Ἔργον
Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας
Ποιμαντικές νουθεσίες περί πίστεως, έργων και θεώσεως
Ποιμαντική προτροπή περί της αναγκαιότητας των αγαθών έργων και της ενάρετης βιοτής, η οποία επιστεγάζεται με θεολογική αναφορά στην κατά χάριν θέωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντικές νουθεσίες περί πίστεως, έργων και θεώσεως
Ποιμαντική προτροπή περί της αναγκαιότητας των αγαθών έργων και της ενάρετης βιοτής, η οποία επιστεγάζεται με θεολογική αναφορά στην κατά χάριν θέωση.
Ὥσπερ δέ, ἡνίκα σὺν ὑμῖν ὑπῆρχον, κοπιῶν ἐν λόγῳ καὶ ἰδίᾳ καὶ παρρησίᾳ πάντας ἐδίδασκον τὴν πρὸς σωτηρίαν φέρουσαν ὁδόν, μηδὲν ὑποστελλόμενος εἰ καί τισι δόξαιμι βαρύς, οὕτω καὶ ἀπὼν νῦν καὶ ἐν πειρασμοῖς ὤν, ὡς ἐν βραχεῖ γράφω πᾶσι, μηδὲν ὑποστελλόμενος, ὅτι Χριστὸν Θεὸν πλουτοῦμεν ζῶντα καὶ ἀληθινὸν καὶ μαρτυρούμενον οὐκ ἀπὸ Θεοῦ Πατρὸς μόνον καὶ τῶν ἐκ Θεοῦ προφητῶν, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων καὶ τῶν πραγμάτων αὐτῶν. Δικαίως οὖν οὗτος καὶ τὴν πρὸς αὐτὸν ἡμῶν πίστιν ἀπαιτεῖ ζῶσαν εἶναι καὶ ἀληθινὴν καὶ μαρτυρουμένην ὑπό τε τοῦ Θεοῦ καὶ τῶν ἐκ Θεοῦ διδασκάλων καὶ ἀπὸ τῶν ἔργων καὶ τῶν πραγμάτων αὐτῶν. Τοῦτο δὲ ἔσται, ἐὰν κατὰ τὰς ἐντολὰς τοῦ εὐαγγελίου πολιτευώμεθα. Οὕτω γὰρ τὸ πνεῦμα τῆς εὐαγγελικῆς χάριτος, κατὰ τὸν ἀπόστολον, συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ.
Αὕτη ἐστὶν ἡ ζῶσα πίστις. «Ἡ γὰρ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν», ἕτερός φησι τῶν κηρύκων τῆς πίστεως. Νεκρὸν δὲ τῷ ζῶντι Θεῷ οὐκ εὐπρόσδεκτον· οὐ γάρ ἐστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Ὁ γοῦν νεκρὰν ἔχων τὴν πίστιν διὰ τῆς τῶν ἀγαθῶν ἀπραξίας νεκρός ἐστι καὶ αὐτός, ὡς μὴ ἐν τῷ Θεῷ ζῶν καὶ εὑρισκόμενος, τῷ μόνῳ χορηγῷ τῆς ἀληθινῆς καὶ ἀκηράτου ζωῆς, ἕως ἂν μαθών, ὡς ὁ σεσωσμένος ἄσωτος, τὴν στέρησιν ἣν ἔπαθε τῶν ἔργων τῆς ζωῆς μακρυνθείς, ἐπιστρέψῃ πρὸς τὸν Θεὸν διὰ τῶν ἔργων τῆς μετανοίας καὶ ἀκούσῃ παρ’ αὐτοῦ, ὡς καὶ ὁ σεσωσμένος ἄσωτος ἐκεῖνος· «οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη».
Οὕτω γὰρ καὶ ἀληθινὴν ἕξει πίστιν. Ἡ γὰρ μὴ διὰ τῶν ἔργων τῆς σωτηρίας μαρτυρουμένη πίστις οὐ μᾶλλον πίστις ἢ ἀπιστία ἐστὶ καὶ οὐχ ὁμολογία μᾶλλον ἢ ἄρνησις. Καὶ τοῦτο παρίστησιν ὁ περὶ τῶν τοιούτων λέγων· «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι». Ἕτερος δὲ τῶν συναποστόλων φησί· «δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου». Καὶ «τίς πιστός; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ». Τί γὰρ ὄφελος, ἐὰν τὴν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Οὐδαμῶς. Σὺ πιστεύεις ὅτι ὁ Χριστὸς εἷς Θεός ἐστι μετὰ Πατρὸς καὶ Πνεύματος· καλῶς ποιεῖς· ἀλλὰ καὶ τὰ «δαιμόνια πιστεύουσι καὶ φρίττουσι» λέγοντα· «οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ὑψίστου»· δαιμόνια δ’ ὅμως καὶ ἀντίθεά ἐστι διὰ τὴν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων ἀντίθεσιν.
Ὁρᾶτε μὴ τοῖς κακόφροσι τούτοις παραπλήσιόν τι πάσχητε, οὐκ ἐπὶ τῆς θεοσεβείας λέγω, ἀλλ’ ἐπὶ τῆς πολιτείας, ὅπερ ἐπὶ τῶν δογμάτων οὗτοι. Σκοπεῖτε γὰρ μή, καθάπερ οὗτοι Λόγον τοῦ Θεοῦ καὶ πνοὴν αὐτοῦ καὶ Χριστόν, τουτέστι θεάνθρωπον, τὸν ἐκ παρθένου τεχθέντα λέγουσιν, εἶτα ὡς μὴ Θεὸν ὄντα τοῦτον φεύγουσι φρενοβλαβῶς καὶ ἀθετοῦσιν, οὕτω καὶ ὑμεῖς εὑρεθεῖτε τὰς ἀρετὰς καὶ τὰς εὐαγγελικὰς ἐντολὰς δικαίας μὲν εἶναι λέγοντες καὶ ἀγαθάς, εἶθ’ ὡς μὴ τοιαύτας οὔσας διὰ τῶν ἔργων ἀθετοῦντες καὶ τὸ ὄντως ἀγαθὸν οὐκ ἀγαθὸν ὑμῖν δεικνύντες καὶ φευκτὸν τὸ ὄντως ἐφετόν.
Εἰπέ· πῶς σοί τις τῶν ἀπίστων πιστεύσειε λέγοντι πιστεύειν εἰς τὸν παρθένον καὶ ἐκ παρθένου τεχθέντα Πατρὸς μὲν ἀχρόνως καὶ προαιωνίως, ἐν χρόνῳ δὲ ὑπὸ μητρὸς ὕστερον, εἰ καὶ ὑπερφυῶς, μήτε παρθενίαν μηδὲ γοῦν σωφροσύνην ἀσκοῦντι, ἀλλὰ ταῖς ἀλλοτρίαις ἀνεπιστρόφως ἐπιμαινομένῳ καὶ τῇ ἀκολασίᾳ ἐκδεδομένῳ; Πῶς ὁ μεθύων καὶ γαστριζόμενος υἱοποίητος εἶναι παραστήσῃ διὰ τοῦ πνεύματος τῷ μέχρι καὶ τεσσαράκοντα ἡμερῶν ἐν ἐρήμῳ νηστεύσαντι καὶ διὰ βίου νομοθετήσαντι τὴν ἐγκράτειαν; Πῶς ὁ ἀγαπῶν τὴν ἀδικίαν τῷ τὰ δίκαια κρίνειν καὶ πράττειν ἐγκελευομένῳ, ὁ ἀνελεήμων τῷ «γίνεσθε οἰκτίρμονες» λέγοντι «ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρμων ἐστίν», ὁ ἀγαπῶν τὸν πλοῦτον τῷ ταλανίζοντι τοὺς πλουτοῦντας, ὁ μὴ συμπάθειαν πρὸς τοὺς πταίοντας καὶ μακροθυμίαν ἔτι δὲ πραότητα καὶ ἀνεξικακίαν καὶ ταπείνωσιν ἐνδεικνύμενος τῷ διὰ τῶν ἔργων ἐπιδειξαμένῳ καὶ προτρεψαμένῳ πρὸς ταῦτα διὰ τῶν λόγων· «μάθετε γάρ», φησίν, «ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· καί· «ἐὰν μὴ ἀφῆτε ἕκαστος τὰ παραπτώματα τῶν ἀδελφῶν ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν»· ὃς καὶ ἐπ’ αὐτοῦ τοῦ σταυροῦ κρεμάμενος, ὑπόδειγμα διδοὺς ἡμῖν ἑαυτὸν «μὴ στήσῃς», ἔλεγε πρὸς τὸν Πατέρα, «τοῖς σταυρωταῖς τὴν ἁμαρτίαν ταύτην»;
Ἀλλ’ ἐρεῖ τις, «ἐκεῖνος Θεὸς ἦν, αὐτόθεν τῆς κακίας ὑπερεξῃρημένος»; Ἔχω πολλὰ πρὸς τοῦτο λέγειν, ἀλλ’ οὐχ ὁ καιρὸς συγχωρεῖ. Καὶ παρὰ σοῦ δὲ ὅμως ἡμεῖς οὐ τὴν θεϊκήν, ἀλλὰ τὴν ἀνθρωπίνην ζητοῦμεν ἀρετήν. Δὸς σὺ τὴν ἀρχὴν ταύτης, ὁ δὲ Θεὸς παράσχηται τὴν τελείωσιν. Ἀπόστα τῆς κακίας, ἐν τῇ χώρᾳ γενοῦ τῆς ἀρετῆς, ἐπιλαβοῦ τῶν ἔργων τῆς μετανοίας, καὶ προσμένων παρὰ τοῦ Θεοῦ, λήψῃ οὐ μόνον τῆς ἀνθρωπίνης ἀρετῆς τὴν τελείωσιν, ἀλλὰ καὶ αὐτὰς προσκτήσῃ τὰς θεϊκὰς ὑπερφυῶς ἀρετὰς διὰ τῆς τοῦ θείου πνεύματος ἐνοικήσεως.
Οὕτω γὰρ θεοποιεῖται ὁ ἄνθρωπος. Ὁ γὰρ κολλώμενος διὰ τῶν ἔργων τῆς ἀρετῆς τῷ Θεῷ ἓν πνεῦμα μετὰ τοῦ Θεοῦ γίνεται διὰ τῆς τοῦ θείου πνεύματος χάριτος, ἥτις μετὰ πάντων ὑμῶν εἴη πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.