐξώλισθε· διὰ τοῦτο νῦν οὐ χειρὶ μόνον ἀναπλάττει παραδόξως αὐτήν, ἀλλὰ καὶ κατέχει ταύτην παρ’ ἑαυτῷ οὐκ ἀναλαβόμενος μόνον καὶ τοῦ πτώματος ἐξάρας αὐτήν, ἀλλὰ καὶ ἀφράστως περιβαλλόμενος καὶ συναφθεὶς ἀδιαιρέτως αὐτῇ καὶ τεχθεὶς Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ἐκ γυναικὸς μέν, ἵνα τὴν αὐτὴν ἐκείνην ἣν ἔπλασεν ἐν τοῖς προπάτορσιν ἀναλάβηται φύσιν, ἐκ παρθένου δὲ ταύτης, ἵνα καινὸν ποιήσῃ τὸν ἄνθρωπον.
Εἰ γὰρ ἐκ σπέρματος ἦν, οὐκ ἂν ἦν καινὸς ἄνθρωπος, οὐδ’ ἂν ἐδυνήθη, τοῦ παλαιοῦ κόμματος ὢν καὶ κληρονόμος ἐκείνου τοῦ πταίσματος, τὸ πλήρωμα ἐν ἑαυτῷ δέξασθαι τῆς ἀκηράτου θεότητος καὶ πηγὴ γενέσθαι τοῦ ἁγιασμοῦ ἀνεξάντλητος· καὶ οὕτω μὴ μόνον τῶν προπατόρων ἐκείνων οὐκ ἂν ἔσχεν ἀποπλῦναι τὸν ἐξ ἁμαρτίας μολυσμὸν περιουσίᾳ δυνάμεως, ἀλλ’ οὐδὲ τοῖς ἑξῆς ἀρκεῖν πρὸς ἁγιασμόν. Ὡς γὰρ οὐκ ἀρκέσει πόλει καὶ ταῦτα μεγίστῃ πρὸς πόμα διηνεκὲς ἐν σκεύει παρακείμενον ὕδωρ, ἀλλὰ χρὴ πηγὴν ἐν ἑαυτῇ φέρειν, οὕτω γὰρ ὑπὸ δίψους τοῖς ἐχθροῖς οὐδέποτε προδοθήσεται· οὕτως οὐκ ἦν ἀρκέσαι πρὸς διηνεκῆ πᾶσιν ἁγιασμόν, οὐκ ἄνθρωπος, οὐκ ἄγγελον ἅγιον μετοχῇ χάριτος κεκτημένον τὸ ἁγιάζειν, ἀλλ’ ἔδει κρήνης τῇ κτίσει τὴν πηγὴν ἐχούσης ἐν ἑαυτῇ καὶ οὕτω τοὺς αὐτῇ πλησιάζοντας καὶ ταύτης ἐμφορουμένους ἀηττήτους μένειν ὑπὸ τῶν ἐπιτιθεμένων ταῖς ἐμφύτοις αὑτῆς ἀσθενείαις τε καὶ στερήσεσι. Διὰ τοῦτο οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς, καθ’ ἡμᾶς δι’ ἡμᾶς γενόμενος ἄνθρωπος καὶ μένων ἀναλλοίωτος Θεός. Τὴν γὰρ νέαν Ἰερουσαλὴμ οἰκοδομῶν ἤδη καὶ ναὸν ἀνεγείρων δι’ ἐμψύχων λίθων ἑαυτῷ καὶ Ἐκκλησίαν ἡμᾶς συνάγων ἱερὰν καὶ παγκόσμιον, ἐνιδρύει τῷ θεμελίῳ ταύτης, ὅς ἐστι Χριστός, τὴν ἀένναον πηγὴν τῆς χάριτος.
Ἡ γὰρ πλήρης ζωὴ καὶ δεσποτικὴ καὶ ἀΐδιος, ἡ πάνσοφος καὶ παντοδύναμος φύσις ἑνοῦται τῇ ἐξ ἀβουλίας ἀπατηθείσῃ καὶ ἐξ ἀσθενείας τῷ πονηρῷ δουλωθείσῃ καὶ ἐξ ἐνδείας θείας ζωῆς ἐν ᾅδου μυχοῖς κειμένῃ, ὡς ἂν ἐμποιήσῃ ταύτῃ σοφίαν καὶ δύναμιν καὶ ἐλευθερίαν καὶ ζωὴν ἀδιάπτωτον.
Καὶ ὁρᾶτε τῆς ἀπορρήτου συναφείας καὶ τῆς ἐξ αὐτῆς ὠφελείας καὶ ἐπὶ τοὺς πόρρω κεχυμένης εὐθὺς τὰ σύμβολα. Ἀστὴρ συνοδεύει μάγοις, καταλύουσι συγκαταλύων καὶ κινουμένοις συμμεταβαίνων αὐτοῖς, μᾶλλον δὲ πρὸς τὴν ὁδὸν αὐτὸς ἐκείνους ἕλκων καὶ ἐκκαλούμενος, ἄρχων τε πορείας καὶ προάγων αὐτούς, καὶ κινουμένοις μὲν πρὸς ὁδηγίαν ἑαυτὸν ἐμπαρέχων, ἐν καιρῷ δὲ τὴν φύσιν διαναπαύουσιν εἴκων αὐτὸς ἐκείνοις καὶ μένων καὶ αὐτὸς ἐπὶ χώρας, ὡς ἂν μὴ τούτους ἀπολιπὼν ἀνιάσῃ τῇ ἀπουσίᾳ δόξας ἀτελῆ τὴν ποδηγίαν καταλιπεῖν· καὶ γὰρ οὐ μετρίως αὐτοὺς ἠνίασε κρυβεὶς ἀπ’ αὐτῶν, ἡνίκα τοῖς Ἰεροσολύμοις προσῆλθον.
Διὰ τί οὖν ἐκρύβη γενομένων αὐτῶν ἐκεῖ; Ἵνα διὰ τῆς ἐρωτήσεως ἀνυπόπτους ποιήσῃ κήρυκας τοῦ κατὰ σάρκα γεννηθέντος τηνικαῦτα Χριστοῦ. Ἐπεὶ δὲ καὶ μαθεῖν ἠξίουν ἐξ Ἰουδαίων ποῦ ὁ Χριστὸς κατὰ τὰς ἱερὰς προρρήσεις γεννᾶται, παρῆκεν αὐτοὺς ὁ θεῖος ἀστὴρ διδάσκων ἡμᾶς μηκέτι ζητεῖν ἐξ Ἰουδαίων τὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐκμανθάνειν, ἀλλὰ τῇ ἐξ οὐρανῶν ἥκειν διδασκαλίᾳ, ἵνα μὴ τῆς ἄνωθεν χάριτος καὶ φωτοχυσίας ἐκπέσωμεν.
Ἐξελθοῦσι δὲ τούτοις ἐκεῖθεν πάλιν ἐπιφανεὶς εὔφρανε καὶ ἡγεῖτο προτρέχων, «ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον», συμπροσκυνῶν πάντως τούτοις τὸ ἐπίγειον τοῦτο καὶ οὐράνιον βρέφος. Καὶ αὐτὸς μὲν τούτους πρώτους τῷ ἐπὶ γῆς τεχθέντι Θεῷ προσάγων δῶρον γενέθλιον, καὶ διὰ τούτων ἅπαν τὸ Ἀσσύριον γένος καὶ τὸ εἰρημένον τῷ Ἠσαΐᾳ, «καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις πρῶτος τῷ Θεῷ λαὸς οἱ Ἀσσύριοι, καὶ μετὰ τούτους οἱ Αἰγύπτιοι, καὶ τρίτος ὁ Ἰσραήλ», καθάπερ νῦν ὁρᾶται γενόμενον. Τὴν γὰρ παρὰ τῶν μάγων προσκύνησιν ἡ πρὸς Αἴγυπτον εὐθὺς αὑτοῦ διεδέξατο φυγαδεία, δι’ ἧς καὶ τῶν εἰδώλων αὐτοὺς ἀπήλλαξε, καὶ μετὰ τὴν ἀπὸ ταύτης ἐπάνοδον ὁ πρὸς περιποίησιν ἄξιος τοῦ Θεοῦ λαὸς παρὰ τοῦ Ἰσραὴλ ἐξελέγη.
Καὶ ταῦτα μὲν ἐμφανῶς Ἠσαΐας προανεκήρυξεν· αὐτοὶ δὲ οἱ μάγοι προσεκύνουν προσάγοντες χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ διὰ θανάτου, οὗ σύμβολον ὑπῆρχεν ἡ σμύρνα, τὴν ἔνθεον ζωὴν ἡμῖν, ἧς εἰκὼν ὁ λίβανος ἦν, καὶ θείαν λαμπρότητα καὶ βασιλείαν χαρισαμένῳ, ἣν εἰκόνιζεν ὁ χρυσὸς τῷ τῆς ἀϊδίου δόξης χορηγῷ προσφερόμενος. Δι’ ὃν γεννηθέντα σήμερον καὶ ποιμένες κοινὴν χορείαν μετὰ ἀγγέλων ἱστᾶσι, καὶ τὴν αὐτὴν ᾄδουσιν ᾠδὴν καὶ κοινὸν ἀνακρούονται μέλος οὐ τῶν ἀγγέλων μετὰ χεῖρας ποιμενικοὺς λαβόντων αὐλούς, ἀλλὰ τῶν ποιμένων ἀγγέλων περιλαμπομένων φωτὶ καὶ ἐν μέσῳ στρατιᾶς οὐρανίου γεγενημένων καὶ οὐράνιον ὕμνον ὑπὸ τῶν ἀγγέλων διδασκομένων, μᾶλλον δὲ τὸν αὐτὸν οὐράνιον. καὶ ἐπίγειον. «Δόξα», γάρ φασιν, «ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς». Νῦν γὰρ τὴν γῆν ἔχει θρόνον ὁ ἐν ὑψίστοις οἰκῶν καὶ τῶν οὐρανίων ὑψωμάτων κρατῶν, καὶ δοξάζεται κατ’ αὐτὴν ἐπίσης, ὥσπερ κἀκεῖ, παρά τε τῶν ἁγίων καὶ τῶν ἀγγέλων αὐτοῦ.
Ἀλλὰ τί τὸ αἴτιον τῆς κοινῆς ταύτης ἀγγέλων τε καὶ ἀνθρώπων δοξολογίας καὶ τί τὸ πολυύμνητον τοῦτο τοῖς τε ποιμέσι καὶ πᾶσιν ἀνθρώποις ἐπὶ τοσοῦτο χαρμόσυνον εὐαγγέλιον; «Ἰδοὺ» γάρ, φησίν, «εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ». Τί οὖν τοῦτο, καὶ τίς ἡ παγκόσμιος χαρά; Τῆς εὐαγγελικῆς ᾠδῆς εἰς τέλος ἄκουσον καὶ συνήσεις «εἰρήνη», λεγούσης, «ἐν ἀνθρώποις εὐδοκία». Ὁ γὰρ ὠργισμένος τῷ γένει τῶν ἀνθρώπων Θεὸς καὶ δειναῖς ἀραῖς τούτους ὑποβαλὼν ἥκει διὰ σαρκὸς τὴν ἑαυτοῦ εἰρήνην παρέξων αὐτοῖς καὶ τῷ ἀνωτάτῳ Πατρὶ καταλλάξων αὐτούς. Ἰδοὺ γάρ, φησίν, ἐγεννήθη οὐχ ἡμῖν τοῖς ἀγγέλοις, εἰ καὶ νῦν ἐπὶ γῆς τοῦτον ὁρῶντες ὡς ἐν οὐρανῷ ἀνυμνοῦμεν, ἀλλ’ ὑμῖν τοῖς ἀνθρώποις, τουτέστι δι’ ὑμᾶς τε καὶ καθ’ ὑμᾶς ἐγεννήθη Σωτήρ, Χριστὸς Κύριος ἐν πόλει Δαβίδ.
Τί δὲ βούλεται τῇ εἰρήνῃ προσκειμένη ἡ τοῦ Θεοῦ εὐδοκία; «Εἰρήνη» γάρ, φησίν, «ἐν ἀνθρώποις εὐδοκία». Ἔστιν ὅτε καὶ πρότερον εἰρήνης πρὸς ἀνθρώπους ἐποίησε δείγματα· καὶ τῷ Μωϋσεῖ γὰρ «ὡμίλει, καθάπερ εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον», καὶ τὸν Δαβὶδ «εὗρε κατὰ τὴν καρδίαν» ἑαυτοῦ, καὶ αὐτῷ δὲ παντὶ τῷ γένει τῶν Ἰουδαίων εἰρήνης παρέσχε σύμβολα καταβὰς δι’ αὐτοὺς εἰς τὸ ὄρος καὶ διὰ πυρὸς καὶ γνόφου προσλαλήσας αὐτοῖς, ἀλλ’ οὐ κατ’ εὐδοκίαν· εὐδοκία γάρ ἐστι τὸ εὐάρεστον καθ’ ἑαυτὸν καὶ προηγούμενον τοῦ Θεοῦ καὶ τέλειον θέλημα. Οὐ τοίνυν προηγούμενον καὶ τέλειόν ἐστι θέλημα Θεοῦ ἡ πρός τινας ἀνθρώπων ἢ πρὸς ἓν γένος εὐεργεσία, καὶ ταῦτα μηδὲ τελεία· διὰ τοῦτο καθάπερ υἱοὺς ἐκάλεσε πολλοὺς ὁ Θεός, εἷς δέ ἐστιν «ἐν ᾧ εὐδόκησεν», οὕτω καὶ πολλάκις ἔδωκε τὴν εἰρήνην αὑτοῦ, μία δέ ἐστιν ἥτις καὶ τὴν αὐτοῦ εὐδοκίαν ἔχει μεθ’ ἑαυτῆς, ἡ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὡς τελεία καὶ ἀμετάθετος καὶ παντὶ γένει καὶ πᾶσι διδομένη τοῖς βουλομένοις.
Ταύτην, ἀδελφοί, τὴν εἰρήνην φυλάττωμεν ἑαυτοῖς ὅση δύναμις· ταύτην γὰρ ὡς κληρονομίαν ἐλάβομεν παρὰ τοῦ τεχθέντος ἀρτίως Σωτῆρος ἡμῶν καὶ δόντος ἡμῖν τὸ Πνεῦμα τῆς υἱοθεσίας, δι’ ἧς κληρονόμοι μὲν γινόμεθα Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. (Εἰρηνεύωμεν οὖν πρὸς τὸν Θεὸν τὰ εὐάρεστα αὐτῷ ποιοῦντες, σωφρονοῦντες, ἀληθεύοντες, δικαιοπραγοῦντες, «προσευχαῖς τε καὶ δεήσεσι προσκαρτεροῦντες», «ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ἡμῶν», ἀλλ’ οὐκ ἐν χείλεσι μόνον.)
Εἰρηνεύωμεν πρὸς ἡμᾶς αὐτοὺς ὑποτάσσοντες τὴν σάρκα τῷ πνεύματι καὶ τὴν κατὰ συνείδησιν πολιτείαν αἱρούμενοι καὶ τὸ ἔνδον ἐν ἑαυτοῖς κόσμον τῶν λογισμῶν κοσμίως καὶ εὐαγῶς κινούμενον ἔχοντες· οὕτω γὰρ τὴν ἐν ἡμῖν αὐτοῖς καὶ ὄντως ἐμφύλιον διαλύσομεν στάσιν (Εἰρηνεύωμεν πρὸς ἀλλήλους «ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι, εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν», καὶ τὸν πρὸς ἀλλήλους ἔλεον ἐκ τῆς πρὸς ἀλλήλους ἀγάπης ἐπιδεικνύμενοι, καθάπερ καὶ ὁ Χριστὸς ἐκ μόνης τῆς πρὸς ἡμᾶς ἀγάπης ἠλέησε καὶ μέχρις ἡμῶν κατῆλθεν ὑπὲρ ἡμῶν·) οὕτω γὰρ διὰ τῆς αὐτοῦ βοηθείας καὶ χάριτος ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας ἀνακληθέντες καὶ μετάρσιοι διὰ τῶν ἀρετῶν χρηματίσαντες «τὸ πολίτευμα ἕξομεν ἐν οὐρανοῖς», ἀφ’ ὧν καὶ τὴν ἐλπίδα ἀπεκδεχόμεθα, τὴν ἀπολύτρωσιν τῆς φθορᾶς καὶ τὴν ἀπόλαυσιν τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ὡς τέκνα τοῦ οὐρανίου Πατρός.
Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν κατὰ τὴν μέλλουσαν ἐν δόξῃ παρουσίαν καὶ ἐπιφάνειαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.