Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Ανακεφαλαίωση και επίλογος του Πρώτου Λόγου

Σύνοψη είκοσι πέντε βασικών θεολογικών επιχειρημάτων κατά της λατινικής προσθήκης και επισφράγιση του πρώτου λόγου με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 11

Νῦν δ’ ἀνακεφαλαιωσώμεθα τὸν νῦν λόγον, κἆθ’ οὕτω τὰ λείποντα προσθῶμεν. 1 Πρῶτον μὲν οὖν ἐξελήλεγκται κενὴ τυγχάνουσα παντάπασιν ἡ τῆς προσθήκης τούτων πρόφασις. 2 Ἔπειτα δέδεικται συνυπακουόμενον τὸ ‘μόνου’, ὅταν λέγηται παρὰ τοῦ πατρὸς ἐκπορευόμενον τὸ πνεῦμα τὸ ἅγιον· ἐπεὶ κἀν τῷ αὐτῷ συμβόλῳ παρὰ τοῦ πατρὸς ἀκούοντες γεννηθέντα τὸν υἱόν, ἐκτὸς ἀντιλογίας πάσης δεχόμεθα συνυπακουόμενον τὸ ‘μόνου’. 3 Τούτῳ συνείρομεν ἑξῆς· ὡς εἰ καὶ ἀνεπιλήπτως εἶχε τὸ λέγειν καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, τῷ συμβόλῳ προστεθεῖσθαι παρὰ Λατίνων οὐκ ἐχρῆν.

Ἐπεὶ κἂν εὖ ἔχον εἰς τὸ ἑξῆς ἀναφανῇ, προσθετέον οὐκ ἂν εἴη· καὶ τοῖς πρὸ ἡμῶν γάρ, καίτοι συνεληλυθόσι καὶ συνεξητακόσι πᾶσι καὶ αὐτοῖς τοῖς τῆς παλαιᾶς Ῥώμης προεστῶσιν, οὐδὲν τῶν ἀναφανέντων εὐσεβῶς ἔχειν προσετέθη. 4 Κἀντεῦθεν ἀνεφάνη τῶν δικαίων ὂν πρῶτον ἀπαιτεῖν αὐτοὺς τὴν προσθήκην ἐξελεῖν καὶ μὴ διὰ τὴν περιωπὴν τοῦ περιόντος πάπα τοὺς μεμαρτυρημένῳ παρὰ θεοῦ τέλει κατακλείσαντας τὸν βίον ἀποστέργειν, εἶτα συζητεῖν μετ’ αὐτῶν ἀνέχεσθαι περὶ αὐτῆς. 5 Μετὰ τοῦτο πρὸς τοὺς εὐγνωμόνως τῶν λόγων ἀκροωμένους λέγομεν, ὡς καὶ ἀμφότερα ἐκ τοῦ πατρὸς ἀκούοντες, ἔχομεν συνυπακούειν τὸ ‘ἐκ μόνου’, κἂν μὴ συνεκφωνῆται. 6 Ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς ἐκπορευτῶς τὸ πνεῦμα λέγοντες τὸ ἐκπορεύειν τῇ πατρικῇ ὑποστάσει ἐφαρμόζομεν· ἡ γὰρ οὐσία πάντῃ τε καὶ πάντως μία τῶν τριῶν, οὐκ ἔνι δὲ τὰ τῆς πατρικῆς ὑποστάσεως ἔχειν τὸν υἱόν· ὥστε οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα. 7 Μετὰ τοῦτο ἐξηλέγχθησαν οἱ λατινικῶς φρονοῦντες μηκέτι ἐξ ἑνὸς δύνασθαι τὰ δύο πρόσωπα τῆς θεότητος φρονεῖν, ὡς ἐν δυσὶ προσώποις τὸ αἴτιον τιθέμενοι, καὶ ταῦτα διαφόρως, ἀλλ’ οὐδὲ θεὸν ἕνα λέγειν διὰ τὴν τοιαύτην πρὸς τὸ ἓν ἀναφοράν· οὐδὲ γὰρ εἷς ἄνθρωπος πάππος, πατήρ τε καὶ υἱός, κατὰ τὸν σοφὸν τῆς Νύσσης πρόεδρον, ἐπειδήπερ εἰς δύο πρόσωπα τὸ αἴτιον ἀναφέρεται.

Καὶ πρὸς τούτῳ παρεστήσαμεν, ὡς, καθάπερ δύο τὰ αἰτιατά, ἐπειδήπερ τὸ αἰτιατὸν ἐν δυσίν ἐστι προσώποις, οὕτω καὶ τὰ αἴτια κατ’ αὐτοὺς δύο ἐξ ἀνάγκης, ἐπειδήπερ τὸ αἴτιον ἐν δυσί φασιν αὐτοὶ προσώποις. 8 Πρὸς δὲ τούτοις, ἐπεὶ κατὰ τοὺς θεοσόφους θεολόγους, ὡς ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστιν, οὕτω καὶ τὸ πνεῦμα, πλὴν τοῦ γεννητῶς τε καὶ ἐκπορευτῶς, εἰ ὁ υἱὸς ἀμέσως καὶ οὐχὶ καὶ ἐκ τοῦ πνεύματος, ἀλλ’ ἐκ μόνου τοῦ πατρός, καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἀμέσως, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ. 9 Προσαπεδείξαμεν ὡς, ἐπεὶ καὶ νοῦς λέγεται Χριστοῦ τὸ πνεῦμα, καθάπερ καὶ ἡμῶν ἐκάστου ὁ οἰκεῖος, κατὰ μὲν τὴν ἐνέργειαν αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ, κατὰ δὲ τὴν ὑπόστασιν αὐτοῦ μέν ἐστι φυσικῶς, ἀλλ’ οὐκ ἐξ αὐτοῦ, ἀλλ’ ἐκ μόνου τοῦ πατρός. 10 Καὶ ἀπὸ τοῦ πάντα ἔχειν ἑκάτερον τὰ τοῦ πατρός, ἄνευ τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως κατὰ τοὺς θεολόγους. 12 Κἀντεῦθεν ἀναπεφήνασιν οἱ μὲν Λατῖνοι προστιθέντες καὶ κατὰ διάνοιαν ἐν τῷ τῆς πίστεως συμβόλῳ· ἡμεῖς δὲ ἀναπεφήναμεν μηδὲ κατὰ τὸν ἔξω λόγον τῇ κατὰ τὸ θεῖον σύμβολον εὐσεβεῖ διανοίᾳ προστιθέντες. 13 Κατηγορήσαμεν τῶν Λατίνων ὡς ἐκεῖνα δογματιζόντων, ἐξ ὧν δύο ἀναφαίνονται τοῦ ἑνὸς πνεύματος ἀρχαί.

Οἱ δὲ μηδὲν κωλύειν πρὸς τὸ μίαν εἶναι ταύτας ἔφησαν, ἐπειδήπερ ἡ μία ἐστὶν ἐκ τῆς ἑτέρας· καὶ ἀπεδείχθησαν καὶ κατὰ τοῦτο βλασφημοῦντες. 14 Εἶτ’ αὖθις ἡμεῖς ἀναλαβόντες τὸν περὶ τῆς ἀρχῆς λόγον, ἐδείξαμεν κατ’ οὐδένα τρόπον δύο εἶναι τοῦ ἑνὸς πνεύματος ἀρχάς. 15 Παρεστήσαμεν ἐκ τοῦ τὰ κοινὰ πατρί τε καὶ υἱῷ, καὶ τῷ πνεύματι κοινὰ εἶναι μαρτυρεῖσθαι, ὅτι οὐχὶ καὶ τοῦ υἱοῦ τὸ ἐκπορεύειν· ἦν γὰρ ἂν τοῦτο καὶ τοῦ πνεύματος· ἐν ᾧ προσεξηλέγξαμεν αὐτούς, ἀδιάφορα τοῖς φυσικοῖς τὰ ὑποστατικὰ ποιοῦντας.

Εἰ δὲ τοῦτο, καὶ ταῖς προσκυνηταῖς ὑποστάσεσι τὴν θείαν φύσιν. 16 Ἐκ τοῦ ἀσεβὲς εἶναι τὴν δημιουργικῶς διὰ τοῦ υἱοῦ τὸ εἶναι σχοῦσαν κτίσιν ἐκ τοῦ υἱοῦ μὴ λέγειν, ἀλλὰ τὴν δημιουργικὴν ἰδιότητα μόνῳ διδόναι τῷ πατρί, κατ’ ἀνάγκην ἀκολούθως συνηγάγομεν, ὡς, εἰ καὶ ἐκπορευτῶς τὸ πνεῦμα δι’ υἱοῦ τὸ εἶναι εἶχε, δυσσεβοῦς ἦν ἂν λέγειν, ὅτι πνεῦμα ἐκ τοῦ υἱοῦ οὐ λέγομεν καὶ ὡς ἡ ἐκπορευτικὴ ἰδιότης μόνου τοῦ πατρός ἐστιν.

Ἐπεὶ δ’ οἱ ταῦθ’ οὕτω λέγοντες οὐκ εὐσεβεῖς μόνον, ἀλλὰ καὶ θεοφόροι, δυσσεβεῖς οὐκοῦν οἱ λέγοντες καὶ ἐξ υἱοῦ τὸ πνεῦμα. 17 Καὶ ὡς, εἰ δι’ υἱοῦ τὸ πνεῦμα, ὁμοῦ τε καὶ χωρὶς ἑκάτερος πατὴρ ἂν λέγοιτο καὶ προβολεύς, ὡς καὶ ἐπὶ τῆς κτίσεως, ποιητής τε καὶ πατήρ. 18 Ἐκ τοῦ πάντα ἔχειν θεολογεῖσθαι τὸν υἱὸν τὰ τοῦ πατρὸς ἄνευ τῆς αἰτίας, ἥτις οὐκ ἂν ἡ τῶν κτισμάτων εἴη, τοιγαροῦν ἡ τοῦ υἱοῦ καὶ τοῦ πνεύματός ἐστιν, ἀπεδείξαμεν αὖθις οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα ἐκπορεύεσθαι. 19 Καὶ μάρτυρας παρηγάγομεν ἀπαγορεύοντας τὴν λατινικὴν προσθήκην. 20 Ἐδείξαμεν αὖθις ἐκ τοῦ μὴ τὸν υἱὸν καὶ ἐκ τοῦ πνεύματος ὑπάρχειν, ὅτι καὶ τὸ πνεῦμα οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ εἶναι ἔχει. 21 Εἶτα, ἐκ τῶν ἀπηριθμημένων καὶ τεθεωρημένων τοῖς ἁγίοις ὀνομάτων τοῦ υἱοῦ, παρεστήσαμεν ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι. 22 Πάλιν ἐκ τοῦ μὴ τὸ ἐκπορευτὸν ἁπλῶς, ἀλλὰ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευτὸν ἴδιον εἶναι τοῦ θείου πνεύματος, τοὺς θεολόγους μαρτυρεῖν παρεστήσαμεν ἐκ μόνου τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον. 23 Καὶ ἀπὸ τοῦ ἕνωσιν υἱοῦ καὶ πνεύματος εἶναι τὸν πατέρα· ἡ γὰρ τῶν ἄλλων ἑκατέρου μεσότης ἐν τοῖς ὀνόμασι κεῖται. 24 Καὶ ἀπὸ τοῦ μὴ ἐκ τῆς ἀρχῆς τὸ πνεῦμα λέγεσθαι, ἀλλὰ μετὰ τῆς ἀρχῆς, ἀρχῆς εἶναι θεολογουμένου τοῦ υἱοῦ. 25 Καὶ ὡς ὁ δι’ υἱοῦ καθ’ ὕπαρξιν τὸ πνεῦμα λέγων καὶ εἰς τὴν ‘ἐκ’ τὴν ‘διὰ’ μεταλαμβάνων ἁμαρτάνει.

Ὡς γὰρ συμπαρομαρτοῦν τῷ λόγῳ δι’ αὐτοῦ τὸ πνεῦμα λέγεται καὶ οὐκ ἐξ ἐκείνου, ἀλλὰ σὺν ἐκείνῳ, γεννηθέντι ἐκ τοῦ πατρός, καὶ τὸ πνεῦμα ἐκπορεύεται. 26 Αὖθις ἐκ τοῦ θεολογεῖσθαι τῶν τριῶν προσώπων ἕκαστον, τῶν καθ’ ὑπόστασιν ἑτέρων δύο μέσον. 27 Καὶ πρὸς ἄλληλα ἔχειν ὡς ἕκαστον πρὸς ἑαυτό. 28 Καὶ τῷ δεύτερον ἀπὸ τοῦ πατρὸς καὶ τὸ πνεῦμα λέγεσθαι, καθὰ καὶ ὁ υἱός, ἀμέσως ἑκάτερον ὑπάρχον ἐκ πατρὸς ἐδείχθη.

Μὴ ἐοικυίας τῆς θεολογικῆς μεσότητος τοῖς κειμένοις ἐφεξῆς τρισὶ σημείοις, ἀλλὰ τοῖς ἐπὶ τῶν τοῦ τριγώνου γωνιῶν. 29 Μετὰ τοῦτο διττῆς φανερῶς δειχθείσης τῆς τοῦ πνεύματος προόδου, προσεδείχθη καὶ τῶν προόδων ἑκατέραν κατάλληλον τὴν παῦλαν ἔχειν. Κἀντεῦθεν πάλιν, ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ εἶναι ἔχει τὸ πνεῦμα τὸ ἅγιον. 30 Πάλιν ἐκ τοῦ λέγειν καὶ τὸν υἱὸν ἀρχὴν τοῦ θείου πνεύματος ἀναπεφήνασιν οἱ λατινικῶς φρονοῦντες τοῖς κτιστοῖς συντάττοντες τὸ θεῖον πνεῦμα. 31 Αὖθις ἐκ τοῦ μὴ ἔχειν κοινωνίαν κατὰ τὸ θεογόνον τὸν πατέρα καὶ τὸν υἱὸν παρίσταται μὴ εἶναι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα. 32 Πρὸς δὲ τούτοις, ἐκ τοῦ τὰ κοινὰ τῆς ἀνωτάτω τριάδος ἐπίσης εἶναι τῶν θείων ὑποστάσεων ἑκάστῃ, ἀνεφάνησαν οἱ λατινικῶς φρονοῦντες μήτε τὸν υἱὸν μήτε τὸ πνεῦμα λέγοντες ἐκ τοῦ πατρός, μηδ’ ὑποστατικὰς ἔχειν τὸν θεὸν διαφοράς. 33 Εἶτα περὶ τῆς ἐν θεῷ τάξεως ποιησάμενοι τὸν λόγον προσαπεδείξαμεν μὴ γνωστὸν εἶναι τοῖς ἁγίοις, ὅπως ἔχει πρὸς ἄλληλα σχέσεώς τε καὶ τάξεως ὁ υἱός τε καὶ τὸ πνεῦμα τὸ ἅγιον· καὶ συμφωνεῖν κἂν τούτῳ παρεστήσαμεν τοὺς μεγάλους, Βασίλειον καὶ Γρηγόριον καὶ Ἰωάννην τὸν χρυσοῦν θεολόγον, πρὸς δὲ καὶ τὴν εὐσεβῆ καὶ ἀνωμολογημένην ἐπὶ τοῦ θεοῦ τάξιν παρεστήσαμέν τε καὶ διευκρινήσαμεν.

Κἀντεῦθεν ἀπηλέγχθησαν οἱ λατινικῶς φρονοῦντες τὴν μὲν εὐσεβῆ ταύτην τάξιν ἀγνοοῦντες, ἃ δὲ οἱ θεολόγοι μὴ εἰδέναι ὁμολογοῦσιν, ὡς ὑπὲρ ἡμᾶς αὐτοὶ ταῦτα γινώσκειν ἀκριβῶς αὐχοῦντες καὶ οὕτω καινοφωνοῦντές τε καὶ βλασφημοῦντες περὶ τὴν ἐκπόρευσιν τοῦ παναγίου πνεύματος. 34 Ἡμεῖς δὲ καὶ λόγον ἐκδεδώκαμεν πολυειδῶς δεικνύοντες τίνος ἕνεκεν ὡς ἐπὶ πλεῖστον ὁ μὲν υἱὸς μετὰ τὸν πατέρα, τὸ δὲ πνεῦμα μετὰ τὸν υἱὸν ἡμῖν ὑμνεῖται καὶ τοῖς μυουμένοις παραδίδοται. 35 Καὶ ὡς ἑπόμενοι καλῶς οἱ θεολόγοι τῷ λόγῳ τῆς μυήσεως, ἐπὶ πάντων τῶν κοινῶς ἐνθεωρουμένων τοῖς τρισίν, οὕτω φασὶν ἔχειν πρὸς τὸν υἱὸν τὸ πνεῦμα, ὡς πρὸς τὸν πατέρα ὁ υἱός. 36 Καὶ ὅτι τοῦτο μὴ συνετῶς ἀκούσαντες Εὐνόμιός τε πρότερον καὶ οἱ λατινικῶς πεφρονηκότες ὕστερον, τρίτον ἀπὸ τοῦ πατρὸς ἐδογμάτισαν τὸ πνεῦμα τὸ ἅγιον· κἀντεῦθεν ὁ μὲν Εὐνόμιος τρίτον καὶ τῇ φύσει, Λατῖνοι δὲ καὶ ἐκ τοῦ υἱοῦ τὸ εἶναι ἔχειν προσεδογμάτισαν. 37 Ἔτι δείκνυμεν, ὡς οὐκ ἄμφω μόνον ὁ υἱός τε καὶ τὸ πνεῦμα, ἀλλὰ καὶ ἑκάτερον αὐτῶν χωρίς, ἀμέσως ἀναφέρεται πρὸς τὸν πατέρα· καὶ ὡς, εἰ μὴ τοῦθ’ οὕτως ἔχει, οὐδὲ θεὸς εἷς ἔσται. 38 Πρὸς δὲ τούτοις ἐκ τοῦ τὸν θεὸν καὶ πατέρα ὡς θεὸν ἀλλ’ οὐχ ὡς πατέρα κτίζειν, γεννᾶν δὲ καὶ ἐκπορεύειν ὡς πατέρα δείκνυμεν, ὡς εἰ κατὰ Λατίνους ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ ὡς ἐξ ἑνὸς τὸ πνεῦμα, οὐχ ὡς ἐξ ἑνὸς θεοῦ, ἀλλ’ ὡς ἐξ ἑνὸς ἔσται πατρός, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.

Καὶ οὕτω τὸ λατινικὸν φρόνημα τελέως ἐξελέγχεται καὶ ὡς ἐξ ἀμφοτέρων αὐτῶν δυσσεβῶς καθ’ ὕπαρξιν τὸ πνεῦμα λέγον καὶ ὡς ἐξ ἑνὸς θεοῦ τῶν ἀμφοτέρων. 39 Ἔτι μετὰ τοῦτο περὶ ἀρχῆς φαμεν, καὶ ὡς οἱ λατινικῶς φρονοῦντες σοφιστικῶς ἀποκρίνονται πρὸς τοὺς ἐρωτῶντας αὐτούς, εἰ δύο λέγουσιν ἀρχὰς τῆς θεότητος τοῦ πνεύματος. 40 Ἐντεῦθεν πάλιν ἐκ τοῦ πατέρα φώτων θεολογεῖσθαι παρὰ τοῦ ἀποστόλου τὸν πατέρα, καὶ τὸν υἱὸν κἀντεῦθεν πατέρα λέγοντες οἱ λατινικῶς φρονοῦντες ἀποδείκνυνται· καὶ ἀθετοῦντες σαφῶς τὴν μοναρχίαν καὶ τὸ καθ’ ὑπόστασιν ἑνιαῖον τοῦ πατρός. 41 Ἀναφαίνομεν τὸ αἰδέσιμον ἔχειν καὶ ἀπὸ τῆς ἀρχαιότητος τὸ καθ’ ἡμᾶς δόγμα, καὶ ὡς ἀνελλιπὲς μηδαμῶς προσθήκης δεῖσθαι. 42 Ἔπειτα καὶ τοῦτ’ εἰπόντες, ὅτι τὰ κοινῶς εἰρημένα παρὰ τῶν πατέρων στερκτέα μᾶλλον τῶν ἰδίως τισὶ τούτων εἰρημένων ἑκάστῳ· καὶ ὅτι τὰ μὴ καθωμιλημένα ὕποπτά ἐστι, καὶ μάλιστα παρὰ Λατίνων προαγόμενα τῶν καὶ τοῖς φανεροῖς παρεγχειρούντων, ὑπεσχέθημεν, σὺν θεῷ δ’ ὁ λόγος ἐν οὐδετέρῳ λόγῳ τὰ διαφωνεῖν δοκοῦντα συμφωνοῦντα παραστήσειν.

Ταῦτα μὲν οὖν ἀνωτέρω διὰ πλειόνων ἀποδέδεικται· καὶ ὡς ἡμεῖς καὶ ἡ καθ’ ἡμᾶς ὁμολογία πανταχόθεν ἔχει τὸ ἀσφαλὲς καὶ στέφανος ἡμῖν ἐστι καυχήσεως καὶ ἀκαταίσχυντος ἐλπίς. Εἰ γὰρ μὴ οὕτω καὶ ἡμεῖς κατὰ ταύτην ἐλλιπεῖς, πολλῷ μᾶλλον οἱ ἐκ παλαιοῦ καὶ μυηθέντες ἄνωθεν καὶ τὸ καθ’ ἡμᾶς γένος θεοκινήτως μυήσαντες ἀπόστολοι, προφῆται, σεπταὶ σύνοδοι πατέρων πολλαί τε καὶ πολυάριθμοι. Εἰ δὲ καὶ γινώσκοντες ἑτέρως, ὡς νῦν ἰσχυρίζονται τὸ τῶν λατίνων γένος, οὐ πεφανερώκασιν ἡμῖν, καὶ ταῦτα τοῦ κυρίου πρὸς αὐτοὺς εἰπόντος, «ἃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, κηρύξατε ἐν τῷ φωτί», πῶς οὐκ ἂν τῶν ὑπευθύνων εἶεν;

Ἀλλ’ ὁ θεὸς αὐτοὺς δι’ ἔργων κἀνταῦθα μεγίστων ἐδικαίωσεν. Οὐ γὰρ ἐφρόνουν κατὰ τοὺς Λατίνους, ἄπαγε, ὡς καὶ τοῦτο δέδεικται, ἀλλὰ καὶ ἐγνώκασι καὶ παραδεδώκασιν ἡμῖν μίαν καὶ μόνην ἀρχὴν τῆς θεότητος, ἕνα πατέρα ἀγέννητον, ἕνα υἱὸν ἐξ αὐτοῦ γεννητῶς προερχόμενον, ἓν πνεῦμα ἅγιον συναΐδιον, ἐκ τοῦ πατρὸς καὶ αὐτὸ ἐκπορευόμενον πρὸ αἰώνων καὶ εἰς αἰῶνας· καὶ ἔτι καὶ συνδοξαζόμενον τῷ πατρὶ καὶ τῷ υἱῷ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.