Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΞΑ΄: Στη θεραπεία των δέκα λεπρών

Η θαυματουργική ίαση των λεπρών, η αλληγορική ερμηνεία της λέπρας ως αμαρτίας, η ευγνωμοσύνη του Σαμαρείτη και η ειρήνευση με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 19 από 21

Τῌ ΔΩΔΕΚΑΤῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΛΟΥΚΑ ΥΠΟΘΕΣΙΝ ΕΧΟΥΣΑ ΤΗΝ ΤΩΝ ΔΕΚΑ ΛΕΠΡΩΝ ΠΑΡΑΔΟΞΟΝ ΙΑΣΙΝ ἐν ᾗ καὶ περὶ τῆς πρὸς Θεὸν καὶ πρὸς ἑαυτούς τε καὶ ἀλλήλους εἰρήνης Τὰ τοῦ παλαιοῦ νόμου πάντα συμβολικὰ ἦν καὶ τυπικὰ καὶ σκιώδη· διὰ τοῦτο καὶ τὴν λέπραν ὁ νόμος οὗτος ἐφάμαρτον καὶ μιαρὰν καὶ ἀποτροπαίαν ἡγεῖτο, καὶ τοὺς λεπροὺς καὶ τοὺς γονορρυεῖς καὶ τοὺς αὐτοῖς ὅλως ψαύοντας καὶ τοὺς νεκροῦ παντὸς σώματος ἁπτομένους ἀκαθάρτους ὠνόμαζε, δι’ αἰνιγμάτων ὑποδεικνὺς τὴν τῶν εἰς Θεὸν ἁμαρτανόντων ἀκαθαρσίαν καὶ τῶν τούτοις συμπραττόντων ἢ καὶ συναναστρεφομένων. Καὶ διὰ μὲν τῶν λεπρῶν τοὺς δολεροὺς καὶ πανούργους καὶ θυμώδεις καὶ μνησικάκους ᾐνίττετο· καθάπερ γὰρ ἡ λέπρα τραχὺ καὶ ποικιλόχρουν τὸ δέρμα τοῦ σώματος ἀπεργάζεται, οὕτω δόλος καὶ πονηρία καὶ θυμὸς καὶ ὀργὴ ποικίλον καὶ τραχὺ ποιεῖ τὸ τῆς ψυχῆς λογιζόμενον. Διὰ μὲν οὖν τῶν λεπρῶν τὰ τοιαῦτα πάθη τῆς ψυχῆς ὑπεδήλου, πολλῷ τῆς λέπρας ὄντα βαρύτερα, διὰ δὲ τοῦ γονορρυοῦς τὸν ἀσελγῆ· διὰ δὲ τῶν νεκροῦ σώματος ψαυόντων τοὺς κοινωνοῦντας ὁπωσοῦν ἢ καὶ συναναστρεφομένους τοῖς ἁμαρτάνουσιν ὁ νόμος ἐκεῖνος ἀκαθάρτους ὠνόμαζεν.

Ὀφθεὶς οὖν ὁ Κύριος ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος δι’ ἄφατον εὐσπλαγχνίας πέλαγος, ἵνα τὰς ψυχικὰς ἡμῶν ἐξιάσηται νόσους καὶ τὴν ἁμαρτίαν ἄρῃ τοῦ κόσμου, καὶ τὰς νόσους ταύτας, ἃς ἀκαθαρσίας ὁ νόμος ὠνόμαζεν, ἐθεράπευεν· ἵνα εἰ μέν τις ἀκαθαρσίαν ὄντως εἶναι καὶ ἁμαρτίαν ἐκεῖνα νομίσει, Θεὸν ὁμολογήσῃ τὸν ἐκ τούτων τοὺς ἀνθρώπους λυτρούμενον, εἰ δὲ σύμβολα τῆς ὄντως ἀκαθαρσίας καὶ ἁμαρτίας ἐκεῖνα καλῶς νομίσει, ἐκ τῶν περὶ τὰ σύμβολα ταῦτα τελουμένων παρὰ Χριστοῦ συνήσῃ τοῦτον αὐτὸν ὄντα τὸν καὶ τὴν ἁμαρτίαν τοῦ κόσμου συγχωρῆσαι καὶ καθᾶραι δυνάμενον. Ἔστι δὲ καὶ ἕτερον λέγειν καλῶς, ὡς ἐγὼ νομίζω, καὶ ἀληθῶς· ὅτι καθάπερ ἡμῖν ὁ Κύριος ζητεῖν παραγγέλλει τὰ πνευματικὰ («ζητεῖτε» γάρ, φησί, «τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ»), ταῦτα δὲ ἡμῶν ζητούντων τὰ ψυχωφελῆ καὶ σωτήρια, ἐκεῖνος ἐπαγγέλλεται δώσειν καὶ τὰ σωματικά, «καὶ ταῦτα», λέγων, «πάντα προστεθήσεται ὑμῖν», οὕτω καὶ αὐτὸς κλίνας οὐρανοὺς καὶ καταβὰς ἄνωθεν ὡς εὐδόκησεν ἐπὶ τὴν ἡμετέραν ἐσχατιάν, ἵνα καθαρισμὸν ποιήσῃ τῶν ἁμαρτιῶν ἡμῶν, προστίθησι χαριζόμενος καὶ τὴν τῶν χωλῶν ἀνόρθωσιν, καὶ ἁπλῶς πᾶσαν νόσον ἡμῶν τοῦ σώματος καὶ πᾶσαν μαλακίαν ἰώμενος ὡς ἐν ἐλέει πλούσιος ὤν.

Καθάπερ οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς σήμερον ἐρεῖ, «ἀνερχομένῳ πρὸς τὰ Ἰεροσόλυμα καὶ κατὰ τὴν ὁδὸν εἴς τινα πόλιν εἰσερχομένῳ ὑπήντησαν τῷ Κυρίῳ δέκα λεπροί, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνήν». Καλῶς ἐπισημαίνεται ὁ εὐαγγελιστὴς ὅτι οὐκ εἰσελθόντι, ἀλλ’ εἰσερχομένῳ τὴν πόλιν ὑπήντησαν οἱ λεπροί· καὶ τῶν πόλεων γὰρ καὶ τῶν κωμῶν ὡς ἀκάθαρτοι ἀπηλαύνοντο, καὶ περὶ ταύτας διῆγον. Ἀλλὰ καὶ «πόρρωθεν ἔστησαν»· οὐδὲ γὰρ ἐκτὸς ἐφεῖται τοῖς ὑγιαίνουσι τούτοις συναναμίγνυσθαι. Ἦραν δὲ καὶ φωνήν, τουτέστιν ἐξεβόησαν, διὰ τὸ μεταξὺ μῆκος τοῦ διαστήματος, λέγοντες «Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς». Ἴδε τὸ πάθος, ἴδε τὸ αἶσχος, ἴδε τὸ δυσειδὲς καὶ βδελυκτὸν καὶ παρὰ φύσιν ἄνθος, τοιοῦτον γὰρ ἡ λέπρα· ἴδε τὴν τῆς φύσεως ἐκτροπήν, τὴν τῶν ἀνθρώπων ἀποστροφήν, τὴν ἀπαραμήθητον μόνωσιν, καὶ ἐλεήσας παράσχου τὴν θεραπείαν. «Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς». Δοκεῖ δὲ ἡ τῶν λεπρῶν φωνὴ ἐλεεινὴ μὲν εἶναι, πιστῶν δὲ ὡς ἀληθῶς καὶ συνετῶν ἀνθρώπων οὐκ εἶναι· ἐπιστάτην γὰρ αὐτὸν καλοῦσιν, ὅπερ ἐπὶ τῶν αὐτοκρατῶς ἐχόντων καὶ κυρίως δεσποζόντων οὐκ εἴωθε λέγεσθαι. Θαρρούντων ὅμως δέξασθαι τὴν ἴασιν ἡ δέησίς ἐστιν, ὅπερ οὐ συνετῆς διανοίας, εἰ ὁ δυνάμενος, καὶ ταῦτα πόρρωθεν, δέκα λεπροῖς τὴν κάθαρσιν παρασχεῖν οὐκ ἔστι Θεός.

Ὁ δὲ Κύριος, ἐπεὶ κατὰ τὸν νόμον τοῖς λεπροῖς συνδιάγειν τοῖς περὶ αὐτὸν ὄχλοις οὐκ ἦν, ὥστε τῇ διδασκαλίᾳ καὶ τοῖς θαύμασιν ἐναχθῆναι πρὸς πίστιν, δωρεὰν ἐλεεῖ τούτους καὶ καθαίρει τῆς λέπρας, ὡς ἂν τοῦ πρὸς τὴν συνδιατριβὴν κωλύματος ἀπαλλαγέντες δύνωνται καὶ συνεῖναι καὶ βελτιοῦσθαι. Καθαίρει δὲ πῶς; Εἰπὼν πρὸς αὐτοὺς «ὑπάγετε ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν· ἐγένετο γὰρ ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν», τοῦ τὰ πάντα φέροντος τῷ ρήματι τῆς οἰκείας δυνάμεως ἐν τῷ ὑπάγειν ὑπακοῦσαι προστάξαντος καὶ τὴν κάθαρσιν χορηγήσαντος. Καθάπερ γὰρ τὸν νόμον δι’ ἡμᾶς τηρῶν ὁ τοῦ νόμου δεσπότης οὐ προσεκαλέσατο πρὸς ἑαυτὸν τοὺς λεπρούς, οὐδὲ ἀφῆκεν ἐγγίσας οὕτω καὶ μετὰ τὸ ταῖς οἰκτραῖς ἐκείνων ἐπικλασθῆναι φωναῖς τὴν ἴασιν παρέχων πρὸς τοὺς ἱερεῖς αὐτοὺς πέμπει πάλιν κατὰ τὸν νόμον· ἐκέλευε γὰρ ὁ νόμος οὗτος τὸν καθαρθέντα λεπρὸν μὴ ἑαυτῷ παρέχειν τὴν μαρτυρίαν, ἀλλὰ τοῖς ἱερεῦσι προσιέναι καὶ τοῖς ὀφθαλμοῖς ἐκείνων ἅπαν μέλος ὑποτιθέναι καὶ δι’ ἐκείνων λαμβάνειν τοῦ καθαρὸν νομίζεσθαι τὴν βεβαίωσιν.

Ἐπεὶ δὲ ἡ λέπρα τὴν ἁμαρτίαν αἰνίττεται, τοῦτο πάντως δηλοῖ τὸ ἐπιδείκνυσθαι τοῖς ἱερεῦσι τὴν ἀπὸ ταύτης κάθαρσιν, τὸ μηδένα τῶν εἰς Θεὸν ἁμαρτανόντων, κἂν ἀποστῇ τῆς ἁμαρτίας, κἂν ἀντισηκώσῃ ταύτην τοῖς ἔργοις τῆς μετανοίας, τὴν συγχώρησιν δύνασθαι παρ’ ἑαυτοῦ λαμβάνειν καὶ συνίστασθαι τοῖς ἀνευθύνοις, ἐὰν μὴ πρὸς τὸν ἔχοντα παρὰ Θεοῦ τὴν τοῦ λύειν ἐξουσίαν ἀπελθὼν τὴν ἐξ ἁμαρτίας λεπρωθεῖσαν ἑαυτοῦ ψυχὴν δι’ ἐξομολογήσεως ἐπιδείξηται καὶ παρ’ ἐκείνου τὴν πληροφορίαν τῆς ἀφέσεως δέξηται. Ὁ γοῦν καὶ τὰ συμβολικὰ τοῦ νόμου δι’ ἡμᾶς ἐκτελῶν, καὶ τοὺς λεπροὺς εἰς δοκίμιον διὰ τοῦτο πέμπει τοῖς ἱερεῦσιν, ἅμα καί τι πλέον οἰκονομῶν· ἱκανὸν γὰρ ἦν τὸ θαῦμα καὶ τοὺς ἱερεῖς αὐτοὺς ἀπαλλάξαι τῆς πρὸς αὐτὸν ἀπιστίας. Ἐλεπρώθη γάρ ποτε καὶ ἡ τοῦ Μωϋσέως ἀδελφὴ Μαριάμ, δι’ ἣν μὲν αἰτίαν οὐ νῦν καιρὸς λέγειν, ἐλεπρώθη δὲ ὅμως· καὶ ὁ Μωϋσῆς ὑπεραλγήσας τοῦ πάθους διὰ προσευχῆς παρὰ Θεοῦ τῆς ἀδελφῆς ἐζήτει τὴν ἴασιν· καὶ εἴληφε μέν, ἀλλὰ μεθ’ ἡμέρας ἑπτά.

Σκοπεῖτε οὖν ὅσην τὸ θαῦμα τὴν πρὸς τὸν Μωϋσῆν ὑπεροχὴν προσμαρτυρεῖ τῷ Χριστῷ· οὗτος γὰρ τῷ μὲν εἰπόντι πρὸς αὐτὸν λεπρῷ, «Κύριε, εἰ θέλεις, δύνασαί με καθαρίσαι», εἰπὼν «θέλω, καθαρίσθητι», παραχρῆμα τῆς λέπρας αὐτὸν ἀπήλλαξεν, ἐνταῦθα δὲ δέκα τὸν ἀριθμὸν λεπροῖς τὴν κάθαρσιν μήκοθεν αἰτησαμένοις, οὐδὲ εἰπών, ἀλλ’ ἐπινεύσας μόνον τὴν ἴασιν παρέσχεν. Ἆρ’ οὐ φανερόν ἐστι πᾶσι τοῖς νοῦν ἔχουσιν, ὡς οὗτός ἐστιν, ᾧ προσηύχετο ὁ Μωϋσῆς καὶ ὃν ἱκέτευεν ὡς Θεὸν ἐπινεῦσαι τῇ τῆς Μαρίας καθάρσει;

Διὰ τοῦτο οὖν οἱ τοσοῦτοι λεπροὶ καὶ οὕτω καθαρθέντες ἀπεστέλλοντο τοῖς ἱερεῦσιν, ἵνα διὰ τοῦ θαύματος ἐπιγνῶσι κᾀκεῖνοι τοῦ Χριστοῦ τὴν δύναμιν, μαθόντες δὲ παρὰ τῶν λεπρῶν ὡς κατ’ ἐκείνου γνώμην τοῦ τοσαύτην ἔχοντος δύναμιν ἦλθον ἐκπληρῶσαι τὸν νόμον, ἐκείνου γνώμην εἶναι καταλάβωσι καὶ τὸν διὰ Μωϋσέως δεδομένον νόμον, καὶ οὕτως εἰς ἕνα τοῦτον πιστεύσωσι Θεόν, τὸν αὐτὸν τοῦ τε νόμου καὶ τῆς χάριτος ὄντα, καὶ τοὺς κεκαθαρμένους λεπροὺς αὐτοὶ πρὸς τὴν τούτου πίστιν τελεώτερον ὁδηγήσωσιν.

Οὕτω γὰρ ἐχρῆν, εἰ καὶ ἐκεῖνοι ἀσυνέτως τἀναντία ἔπραττον. Εἰ δὲ καὶ ἐκεῖνοι τἀναντία ἔπραττον, ἀλλ’ ὁ Χριστὸς οὐδὲν οὐδέπω τῶν ἑλκόντων αὐτοὺς πρὸς σωτηρίαν ἐνέλιπεν· ἀδαπάνητον γὰρ ἔχει καὶ ἀήττητον τὴν ἀνεξικακίαν καὶ τὸ φιλάνθρωπον καὶ οὐκ ἦν τῇ κακίᾳ τούτων νικηθῆναι τὴν ἐκείνου μακροθυμίαν.

Ἀλλ’ ὡς ἀπερχόμενοι πρὸς τοὺς ἱερεῖς οἱ λεπροὶ κατὰ τὴν ὁδὸν ἰάθησαν, «εἷς ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης».

Καλῶς εἶπεν ὁ ψαλμῳδὸς προφήτης περὶ τοῦ τηνικαῦτα γένους τῶν Ἰουδαίων, ὡς «οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν». Εἰ γὰρ οἱ ἐννέα οὗτοι τοσαύτης παρὰ Χριστοῦ τυχόντες εὐεργεσίας καὶ τοιοῦτο θαῦμα ἐν ἑαυτοῖς ἰδόντες οὐ συνῆκαν Θεὸν ὄντα τὸν Ἰησοῦν, οὐ στραφέντες αὐτὸν ἐξεζήτησαν, οὐ τὴν δυνατὴν δόξαν, οὐ τὴν εὐχαριστίαν ἀπέδωκαν, τί περὶ τῶν ἄλλων ἐννοεῖν εἰκός; Ἀλλ’ ὁ Σαμαρείτης, ὁ τὸ γένος Ἀσσύριος (ἐκεῖθεν γὰρ τούτοις ἡ ἀποικία), εἷς ἐξ αὐτῶν ὤν, ἰδὼν τὸ θαῦμα καὶ τυχὼν τῆς ἐρασμίας εὐεργεσίας συνῆκε καὶ κατὰ πίστιν ἐτελειώθη, καὶ στραφεὶς εὐγνωμοσύνης καὶ πίστεως λέγει τε καὶ πράττει ρήματά τε καὶ πράγματα, παρρησίᾳ προσπίπτων ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας τοῦ εὐεργέτου καὶ δοξάζων ὡς Θεὸν ἀληθῆ τὸν αὐτῷ τὴν κάθαρσιν χαρισάμενον. Ὁ δὲ Κύριος πρὸς τοὺς περιεστῶτάς φησιν, «οὐχὶ οἱ δέκα ἐκκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ», καίτοι διὰ τοῦτο καὶ τούτους ἰάσατο, ἵνα λάβωσιν ἄδειαν καὶ τοῖς περὶ αὐτὸν συνῶσι καὶ τῶν ψυχῶν καρπῶνται τὴν ἰατρείαν καὶ δοξάσωσι τὸν καὶ ψυχῶν καὶ σωμάτων ἰατρόν· οἱ δὲ οὐχ εὑρέθησαν δοῦναι δόξαν τῷ Θεῷ.

Ἀλλ’ ὢ τοῦ πάθους! Τοῦτο γὰρ καὶ ἡμᾶς ἀρτίως πάσχοντας ἔστιν ἰδεῖν. Καθαρθέντες γὰρ ὑπὸ Χριστοῦ τῆς πρώτης ἐκείνης ἀρᾶς, ἥτις ἡμῖν ἐπέκειτο καθάπερ λέπρα καὶ πάσης λέπρας βλαβερωτέρα τε καὶ βδελυκτοτέρα, καθ’ ὅσον μετὰ τοῦ σώματος καὶ εἰς τὴν ψυχὴν τὸ πάθος διέβαινε· καθαρθέντες οὖν ἀπὸ ταύτης διὰ Χριστοῦ καὶ καθαρὰν ὡς ἀπ’ ἀρχῆς τὴν ἡμετέραν φύσιν αὖθις παρ’ ἐκείνου λαβόντες, οὐ προσκολλώμεθα τούτῳ δι’ ἐναρέτου πολιτείας δόξαν αὐτῷ προσάγοντες, ἀλλὰ πάλιν δι’ ἐπαράτων καὶ παρανόμων ἔργων αὐτοῦ μακρυνόμεθα, καθὰ πρὸς αὐτόν φησιν ὁ Δαβίδ, ὡς «οὐ παραμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου». Διὰ τοῦτο πάλιν ὁ Κύριος τοὺς τοιούτοις οἰκτείρων, κᾀκείνους τε καὶ τοὺς μετ’ ἐκείνους ὁμοίους ἐκείνοις ἡμᾶς οἷον ἀποκλαιόμενος, ὥσπερ πρὸς τὸν Ἀδὰμ ἔλεγεν, ὅτε τῆς θείας ἐκείνης ἐξέπεσε δόξης, «Ἀδὰμ ποῦ εἶ;», οὕτω καὶ πρὸς αὐτοὺς ὕστερον, «οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν δοῦναι δόξαν τῷ Θεῷ, εἰμὴ ὁ ἀλλογενὴς οὗτος». Εἰπὼν δέ, «εἰμὴ ὁ ἀλλογενὴς οὗτος», ἔδειξε τὸ ἀχάριστον καὶ σκληροκάρδιον τοῦ γένους τῶν Ἰουδαίων, καὶ ὅτι τὰ μὲν ἔθνη πρὸς ὑποστροφὴν ἦσαν ἕτοιμα, οἱ δὲ Ἰσραηλῖται ἀνεπίστροφοι πάντῃ πρὸς σωτηρίαν.

Διὸ καὶ τῷ μὲν εὐγνωμόνως ὑποστρέψαντι χαρίζεται δικαίως καὶ τὴν κατὰ ψυχὴν σωτηρίαν, τὴν τῶν ἐθνῶν διὰ πίστεως σωτηρίαν προϋπογράφουσαν, εἰπὼν πρὸς αὐτόν, «ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην», τοὺς δὲ μὴ ὑποστρέψαντας ὀνειδίσας μόνον κατὰ τὸ σιωπώμενον ἔδειξε τῆς κατὰ ψυχὴν σωτηρίας ἀποτυχόντας.

Ἐοίκασι δὲ οἱ δέκα οὗτοι λεπροὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει. Λελεπρωμένοι γὰρ ἅπαντες ἦμεν ὡς πάντες τῇ ἁμαρτίᾳ ὑποπεσόντες, καθά φησι Παῦλος ὁ θεῖος, ὅτι «πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι».

Πάντες οὖν ἦμεν οὕτω λελεπρωμένοι· καταβὰς δὲ ὁ Κύριος ἐξ οὐρανῶν καὶ τὴν ἡμῶν ἀναλαβόμενος φύσιν, τῆς ἐκ τῆς ἁμαρτίας καταδίκης αὐτὴν ἠλευθέρωσεν.

Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι περὶ τὴν εὐεργεσίαν ταύτην ἀγνώμονες ἀνεφάνησαν, ἐκ δὲ τῶν ἐθνῶν οἱ ἐπιστρέψαντες ἐκ τῆς ματαίας αὐτῶν ὁδοῦ καὶ τῶν προτέρων πονηρῶν ἐθῶν ἔδωκαν δόξαν τῷ Θεῷ, οὐχ ὁμολογοῦντες μόνον τὴν σωτηρίαν καὶ τὸ μέγα ἔλεος ἀνακηρύττοντες τοῦ δι’ ἄφατον φιλανθρωπίας πέλαγος μέχρις ἡμῶν ἑαυτὸν ὑπὲρ ἡμῶν κενώσαντος, ἀλλὰ καὶ ταῖς ἐντολαῖς αὐτοῦ πειθόμενοι καὶ κατὰ ταύτας πολιτευόμενοι καὶ διὰ τῆς πολιτείας ταύτης εἰς εἰρήνην πορευόμενοι, τουτέστι πρὸς ἑαυτοὺς καὶ ἀλλήλους καὶ τὸν Θεὸν εἰρηνεύοντες· πρὸς μὲν τὸν Θεόν, τὰ εὐάρεστα αὐτῷ ποιοῦντες, σωφρονοῦντες, ἀληθεύοντες, δικαιοπραγοῦντες, «προσευχαῖς τε καὶ δεήσεσι προσκαρτεροῦντες», «ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ἡμῶν», ἀλλ’ οὐκ ἐν χείλεσι μόνον· πρὸς ἡμᾶς δὲ αὐτούς, ὑποτάσσοντες τὴν σάρκα τῷ πνεύματι καὶ τὴν κατὰ συνείδησιν πολιτείαν αἱρούμενοι καὶ τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς κόσμον τῶν λογισμῶν κοσμίως καὶ εὐαγῶς κινούμενον ἔχοντες· πρὸς ἀλλήλους δέ, «ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι εἴ τις πρός τινα ἔχει μομφήν, ὡς καὶ ὁ Χριστὸς ἡμῖν ἐχαρίσατο, καὶ τὸν πρὸς ἀλλήλους ἔλεον ἐκ τῆς πρὸς ἀλλήλους ἀγάπης ἐπιδεικνύμενοι, καθάπερ καὶ ὁ Χριστὸς ἐκ μόνης τῆς πρὸς ἡμᾶς ἀγάπης ἠλέησε καὶ μέχρις ἡμῶν κατῆλθεν ὑπὲρ ἡμῶν.»

Εἰρηνεύωμεν οὖν, ἀδελφοί, καὶ ἡμεῖς, παρακαλῶ, καὶ τὴν εἰρήνην ταύτην δι’ ἔργων καὶ τρόπων ἐναρέτων καὶ Θεῷ φίλων ἐπιδεικνύωμεν· ταύτης γὰρ ἕνεκα τῆς εἰρήνης καὶ ἡμεῖς ἐπέστημεν ὑμῖν, τῇ Ἐκκλησίᾳ Χριστοῦ, διάκονοι τῆς αὐτοῦ κληρονομίας καὶ χάριτος ὑπ’ αὐτοῦ καταστάντες, καὶ τὴν εἰρήνην πρὸ πάντων εὐαγγελιζόμεθα πρὸ ὑμᾶς κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν Ἀποστόλων πρὸς ἡμᾶς παραγγελίαν, καὶ δι’ αὐτῆς τὰ ἐσκορπισμένα μέλη συνάγοντες συνάγομεν πρὸς ἑαυτὰ καὶ τὴν ἀπὸ τοῦ μίσους νόσον καὶ καχεξίαν ἐκβάλλομεν τῶν ἡμετέρων ψυχῶν.

Σύνεσμεν οὖν ὑμῖν ἐν Χριστῷ καὶ ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς αὐτοῦ παρακαλοῦντος δι’ ἡμῶν, καταλλάγητε τῷ Θεῷ, ἐπίγνωτε τὴν πρὸς ἀλλήλους συγγένειαν οὐ κατὰ ψυχὴν μόνον, ἀλλὰ καὶ κατὰ σῶμα προσοῦσαν ὑμῖν· οὕτω γὰρ καὶ τῆς εἰρήνης, ταὐτὸ δ’ εἰπεῖν τοῦ Θεοῦ, γενήσεσθε καὶ υἱοὶ καὶ κληρονόμοι. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας καὶ τὴν ἔχθραν καταλύσας ἐν τῷ σταυρῷ καὶ τὴν εἰρήνην ἐμφυτεύσας ταῖς ἡμετέραις ψυχαῖς. Καὶ γὰρ τὸ ἔργον ἅπαν τῆς αὐτοῦ παρουσίας ἡ εἰρήνη ἐστίν, καὶ δι’ αὐτὴν κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθε· διὸ καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ προεῖπεν, «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης»· καὶ ἐν ἑτέρῳ ψαλμῷ πάλιν περὶ αὐτοῦ φησιν, ὅτι «λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ’ αὐτόν».

Δείκνυσι δὲ καὶ ὁ ἐπὶ τῇ γεννήσει τούτου παρὰ τῶν ἀγγέλων ὕμνος, ὅτι τὴν εἰρήνην ἡμῖν κομίζων οὐρανόθεν ἦλθεν ἐφ’ ἡμᾶς, «δόξα», λεγόντων, «ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη». Καὶ αὐτὸς δὲ πληρῶν ἤδη τὴν σωτήριον οἰκονομίαν τὴν εἰρήνην ἀντὶ κληρονομίας τοῖς οἰκείοις ἀφῆκε λέγων πρὸς αὐτούς, «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν»· καὶ πάλιν, «εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ πᾶσι»· καὶ «ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις». Καὶ ἡ τελευταία ἣν ἔδωκεν ἡμῖν εὐχὴ πρὸς τὸν οἰκεῖον Πατέρα ἀναβαίνων τὴν πρὸς ἀλλήλους ἀγάπην ἡμῶν ἐπιστηρίζει· «δὸς γὰρ αὐτοῖς», φησί, «Πάτερ, ἵνα πάντες ἓν ὦσι».

Μὴ οὖν ἐκπέσωμεν τῆς πατρικῆς εὐχῆς, μηδὲ τὴν κληρονομίαν ἀποβαλώμεθα τοῦ οὐρανίου Πατρός, μηδὲ τὴν σφραγῖδα καὶ τὸ σημεῖον τῆς πρὸς αὐτὸν οἰκειότητος, ἵνα μὴ καὶ τὴν υἱοθεσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν πρὸς αὐτὸν μαθητείαν ἀποβαλώμεθα, καὶ τῆς ἐπηγγελμένης ἐκπέσωμεν ζωῆς καὶ ἀποκλεισθῶμεν τοῦ πνευματικοῦ νυμφῶνος τοῦ εἰρηνάρχου Πατρός, ὅς, ἵνα μὴ τοῦτο πάθωμεν διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ Ἀποστόλων παντὶ τῷ κόσμῳ τὴν εἰρήνην ἀπέστειλε. Διὸ καὶ αὐτοὶ κἀν ταῖς οἰκείαις ὁμιλίαις κἀν τοῖς συγγράμμασι ταύτην πρὸ πάντων τιθέασι τῶν λόγων, «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ» προοιμιαζόμενοι. Ταύτην καὶ ἡμεῖς ὡς ὑπηρέται τῆς ἐκείνων διακονίας καὶ νῦν εὐαγγελιζόμεθα, καὶ μετὰ Παύλου πρὸς ὑμᾶς λέγωμεν, «εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, ἧς χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον».

Ἀλλ’ ἡμῶν μηδένα γένοιτο τῆς τοῦ Κυρίου θέας ἀποτυχεῖν, μηδὲ τῆς ἐκεῖθεν ἐκπεμπομένης θείας δόξης ἀποπεσεῖν, ἀλλὰ καταλλαγέντας πάντας καὶ εἰς ἓν συναχθέντας διὰ τῆς πρὸς ἀλλήλους κατὰ Θεὸν εἰρήνης καὶ ἀγάπης καὶ ὁμονοίας, ἐν μέσῳ ἔχειν ἡμῶν κατὰ τὴν αὐτοῦ γλυκεῖαν ἐπαγγελίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξευμαρίζοντα μὲν ἡμῖν τὴν τοῦ παρόντος βίου δυσχέρειαν, χαριζόμενον δὲ ἐν καιρῷ εὐθέτῳ τὴν αἰώνιον ζωὴν καὶ δόξαν καὶ βασιλείαν.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ εἰρηνάρχου καὶ εἰρηνοδώρου Θεοῦ καὶ Πατρὸς ἡμῶν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.