Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας

Γρηγόριος Παλαμᾶς

Σύλληψη, μεταφορά στη Λάμψακο και ανασκευή των ισχυρισμών των αλλοθρήσκων

Εξιστόρηση της αιχμαλωσίας, των δυσχερειών του ταξιδιού και των κακουχιών στη Λάμψακο, με παράλληλη αντίκρουση της πεποίθησης ότι η στρατιωτική νίκη επικυρώνει την ορθότητα της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 9

Μετὰ δὴ τὸν συσσεισμὸν ἐκεῖνον ὀλίγας ἡμέρας, ὀκτακοσιομέδιμνον ἀναβάντες, ὡς μὴ ὤφελεν, ἐκ Τενέδου ναῦν, καὶ πνεύματος μὲν ἐπιφόρου τυχόντες, κατάχρεω δέ, μᾶλλον δὲ μωραίνοντος, κυβερνήτου καὶ τῆς σωτηρίας ἐντεῦθεν τῆς νηὸς πολεμίου, ἐπεὶ τῆς Καλλιουπόλεως ᾖμεν εὐθύ, τὸ δὲ πνεῦμα τραπὲν κατὰ πρῷραν προσέβαλεν, οὐκ εἴξαμεν ἡμεῖς, ἀλλ’ ἀντιφέρεσθαι μᾶλλον ἢ φέρεσθαι τῷ φέροντι προειλόμεθα, καὶ ταῦτα νυκτὸς οὔσης καὶ χειμερίας. Ἐν χρῷ δὲ κινδύνου γενόμενοι ταῖς τοῦ καλοῦ κυβερνήτου τόλμαις καὶ ἐγχειρήσεσι, μόλις ποτὲ συμφρονήσαντες ἐκρουσάμεθα πρύμναν, καὶ τῇ ῥύμῃ τοῦ πνεύματος ἐνδόντες, βορρᾶς δ’ ἦν τοῦτο λάβρος, παλίνδρομοι πρὸς τὴν Καλλιούπολιν ἐφερόμεθα. Ἐπεὶ δὲ κἀκείνην ὁ σεισμὸς ἐκεῖνος τοῖς Ἀχαιμενίδαις, οὓς νῦν Τούρκους καλοῦμεν, ὑπεποιήσατο, καὶ προσοκεῖλαι τῷ λιμένι ταύτης οὐκ ἦν, ἐγγύς που τῆς γείτονος ἠϊόνος ἐστήσαμεν τῆς πρόσω φορᾶς τὴν ναῦν, ἀγκύρας ἐκβαλόντες ἁπάσας.

Τῆς δὲ ἡμέρας διαυγασάσης, ἐπεὶ οὐδὲν ὁ βορρᾶς ἑαυτοῦ πραότερος ἦν, καὶ τοὺς Τούρκους ἑωρῶμεν ἅπαντες κατὰ συστήματα καὶ ξηρὰν καὶ θάλατταν διερχομένους, τῷ τε πλήθει καὶ τάχει τῶν ἐρεττόντων οἷον συνδοῦντας τὰς ἀντιπέραν ἠπείρους καὶ πρὸς λεηλασίαν ἐπειγομένους ἐκ τῆς πρὸς ἀνίσχοντα κειμένης ἥλιον τῶν ἀντικρὺ κατῳκισμένων Ῥωμαίων, ἐπεὶ ταῦτ’ ἦν ὑπ’ ὄψιν ἡμῖν, τὸν κυβερνήτην ἐλιπαροῦμεν ἅπαντες ἐπανιέναι πρὸς Τένεδον, ἵνα μὴ ὁδοῦ πάρεργον ὄντως ἡμεῖς ἀθλίως τοῖς Τούρκοις γενοίμεθα· καὶ δῶρα τούτῳ προσεφέρομεν ἀπειθοῦντι καὶ μισθοὺς ἁδροὺς ἐπηγγελλόμεθα πάντες, οἱ δυστυχῶς ἐκείνῳ τηνικαῦτα κυβερνήτῃ χρησάμενοι καὶ καταποντιστῇ τοιούτῳ κακοβούλως ἡμᾶς αὐτοὺς ἐπιτρέψαντες· ᾧ καὶ τὸν κίνδυνον ἕτοιμόν τε καὶ ἄφυκτον ἐδείκνυμεν ὄντα, εἴπερ ἡμᾶς ἀγκύραις ἐκεῖ σαλεύοντας ἡ σφοδρότης τοῦ πνεύματος ἐπιλείψει. Ὁ δὲ διέμεινεν ἀπειθῶν καὶ μεγάλα κατὰ τῶν προσδοκίμων πολεμίων φυσῶν.

Ἕως κατεστάλη μὲν ὁ βορρᾶς, ἐπῆλθον δὲ οἱ βάρβαροι τῇ νηῒ πανοπλῖται ναυσὶ μακραῖς μᾶλλον ἤ γε μικραῖς. Καὶ πολέμου συγκροτηθέντος, τι δεῖ μακρὰ λέγειν, ἐλεεινῶς ἥλωμεν αἰχμάλωτοι γεγονότες, πλῆθος οὐ μέτριον.

Ἤχθημεν οὖν ἐπὶ τὴν Λάμψακον πρώτην συλλήβδην ἅπαντες. Καὶ κοινὰ μὲν εὐθὺς ἐκεῖθεν ἐμοὶ τοῖς συναιχμαλώτοις τὰ τῆς δουλείας, ἥ τε γύμνωσις καὶ ἡ τῶν ἀναγκαίων στέρησις καὶ ἡ παντοδαπὴ τοῦ σώματος ἔξωθεν κάκωσις, ἴδια δὲ οὐ τῶν σπλάγχνων μόνον ἡ καχεξία καὶ ἡ ἐντεῦθεν τῆς σαρκὸς σύντηξις καὶ τῶν μελῶν μικροῦ πάρεσις, ἀλλὰ καὶ πολὺς ὑπὲρ ἐμοῦ δῆθεν τῶν ἐκεῖ Ῥωμαίων ὁ κρότος ἤρθη πρὸς τοὺς βαρβάρους, ἐπαινούντων οὐ μέτρια λόγων τε παιδείαν καὶ τρόπων ἀρετὴν καὶ τοὺς ὑπὲρ τῆς ἐκκλησίας ἐμοὺς ἀγῶνας, ὡς ἔλεγον ἐκεῖνοι, προτιθέντων εἰς μέσον καὶ τῶν νῦν ἁπάντων ὑπερτιθέντων, οὐ ψευδῶς, ὡς ἐγᾦμαι, μᾶλλον δὲ ἀκριβῶς οἶδα τὰ πλείω μόνον, ἀλλὰ καὶ ἀλυσιτελῶς ἐμοὶ τὸ παράπαν· τῷ μὲν γὰρ ἡγεμόνι τῶν βαρβάρων ἐντεῦθεν ἐλπὶς εἰσέδυ νομισμάτων χιλιάδας παρ’ ἐμοῦ κομιεῖσθαι, τοὺς δὲ τῶν βαρβαρικῶν δογμάτων ἀντεχομένους μεμηνέναι παρεσκεύασε κατ’ ἐμοῦ, ὡς καί τινας τούτων προσβαλεῖν ἐκεῖ καὶ εἰς λόγους ἐλθεῖν καὶ τἆλλα μηδὲν ἰσχυροὺς φανέντας τὴν αἰχμαλωσίαν ἡμῖν προφέρειν ὥς τι σημεῖον τῆς περὶ τὸ σέβας οὐκ ἀσφαλείας.

Μεγαλαυχοῦσι γὰρ τὸ δυσσεβὲς καὶ θεομισὲς καὶ παμμίαρον τοῦτο γένος, ὡς ὑπὸ τῆς σφῶν θεοφιλείας ἐπικρατοῦντες Ῥωμαίων, ἀγνοοῦντες ὡς «ὁ κόσμος οὗτος ἐν τῷ πονηρῷ κεῖται» καὶ τούτου τὸ πλέον ὡς ἐπὶ τὸ πλέον ἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τὸ γειτονοῦν ὅπλοις ἐκβιαζόμενοι· διὸ καὶ τὸν μέχρι Κωνσταντίνου, τοῦ θεοφιλῶς ὡς ἀληθῶς βασιλεύσαντος, πάντα χρόνον εἰδωλολάτραι μικροῦ τὸ κράτος εἶχον τῆς οἰκουμένης, ἐξ ἐκείνου δὲ πάλιν πολὺ τοῦ μεταξὺ χρόνου μηδὲν ἢ μικρὸν ἐκείνων διαφέροντες τῶν προτέρων. Ὅθεν μοι δοκεῖ καὶ τοὺς ἐπὶ κακίᾳ τούτους μεγαλαυχοῦντας ταὐτὸ τοῖς Ἕλλησι παθεῖν, οὕς φησιν ὁ ἀπόστολος εἰς «ἀδόκιμον παραδοθῆναι νοῦν», ἐπεὶ «γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ἐσεβάσθησαν».

Γνόντες γὰρ καὶ οὗτοι τὸν Χριστόν, Θεοῦ γὰρ εἶναι λόγον τοῦτον καὶ Πνεῦμα λέγουσιν, ἀλλὰ καὶ ἐκ παρθένου τεχθῆναι καὶ πρᾶξαι καὶ διδάξαι θείως καὶ εἰς οὐρανοὺς ἀναληφθῆναι καὶ διαμένειν ἀθάνατον καὶ μέλλειν ἥξειν κρῖναι τὰ σύμπαντα· γνόντες οὖν οὕτω τὸν Χριστὸν οὐχ ὡς Χριστόν, τουτέστι θεάνθρωπον λόγον, ἐδόξασαν, ἀλλ’ «ἠλλάξαντο τὴν ἀλήθειαν ἐν τῷ ψεύδει» καὶ ἐπίστευσαν «καὶ ἐσεβάσθησαν» καὶ ἠκολούθησαν ἀνθρώπῳ ψιλῷ τε καὶ θνητῷ καὶ τεθαμμένῳ, Μωάμεθ οὗτος, παρὰ τὸν Θεάνθρωπον καὶ ἀείζωον καὶ ἀΐδιον λόγον, ὅς, εἰ καὶ σαρκὶ θανάτου ἐγεύσατο, ἀλλ’ ἵνα καταργήσῃ τὸν θάνατον καὶ ἀρχηγὸς γένηται τῆς αἰωνίου καὶ ἀκηράτου ζωῆς, ἣν ἀνθρώπου ψιλοῦ πάθος καὶ θάνατος καὶ ἀνάστασις οὐδέποτ’ ἂν ἠδυνήθη παρασχεῖν· διὸ καὶ πάντες οἱ ἀναστάντες τὴν θνητὴν καὶ καθ’ ἡμᾶς ζήσαντες ζωὴν πάλιν ἀπέθανον, Χριστοῦ δὲ ἐκ νεκρῶν ἀναστάντος «θάνατος αὐτοῦ οὐκέτι κυριεύει», μᾶλλόν γε μὴν καὶ ἡ μέλλουσα καὶ ἀΐδιος προδείκνυται ζωή.

Ἐπεὶ γοῦν γνόντες περὶ ὧν ὁ λόγος τὸν Χριστὸν οὐχ ὡς Χριστὸν ἐδόξασαν ἢ ἐσεβάσθησαν, «παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν» καὶ «πάθη καὶ ἀτιμίας», ὥστε βιοῦν αἰσχρῶς καὶ ἀπανθρώπως καὶ θεομισῶς καί, κατὰ τὸν ἐκ παιδὸς ὑπὸ Θεοῦ μεμισημένον καὶ τῆς πατρικῆς εὐχῆς ἀπωσμένον Ἡσαῦ, ἐπὶ τόξῳ καὶ μαχαίρᾳ, καὶ ἀσωτίᾳ ζῆν, ἐπεντρυφῶντας ἀνδραποδισμοῖς, φόνοις, λεηλασίαις, ἁρπαγαῖς, ἀκολασίαις, μοιχείαις, ἀνδρομανίαις. Καὶ οὐ μόνον αὐτοὶ τὰ τοιαῦτα πράττουσιν, ἀλλ’ ὢ τῆς παρανοίας, καὶ τὸν θεὸν συνευδοκεῖν τούτοις οἴονται. Οὕτως ἐγὼ περὶ τούτων διανοοῦμαι, τὰ κατ’ αὐτοὺς νῦν εἰδὼς ἀκριβέστερον.