Ἔργον
Γρηγόριος Παλαμᾶς – Περὶ αἰχμαλωσίας
Εγκατάσταση στη Νίκαια και περιγραφή ισλαμικών εθίμων
Αναφορά στη μετάβαση στη Νίκαια, στην απελευθέρωση συγχριστιανών και περιγραφή μιας οθωμανικής νεκρώσιμης ακολουθίας έξω από τα τείχη της πόλεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκατάσταση στη Νίκαια και περιγραφή ισλαμικών εθίμων
Αναφορά στη μετάβαση στη Νίκαια, στην απελευθέρωση συγχριστιανών και περιγραφή μιας οθωμανικής νεκρώσιμης ακολουθίας έξω από τα τείχη της πόλεως.
Ἴστε δὲ καὶ τῇ Νικαίᾳ με νῦν ἐνδημήσαντα, καθ’ ἣν καί τινος ἀδείας τυχὼν ὡς ἐν βραχεῖ διηγησάμην τὰ τῆς ἐμῆς αἰχμαλωσίας πρὸς τὴν ὑμετέραν ἀγάπην, τὰ τῶν ἡμετέρων ἐν Χριστῷ ἀδελφῶν, τῶν δι’ αὐτόν μοι καὶ συναιχμαλώτων, ἀφείς. Ὡς ἂν δὲ καί τινα τῶν ἐν αὐτῇ παραπλησίως σχόντων εἰδείητε, ἡνίκ’ ἂν ἐκ πόλεως εἰς πόλιν ἢ χώραν μετάγωσι, τηνικαῦτα μόνον φύλακας ἐφιστᾶσιν ἡμῖν οἱ βάρβαροι. Τὰς μὲν οὖν ἀπὸ τούτων πρὸς ἡμᾶς πεύσεις καὶ τὰς πρὸς ἐκείνους παρ’ ἡμῶν ἀποκρίσεις καὶ τὰς ἐκείνων πρὸς ταύτας συγκαταθέσεις καὶ ἁπλῶς πάσας τὰς κατὰ τὰς ὁδοὺς ὁμιλίας εἴ τις σχολὴν ἦγε γράφειν, ἡδὺς ἂν ἦν χριστιανῶν ἀκοαῖς ὅ,τι μάλιστα. Ἀλλ’ οἱ φύλακες ἡνίκ’ ἂν ἐπὶ τὴν ὡρισμένην αὐτοῖς εἰσαγάγωσι χώραν ἢ πόλιν, ἐπιστρέψαντες εἰς τὰ οἰκεῖα ἕκαστος, ἀφιᾶσι παροικεῖν τε καὶ περιιέναι ὅποι βουλοίμεθα καὶ οἷς ἂν ἐθέλωμεν συντυγχάνειν· οἶμαι δὲ καὶ τοῦτο μὴ ἄνευ μείζονος εἶναι προνοίας.
Ὡς οὖν καὶ κατὰ τὴν Νίκαιαν ὡς ἔθος ἀφῆκαν, ἠρωτήσαμεν ἡμεῖς οὗ ταύτης χριστιανοὶ συνοικοῦσι πλείους. Καὶ μαθόντες ὅτι κατὰ τὴν τοῦ ὁσίου Ὑακίνθου μονήν, ἐκεῖσε παραυτὰ γενόμενοι, καὶ ποθοῦσι καὶ εὐχομένοις τοῦτο τοῖς ἐκεῖ συγγενόμενοι, καὶ τῶν περιβόλων αὐτῆς ἐνδοτέρω ναὸν εὔκοσμον εὑρόντες καὶ φρέαρ ἡδὺ μεταξὺ διαφόρων δένδρων συνηρεφῶν καὶ καλὸν τεθηλότων καὶ διὰ τῆς εὐπνοίας καὶ τῆς σκιᾶς ψυχαγωγίαν καὶ ἡσυχίαν παρεχόντων μετρίαν, ἐκεῖ κατελύσαμεν, μᾶλλον δὲ κατέλυσα· μόνος γὰρ ἦν. Τὸν μὲν γὰρ θεοφιλέστατον χαρτοφύλακα, προενηνεγμένον εἰς τὸν μέγαν ἀμηρᾶν, οὔπω ᾔδειν ἀκριβῶς οὗ κατῳκίσθη· οἱ δὲ ἱερομόναχοι, ὁ Ἰωσήφ τε καὶ ὁ ἐμὸς Γεράσιμος, ἐν τῇ Κωνσταντινουπόλει τότ’ ἦσαν ἤδη·
Κώνστας δὲ ὁ Καλαμάρης ἐπὶ τῆς Προύσης μόνος ἔτι τότ’ ἦν, ἔν τινι θεοφιλεῖ τοῦτον ἐξωνησαμένῳ τὴν οἴκησιν ἔχων, ὡς μὴ τελείως ἔτ’ αὐτῷ τὴν ὠνὴν παρασχών, ἕως ἐγὼ γενόμενος κατ’ αὐτήν, τοῦ Θεοῦ συνεργήσαντος, μᾶλλον δὲ θαυματουργήσαντος, ἐξωνησάμην τελείως τοῦτον, καὶ ἐλεύθερος ἦν. Οὐκ ἔλαβον δὲ μετ’ ἐμαυτοῦ τότε τοῦτον—οὐ γὰρ ᾔδειν ποῦ καταντήσω—· νῦν δὲ γραφῇ μεταπεμψάμενος σύνοικον ἔχω καὶ ὑπηρέτην, ὁ αἰχμάλωτος τὸν ἠλευθερωμένον. Καὶ προσκείσθω τοῦτο τοῖς καινοῖς διηγήμασιν, ὅτι ὁ αἰχμάλωτος τῷ συναιχμαλώτῳ ἐλευθερίαν χαρίζεται καὶ ὑπ’ ἐξουσίαν ἔχει τὸν ἠλευθερωμένον ὁ μηδ’ ἑαυτοῦ πω κύριος ὤν.
Τότε δὲ μόνος καταλύσας, ὡς ἔφην, τῇ ἑξῆς ἱστορήσων ἐξῆλθον τὴν ἀνατολικὴν καὶ οὖσαν καὶ καλουμένην τῆς πόλεως πύλην, ἐγγυτέρω τῶν ἄλλων οὖσαν. Ὡς οὖν μικρὸν προῆλθον τῆς πύλης—τί γὰρ δεῖ λέγειν οἰκοδομημάτων ὕψη καὶ κάλλη καὶ ὀχυρώματα; πάντα γὰρ ἡ πόλις αὕτη περιττὴ ταῦτα, κἂν νῦν ἀχρείως—, ὡς οὖν μικρὸν προῆλθον, ὁρῶ κύβον ἐπὶ πεδιάδος ἐκ μαρμάρων ἐσκευασμένον καὶ οἷον εὐτρεπισμένον ἐπ’ ἔργῳ.
Καὶ δὴ τοὺς παρατυχόντας ἠρώτων εἴ τις χρεία τοῦ κύβου, τοῦ ἄστεως ἐκτὸς μέν, ἐγγὺς δὲ οὕτως ἑτοίμου προτεθειμένου. Οἱ δὲ ἣν ὁ κύβος ἐπλήρου χρείαν διηγοῦντο. Καὶ πέρας ὁ λόγος ἔλαβεν οὔπω, καὶ φωνῶν ἐκ τῆς τοῦ ἄστεως πύλης ὀλολυζόντων αἰσθόμενοι καὶ πρὸς τὸν ἦχον στραφέντες, ὡς εἴδομεν βαρβάρων σύνταγμα νεκρὸν ἐκφερόντων καὶ βαδιζόντων εὐθὺ τοῦ κύβου, μετέστημεν ἡμεῖς, καὶ βαδίζοντες ἠρέμα τοσοῦτον ἀφιστάμεθα τούτων, ὅσον καὶ ὁρᾶν καὶ ἀκούειν τὰ παρ’ αὐτῶν πραττόμενα καὶ λεγόμενα.
Φθάσαντες οὖν ἐπὶ τὸν κύβον ἐκεῖνοι, σιωπὴν ἔσχον βαθεῖαν ἅπαντες· καὶ τὸ κιβώτιον, σινδόσιν ἐσταλμένον λευκαῖς, ὃ τὸν νεκρὸν ἐντὸς ἔφερε, συναράμενοι πλείους ἐπὶ τοῦ κύβου κοσμίως ἔθεντο. Εἶτα περιστάντες αὐτοὶ μέσον εἶχον τῶν παρ’ αὐτοῖς τασιμανῶν ἕνα—καλεῖν δὲ εἰώθασιν οὕτω τοὺς ἀνακειμένους τῷ κατ’ αὐτοὺς ἱερῷ—. Τὰς χεῖρας οὖν οὗτος ἀνατείνας ἐβόησεν· οἱ δὲ ἐπεβόησαν. Καὶ τοῦτο πεποίηται τούτοις τρίς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.