Ἔργον
Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας
Δεύτερη επιστολική διήγηση περί της αιχμαλωσίας στη Νίκαια
Έναρξη νέας διηγήσεως υπό μορφήν επιστολής προς φιλικό πρόσωπο, με περιγραφή των συνθηκών της αιχμαλωσίας και εκ νέου παρατήρηση ταφικής τελετής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δεύτερη επιστολική διήγηση περί της αιχμαλωσίας στη Νίκαια
Έναρξη νέας διηγήσεως υπό μορφήν επιστολής προς φιλικό πρόσωπο, με περιγραφή των συνθηκών της αιχμαλωσίας και εκ νέου παρατήρηση ταφικής τελετής.
<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΟΤΕ ΕΑΛΩ Οὐ τὴν πρὸς ἐμὲ διάθεσιν μόνον, ἀλλὰ καὶ τὴν κατὰ ψυχὴν σὴν ἀρίστην διάθεσιν ἀκριβῶς ᾔδειν, ἐξ ὅτου τῷ μακαρίῳ ἐκείνῳ Δαυὶδ εἶδόν σε συνόντα καὶ ἠρτημένον τῆς ἐκείνου ψυχῆς ἀγάπης ἀλύτοις ἅμμασιν. Ἀλλ’ ἐπεὶ γράφειν οὐκ ἔχω, σὺ δὲ γραμμάτων ἐμῶν ἐρᾷς καὶ μανθάνειν ἐκ τούτων ἀποδέχῃ τὰ καθ’ ἡμᾶς, δι’ ἧς ὡς ὁρᾷς εὐπορῶ χειρὸς καὶ ὁπόση δύναμις, νῦν ἐπιστέλλω τῷ σῷ φιλοχρίστῳ τρόπῳ τὰ φίλα.
Ἡνίκ’ ἂν ἐκ πόλεως εἰς πόλιν μετάγωσι, τότε μόνον φύλακας ἐφιστῶσιν ἡμῖν οἱ βάρβαροι. Τὰς μὲν ἀπὸ τούτων πρὸς ἡμᾶς πεύσεις καὶ τὰς πρὸς ἐκείνους παρ’ ἡμῶν ἀποκρίσεις καὶ τὰς ἐκείνων αὖ πρὸς ταύτας συγκαταθέσεις καὶ ἁπλῶς πάσας τὰς κατὰ τὰς ὁδοὺς ὁμιλίας εἴ τις σχολὴν ἦγε γράφειν, ἡδὺς ἂν ἦν ὅ,τι μάλιστα χριστιανῶν ἀκοαῖς. Ἀλλ’ ἡνίκ’ ἂν ἐπὶ τὴν ὡρισμένην αὐτοῖς οἱ φύλακες εἰσαγάγωσι χώραν ἢ πόλιν, ἐπιστρέψαντες ἕκαστος εἰς τὰ οἰκεῖα, παροικεῖν τε καὶ περιιέναι ἀφιᾶσιν ἡμᾶς ὅποι βουλοίμεθα καὶ οἷς βουλοίμεθα συντυγχάνειν· οἶμαι δὲ καὶ τοῦτο μὴ ἄνευ κρείττονος εἶναι προνοίας.
Ὡς οὖν καὶ κατὰ τὴν Νίκαιαν· ὡς ἔθος ἀφῆκαν, ἐπὶ τῆς τοῦ Ὑακίνθου μονῆς ναὸν ἱερὸν εὑρόντες καὶ φρέαρ ἡδὺ μεταξὺ διαφόρων δένδρων καλὸν τεθηλότων καὶ μετὰ τῆς εὐπνοίας καὶ τῆς σκιᾶς καὶ ἡσυχίαν παρεχόντων μετρίαν, ἐκεῖ κατελύσαμεν. Εὐθὺς οὖν ὁ τῆς κατὰ Θεὸν ἀγάπης κρατήρ, ὁ Ταρωνείτης, ὡς ἡμᾶς ἥκει φθάσας τοὺς ἄλλους, αὐτόκλητος, αὐτοκέλευστος· ἐπόθει γὰρ ποθοῦντας· καὶ ἐν ταῖς τρίβοις, κατὰ τὸ γεγραμμένον, ἐφαντάζετο ἡμᾶς εὐμενῶς. Ἐνεφορούμεθα δὴ τούτου ἕως παρῆν.
Ὡς δὲ ἀπαίρων ἡμῖν ἀφῆκεν ὃν αὐτὸς οἶδε φωτὸς ἐπώνυμον ἄνδρα φίλον, μετ’ αὐτοῦ τῇ ἑξῆς ἱστορήσων ἐξῆλθον τὴν ἀνατολικὴν καὶ οὖσαν καὶ καλουμένην τῆς πόλεως πύλην, ἐγγυτέρω τῶν ἄλλων οὖσαν. Ὡς οὖν μικρὸν προῆλθον τῆς πύλης (τί γὰρ δεῖ λέγειν οἰκοδομημάτων ὕψη καὶ κάλλη καὶ ὀχυρωμάτων; πάντα γὰρ ἡ πόλις αὕτη περιττὴ ταῦτα, κἂν νῦν ἀχρείως), ὡς οὖν μικρὸν προῆλθον, ὁρῶ κύβον ἐπὶ πεδιάδος ἐκ μαρμάρων ἐσκευασμένον καὶ οἷον εὐτρεπισμένον ἐπ’ ἔργῳ. Καὶ δὴ τοὺς παρατυχόντας ἠρώτων εἴ τις χρεία τοῦ κύβου, τοῦ ἄστεως ἐκτὸς μέν, ἐγγὺς δὲ οὕτως ἑτοίμου προτεθειμένου. Οἱ δὲ ἣν ὁ κύβος ἐπλήρου χρείαν διηγοῦντο. Καὶ πέρας ὁ λόγος ἔλαβεν οὔπω, καὶ φωνῶν ἐκ τῆς τοῦ ἄστεως πύλης ὀλολυζόντων αἰσθόμενοι καὶ πρὸς τὸν ἦχον στραφέντες, ὡς εἴδομεν Τούρκων σύνταγμα νεκρὸν ἐκφερόντων καὶ βαδιζόντων εὐθὺ τοῦ κύβου, μετέστημεν ἡμεῖς, καὶ βαδίζοντες ἠρέμα τοσοῦτον ἀφιστάμεθα, ὅσον καὶ ὁρᾶν καὶ ἀκούειν τὰ παρ’ αὐτῶν πραττόμενα καὶ λεγόμενα.
Φθάσαντες οὖν ἐπὶ τὸν κύβον ἐκεῖνον, σιωπὴν ἔσχον βαθεῖαν ἅπαντες· καὶ τὸ κιβώτιον, σινδόσιν ἐσταλμένον λευκαῖς, ὃ τὸν νεκρὸν ἐντὸς ἔφερε, συναράμενοι πλείους ἐπὶ τοῦ κύβου κοσμίως ἔθεντο. Εἶτα περιστάντες αὐτοὶ μέσον εἶχον τῶν παρ’ αὐτοῖς τασιμανῶν ἕνα—εἰώθασι δὲ καλεῖν οὕτω τοὺς ἀνακειμένους τῷ κατ’ αὐτοὺς ἱερῷ—. Τὰς χεῖρας οὖν οὗτος ἀνατείνας ἐβόησεν· οἱ δὲ ἐπεβόησαν.
Καὶ τοῦτο πεποίηται τούτοις τρίς. Εἶτα τὸ μὲν κιβώτιον ἐκεῖνο λαμβάνουσιν ἐπὶ χεῖρας καὶ πορρωτέρω φέρουσιν οἱ ταφῇ παραδώσοντες, τῶν δ’ ἄλλων ἕκαστος μετὰ τῶν τασιμανῶν ἐπιστρέφουσιν εἰς τὰ ἴδια. Τότε τοίνυν ἐπιστρέφομεν καὶ ἡμεῖς καὶ μετ’ αὐτοὺς τὴν αὐτὴν εἰσερχόμεθα πύλην. Ἰδόντες δὲ τὸν τασιμάνην μετὰ καί τινων ἄλλων ὑπὸ τὴν σκιὰν καθεσθέντα τῆς πύλης, ὡς καὶ τῆς εὐκρασίας τοῦ ἀέρος ἀπολαύσειν κατὰ καιρόν—Ἰούλιος γὰρ ὁ μὴν ἦν—, ἀντικρὺ μετὰ χριστιανῶν συνεκαθίσαμεν καὶ ἡμεῖς. Ἠρόμην οὖν ἐκεῖ καθεζόμενος εἴ τις εἴδησιν ἀμφοτέρων ἔχει τῶν διαλέκτων ὧν ἐδεόμην. Ἐπεὶ οὖν παρῆν, ἠξίωσα τοῦτον ὡς ἀπ’ ἐμοῦ τοῖς Τούρκοις εἰπεῖν· «ὅτι μὲν καλὸν τὸ παρ’ ὑμῶν ἐκτὸς τελεσθὲν οἶδα· ὑπὲρ γὰρ τοῦ τεθνηκότος καὶ πρὸς τὸν Θεὸν ἡ παρ’ ὑμῶν γέγονε βοή· πρὸς τίνα γὰρ ἕτερον; Ἀποδέχομαι δὲ μαθεῖν καὶ τὸ παρ’ ὑμῶν πρὸς τὸν Θεὸν λαληθέν».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.