Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ομιλίες ΜΓ΄–ΞΓ΄

Γρηγόριος Παλαμᾶς

Ομιλία ΞΓ΄: Προς όσους δυσανασχετούν για τις θλιβερές περιστάσεις

Η αμαρτία ως αιτία των συμφορών, η παιδαγωγική σημασία των θλίψεων, οι αυστηρές επιταγές της Καινής Διαθήκης και το κάλεσμα σε δικαιοσύνη και μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 21 από 21

ΠΡΟΣ ΤΟΥΣ ΔΥΣΧΕΡΑΙΝΟΝΤΑΣ ΕΠΙ ΤΑΙΣ ΣΥΜΒΑΙΝΟΥΣΑΙΣ ΗΜΙΝ ΠΑΝΤΟΘΕΝ ΠΕΡΙΣΤΑΣΕΣΙ ΠΑΝΤΟΔΑΠΑΙΣ Τὸ μὲν τῇ ἑαυτοῦ φύσει κακόν, ὅ ἐστιν ἡ ἁμαρτία, ἐξ ἡμῶν ἔχει τὴν ἀρχήν, τὸ δὲ πρὸς τὴν ἡμετέραν αἴσθησιν, ὅ ἐστι τὸ ὀδυνηρὸν καὶ ἐπίπονον, γένοιτ’ ἂν καὶ παρὰ τοῦ Θεοῦ καθάπερ ἰατροῦ δι’ αὐτοῦ ἐπέχοντος καὶ ἰωμένου τὸ ἀληθῶς κακόν, ἰασίμων μὲν ὄντων τῶν ἡμαρτηκότων τὰς πολυτρόπους ἐπιμελείας προσάγοντος, ἀνιάτως δ’ ἐχόντων καὶ αὐτοῦ τοῦ βίου ἐξαιρουμένου διὰ τὴν τῶν λοιπῶν συμφορῶν ἡμεῖς αἴτιοι, καυτήρων ἀξίους ἑαυτοὺς ποιήσαντες, ἐκεῖνος δὲ καὶ οὕτως εὐεργέτης καὶ σωτὴρ ὡς τοῦ ὄντως κακοῦ ἀναιρέτης. Ἔστι δ’ ὅτε καὶ ἀγώνισμα προτίθησι τοῖς ἀνδρείοις τὰς ἐπιφορὰς τῶν μὴ φύσει κακῶν. Ὥσπερ γὰρ ἡ νόσος οὐ πεποίηται παρὰ Θεοῦ, κἂν τὸ πεποιημένον ὑπ’ ἐκείνου ζῶον ᾖ τὸ νοσοῦν, οὕτως οὐδ’ ἡ ἁμαρτία γεγένηται παρ’ αὐτοῦ, κἂν ἡ γενονυῖα παρ’ αὐτοῦ λογικὴ ψυχὴ πρὸς ταύτην ἑκουσίως ἐκτρέπηται.

Αὐτεξουσιότητι γὰρ αὕτη τιμηθεῖσα καὶ αὐθαιρέτῳ ζωῇ, κενῶς γὰρ ἂν ἦν λογική, εἰ μὴ ταύτην εἶχε τὴν τιμήν· λελυμένην οὖν λαβοῦσα πάσης ἀνάγκης τὴν γνώμην, ἂν μὲν τῷ Θεῷ προσεδρεύῃ καὶ δι’ ἀγάπης ἐκείνῳ συνάπτηται, τηρεῖ ἑαυτῇ τὴν ἐν ἀγαθῷ καὶ κατὰ φύσιν ζωήν· ἂν δὲ τῆς ἱερᾶς προσεδρείας ἐκείνης οἷον κόρον λαβοῦσα πρὸς τὰ κάτω καὶ τῆς σαρκὸς ἡδονὰς ἀπονεύσῃ, τοῦ κατὰ φύσιν ἐκτραπεῖσα καλοῦ τὸ φύσει κακόν, τὴν ἁμαρτίαν, νοσεῖ, ἑαυτῇ, φεῦ, δημιουργοῦσα τὸν θάνατον τῇ ἑκουσίῳ τῆς ζωῆς ἀποπτώσει.

Ἐπεὶ τοίνυν τοιοῦτοι σχεδὸν πάντες ἐσμὲν καὶ κοινωφελοῦς δεόμεθα τῆς εἰσηγήσεως καὶ συμβουλῆς, ἀπὸ τῶν τοῦ Θεοῦ λόγων νῦν μάλιστα πρὸς ὑμᾶς ποιησόμεθα τοὺς λόγους· ὡς ἂν ἐπιγνόντες τῆς παγκοσμίου τῶν κακῶν ἐπιφορᾶς αἴτιον τὴν ἁμαρτίαν οὖσαν, ἀφῶμεν τὴν ἡμῶν αὐτῶν φιλαμαρτήμονα γνώμην καὶ μεταποιήσωμεν πρὸς πᾶν ὅ,τι θεάρεστον ἡμᾶς αὐτούς, καὶ οὕτω, δι’ ἔργων ἀρετῆς ἐξιλεωσάμενοι καὶ θεραπεύσαντες τὸ θεῖον, εἰς ἔλεον τὴν καθ’ ἡμῶν τοῦ Κυρίου τρέψωμεν ὀργήν. Αὐτὸς γάρ ἐστιν ὁ διὰ τοῦ Μωϋσέως διαμαρτυρόμενος ἡμῖν καὶ λέγων, «ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ τὰς ἐντολὰς αὐτοῦ, πᾶσαν νόσον οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ ἰώμενός σε». «Ἐὰν οὖν ἐν τοῖς προστάγμασί μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάξησθε καὶ ποιήσητε αὐτάς, ἅπαν ἀγαθὸν καταλήψεται ὑμᾶς καὶ κατοικήσετε μετὰ ἀσφαλείας καὶ πόλεμος διὰ τῆς γῆς ὑμῶν οὐ διελεύσεται· καὶ δώσω εἰρήνην ἐπὶ τὴν γῆν ὑμῶν, καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ διώξετε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐνώπιον ὑμῶν φόνῳ. Καὶ διώξονται ἐξ ὑμῶν πεντήκοντα ἑκατόν, καὶ ἑκατὸν ἐξ ὑμῶν μυριάδας· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν μαχαίρᾳ. Καὶ τὰ ἀγαθὰ τῆς γῆς παλαιά τε καὶ νέα φάγεσθε.

Καὶ ἐγὼ οὐ βδελύξομαι ὑμᾶς, ἀλλ’ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεός, ὁ ταῦτα ἐπαγγελλόμενος. Ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε πάντα τὰ προστάγματά μου, ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν· καὶ ἐπιστήσω ὑμῖν πᾶσαν νόσον καὶ ἀπορίαν, τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν καὶ τὰ ἀγαθὰ ὑμῶν οἱ ὑπεναντίοι ἔδονται. Ἐπιστήσω γὰρ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν· καὶ καταδουλώσονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς· καὶ φεύξεσθε οὐδενὸς διώκοντος. Καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου» (δηλαδὴ ἐπιστρέψαντες) «προσθήσω», φησί, «τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις· συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν. Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν, αὐχμῷ καὶ γῆς ἀφορίᾳ καὶ τῇ ἀκαρπίᾳ τῶν τοῦ ἀγροῦ ξύλων ἀχρειουμένη.

Καὶ ἐὰν μετὰ ταῦτα μὴ βούλησθε ὑπακούειν μου, προσθήσω ὑμῖν ἔτι πληγὰς ἑπτά· καὶ ἀποστελῶ ἐφ’ ὑμᾶς τὰ θηρία τὰ ἄγρια, καὶ κατέδεται ὑμᾶς, καὶ ὀλιγοστοὺς ποιήσει, καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν. Καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδεύησθε, ἔτι πατάξω ὑμᾶς ἑπτάκις, καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης· καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐπαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν, ἐν τῷ θλίψαι ὑμᾶς σιτοδείᾳ ἄρτων. Ἐὰν δὲ καὶ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου, ἀλλὰ πορεύησθε πρός με πλάγιοι, κᾀγὼ πορεύσομαι πρὸς ὑμᾶς πλαγίως· καὶ παιδεύσω ὑμᾶς κατὰ τὰς ἁμαρτίας ὑμῶν. Καὶ φάγεσθε τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέρων ὑμῶν. Καὶ θήσω τὰς πόλεις ὑμῶν ἐρήμους, καὶ ἐξηρημώσω τὰ ἅγια ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ τῆς ὀσμῆς τῶν θυσιῶν ὑμῶν. Καὶ ἐξερημώσω τὴν γῆν ὑμῶν, καὶ θαυμάσονται ἐπ’ αὐτῇ οἱ ἐχθροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ. Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα.

Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν, καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς ἀπὸ πολέμου, καὶ ἀπολοῦνται ἐν τοῖς ἔθνεσι, καὶ κατέδεται αὐτοὺς ἡ γῆ τῶν ἐχθρῶν αὐτῶν». Ὁρᾷς εἰς ὅσον ἡ ὀργὴ Κυρίου ἐκτείνεται; Καίτοι «οἰκτίρμων ἐστὶ καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων», ἀλλὰ τοῖς μετανοοῦσι καὶ ἐπιστρέφουσιν ἀπὸ τῶν πονηριῶν αὐτῶν. «Ἐπιστράφητε γάρ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος»· «Καὶ ἐπιστραφήσῃ», φησί, «πρὸς Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ. Ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου· καὶ οὐκ ἐγκαταλείψει σε, οὐδὲ μὴ ἐκτρίψει σε, ἀλλ’ εὑρήσεις Κύριον τὸν Θεόν σου βοηθόν, ὅταν ἐκζητήσῃς αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου». Θλιβήσῃ δέ, ἐὰν πείθῃ ταῖς ἐμαῖς γνώμαις, οὐκ ἐφ’ οἷς πάσχεις μόνον, ἀλλὰ καὶ οἷς τὰς ἐντολὰς Κυρίου παρεῖδες καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐφύλαξας, διὸ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς παρεδόθης· καὶ θλιβόμενος τὴν μὲν τῶν κακῶν ἀπαλλαγὴν αἰτήσῃ, τὴν δὲ τῶν ἐντολῶν φυλακὴν ὑποσχεθήσῃ, καὶ τὴν ὑπόσχεσιν δι’ ἔργων δείξεις ἐντελῆ, ἵνα καὶ τῆς θείας ἀντιλήψεως τύχης ἐνεργοῦς. Ἀλλὰ τίνες εἰσὶν αἱ ἐντολαὶ Κυρίου;

Τὸ ἀσφαλὲς περὶ αὐτοῦ σέβας καὶ ἡ πρὸς αὐτὸν ἀγάπη, ἡ τοῦ σώματος ἡμῶν ἁγνεία καὶ σωφροσύνη, ἡ φιλαλληλία καὶ τὸ μηδὲν ἐπιθυμεῖν τῶν τοῦ πλησίον μηδὲ κακοποιεῖν ἐν μηδενί, ἀλλὰ ἀγαθοποιεῖν ὁπόση δύναμις, καὶ ἁπλῶς ἐκεῖνα ποιεῖν ἕκαστον πρὸς τὸν πλησίον, ὧν καὶ αὐτὸς παρ’ ἑκάστου τυγχάνειν ἀποδέχεται.

Ἀλλ’ ὅρα καὶ ἐπὶ λέξεως, εἰ βούλει, τὴν κατὰ τῶν παραβαινόντων τι τῶν εἰρημένων ψῆφον· «παρώξυνάν με», φησίν, «ἐπ’ οὐ θεῷ, κᾀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει»· καὶ πάλιν, «Θεὸς ζηλωτής εἰμι, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τὰ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με», καὶ «ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὑτοῦ ἢ μητέρα· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο, γένοιτο»· καὶ «ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, καὶ υἱὸς πατρὶ δίκαια ἀντιλέγων»· καὶ «ἐάν τινί ἐστιν υἱὸς ἀπειθὴς μὴ ὑπακούων φωνῆς πατρὸς ἢ μητρός, συλλαβόντες ἄξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν καὶ ἐροῦσιν, ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, καὶ μὴ εἰσακούων τῆς φωνῆς ἡμῶν συμβολοκοπῶν οἰνοφλυγεῖ. Καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως ἐν λίθοις, καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν».

Τί δὲ ἐπὶ τῶν παραβαινόντων τὰ παραγγέλματα τῆς ἁγνείας; Ἆρ’ οὐ θάνατος τὸ ἐπιτίμιον; «Οὐκ ἔσται» γάρ, φησί, «πόρνη ἀπὸ τῶν θυγατέρων Ἰσραήλ· καὶ οὐκ ἔσται πορνεύων ἀπὸ τῶν υἱῶν Ἰσραήλ»· καὶ «ἐβεβηλώθη», φησίν, «ὁ λαὸς ἐκπορνεύσας», καὶ «ἀπέθανον ἐν τῇ πληγῆ τέσσαρες καὶ εἴκοσι χιλιάδες»· καὶ εἰ μὴ Φινεὲς ὁ τοῦ Ἐλεάζαρ διανέστη ζηλώσας, καὶ μιᾷ πληγῇ δόρατι διελάσας τεθανάτωκεν ἐπ’ αὐτοφώρῳ τὸν πορνεύοντα σὺν τῇ πορνευομένῃ, πάντες ἂν ἀπώλοντο, καὶ τῶν ἀναιτίων ὡς ὑπαιτίων διὰ τὸ μὴ ἐκδικεῖν τὴν παρανομίαν τιμωρουμένων· διὸ καὶ ὁ Θεὸς πρὸς τὸν Μωϋσῆν ἔλεγε· «Φινεὲς κατέπαυσε τὸν θυμόν μου καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου». Ἐὰν δὲ ἡ πορνεία ἐπὶ τοσοῦτον ἀπηγόρευται καὶ οὕτως ἐκδικεῖται, ὁ μοιχεύων τί πείσεται; Ὄντως οὐκ ἀθωωθήσεται. Διὸ καὶ ὁ θεῖος νόμος, «ἐὰν εὑρεθῇ», φησίν, «ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ ἑτέρῳ, ἀποκτενεῖτε ἀμφοτέρους καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν».

Ἀλλὰ τοῦ παλαιοῦ, φησί, νόμου ταῦτα, καὶ τί πρὸς ἡμᾶς, τὸν τῆς Καινῆς Διαθήκης λαόν; Οὐκοῦν οὐκ ἤκουσας τοῦ νομοθέτου καὶ δεσπότου Χριστοῦ λέγοντος, «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι», καὶ «ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται»; Εἰ δὲ τοῦθ’ οὕτως ἔχει, θανατωθήσεται κατὰ πᾶσαν ἀνάγκην καὶ παραδοθήσεται τοῖς ἐχθροῖς αἰσχρῶς ἡττημένος, καὶ πάντα πείσεται τὰ δεινὰ ὁ ταῖς τοῦ θανάτου καὶ τῶν ἄλλων τῶν ἠπειλημένων ψήφοις διὰ τὴν ἁμαρτίαν ὑπόδικος. Ἕν ἐστι φάρμακον ἐξευρημένον τῇ τοῦ μόνου Θεοῦ καὶ Σωτῆρος Χριστοῦ σοφίᾳ καὶ χάριτι, τὸ διὰ μετανοίας ἑαυτοὺς θανατῶσαι τῇ ἁμαρτίᾳ, καὶ οὕτω ταῖς νομικαῖς ἀποφάσεσιν οἴκοθεν ἀποδόντες τὸ χρέος, δι’ ἀρετῆς τὸν ἐν Χριστῷ καινὸν ἄνθρωπον ἐπενδύσασθαι, καὶ τῆς κατάρας οὕτως ἐλευθερωθῆναι τοῦ νόμου, κατὰ Χριστὸν ζῶντας τὸν δόντα ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν. Ἄλλως τε εἰ μὲν μὴ ἀπηγόρευε τὴν ἁμαρτίαν ἡ Καινὴ Διαθήκη, καλῶς ἂν ὑπελογίζου ταύτην θέλων δικαιοῦν ἑαυτὸν ὁ ταῖς θανατηφόροις ἐνεχόμενος ψήφοις· νῦν δ’ οὐ μόνον τὸ τέλος τῆς ἁμαρτίας, ἀλλ’ ὃ πολλῷ ταύτης ἐλαφρότερον, τὰς πρώτας ἀπεῖπε τῆς ἁμαρτίας ἀρχάς, καὶ τοὺς ὑποπεσόντας αὐταῖς ὡς πᾶσαν τετελεκότας τὴν ἁμαρτίαν τῷ αἰωνίῳ καταδικάζει θανάτῳ. «Ἐρρέθη» γάρ, φησί, «τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.

Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει».

Ὁρᾶς; Τὴν ἄδικον ὀργὴν ἴσην τῷ φόνῳ ἀπεφήνατο, ὑπὸ τὴν ὁμοίαν καταδίκην ἀμφότερα θέμενος. Ὃς δ’ ἂν μέχρι τούτου προενεχθείη τὸν ἀδελφὸν λοιδορούμενος, ὥστε μωρὸν τοῦτον ἀποκαλέσαι, «ἔνοχος ἔσται», φησίν, «εἰς τὴν γέενναν τοῦ πυρός»· καὶ πάλιν «ἠκούσατε ὅτι ἐρρέθη, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ». Ὁρᾷς; Κἀνταῦθα τὴν πορνείαν ἐξίσωσε τῇ μοιχείᾳ οὐ γὰρ πᾶσα γυνὴ καὶ συνῳκισμένη ἐστὶν ἀνδρί. Μᾶλλον δὲ οὐδὲ τὴν πορνείαν, ἀλλὰ τὸν θελήσαντα πορνεῦσαι, καὶ τοῦτο λογισμῷ μόνον καὶ διὰ τῆς ἐμπαθοῦς ὄψεως κεκινηκότα τὸ πάθος, μοιχὸν ἀπεφήνατο τετελεσμένον· κριτὴς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ τὸν νοῦν οἶδε τὸν ἐν ἡμῖν, κτίσας οἰκειότατον ἑαυτῷ, οἷόν τινα νοητὴν σελήνην καὶ φῶς ἔσχατον, δεκτικὴν τῆς νοερᾶς ἀκτῖνος τοῦ θείου καὶ ἀνωτάτου φωτός.

Οἱ οὖν τὸ τοῦ θείου φωτὸς δοχεῖον αἰσχρᾶς καὶ ὄντως σκοτεινῆς ἡδονῆς δοχεῖον ἀπεργαζόμενοι καὶ τὸν τοῦ θείου θεόκτιστον ναὸν δαιμόνων ἐνδιαίτημα καὶ εἰδωλεῖον ἄντικρυς διὰ τῆς ἐμπαθοῦς συγκαταθέσεως ἀποδεικνύντες, ποίαν ὑπερβολὴν καταλελοίπασιν ἀτοπημάτων, ὥστε μὴ ἀπὸ τοῦ αἰσχίστου τῶν ἁμαρτημάτων, τῆς μοιχείας, ὀνομάζεσθαι; Εἰ δὲ καὶ ἡρμοσμένοι ἐσμὲν ἅπαντες ἑνὶ ἀνδρί, τῷ μόνῳ Χριστῷ, καθὼς ὁ Παῦλος βοᾷ, καὶ ἓν πνεῦμα μετ’ αὐτοῦ γεγόναμεν τῷ νοερῷ τῆς ψυχῆς τῇ ἐκείνου κεκολλημένοι θεότητι, καὶ μέλη ἐσμὲν αὐτοῦ ἀοράτως συμπεφυκότες αὐτῷ, ὁ τὴν ἕνωσιν ταύτην πορνείας μιάνας συγκαταθέσει ἆρ’ οὐ δοκεῖ σοι μοιχὸς εἶναί τε καὶ καλεῖσθαι τετελεσμένος, μᾶλλον δὲ καὶ μοιχοῦ τι πλέον καὶ μακρῷ χείρων, ὡς Θεοῦ θείαν ἀπαθῆ διαλυσάμενος συνουσίαν; Τί δ’ αὖθις περὶ τῶν ὅρκων ἡμῖν ἐνετείλατο;

Οὐχ ὡς ἐπιορκίαν αὐτὸν ἀπηγόρευσε, καὶ τοῦ πονηροῦ σαφῶς εἶπεν ἔργον αὐτόν; Ἀλλὰ τί ταῦτά φημι κατὰ μέρος, ἐνὸν ἑνὶ λόγῳ τὸ πᾶν περιλαβεῖν; «Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων» (τῶν τοῦ παλαιοῦ νόμου δηλονότι πληρωτῶν), «οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».

Ἡμεῖς δέ, οἱ τὸ πλέον ἐκείνων ἀπαιτούμενοι, οὐδὲ γοῦν κατ’ ἐκείνους ἢ μικρὸν ἐγγὺς ἐκείνων τοῖς ἔργοις ἐσμέν, ἀλλ’ οἱ καὶ ἀπὸ τῶν ὁμοζύγων ἐγκρατεύεσθαι δεδιδαγμένοι («ὁ καιρὸς» γάρ, φησί, «τὸ λοιπὸν συνεσταλμένος ἐστίν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου»)· ἡμεῖς οὖν οἱ ταῦτα ἀκούσαντες καὶ πιστεύσαντες, οὐ μόνον ἀπὸ τῶν ἰδίων οὐκ ἐγκρατευόμεθα, ἀλλὰ καὶ ταῖς ἀλλοτρίαις ἐπιμαινόμεθα· οἱ μηδὲ μέχρι τριχὸς ὀμνύειν προστεταγμένοι («μηδὲ γὰρ ἐν τῇ κεφαλῇ σου ὀμόσῃς», φησίν, «ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι»)· ἡμεῖς οὖν, τὴν ἀνωτάτω κεφαλὴν τοῦ παντός, τὸν Θεὸν αὐτὸν καὶ τὰ τοῦ Θεοῦ ἅγια δι’ ὅρκου συχνῶς ποιοῦντες οὐ φρίττομεν· ἀλλ’ ἐπὶ τοσοῦτο, βαβαί!, προήχθη ἡ πάντολμος τόλμη, ὡς καὶ αὐτὰ τὰ τοῦ σωτηρίου πάθους ἀπόρρητα σύμβολα, τὸ Θεοῦ θεῶν θεῖον αἷμα, τὸ τῶν αἰώνων ἅπαξ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐκχυθὲν (βαβαί! πῶς ἡμᾶς οὐκ ἐπιλείπεις, ἥλιε, καθάπερ καὶ τότε τοὺς θεοκτόνους;), ἐπὶ χάρτου μέλανος δίκην ἐπιτιθέναι βεβαιουμένους τοὺς ὅρκους, οὓς πάντας ἔργον ὁ ἀληθὴς δεσπότης τοῦ πονηροῦ ἀπεφήνατο, καὶ συνεργὸν φεῦ! ποιοῦμεν τοῦ πονηροῦ, τὸν τὸ ἐκείνου καταλύσαντα κράτος.

Ἀλλὰ περὶ μὲν τὸ θεῖον τοιοῦτοι, τοῖς δὲ ὁμοδούλοις πῶς χρώμεθα; Οὐχ ὡς ἀλλοφύλοις σχεδὸν καὶ πολεμίοις; Οἴμοι τί πάθω! Πῶς ἐκτραγῳδήσω τὴν δημοσίαν καὶ κοινὴν συμφοράν; Σχεδὸν πρὸς οὐδὲν ἄλλο εὐδοκιμοῦμεν ἢ τὴν κατ’ ἀλλήλων φθορὰν καὶ πρὸς τὴν τῶν καταδεεστέρων ἐπήρειαν· παρανάλωμα φεῦ! τῆς πρὸς ἀλλήλους ἡμῶν μάχης σχεδὸν ὁ κόσμος ἅπας ἐγένετο· κἂν πρὸς ἀλλήλους ἐπὶ βραχὺ τὴν φαινομένην εἰρήνην ὑποκριθῶμεν, οἱ δυναστεύοντες τὴν κατὰ τῶν πενομένων βίαν ἐπὶ πλέον αὔξομεν, βαρύτερα τοῖς αὐτουργικῶς ζῶσιν ἐπιτιθέντες τὰ τέλη. Τίς νῦν στρατιώτης τοῖς ὀψωνίοις ἀρκεῖται; Τίς τῶν ἀρχόντων οὐκ ἐπιχάσκει ταῖς ἁρπαγαῖς; Οἱ δὲ κυνοτρόφοι καὶ οἱ τῶν χοίρων νομεῖς ὡσπερεὶ σῦς ἄγριοι καὶ αἱμοβόροι κύνες τὸν τῶν ἀπροστατεύτων διασπαράττουσι βίον. Διὰ τοῦτο καταβοῶσιν ὑμῶν ἁπάντων οἱ πένητες, τῶν ἐν τέλει, τῶν μετὰ τούτους, τῶν στρατευομένων, τῶν ὑπηρετουμένων αὐτοῖς, τὴν τῶν φορολόγων ἀνηλεῆ καὶ μισάνθρωπον γνώμην καὶ τὴν παρὰ τῶν ἐπὶ γῆς ὑμῶν ὄντων δυνατωτέρων συνεχῆ βίαν καὶ ἀδικίαν οὐ φέροντες· ἤδη δέ, καὶ μέχρι μοναχῶν ἔφθασε τῆς ἐπικεχυμένης ἀδικίας τὸ ρεῖθρον.

Εἶτα θαυμάζομεν πῶς ἡμᾶς ὁ Θεὸς ἐγκατέλιπε, πῶς ἐγενόμεθα τῶν ἐναντίον ἐπίχαρμα, πῶς ὑπερίσχυσεν ἡμῶν ἅπαν ἔθνος καὶ κατατρέχει λεηλατοῦν ἀφειδῶς· δέον θαυμάζειν τὴν ὑπερβολὴν τῆς ἀνοχῆς τοῦ Θεοῦ, πῶς οὐ πῦρ ἐφ’ ἡμᾶς ἄνωθεν καθῆκε καθάπερ ἐπὶ Κορὲ καὶ τῶν περὶ αὐτόν, πῶς οὐκ εἰς ᾅδην ζῶντας παρέπεμψε τὴν γῆν ἡμῖν διαστήσας καὶ χάσμα ὑπορύξας καὶ βάραθρον, καθάπερ ἐπὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ πάσης τῆς συναγωγῆς αὐτῶν, πῶς οὐκ ἄρδην πανωλεθρίᾳ παρέδωκε, καθάπερ πολλὰ πολλάκις τῶν ἐθνῶν, πεπραχότας ἀνήκεστα· ὄντως ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα.

Οὐκοῦν ἐπείπερ ἐν ἐλέει παιδεύει τὴν ἐπιστροφὴν πάντως ἀναμένων ἡμῶν, νῦν γοῦν καὶ αὐτοὶ μετὰ τὸ παθεῖν ἐπιγνόντες ἐπιστρέψωμεν πρὸς αὐτόν, καὶ ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους ὅλοι τοῦ φωτὸς γενώμεθα· ἀγαπήσωμεν ἀλλήλους καὶ διὰ τῶν ἔργων τῆς ἀγάπης τὸ ἀνυπόκριτον ἐπιδειξώμεθα, ἵνα καὶ ἡ τοῦ Θεοῦ ἀγάπη παραμείνῃ ἐν ἡμῖν ἐνδοξαζομένη ἔργῳ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς πολεμοῦσιν ἡμῖν. Ἀφῶμεν ἐπιθυμεῖν ἕκαστος τῶν τοῦ πλησίον, ἵν’ οὕτω πάσης ἀδικίας ἀποσχόμενοι τὴν τοῦ Θεοῦ δικαιοσύνην σχῶμεν βοηθόν, ὑπὸ τοὺς πόδας ἡμῶν τοὺς ἀσεβεῖς τιθεῖσαν καὶ τὰ ἐκείνων ἡμέτερα ποιοῦσαν κτήματα. Τῶν φρικωδεστάτων ὅρκων παυσώμεθα, δι’ ὧν δοκοῦντες βεβαιοῦν ἡμῶν τὰ ἔργα τὸν θεῖον ἀθετοῦμεν ὅρον, διὸ καὶ συνεχῶς σφαλλόμεθα τὴν παρὰ Θεοῦ ἀσφάλειαν ἀποδιώκοντες ἡμῶν αὐτῶν. Ἂν οὖν τὴν περὶ τούτους εὐκολίαν παύσωμεν, ὁ Θεὸς αὐτὸς ἔσται ἐν ἡμῖν πᾶν ἡμῶν ἐγχείρημα λυσιτελῶς ἔχον συμφερόντως βεβαιῶν. Μεταποιήσωμεν τὸν βίον ἐπὶ τὸ θεοφιλέστερον καὶ σωφρονέστερον, ἵν’ ὁ τῆς ἁγνείας Πατὴρ Θεὸς ἴσα καὶ παῖδας ἡμᾶς φιλοίη, καὶ πάσης λώβης καὶ φθορᾶς ἀνωτέρους τιθείη, συμπράττων ἡμῖν ἐν πᾶσι καὶ συμπολεμῶν τοῖς πολεμοῦσιν ἡμῖν.

Ρυθμίσωμεν ἡμῶν ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα πρὸς τὴν θείαν ἀρέσκειαν· καὶ οὕτω διὰ πάντων καθαρῶς ἐπιστρέψαντες προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξαιτούμενοι τὴν ἄφεσιν τῶν προημαρτημένων ἡμῖν.

Οὕτω γὰρ καὶ αὐτὸς ἐπιστρέψας ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, καὶ κατὰ χιόνα λευκάνας καὶ χρυσοῦ λαμπροτέρους ἀποδείξας ἑαυτῷ συνδοξάσει νῦν καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας. Ἔδειξεν ἡμῖν ἐν λόγοις πολυτρόπως αὐτοῦ τὸ φιλάνθρωπον διὰ τῆς κατὰ τὸν ἄσωτον παραβολῆς, διὰ τῆς πρὸς τὸν ταπεινωθέντας τελώνην συμπαθείας, διὰ τῆς ἐπὶ τὸ πλανηθὲν ὡς ἡμεῖς πρόβατον ἐπιμελείας. Ἔδειξεν ἡμῖν ἐν ἔργοις τὸ ἀνείκαστον τῆς συμπαθείας διὰ τοῦ παρανομώτατα βεβιωκότος ἐν βασιλεῦσι Μανασσῆ ὕστατά τε μετανοήσαντος καὶ προσδεχθέντος, διὰ τῶν οἰκτιρμῶν οὓς ἐποίησε τοῖς Νινευΐταις, πολυετὲς ἁμαρτημάτων πλῆθος διὰ τριήμερον μετάνοιαν ἀφείς. Αὐτὸς ἡμῖν (ὢ τοῦ ἀνεικάστου μεγέθους τῆς χρηστότητος!) κλίνας τοὺς οὐρανοὺς κατῆλθε, καὶ τῆς μετανοίας ἑαυτὸν δι’ ἡμᾶς ἐποίησε κήρυκα, ἔργοις τε καὶ λόγοις ὑποδείξας, ὅπως ταύτης ἀνθεξόμεθα καὶ τοῖς εὐπειθῶς ἀκολουθεῖν προαιρουμένοις οὐ μόνον παντοίων κακῶν ἀπαλλαγήν, ἀλλὰ καὶ τὴν οὐράνιον καὶ ἀΐδιον βασιλείαν ἐπηγγείλατο.

Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, μετανοίας ἔργα πράξαντας, ἐν αὐτῷ τῷ χορηγῷ τῆς μετανοίας Χριστῷ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.