Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας

Γρηγόριος Παλαμᾶς

Οδοιπορία προς τις Πηγές και την Προύσα

Η πορεία των αιχμαλώτων, η μακρά παραμονή στις Πηγές με τη συνδρομή του Μαυροζούμη και η άφιξη στην Προύσα, όπου ντόπιοι χριστιανοί ζητούν πνευματική καθοδήγηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 9

Ἡμᾶς δ’ ἐκεῖ καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, εὖ ἴστε, περιεχεῖτο πλῆθος συχνόν, τῶν μὲν τὰ καθ’ ἑαυτοὺς ἐξαγγέλλειν καὶ τὴν θεραπείαν λαμβάνειν τῶν κατὰ ψυχὴν νοσημάτων ἐπιθυμούντων, τῶν δὲ ἀποριῶν τινων περὶ τὸ σέβας λύσιν, τῶν δὲ πλειόνων τὴν αἰτίαν ἀπαιτούντων τῆς περὶ τὸ ἡμέτερον γένος παρὰ Θεοῦ τοσαύτης ἐγκαταλείψεως, ἑτέρων δὲ καὶ ἀποδυρομένων συμπαθῶς τὴν κατ’ ἐμὲ συμφοράν. Ἑπτὰ μὲν οὖν ἡμέρας ἐκεῖ διανύσαντες, καὶ κατὰ τὴν ἑβδόμην τοὺς παρὰ τῶν βαρβάρων ἐτασμοὺς πρὸς τὴν τῆς ἡμετέρας ὠνῆς αὔξησιν ὑποστάντες, τῇ ὀγδόῃ τὴν πρὸς τὰς Πηγὰς ἠγόμεθα φέρουσαν. Καὶ τὰ τῆς ὁδοῦ ταύτης πάθη βουλομένῳ μοι καταλέγειν οὔτε τὸ μέλαν ὅσου νῦν εὐπορῶ οὔτε ὁ χάρτης ἀρκέσει.

Ἀλλὰ τριταίους ἤγαγον ἡμᾶς εἰς Πηγάς. Καὶ πρῶτον μέν, τεταλαιπωρημένους ἄγαν ἐκ τῆς ὁδοιπορίας καὶ τῶν κατ’ αὐτὴν συμβάντων, ὑπαίθρους ἀφῆκαν διημερεύειν, καίτοι τῆς ἡμέρας κρυμώδους οὔσης. Εἶτά ποτε μετὰ τῶν μοναχῶν ἀπολαβόντες ἐμέ, πάλιν ἀπειλαῖς ἐχρῶντο καὶ ἀκοῦσαι μόνον οὐ φορηταῖς, αὔξειν τῆς ὠνῆς τὸ ποσὸν ἡμᾶς βιαζόμενοι. Ὡς δ’ οὐκ ἔτυχον—βίος γὰρ ἐμοὶ πᾶς, ὡς καὶ πολλοὺς ἄν τις εὕροι τοὺς συνειδότας, ἡ πρὸς ἡμέραν χρεία—, ὡς οὖν οὐκ ἔτυχον οὗπερ ἐπόθουν, οὐκ ἐξῆγον εἰς ἔργον τὰς ἀπειλάς, ἀλλὰ πρὸς ἐκκλησίαν πέμπουσιν ἡμᾶς τοῦ Χριστοῦ ἥτις ἔτι νῦν ἐκεῖ περισώζεται τῇ τούτου δυνάμει τοῦτον ἀνυμνοῦσα σὺν παρρησίᾳ, ἣν εἴδομεν ὡς εὔδιον λιμένα μετὰ τὰς πολλὰς ἐκείνας καὶ παντοδαπὰς τρικυμίας· ᾤκουν γὰρ περὶ αὐτὴν καὶ κατὰ μοναχοὺς ζῶντες καὶ κατὰ κόσμον, λιμένες ἄντικρυς εὐμενεῖς τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκεῖ καταίρουσι, παρ’ ὧν καὶ ἡμεῖς ἐτύχομεν παραψυχῆς οὐ μετρίας.

Ἐξενιζόμην οὖν ἐγὼ μετὰ τῶν σὺν ἐμοὶ πάντων παρὰ τῷ διαφέροντι τῶν ἄλλων ἐπὶ καλοκαγαθίᾳ, ἑταιρειάρχης οὗτος ὁ Μαυροζούμης ἐστίν, ὃς ἡμᾶς καὶ ὑπὸ στέγην ἤγαγε καὶ γυμνοὺς ὄντας ἐνέδυσε καὶ πεινῶντας ἔθρεψε καὶ διψῶντας ἐπότισε, μᾶλλον δὲ διέτρεφε μικροῦ δέοντος ἐπὶ μῆνας τρεῖς, ἀλλὰ καὶ τῆς τῶν βαρβάρων συναυλίας ἀπήλλαξε καὶ παρεκάλεσε καὶ παρέσχε διδάσκειν ὡς ἔθος ἐπ’ ἐκκλησίας καὶ παραμυθεῖσθαι κατὰ ψυχὴν τούς τε αὐτόχθονας καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἐκεῖ συναγομένους χριστιανούς.

Τριῶν δέ που παραρρυέντων μηνῶν, ὡς ἔφθην εἰπών, ἁρπαγέντες οἷον χερσὶν ἀνόμων ἐκεῖθεν, τεταρταῖοι πρὸς τὴν Προῦσαν ἀγόμεθα. Ἔνθα τῶν χριστιανῶν οἱ διαφέροντες ἐπὶ συνέσει συντυγχάνοντες ἡμῖν καὶ ζητημάτων ἥπτοντο μειζόνων καὶ ταῦτα μὴ κατὰ καιρόν· περιστοιχοῦντες γὰρ ἦσαν ἡμᾶς οἱ βάρβαροι· ἀλλ’ οἱ τῆς εὐσεβείας ἀντιποιούμενοι παρῃτοῦντο τὴν ἀκαιρίαν, τὸν ἐροῦντα περὶ ὧν ἐπόθουν, ὡς ἐδόκουν, ἀπροσδοκήτως ὑπ’ ὄψιν ἔχοντες.