Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας

Γρηγόριος Παλαμᾶς

Νέος θεολογικός διάλογος και ολοκλήρωση της διηγήσεως

Συνέχιση της θεολογικής συζήτησης περί του Χριστού ως Κριτού, απόρριψη των περί στρατιωτικής υπεροχής επιχειρημάτων των Οθωμανών και εσχατολογικός επίλογος του κειμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 9

Ὁ δὲ τασιμάνης, ἑρμηνεῖ τῷ αὐτῷ χρησάμενος, ἔφη· «Συγγνώμην ᾐτησάμεθα τῷ προκειμένῳ παρὰ Θεοῦ τῶν κατὰ ψυχὴν οἰκείων σφαλμάτων». Ὑπολαβών, «εὖγε», εἶπον ἐγώ· «ἀλλ’ ὁ κριτὴς πάντως ἔχει καὶ τὴν συγγνώμην παρέχειν· κριτὴς δὲ καὶ καθ’ ὑμᾶς παντὸς ἀνθρώπων γένους ὁ Χριστὸς ἥξει. Οὐκοῦν πρὸς ἐκεῖνον δεῖ τὰς τοιαύτας βοὰς καὶ τὰς εὐχὰς ἀναπέμπειν. Ἆρ’ οὖν καὶ ὑμεῖς τοῦτον ὡς Θεὸν ἐπικαλεῖσθε, καθάπερ ἡμεῖς, εἰδότες ἀδιαίρετον ὄντα τοῦ πατρὸς ὡς ἔμφυτον αὐτοῦ λόγον;».

Ὁ δὲ τασιμάνης· «Δοῦλός ἐστι», φησί, «Θεοῦ καὶ ὁ Χριστός». Ἐγὼ δὲ πρὸς αὐτὸν πάλιν· «Ἀλλὰ τοῦτο δεῖ σκοπεῖν, ὦ βέλτιστε, ὅτι κρινεῖ, καθάπερ καὶ ὑμεῖς φατε, ζῶντας καὶ νεκροὺς ἀναστάντας ἐν τῇ μελλούσῃ παρουσίᾳ αὐτοῦ. Ἀβραὰμ δέ, ὁ ὑμέτερος προπάτωρ, ὡς καὶ ὑμεῖς ἀνάγραπτον ἔχετε—τὰ γὰρ μωσαϊκὰ στέργειν ἰσχυρίζεσθε—καὶ παρ’ Ἑβραίοις ὁρᾶν ἔστι φυλαττόμενον· ὁ γοῦν Ἀβραὰμ πρὸς τὸν Θεόν φησιν· ‘ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;’. Ὥστε ὁ μέλλων κρίνειν πᾶσαν τὴν γῆν αὐτός ἐστιν ὁ Θεός, ὁ καὶ κατὰ τὸν προφήτην Δανιὴλ βασιλεὺς τοῦ παντός τε καὶ διὰ παντός».

Ὁ δὲ τασιμάνης, ὡς ἐδόκει, δυσχεράνας καὶ σιγήσας μικρὸν ἤρξατο πλατύτερον λέγειν· συνήχθησαν γὰρ καὶ χριστιανοὶ καὶ Τοῦρκοι πλείους πρὸς τὴν ἀκρόασιν· ἤρξατο οὖν λέγειν ὅτι στέργουσιν αὐτοὶ τοὺς προφήτας πάντας καὶ τὸν Χριστὸν καὶ τὰ τέσσαρα βιβλία τὰ ἐκ τοῦ Θεοῦ καταβάντα, ἐν οἷς ἐστι καὶ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ τελευτῶν, ἐπιστρέψας πρὸς ἐμὲ τὸν λόγον, «ὑμεῖς δέ», φησί, «πῶς οὐ πιστεύετε τὸν ἡμέτερον προφήτην καὶ τὸ τούτου βιβλίον ἐκ τοῦ οὐρανοῦ καὶ αὐτὸ καταβάν;».

Πρὸς αὐτὸν δ’ ἐγὼ πάλιν· «Ἔθος ἡμῖν ἐστι καὶ ὑμῖν ἐκ παλαιοῦ καὶ χρόνου καὶ νόμου βεβαιωθέν, ἄνευ μαρτυριῶν μηδὲν ὡς ἀληθὲς παραδέχεσθαι. Διτταὶ δέ εἰσιν αἱ μαρτυρίαι· ἢ γὰρ ἀπὸ τῶν ἔργων καὶ τῶν πραγμάτων αὐτῶν ἢ παρὰ προσώπων ἀξιοπίστων.

Μωυσῆς μὲν οὖν σημείοις καὶ τέρασιν Αἴγυπτον ἐπαίδευσε, θάλασσαν ἔσχισε ῥάβδῳ καὶ πάλιν ἥνωσεν, ἄρτον ὗσεν ἐξ οὐρανοῦ, καὶ τί δεῖ τἆλλα λέγειν, πιστοῦ καὶ παρ’ ἡμῖν ὄντος τοῦ Μωυσέως; οὗτος γὰρ καὶ ὑπὸ Θεοῦ ὡς πιστὸς μεμαρτύρηται δοῦλος, ἀλλ’ οὐχ υἱὸς οὐδὲ λόγος· εἶτα καὶ κατὰ πρόσταγμα θεῖον εἰς ὄρος ἀνέβη καὶ ἐτελεύτησε καὶ προσετέθη τοῖς πρὸ αὐτοῦ. Ὁ δὲ Χριστός, μετὰ τῶν ἐξαισίων ὧν εἰργάσατο πολλῶν καὶ μεγάλων, καὶ παρ’ αὐτοῦ Μωσέως καὶ τῶν ἄλλων προφητῶν μαρτυρεῖται· καὶ μόνος ἐξ αἰῶνος λόγος εἶναι τοῦ Θεοῦ καὶ παρ’ ὑμῶν λέγεται, καὶ μόνος χωρὶς ἀνδρὸς ἐκ παρθένου γεγέννηται, καὶ μόνος ἐξ Ἐλαιῶνος εἰς οὐρανὸν ἀναληφθεὶς ἀθάνατος ἐκεῖ διαμένει, ὡς καὶ παρ’ ὑμῶν ὁμολογεῖται. Διὰ ταῦτα τοίνυν ἡμεῖς πιστεύομεν τῷ Χριστῷ καὶ τῷ εὐαγγελίῳ αὐτοῦ. Τὸν δὲ Μεχούμετ οὔτε παρὰ τῶν προφητῶν εὑρίσκομεν μαρτυρούμενον οὔτε τι ξένον εἰργασμένον καὶ ἀξιόλογον πρὸς πίστιν ἐνάγον. Διὰ τοῦτο οὐ πιστεύομεν αὐτῷ οὐδὲ τῷ παρ’ αὐτοῦ βιβλίῳ».

Ὁ δὲ τασιμάνης δῆλος μὲν ἦν δυσχεραίνων, ἀπελογεῖτο δὲ ὅμως λέγων· «Ἐν τῷ εὐαγγελίῳ γεγραμμένον ἦν περὶ τοῦ Μωάμεθ, καὶ ὑμεῖς ἐξεκόψατε τοῦτο. Ἀλλὰ καὶ ἐξ ἄκρας ἀνατολῆς ἐξελθὼν ἡλίου, μέχρι καὶ τῆς αὐτοῦ δύσεως, ὡς ὁρᾷς, νικῶν κατήντησεν».

Ἐγὼ δὲ πρὸς αὐτὸν ἔφην· «Τοῦ μὲν παρ’ ἡμῖν εὐαγγελίου οὐδὲν οὐδέποτε παρ’ οὐδενὸς ἐξεκόπη χριστιανῶν οὐδὲ μεταπεποίηται. Ἀραὶ γὰρ ἐπὶ τούτῳ κεῖνται βαρεῖαι καὶ φρικωδέσταται, καὶ ὁ τολμῶν ἐκκόψαι ἢ μετασκευάσαι τι τοῦ Χριστοῦ μᾶλλον αὐτὸς ἐκκόπτεται. Πῶς οὖν χριστιανῶν ἄν τις τοῦτο πεποίηκεν; Ἀλλὰ καὶ αἱ πολλαὶ καὶ διάφοροι διάλεκτοι μάρτυρες, πρὸς ἃς ἐξ ἀρχῆς εὐθὺς μετελήφθη τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, οὐδὲ κατὰ μίαν μόνην τὴν ἀρχὴν γεγραμμένον. Ἔστι δὲ καὶ παρὰ πολλοῖς ἑτερόφροσιν, οὓς ἡμεῖς καλοῦμεν αἱρετικούς, ὧν τινες ἔστιν ἃ συμφωνοῦντες ὑμῖν, οὐδὲν τοιοῦτον ἔχουσι δεικνύειν ἐν τῷ εὐαγγελίῳ.

Καὶ παρ’ αὐτοῖς δὲ τοῖς σχεδὸν κατὰ λέξιν ἐξ ἀρχῆς ἀντειπεῖν ἐγχειρήσασι, πολλοὶ δὲ καὶ οὗτοι, οὐδὲν οὐδαμοῦ τοιοῦτον εὕρηται. Ἔστι δὲ καὶ τὰ ἐναντία φανερῶς ἰδεῖν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· πῶς ἂν οὖν τοῖς ὑπεναντίοις ἐπεμαρτύρησε; Πρὸς δὲ τούτοις οὐδὲν ἂν εὕροι τις τῶν ἁπάντων ἐν τῷ εὐαγγελίῳ τῆς ἀληθείας, ὃ μὴ καὶ τοῖς θείοις προμεμαρτύρηται προφήταις· εἰ οὖν ἐν τῷ εὐαγγελίῳ γεγραμμένον ἦν ὃ λέγεις περὶ τοῦ Μεχούμετ, καὶ ἐν τοῖς προφήταις γεγραμμένον προϋπῆρχεν ἄν.

Ἐξ ἀνατολῆς δὲ κινήσας μέχρι δύσεως διῆλθε νικῶν, ἀλλὰ πολέμῳ καὶ μαχαίρᾳ καὶ φόνοις καὶ λεηλασίαις καὶ ἀνδραποδισμοῖς ἀνθρώπων καὶ ἀνδροκτασίαις, ὧν οὐδὲν ἐκ τοῦ Θεοῦ τοῦ ὄντος ἀγαθοῦ προηγουμένως ἐστί. Τί δέ, καὶ Ἀλέξανδρος οὐκ ἐκ δύσεως κινήσας τὴν ἀνατολὴν ὑπηγάγετο πᾶσαν; Ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πολλοὶ πολέμῳ καὶ δυναστείᾳ καὶ τῆς οἰκουμένης ἐπεκράτησαν ἁπάσης. Οὐδενὶ δὲ τούτων οὐδὲν γένος τὰς ψυχὰς αὐτῶν ἐνεπίστευσαν, ὡς ὑμεῖς τῷ Μεχούμετ».

Ἐν δὲ τούτοις πρὸς ὀργὴν ἤδη τοὺς Τούρκους κινουμένους ἰδόντες οἱ χριστιανοί, κατένευσάν μοι καταπαῦσαι τὸν λόγον. Ἐγὼ δ’ ἱλαρύνων αὐτούς, ὑπομειδιάσας πρὸς τὸν τασιμάνην ἔλεγον πάλιν· «Εἰ κατὰ τοὺς λόγους συνεφωνοῦμεν, ἑνὸς ἂν ἦμεν δόγματος».

Ἀλλ’ ὁ νοῶν νοείτω τῶν εἰρημένων τὴν δύναμιν. Εἷς δέ τις ἐκείνων ἔφη· «Ἔστιν ὅτε συμφωνήσομεν ἀλλήλοις». Καὶ ἐγὼ συνεθέμην. Ἀλλὰ τί τοῦτο ἔφην πρὸς τοὺς νῦν ζῶντας; Συνετέθην γὰρ μνησθεὶς τῆς τοῦ ἀποστόλου φωνῆς· «ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει», καὶ τὰ ἑξῆς· τοῦτο δ’ ἔσται πάντως ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ.

Ἐν τούτοις διελύθη τῆς ἡμέρας ἐκείνης ὁ σύλλογος. Τὰ δ’ ἐν ταῖς ἑξῆς γράφειν ὁ μὲν λογισμὸς ἐθέλει, ἡ δὲ χεὶρ οὐκ ἰσχύει. Καὶ ταῦτα γὰρ δι’ ὑμᾶς ἔγραψα τοὺς ποθοῦντας, ἵνα μὴ πάντα λιπὼν λυπῶ.