Ἔργον
Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας
Θεολογικός διάλογος στην Προύσα και κλήση των Χιόνων
Περιγραφή του διαλόγου με τον Ισμαήλ σχετικά με τον σταυρό και την Ενσάρκωση του Λόγου, η παρουσίαση ενώπιον του εμίρη και η συμβολή του ιατρού Ταρωνίτη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογικός διάλογος στην Προύσα και κλήση των Χιόνων
Περιγραφή του διαλόγου με τον Ισμαήλ σχετικά με τον σταυρό και την Ενσάρκωση του Λόγου, η παρουσίαση ενώπιον του εμίρη και η συμβολή του ιατρού Ταρωνίτη.
Ἡμερῶν δὲ παρελθουσῶν δύο, μετὰ τῶν ἀγόντων ἐκ Προύσης ἀπάραντες, δευτεραῖοι πάλιν εἴς τι χωρίον ἥκομεν λοφῶδες, ὄρεσι περιεστοιχισμένον ἐκ μακροῦ διαστήματος καὶ συνηρεφέσι δένδρεσι καλλυνόμενον, ὅ, ποτὲ μὲν ἔνθεν, ποτὲ δ’ ἐκεῖθεν τῶν περὶ αὐτὸ κορυφῶν ὀρείων ἀνέμοις καταπνεόμενον, ψυχρότατόν τε νᾶμα ἐκδίδωσι καὶ τὸν περικείμενον ἀέρα κατεψυγμένον ἔχει κἀν τῇ τοῦ θέρους ὥρᾳ· διὸ καὶ θερίζων ἦν ἐν αὐτῷ τῶν ἐν βαρβάροις ἡγεμόνων ὁ κράτιστος. Ὡς οὖν μετὰ τῶν ἄλλων αἰχμαλώτων ἐκεῖ καὶ αὐτὸς ἤχθην, πέμπεταί τις ὑϊδοῦς τοῦ μεγάλου ἀμηρᾶ πρὸς ἡμᾶς καὶ προσκαλεῖταί με τῶν ἄλλων αἰχμαλώτων χωρίσας. Καὶ μετ’ ἐμοῦ ἐπὶ μαλακῆς καθίζει τῆς πόας, ὀλίγων αὐτῷ περιεστώτων ἀρχόντων. Καὶ μετὰ τὴν καθέδραν ὀπῶραι μὲν ἐμοὶ παρετέθησαν, ἐκείνῳ δὲ κρέα· κακείνου κελεύσαντος ἐγὼ μὲν τὰς ὀπώρας, ἐκεῖνος δὲ τὰ κρέα ἠσθίομεν.
Ἐσθιόντων δέ, ἠρώτησεν εἰ μηδέποτε κρέας ἐγὼ ἐσθίω καὶ τίνος ἕνεκεν. Ἐμοῦ δὲ πρὸς τοῦτο ἀποκριθέντος ὅσα εἰκός, ἥκει τις ἔξωθεν καὶ τὴν αἰτίαν ἐξαγγέλλων τῆς αὐτοῦ ἀπολείψεως, «νῦν», φησί, «μόλις ἠδυνήθην ἐκτελέσαι τὴν παρὰ τοῦ μεγάλου ἀμηρᾶ κατὰ Παρασκευὴν ὡρισμένην τῆς ἐλεημοσύνης διάδοσιν».
Κἀντεῦθεν περὶ ἐλεημοσύνης οὐκ ὀλίγος ἐκινήθη λόγος. Ὁ δὲ Ἰσμαήλ, οὕτω γὰρ ὁ τοῦ μεγάλου ἀμηρᾶ ὑϊδοῦς ἐκαλεῖτο, «σπουδάζεται», φησὶ πρὸς ἐμέ, «καὶ παρ’ ὑμῖν ἡ ἐλεημοσύνη;». Ἐμοῦ δὲ εἰπόντος τὴν ὄντως ἐλεημοσύνην γέννημα εἶναι τῆς πρὸς τὸν ὄντως Θεὸν ἀγάπης, καὶ τὸν μᾶλλον ἀγαπῶντα τὸν Θεὸν καὶ μᾶλλον ἐλεήμονα εἶναι καὶ ἀληθῶς, ἐκεῖνος ἤρετο πάλιν εἰ δεχόμεθα καὶ ἀγαπῶμεν καὶ ἡμεῖς τὸν προφήτην αὐτῶν Μεχούμετ. Ἐμοῦ δὲ ἀπαγορεύσαντος, ἐκεῖνος τὴν αἰτίαν ἐζήτει. Ἐμοῦ δὲ καὶ πρὸς τοῦτο τὴν ἀπολογίαν ἱκανὴν ὡς πρὸς τὸν ἀκούοντα παρασχόντος καὶ «τῷ μὴ πιστεύοντι τοῖς τοῦ διδασκάλου λόγοις οὐκ ἔνι τὸν διδάσκαλον ὡς διδάσκαλον ἀγαπᾶν» εἰπόντος, «τὸν δὲ Ἐσά», φησὶν ἐκεῖνος, οὕτω καλῶν τὸν Χριστόν, «ἀγαπᾶτε μέν, ἐσταυρωμένον δὲ εἶναι λέγετε». Ἐμοῦ δὲ συνθεμένου καὶ ὡς ἐν ὀλίγῳ λύσαντος τὸ δοκοῦν ἀντίξουν, τὸ ἑκούσιον καὶ τὸν τρόπον καὶ τὴν δόξαν τοῦ πάθους καὶ τὸ ἀπαθὲς τῆς θεότητος προβαλλομένου, ἐκεῖνος πάλιν ἠρώτα λέγων· «πῶς τὸ ξύλον ὑμεῖς καὶ τὸν σταυρὸν προσκυνεῖτε;».
Ὡς δὲ καὶ πρὸς τοῦτο ἀπολογίαν ἐποιησάμην, ἣν ὁ Θεὸς ἔδωκε, πρὸς αὐτόν, προσθεὶς ὡς· «καὶ αὐτὸς ἀποδέξῃ δήπου τοὺς τὸ σημεῖον τὸ σὸν τιμῶντας, τοῖς δὲ ἀτιμάζουσιν ἐς τὰ μάλιστα δυσχερανεῖς, Χριστοῦ δὲ τρόπαιον καὶ σημεῖόν ἐστιν ὁ σταυρός», σκώπτειν ἐκεῖνος ἐθέλων ἔτι καὶ διασύρειν ὡς ἀπρεπῆ τὰ ἡμέτερα, «ἀλλ’ ὑμεῖς», φησί, «καὶ γυναῖκα ἐσχηκέναι λέγετε τὸν Θεόν· υἱὸν γὰρ γεννῆσαι τοῦτόν φατε».
Πρὸς αὐτὸν δ’ ἐγὼ πάλιν· «Οἱ Τοῦρκοι λόγον εἶναι τοῦ Θεοῦ φασι τὸν Χριστὸν καὶ ἐκ παρθένου γεννηθῆναι τῆς Μαρίας, ἣν ἡμεῖς ὡς Θεοτόκον δοξάζομεν. Εἰ γοῦν ἡ Μαρία, γεννήσασα κατὰ σάρκα τὸν Χριστόν, οὐκ ἔσχεν ἄνδρα οὐδὲ ἔχρῃζεν ἀνδρός, ἐπειδὴ τὸν τοῦ Θεοῦ λόγον ἐγέννησε σαρκί, πολλῷ μᾶλλον ὁ Θεός, τὸν οἰκεῖον λόγον γεννῶν ὡς ἀσώματον ἀσωμάτως καὶ θεοπρεπῶς, οὐκ ἔσχε γυναῖκα οὐδὲ χρείαν ἔσχε γυναικός, ὡς ὑμεῖς οὐ καλῶς ὑπολαμβάνετε». Οὔκουν οὐδὲ πρὸς τοῦτ’ ἐκεῖνος διετέθη ἀγρίως, καίτοι, καθάπερ λέγουσιν οἱ τοῦτον εἰδότες, οὗτός ἐστι τῶν ἀπηνῶν καὶ κατὰ χριστιανῶν μεμηνότων τὰ πρῶτα.
Ὑετοῦ δ’ ἐπιγενομένου λάβρου τοῖς λόγοις ἐκείνοις, ὁ μὲν ἀναστὰς ἀπῄει δρομαῖος, ἐγὼ δὲ πρὸς τοὺς αἰχμαλώτους ἐπανήκω, μετ’ ἐκείνων ὕπαιθρος· τὸν ὑετὸν ὑφιστάμενος. Τοῦ δὲ ὑετοῦ παυσαμένου καὶ τῆς ἡμέρας ἤδη ληγούσης, περὶ δείλην ὀψίαν συλλήβδην ἅπαντας οἱ φέροντες ἡμᾶς ὑπ’ ὄψιν τῷ τυράννῳ ποιοῦσι. Καὶ τούτου προστάξαντος εἰς τὴν ὅμορον ἀγόμεθα χώραν, ἐκ μακροῦ χριστιανοῖς Ῥωμαίοις κατῳκισμένην, ἐν ᾗ καὶ τοῖς βασιλικοῖς πρέσβεσιν ὑπῆρχε κατάλυμα. Συνῆμεν οὖν αὐτοῖς ὁσημέραι καὶ προμηθείας καὶ παραμυθίας οὐ μικρᾶς παρ’ ἐκείνων τυγχάνοντες, εἰ καὶ τὸ τραχὺ καὶ κατεψυγμένον τοῦ τόπου καὶ τὸ ἐνδεὲς τῶν τοῖς κατ’ ἐμὲ νοσοῦσιν ἐπιτηδείων ἡττᾶσθαι τοῦ προθύμου τῆς γνώμης ἐκείνων οὐχὶ πεφύκει.
Τοῦ δὲ ἀμηρᾶ τὸ ἧπαρ ὀδυνηθέντος, ἥκει μετεσταλμένος καὶ ὁ καλὸς Ταρωνείτης, ὁ ἐν ἰατροῖς φιλοθεώτατός τε ὁμοῦ καὶ θεοφιλέστατος, ὃς πάντα πράττων ὑπὲρ ἐμοῦ, ἐπειδήπερ ἑώρα καὶ ψυχῇ καὶ σώματι λυσιτελὲς ἐπιδημῆσαί με τῇ Νικαίᾳ, τὸν ἀμηρᾶν ἐσπούδαζε πεῖσαι. Ὁ δὲ ἠρώτα τοῦτον περὶ ἐμοῦ λέγων· «Τίς ποτε καὶ οἷός ἐστιν ὁ καλόγηρος οὗτος;». Ὡς δ’ ἐκεῖνος εἶπεν ἃ εἶπεν, «ἔχω», πάλιν ὁ ἀμηρᾶς εἰπών, «σοφοὺς καὶ ἐλλογίμους κἀγώ, οἵτινες αὐτῷ διαλέξονται», παραυτὰ πέμπει μεταστελλόμενος τοὺς Χιόνας, ἀνθρώπους μηδὲν ἄλλο μελετήσαντας καὶ παρὰ τοῦ Σατανᾶ διδαχθέντας ἢ βλασφημίαν καὶ ἀναισχυντίαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ Θεοῦ υἱόν. Ἐλθόντων δὲ ὅμως ἐκείνων, ἅπερ ἐλαλήθη καὶ ἐτελέσθη, παρὼν ὁ Ταρωνείτης, αὐτόπτης τε καὶ αὐτήκοος ὤν, ἐγγράφως ὑπεσημήνατο, παρ’ οὗ καὶ ταῦτα διαδοθέντα διελθεῖν καὶ μαθεῖν ἔνεστι τοῖς βουλομένοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.