Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Ορθή ερμηνεία των πατερικών χωρίων περί του μόνου αιτίου

Ερμηνεία κειμένων του Ιωάννου Δαμασκηνού, του Γρηγορίου Θεολόγου, του Μεγάλου Βασιλείου και του Γρηγορίου Νύσσης, προς αποφυγή των λατινικών παρερμηνειών περί συναιτιότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 11

Ἔπεισί μοι τοιγαροῦν θαυμάζειν τὸ τῆς λατινικῆς παρανοίας ὑπερβάλλον, ἀναλογιζομένῳ ὅτι τοῦ πνεύματος κατὰ τοὺς εἰρημένους πάντας τρόπους λεγομένου τοῦ υἱοῦ, καθ’ ἕνα δὲ μόνον οὐδαμῶς, αὐτοὶ πάντας μὲν ἐκείνους δυσσεβῶς ἠγνόησάν τε καὶ ἠθέτησαν, τῷ δὲ μηδαμῶς εἰρημένῳ προσχόντες καὶ τοῦτο δυσσεβῶς, ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν ἔχειν τὸ πνεῦμα ἐδογμάτισαν, ὅτι τοῦ υἱοῦ ἐστί τε καὶ λέγεται. Ἀλλ’ ἵν’ ἐπὶ βεβαίαν ἕδραν στηρίξωμεν τοὺς περὶ τούτου λογισμούς, σαφεστάτῳ τε καὶ θεοπνεύστῳ λόγῳ τούτους ἐπισημηνάμενοι, Ἰωάννην οἶσθα τὸν ἐκ Δαμασκοῦ πυρσεύσαντα καὶ τὴν οἰκουμένην ὅλην φωτὶ περιαυγάσαντα θεογνωσίας. Οὐχ οὗτος ἀριδηλότατά φησιν, «ὡς πνεῦμα μὲν υἱοῦ λέγομεν, ἐκ δὲ τοῦ υἱοῦ οὐ λέγομεν»; ‘Ναί, φησί, καὶ οὐκ ἔχω λέγειν ὡς οὐχ οὗτος οὕτως εἴρηκεν, ἀλλ’ ἔχω λέγειν ὡς πρὸς τὸ πρῶτον αἴτιον ἐκ τοῦ υἱοῦ οὐ λέγεται’.

Βαβαί· ἔστι δέ σοι καὶ ἄλλο αἴτιον ἐπὶ τῆς θεότητος, εἰ μὴ τὸ πρῶτον; Τοῦτο γὰρ ἐφ’ ἡμῶν τῶν δεδημιουργημένων τοῖς πατράσιν εἴρηται καὶ οὕτως ἔχει λόγον τὸ πρῶτον ἐπὶ τοῦ αἰτίου, ὡς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὄντων συναιτίων. Διὸ καὶ προκαταρκτικὸν τὸν πατέρα αἴτιον ὁ μέγας εἴρηκε Βασίλειος.

Ὥσπερ δὲ πατὴρ μὲν ἔστι κυρίως τοῦ μονογενοῦς, λέγεται δὲ καὶ ἡμῶν τῶν μὴ γεγεννημένων ἀλλὰ δεδημιουργημένων ὑπ’ αὐτοῦ, οὕτω πάλιν πρῶτον αἴτιον δι’ ἡμᾶς κυρίως· λέγεται δὲ κἀκεῖ παρὰ τῶν θεολόγων, ὡς δεικτικὸν τῆς τοῦ πατρὸς ὑποστάσεως, ἀλλ’ οὐχ ὡς καὶ τοῦ υἱοῦ συναιτίου ὄντος ἐπὶ τῆς θεότητος.

Οὐκ ἐπὶ τοῦ ἀνάρχου τοίνυν πνεύματος τὸ προκαταρκτικὸν καὶ πρῶτον αἴτιον, ἄπαγε τῆς βλασφημίας, ἀλλ’ ἐπὶ τῶν ἐσχηκότων τὴν χρονικὴν ἀρχήν, ἐφ’ ὧν καὶ ὁ υἱὸς τῷ πατρὶ συναίτιός ἐστιν· ἀλλὰ μὴν ἐφ’ ὧν πρῶτον κυρίως αἴτιόν ἐστιν ὁ πατήρ, τῶν κτισμάτων δηλαδή, οὐκ εὐσεβὲς εἰπεῖν, ὡς τοῦ υἱοῦ μὲν τὴν κτίσιν λέγομεν, ἐκ δὲ τοῦ υἱοῦ οὐ λέγομεν. Εἰ τοίνυν καὶ ἐπὶ τοῦ ἀκτίστου πνεύματος πρῶτον αἴτιον ὑπῆρχεν ὁ πατήρ, ὡς καὶ τοῦ υἱοῦ ὄντος συναιτίου, δυσσεβοῦς ἂν ἦν λέγειν, ὡς ἐκ τοῦ υἱοῦ οὐ λέγομεν. Ἐπεὶ δὲ ὁ τοῦτο λέγων οὐκ εὐσεβὴς μόνον, ἀλλὰ καὶ τοῖς ἁγίοις ἐναρίθμιος, δυσσεβὴς ἄρ’ ὁ λέγων συναίτιον τῷ πατρὶ τὸν υἱὸν ἐπὶ τοῦ πνεύματος καὶ διὰ τοῦτο πρῶτον αἴτιον ἐπὶ τῆς ἀνωτάτω τριάδος τὸν πατέρα. Τοῦτο γὰρ δι’ ἡμᾶς τοὺς διὰ τοῦ υἱοῦ γεγονότας ἀκούει ὁ πατήρ, διὸ καὶ ποιητὴς ἡμῶν ἑκάτερος· μενοῦνγε καὶ πατήρ, κἂν εἷς καὶ ἐφ’ ἡμῶν λέγηται ποιητής τε καὶ πατὴρ ὁ πατὴρ σὺν τῷ υἱῷ, ἀλλ’ ὡς μίαν καὶ τὴν αὐτὴν δημιουργικὴν δύναμιν πλουτοῦντες. Ἐκεῖ δὲ πάντῃ τε καὶ πάντως εἷς πατήρ, εἷς αἴτιος· οὐ γάρ ἐστι τὸ γόνιμον ἀμφοῖν, ἀλλὰ μία πηγαία θεότης, ὁ πατήρ. Ποῦ γοῦν ὅλως ἐκεῖ χώραν ἔχει τὸ πρῶτον αἴτιον, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντως συναιτίου; Ἀσεβὴς ὁ λόγος· ἐς κόρακας ῥιπτέσθω, μὴ τοῖς νοητοῖς σε κόραξι σύννομον καταστήσῃ.

Πῶς δὲ ἄρα ὁ σοφὸς οὗτος εἴπερ τις τὰ θεῖα Ἰωάννης, καὶ ταῦτα τὴν ἀσφαλῆ δόξαν περὶ θεοῦ ἠκριβωμένως ἐκτιθείς, ἀπροσδιορίστως ἂν προέθετο τὸ προσδιορισμοῦ δεόμενον; Ποῖον δὲ οὐχ ἕξει χώραν τῶν ἀφρόνως παρὰ τῶν κακοδόξων εἰρημένων, εἰ προσδιορίζειν δοίημεν τὰ ἀπροσδιορίστως περὶ τῆς τρισυποστάτου θεότητος ἐκπεφασμένα; Ἐπεὶ γὰρ πνεῦμα ὁ θεός, καὶ τῶν τριῶν ἕκαστον ἐν μέρει πνεῦμα λέγεται. Εἴ τις οὖν καινοτομῶν ἔλεγεν ὅτι ἐκ τοῦ πνεύματός ἐστιν ὁ υἱός, ἐπεὶ θεὸς ὁ υἱὸς καὶ ἐκ θεοῦ, πνεῦμα δὲ ὑπάρχει ὁ θεός, εἶθ’ ἡμεῖς ἀντεπεφέρομεν ὅτι θεὸς μὲν πνεῦμα καὶ θεοῦ πνεῦμα λέγεται, θεὸς δὲ ἐκ πνεύματος οὐ λέγεται, ἆρα ἂν εἶχε λέγειν, ὡς πρὸς τὸ πρῶτον αἴτιον οὐ λέγεται; Οὔμενουν.

Τολμήσαντος δέ τινος μὴ δημιουργὸν εἶναι φάναι τὸν υἱόν, ἆρ’ ἂν ἡμεῖς ἐδικαιώσαμεν αὐτὸν εἰπόντες, ὡς πρὸς τὸν πρῶτον αἴτιον οὐκ εἶναι φάσκει τὸν υἱὸν δημιουργόν; Ἄπαγε. Ἡμῶν δ’ αὖ λεγόντων εὐσεβῶς, ‘ὡς οὐκ ἦν ὅτε οὐκ ἦν ὁ υἱός’, εἴ τις προσδιορίζων ἔλεγε μὴ αἰωνίως ἀλλὰ χρονικῶς, ὡς τὸν χρόνον μόνον, ἀλλ’ οὐχὶ καὶ τὸν αἰῶνα συμπεριβαλλούσης τῆς φωνῆς, οὐκ εὐθὺς ἂν παρ’ ἡμῶν ἀκούσειεν ὡς τοῦθ’ ὃ λέγεις, ἄνθρωπε, σαφὴς ἀθέτησίς ἐστι τῶν ὁμολογουμένων καὶ διαστροφὴ τῶν εὐσεβῶς κειμένων;

Οὕτω πάσης δυσσεβείας ἐστὶν ἀφορμὴ καὶ ἀρχὴ καὶ ῥίζα καὶ πηγὴ τὸ προσδιορίζειν τὰ τεθεολογημένα τοῖς θεοφόροις ἡμῶν πατράσιν ἀπροσδιορίστως· καὶ σχεδὸν τοῦτο μόνον τῶν ἁπάντων μιγνύει τὰ ἄμικτα καὶ συγκλώθει, τὸ τοῦ λόγου, τὰ ἀσύγκλωστα καὶ τὰ πολεμιώτατα πρὸς ἄλληλα, εὐσέβειάν τε καὶ ἀσέβειαν, καὶ τοὺς ἀντεχομένους ἑκατέρας ὡς μηδὲν ἀντικειμένους πρὸς ἀπάτην δείκνυσι. Τοσούτῳ δὲ οἱ Λατῖνοι τούτῳ καταχρῶνται, ὡς καὶ τῶν ἁγίων ἀκούοντες θεολογούντων ἀπροσδιορίστως ὅτι μόνος ὁ πατὴρ ἀρχὴ καὶ ῥίζα καὶ πηγὴ θεότητος, αὐτοὶ πάντα ταῦτα προσδιορίζουσι—μᾶλλον δὲ διὰ τοῦ προσδιορισμοῦ δολίως τούτοις ἀντιδογματίζουσι—καίτοι πάσαις ἐχρῆν αὐτοὺς ὁμοῦ στοιχεῖν ταῖς τῶν θεοσόφων θεολόγων φωναῖς, καὶ ποῦ μὲν λεγούσαις ἐκ μόνου τοῦ πατρὸς τὸ πνεῦμα, διὸ καὶ μόνον τὸ αἴτιον τὸν πατέρα καὶ πηγὴν θεότητος, ποῦ δ’ αὖ, ὡς ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα συνάγειν εἰς ἓν καὶ φρονεῖν εὖ ἐκ μόνου τοῦ πατρός, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.

Οἱ δὲ συνείροντες ἢ προφασιζόμενοι τὸ πρῶτον ἀνασκευάζουσιν ἑκάτερον, φάσκοντες, ὅτι καθάπερ μόνος θεὸς ἀληθινὸς ὁ πατὴρ ἔστιν ὅτε λέγεται, καὶ τοῦ υἱοῦ ὄντος ἀληθινοῦ θεοῦ καὶ ἀγαθοῦ, οὕτω καὶ μόνος ὁ πατὴρ πηγὴ καὶ αἴτιος θεότητος ὡς πρῶτος· καὶ οὐδὲν ἐμπόδιον εἶναι καὶ τὸν υἱὸν αἴτιον θεότητος. Οὐ συνορῶσι γάρ, ὡς ἐντεῦθεν καὶ τὸν υἱόν, μάλιστα δὲ τὸ πνεῦμα τὸ ἅγιον εἰς κτίσμα κατασπῶσιν. Ὅταν γὰρ λέγωμεν ὅτι μόνος ὁ πατὴρ θεός ἐστιν ἀληθινός, οὐ τῶν ἀκτίστων πρὸς ἄλληλα τὴν ἀντιδιαστολὴν ποιοῦμεν, οὐδ’ ἁπλῶς τότε τὸν πατέρα, ἀλλὰ τὴν μόνην ἐν τρισὶν ὑποστάσεσι θεωρουμένην φύσιν τῶν κτισμάτων ἀποδιαστέλλομεν. Εἰ τοίνυν οὕτω λέγομεν καὶ μόνος αἴτιος θεότητος ὁ πατήρ, ὡς ἐπ’ αὐτοῦ λέγομεν ὅτι μόνος ἀγαθός, τὸ πνεῦμα τὸ ἅγιον καὶ κατ’ αὐτοὺς οὐκ ὂν αἴτιον θεότητος ἐναρίθμιον ἔσται τοῖς κτιστοῖς.

Καὶ μὴν ἐφ’ ὧν ὡς πρῶτος καὶ ὡς προκαταρκτικὸν αἴτιον ἔσθ’ ὅτε λέγεται μόνος ὁ πατήρ, ὡς καὶ τοῦ υἱοῦ ὄντος συναιτίου καὶ κοινωνοῦντος κατ’ ἐκεῖνα τῷ πατρί, οὐ μόνον ὁ πατὴρ ἔσθ’ ὅτε μόνος λέγεται θεὸς ἀληθινὸς καὶ μόνος δημιουργὸς καὶ μόνος ἀγαθὸς καὶ τὰ τοιαῦτα, ἀλλ’ ἔσθ’ ὅτε καὶ ὁ υἱὸς μόνος ἂν ῥηθείη· καὶ οὐχ ὁ υἱὸς μόνος, ἀλλὰ καὶ τὸ πνεῦμα. Ἐπεὶ γὰρ τὸ ‘μόνος’ τοῦτο τὴν ἄκτιστον φύσιν ἀντιδιαστέλλει τῶν κτιστῶν, ἡ δ’ ἄκτιστος φύσις τρισυπόστατός ἐστι καὶ ἀμερῶς ἐφ’ ἑκάστης τῶν ὑποστάσεων ὅλη θεωρεῖται, ἀφ’ ἧς ἂν αὐτὴν τῶν τριῶν ἐμφύτων ὑποστάσεων καλέσῃς, ὅλην λέγεις τὴν τρισυπόστατον φύσιν.

Ἆρ’ οὖν, ὥσπερ λέγομεν εὐσεβῶς ὅτι μόνος ἐστὶ Χριστὸς ὁ ἐπὶ πάντων θεός, ἔχοι τις ἂν εἰπεῖν, μᾶλλον δὲ ἤκουσταί ποτέ τις καὶ τοῦτο εἰρηκώς, ὡς μόνος ὁ υἱὸς αἴτιός τε καὶ πηγὴ τῆς θεότητος τοῦ πνεύματος; Ἢ καὶ αὐτὸ τὸ πνεῦμα μόνον αἴτιόν τε καὶ πηγὴ θεότητος, ὃ καὶ κατὰ Λατίνους οὐδαμῶς αἴτιόν ἐστι θεότητος; Καίτοι καὶ τοῦτο τῶν εἰκότων ἦν, εἴπερ οὕτως ὁ πατὴρ αἴτιος μόνος θεότητος ἐλέγετο, ὡς καὶ τοῦ υἱοῦ ὄντος συναιτίου.

Δῆλον τοίνυν, μᾶλλον δὲ κατάδηλον, ὅτι τὸ ‘μόνος’ ἐπὶ τῶν ὑποστατικῶν λεγόμενον οὐ τὰ κτιστὰ τῶν ἀκτίστων, ἀλλὰ μίαν τινὰ τῶν ἀκτίστων ὑποστάσεων πρὸς τὰς ἄλλας διαστέλλει. Τίς δ’ οὐκ οἶδεν, ὡς ὑποστατικὸν ἐπὶ τῆς θεότητος τὸ αἴτιόν ἐστιν; Οὐκοῦν, εἰ μόνος ὁ πατὴρ αἴτιος καὶ μόνος ἀρχὴ καὶ πηγὴ θεότητος, οὐδεμία ἄρα τῶν θείων ὑποστάσεων ἑτέρα αἰτία καὶ ἀρχὴ καὶ πηγὴ θεότητός ἐστιν. Οὐ μὴν ἀλλ’ εἰ τοῦ αἰτίου ἐν δυσὶ προσώποις ἐπὶ τῆς θεότητος θεωρουμένου κατὰ τοὺς Λατίνους, οὐδὲν κωλύει λέγειν μόνον τὸν πατέρα αἴτιον θεότητος· καὶ τοῦ αἰτιατοῦ θεωρουμένου ἐν δυσὶ προσώποις, οὐδὲν κωλύσει λέγειν μόνον τὸ πνεῦμα τὸ ἅγιον αἰτιατὸν ὑπάρχειν ἢ μόνον τὸν υἱόν, ὃ μηδείς ποτε οὐδὲ τῶν αἱρετικῶν ἐτόλμησεν εἰπεῖν.

Καίτοι, εἰ προσδιορίζειν δοίημεν τὰ τεθεολογημένα τοῖς ἁγίοις ἀπροσδιορίστως, καὶ τοῦτ’ ἂν εὐχερῶς συγκατασκευασθείη παντὶ τῷ βουλομένῳ· ἀλλ’ εὐθὺς οὗτος, εἰ μὴ μεταμεληθείη, καθυποβληθήσεται τῷ ἀναθέματι· «εἰ γάρ τις, φησίν, εὐαγγελίζεται παρ’ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω». Τί δὲ σὺ φῂς ὁ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα λέγων καὶ διὰ τοῦτο προσδιορίζων τὰ ἀπροσδιορίστως τεθεολογημένα τοῖς ἁγίοις καὶ τῷ θεολογοῦντι μὴ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα λέγεσθαι τῷ προσδιορισμῷ δολίως ἀντιλέγων; Ἆρ’ ἔχεις δεῖξαι, ὡς οὐ σχεδὸν πάνθ’ ὅμοιος τυγχάνεις ὢν τῷ ὑπευθύνῳ τούτῳ; «Ἔχω σοι, φησί, δεῖξαι πολλοὺς τῶν θεολόγων ἐναντιουμένους τῇ τοῦ Δαμασκηνοῦ θεολογίᾳ ταύτῃ καὶ τὸ ἐκπορεύειν νοεῖν διδόντας εἶναι τοῦ υἱοῦ».

Βαβαί· καὶ ὅλως, ἔστιν ἐν τοῖς θεολόγοις, καὶ ταῦτ’ ἐπὶ τῶν ἀναγκαιοτήτων καὶ ὧν ἡ πίστις ἡμῶν ἅπασα ἐξήρτηται, ἐναντιότης; Ἔστι δ’ ὅλως καὶ θεολογίας εἶναι τὰς ἐναντιουμένας ἢ τοὺς κατ’ αὐτὰς θεολόγους ἀμφοτέρους; Ἥκιστα. Οὐκοῦν τοῦτον ἢ ἐκείνους διαγράψομεν τοῦ χοροῦ τῶν ὀρθοδόξων κατὰ σέ. Τί δέ, τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥημάτων οὕτως ἐχόντων καὶ οὕτω διευκρινούντων τὰ τοῦ πνεύματος, καθὰ προαπεδείξαμεν, οὐ τῇ δι’ αὐτῶν πεφανερωμένῃ τῆς εὐσεβείας ἐννοίᾳ παντὶ τρόπῳ συμβιβάσομεν τὸ δοκοῦν διαφωνεῖν; Ἂν δέ τι καὶ μὴ δυνηθῶμεν τῶν πατερικῶν ῥημάτων πρὸς ἐκείνην ἀποκαταστῆσαι τὴν διάνοιαν, οὐκ αὐτὸ μὲν ἀφῶμεν, ὡς μὴ συνεῖναι δυνηθέντες, τῆς δὲ ἀνωμολογημένης εὐσεβείας οὐδὲν ἧττον ἀντεχόμενοι διατελέσωμεν;

Παντί που δῆλον, ὡς πᾶσι τρόποις ταῖς ἀνακεκηρυγμέναις ὑπὸ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥημάτων τῆς εὐσεβείας προσέξομεν ἐννοίαις. Φέρε δ’ ὅμως ὁμοδόξους ἀναδεῖξαι πρὸς αὐτὰς ἐπιχειρήσωμεν τὰς ὑπὸ Λατίνων ὑπὲρ τῶν δοκούντων σφίσι προτεινομένας πατερικὰς φωνάς· κἂν μὲν διαρκῶς διαλῦσαι σχῶμεν τὴν πρὸς τὸ φαινόμενον ἀντίθεσιν, τῷ θεῷ χάρις τῷ καὶ τοῖς ἐν ἐσχατιαῖς ἡμῖν κειμένοις τῆς ἀγνοίας καὶ τῆς ἀπαθοῦς ζωῆς ἀπῳκισμένοις γνῶσιν συνήγορον τῆς ἐν αὐτῷ ἀληθείας παρασχόντι. Εἰ δ’ ἄρα μὴ τοιοῦτον ἀποδοῦναι κατὰ πάντα σχοίημεν τὸν λόγον, εἴ τις ἐν Χριστῷ τέλειος καὶ σοφὸς τὰ θεῖα καὶ πνευματικά, τῆς προαιρέσεως ἡμᾶς ἀποδειξάμενος, αὐτὸς παρ’ ἑαυτοῦ τὸν κρείττω λόγον διδασκέτω, ποθοῦντας καὶ μαθητιῶντας ὅτι μάλιστα καὶ τὸ ἐνδέον ἡμῶν ἀναπληρῶν, ἐντρεπέτω τελεώτερον τοὺς τἀναντία τῇ εὐσεβείᾳ συνάγειν ἐκ τούτων πειρωμένους.

Εἰπὲ δή, τίνες καὶ τί τὰ παρ’ ἐκείνων εἰρημένα· τῶν γὰρ ἀδυνάτων ἐστὶ μὴ ὁμολογεῖν ἀλλήλοις ἅπαντας τοὺς θεοφόρους καὶ Χριστῷ τῷ θεῷ τῶν θεοφόρων, μιᾶς αὐτοῖς ἐκ τοῦ ἑνὸς πνεύματος τοῦ Χριστοῦ τῆς ἐπιπνοίας οὔσης· πρὸς δὲ τούτῳ καὶ μετ’ ἐκείνους σχεδὸν ἅπαντας οὗτος ὁ Δαμασκηνός ἐστι καὶ ὑπ’ ἐκείνων ἁπάντων ἐδιδάχθη καὶ αὐτὸς ἑαυτῷ μαρτυρεῖ τὴν πρὸς ἐκείνους συμφωνίαν, ‘οὐ λέγω’ λέγων, ἀλλὰ ‘λέγομεν’, καὶ δι’ ἑαυτοῦ κἀκείνους παρίστησιν ἡμῖν οὐδαμοῦ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα λέγοντας καθ’ ὕπαρξιν. Ὑμεῖς δ’ ἐοίκατέ μοι τοῦ τῆς αὐτῶν μεγαλονοίας ὕψους μὴ ἐφικνούμενοι τοιαῦτ’ οἴεσθαι περὶ αὐτῶν.

Καὶ γὰρ καὶ πρῶτον αἴτιον λέγεται παρὰ πάντων ὁ πατήρ, ἀλλ’ ἤκουσας ὡς λέγεται· καὶ ὁ μέγας Ἀθανάσιος παρὰ τοῦ λόγου τὸ πνεῦμα τὸ ἅγιον ἐκλάμπειν εἶπεν, ἀλλ’ ἤκουσας ὡς εἶπε· καὶ εἰκόνα πατρὸς μὲν υἱόν, υἱοῦ δὲ τὸ πνεῦμα λέγομεν, ἀλλ’ ἤκουσας ὡς λέγομεν· καὶ πλεῖσθ’ ἕτερα δοκοῦντα πρὸς ὑμῶν ἡμῖν ἀλλ’ οὐχ ὑμῖν συμβαίνοντα καθαρῶς ἀναπεφήνασι. Δώσει δὲ τὸ πνεῦμα κἀν τοῖς ἑξῆς λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν.

Ἀλλὰ τίς ὁ λέγων ὡς καὶ τοῦ υἱοῦ τὸ ἐκπορεύειν ἔνι; Αὐτός, φασί, Γρηγόριος ὁ τὸ θεολογεῖν ἐπωνυμίαν ἔχων· «πάντα γάρ, φησίν, ἔχει ὁ υἱὸς τὰ τοῦ πατρός, πλὴν τῆς ἀγεννησίας». ‘Ἐπεὶ τοίνυν χωρὶς μόνης τῆς ἀγεννησίας ἔχει ἅπαντα τὰ τοῦ πατρός, πῶς οὐκ ἂν ἔχοι καὶ τὸ ἐκπορεύειν’; Ὄντως οὔκ εἰσι τοῦ πνεύματος τοῦ ἐν αὐτῷ λαλοῦντος· εἰ γὰρ ἦσαν, οὐκ ἂν τοῦ ἁγίου τοιαῦτα κατεψεύδοντο, ὃς «καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος, φησί, ταπεινότερα παρὰ τοῦ υἱοῦ λέγεται ἐπὶ τὴν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ». Τίς οὖν ἡ πρώτη αἰτία; Οὐχὶ μόνος ὁ πατήρ; «Ἀλλὰ καὶ πάντα ἔχειν τὸν υἱὸν τὰ τοῦ πατρὸς φησὶν ἄνευ τῆς αἰτίας, τοῦ αἴτιον εἶναι δηλονότι καὶ αὐτὸν θεότητος». Ἓν γὰρ οὗτος αἴτιον ἐπὶ θεοῦ καὶ μίαν ἀρχὴν ἀεὶ κηρύττει, τὸν ἀγέννητον πατέρα, καὶ θεϊκὸν οἶδε τὸ μοναδικόν. Καὶ διὰ τοῦτό φησιν, «ἡμῖν εἷς θεός, ὅτι πρὸς ἓν αἴτιον τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει», οὐ τὸ ἐξ αὐτῶν λέγων, οὐδ’ ὅτι εἰς τὰ δύο ἀνάγεται τὸ ἕν, καὶ δεύτερον ἀπὸ πατρὸς καὶ τὸ πνεῦμα λέγων, καθὰ καὶ τὸν υἱόν, ἀλλὰ καὶ θεὸν λέγων ἐκ θεοῦ τὸν υἱόν, καὶ θεὸν ἐκ θεοῦ τὸ πνεῦμα τὸ ἅγιον.

Διὰ μέσου δὲ θεοῦ ἐκ τοῦ θεοῦ, οὐ θεὸν ὑφιστάμενον δοξάζει, ἄπαγε τῆς βλασφημίας, ἀλλὰ τὰ κτιστά· καθ’ ὃ καὶ πρῶτον αἴτιον τίθεται τὸν πατέρα λέγων ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν ὡς, «ὅσῳ τιμιώτερον θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ θεότητος εἶναι ἀρχὴν ἢ κτισμάτων καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα».

Σὺ δέ, ὢ τῆς βλασφημίας, ὁ λατινικῶς φρονῶν διὰ μέσου τοῦ υἱοῦ, ταὐτὸ δ’ εἰπεῖν διὰ μέσης τῆς τοῦ υἱοῦ θεότητος, ἐλθεῖν φῂς τὸν πατέρα ἐπὶ τὸ προενεγκεῖν τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐδὲ μέχρι τούτου σοι τὰ τῆς καινοφωνίας ἵσταται, ἀλλὰ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα λέγεις καὶ κοινὸν εἶναι πατρὸς καὶ υἱοῦ τὸ ἐκπορεύειν, διὰ τὸ τουτονὶ τὸν θεολόγον λέγειν πρὸς τοὺς ἀπ’ Αἰγύπτου καταπλεύσαντας ἔχειν τὸν υἱὸν ἅπαντα τὰ τοῦ πατρὸς ἄνευ τῆς ἀγεννησίας μόνης. Ἐνταῦθα γὰρ δεκτέον σοι τὸ ‘μόνης’, κἂν μὴ συνεκφωνῆται· καὶ διὰ τοῦτό σοι κἀγὼ τοῦτο προσγράφω φανερῶς.

Ἀλλ’ εἰπέ μοι, οὐκ αὐτὸς οὗτος ὁ θεολόγος προσεπάγει γράφων, «πάντα δὲ ὅσα τοῦ υἱοῦ, καὶ τοῦ πνεύματος, πλὴν τῆς υἱότητος»; Εἴπερ οὖν καὶ τοῦ υἱοῦ τὸ ἐκπορεύειν, ἔσται τοῦτο καὶ τοῦ πνεύματος· οὐ γὰρ υἱότητος τὸ ἐκπορεύειν· ἦν γὰρ ἂν υἱὸς καὶ ὁ πατήρ, ἐπεὶ καὶ τὸ ἐκπορεύειν ἔχει. Ὁ αὐτὸς δὲ κἀν τῷ Περὶ τοῦ ἁγίου πνεύματος οἰκείῳ λόγῳ καὶ περὶ τοῦ ἁγίου πνεύματος αὐτοῦ φησι· «τί οὐ δύναται τῶν μεγάλων καὶ ὧν θεός; Τί δὲ οὐ προσηγόρευται ὧν θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως»; Οὐκοῦν καὶ προβολέα ὀνομάσομεν τὸ πνεῦμα. Καὶ τὸ ἐκπορεύειν δὲ κατὰ σὲ ὁμοίως ἔχει τῷ υἱῷ κἀντεῦθεν καὶ διπλασίως ἢ ἐκεῖνος· ἕξει γὰρ οὐ τὸ τοῦ πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ υἱοῦ κατὰ τὴν περὶ τοῦ υἱοῦ σοι δόξαν. Ὁρᾷς ὅσοις ἀτόποις περιπίπτει ὁ πάντα ἔχειν τὸν υἱὸν τὰ τοῦ πατρὸς ἀκούων καὶ μὴ μόνα τὰ τῆς φύσεως νοῶν, ἀλλ’ ἔστιν ἃ καὶ τῶν ὑποστατικῶν τοῖς φυσικοῖς συνείρων;

Προάγειν μὲν οὖν τὸν περὶ τούτου λόγον περαιτέρω οὐκ ἐπάναγκες, σοῦ γε ἐξεληλεγμένου, ἀλλὰ τοῦ καλοῦ γε ἕνεκα καὶ ἵνα μὴ προστρίψαιτό τις μέμψιν τῷ ἀμωμήτῳ, δείξομεν ἑξῆς ὡς ἔχει μὲν καλῶς ἡ τοῦ ἁγίου ῥῆσις, ἀγνοίᾳ δὲ τῶν λατινικῶς φρονούντων ἐκλαμβάνεται κακῶς. Συντελέσει δ’ οἶμαι καὶ πρὸς αὐτὸ τὸ προκείμενον ὁ λόγος οὐκ ἐλάχιστα. Προσεκτέον δ’ ὅτι μάλιστα τὸν νοῦν.

Ταὐτὸν εἰπεῖν ἐπὶ θεοῦ ἀγέννητον καὶ ἀναίτιον· διὸ κἂν πάσας ἀνελίξῃς τὰς θεολογούσας βίβλους, οὐδαμοῦ τὸ πνεῦμα τὸ ἅγιον ἀγέννητον εὑρήσεις εἰρημένον καὶ ταῦτ’ ὂν οὐ γεννητόν. Δαμασκηνὸς δὲ ὁ θεοφόρος εἰπὼν ἐν ὀγδόῳ τῶν Δογματικῶν ὅτι, «πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ αὐτοῦ τοῦ πνεύματός εἰσι, πλὴν τῆς ἀγεννησίας», ἔδειξεν ὡς οὐ μόνον τὸ ἀγέννητον τῷ ἀναιτίῳ ταὐτόν, ἀλλὰ καὶ τὸ ἀναίτιον τῷ αἰτίῳ ταὐτόν ἐστιν ἐπὶ θεοῦ. Συντρέχει γὰρ τῷ ἀναιτίῳ τὸ αἴτιον ἐπὶ θεοῦ· αἴτιον δέ φημι θεότητος υἱοῦ καὶ πνεύματος. Θέλων οὖν εἰπεῖν ὅτι τὸ πνεῦμα πάντα τὰ τοῦ πατρὸς ἔχει πλὴν τοῦ ἀναίτιον εἶναι καὶ τοῦ αἴτιον εἶναι, κατὰ τὸ γεννᾶν δηλαδὴ καὶ ἐκπορεύειν, χωρὶς μόνης τῆς ἀγεννησίας εἶπεν, ὡς αὐτῆς πάντα συμπεριβαλλούσης, ὅσα τοῦ πατρός ἐστιν ἴδια.

Θεὸς οὖν ἀγέννητος καὶ ἀναίτιος· θεὸς δὲ ἀναίτιος θεότητος αἴτιος. Οὕτω δὲ ὢν αἴτιος ἐμφύτου πλούτου, ἑαυτοῦ κατὰ μηδὲν ἀποδέοντος, αὐτεπίβουλος ἂν ἦν, ἑνὸς καὶ μόνου ὑπάρχων αἴτιος καὶ οὕτω πενίαν ἑαυτῷ τὸν πλοῦτον ποιούμενος. Πρὸς δὲ τούτῳ καὶ ἀτελὲς τὸ πάντῃ καὶ πάντως ἕν· διὸ καὶ χωρητὸν τοῖς πρὸς θεογνωσίαν ἀτελέσιν Ἰουδαίοις ἐγένετο. Ἀλλ’ οὐδὲ ὁμοουσίου δυάδος ὑπάρχων αἴτιος καὶ τὸ μὲν γεννῶν, τὸ δὲ ἐκπορευτῶς προβαλλόμενος ἀπειροκάλως, ἵν’ οὕτως εἴπω, ἐπὶ πλεῖον ἐξενεχθείη, καὶ ταῦτ’ ἐν ἑαυτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ πᾶσαν ἀπειρίαν περιορίζων. Πρὸς δὲ τούτοις οὐδὲ τρόπος ἕτερος ἐμφύτου ὑπάρξεως· διὸ καὶ τὸ ὑπὲρ ταῦτα οὐ θεότης, ἀλλὰ θεότητος ἔκπτωσις· ταῦτ’ ἄρα καὶ τῶν ἀθέων Ἑλλήνων ἡ πολυθεΐα ἐστίν.

Ἀλλὰ μὴν μονάδος πρὸς δυάδα κεκινημένης καὶ περαιτέρω μὴ προηγμένης, δηλαδὴ παντουργοῦ θεοῦ πατρὸς πρὸς γέννησίν τε καὶ πρόοδον, υἱοῦ δημιουργοῦ τῶν πάντων καὶ τὰ πάντα τελεσιουργοῦντος, οὔθ’ ὁ υἱὸς διὰ τοῦ πνεύματος—ἀτελὴς γὰρ ἂν ἦν ἐκ τοῦ πατρός, εἰ διὰ τοῦ τελεσιουργοῦντος ἐγεννᾶτο πνεύματος—οὔτε τὸ πνεῦμα δι’ υἱοῦ· πρὸς γὰρ τῷ ἀτελὲς εἶναι ἐκ πατρός, καὶ ταῦτα τὸ πάντα τελειοῦν, καὶ τῶν δεδημιουργημένων ἦν ἂν ἕν· τὰ γὰρ δι’ ἐκείνου γέγονε, δι’ υἱοῦ δὲ τὸ πνεῦμα ἔγνωσται· καὶ ἐν φωτὶ τῷ πνεύματι φῶς ὁρῶμεν τὸν υἱὸν προφητικῶς ὁμοῦ καὶ πατρικῶς εἰπεῖν· ὡς ἂν εἰδῶμεν μὴ μόνον ἐκ μιᾶς ὑπάρχοντα ἀρχῆς, ἀλλὰ καὶ ἀδιαστάτως ἔχοντα πρὸς ἄλληλα καὶ ἐνυπάρχοντα ἀλλήλοις καὶ ἄλληλα δεικνύντα καὶ δι’ ἀλλήλων προφαινόμενα, ἀλλ’ οὐ δι’ ἀλλήλων ἢ καὶ ἐξ ἀλλήλων ἢ ἀλλήλων ὄντα· ἓν γὰρ τὸ ἐξ οὗ.

Καὶ τοίνυν ὁ θεολογῶν πάντα ἔχειν τὸν υἱὸν τὰ τοῦ πατρὸς πλὴν ἀγεννησίας πάντα ἔχειν πλὴν αἰτίας εἴρηκεν, ὡς καὶ ἀλλαχοῦ τῶν συγγραμμάτων σαφῶς οὕτω προσδιώρισεν. Εἰ δὲ πάντα ἔχει ὁ υἱὸς τὰ τοῦ πατρὸς πλὴν τοῦ εἶναι αἴτιος, δηλαδὴ θεότητος, αἴτιος δὲ ὁ πατὴρ οὐ γεννῶν μόνον τὸν υἱόν, ἀλλὰ καὶ τὸ πνεῦμα ἐκπορεύων, πάντα ἔχει ὁ υἱὸς τὰ τοῦ πατρός, πλὴν τοῦ τὸν υἱὸν γεννᾶν τε καὶ τὸ πνεῦμα ἐκπορεύειν· ἃ μόνου τοῦ πατρὸς ὄντα καὶ τὸ ἀγέννητον αὐτῷ προσμαρτυρεῖ.

Διὸ καὶ ὁ Δαμασκηνὸς θεολόγος ἐν τῷ περὶ τῆς ἁγίας τριάδος, «διὰ τὸν πατέρα, φησί, τουτέστι διὰ τὸ εἶναι τὸν πατέρα, ἔχει ὁ υἱὸς καὶ τὸ πνεῦμα πάντα ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως».

Εἰ δὲ ἡ ἀγεννησία τὸ πάντῃ τε καὶ πάντως αἴτιον ἐπὶ θεοῦ δηλοῖ, ἡ γέννησις τὸ μηδαμῇ μηδαμῶς αἴτιον θεότητος εἶναι τὸ γεννητὸν ἀναγκαιότατα δηλώσει, καθάπερ καὶ ἡ ἐκπόρευσις τὸ ἐκπορευτῶς ἐκ τοῦ πατρὸς ὑπάρχον. Εἰ δὲ μηδαμῇ μηδαμῶς αἴτιος ὑπάρχει ὁ υἱὸς θεότητος, πῶς ἂν εἴη ἐξ αὐτοῦ τὸ πνεῦμα;

Ἢ πῶς πρῶτον αἴτιον ὁ πατήρ, εἶτα ὁ υἱὸς τούτῳ, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ἁγίου ἐκπορευομένου πνεύματος, καθὼς φρονεῖν δεῖν οἴονται Λατῖνοι, παραφρονοῦντες, ὡς ἐγᾦμαι, καὶ τὰς πατρικὰς παρανοοῦντες ῥήσεις; Οὐ γὰρ ὁ φερωνύμως θεολόγος οὗτος οὕτως, «ἀλλὰ πάντα, φησίν, ἔχει ὁ υἱὸς τὰ τοῦ πατρὸς πλὴν ἀγεννησίας», ταὐτὸν δ’ εἰπεῖν, ἄνευ τῆς αἰτίας, τούτῳ δὲ ταὐτὸν εἰπεῖν, ἄνευ τοῦ γεννᾶν καὶ ἐκπορεύειν; Κατὰ ταῦτα γὰρ αἴτιον τὸ αἴτιον.

Καὶ πάντα, ὅσα ἔχει ὁ υἱός, τοῦ πνεύματος, πλὴν τῆς υἱότητος, εἰ δὲ βούλει τῆς γεννήσεως· οὐ γὰρ φοβηθησόμεθα μὴ ἀναίτιον, εἰ καὶ αὐτὸ αἴτιον εἶναι φωραθείη, γέννησιν μὴ ἔχον· οὐδὲ γὰρ ἀναίτιον, εἰ καὶ μὴ γεννητόν· τὸ γὰρ ὡς ἀναίτιον γέννησιν μὴ ἔχον, αὐτό τε καθ’ ἑαυτὸ παντάπασιν ἀναίτιον, καὶ παντὶ τρόπῳ θεότητος αἴτιον. Οὕτως ἡμεῖς τοῖς ἐν πνεύματι θεολογοῦσι συνῳδὰ φθεγγόμεθα· καὶ οὕτω τοὺς ἀπᾴδοντα φθεγγομένους ἀπελέγχομεν, καθ’ ἑαυτῶν δεικνύντες τὰς γραφικὰς μαρτυρίας προτιθέντας.

Κἀκεῖνο γάρ, ὃ παρὰ τοῦ αὐτοῦ θεολόγου προάγειν ὑπὲρ τῆς σφῶν αὐτῶν δόξης τὸ Λατίνων οἴονται φῦλον, ὅτι τὸ οἰκεῖον ἀξίωμα ὁ κύριος ἔδειξε πρὸς τοὺς μύστας εἰπών, «αὐτὸς ὑμῖν ἐγὼ πέμψω τὸ πνεῦμα» τὸ ἅγιον, καθ’ ἑαυτῶν ὡς οὐκ ἴσασι προάγουσιν. Ἐπεὶ γὰρ ὡς ἀληθῶς τὸ πέμπειν τὸ πνεῦμα μέγα καὶ ὑπὲρ τὸ μέγα καὶ θεοῦ μόνου· ὁ πατὴρ γὰρ εἰπὼν πρότερον πέμψει τὸν παράκλητον, εἶτ’ αὐτὸς ‘ἐγώ’, φησί, ‘πέμψω’, τὸ οἰκεῖον ἀξίωμα δεικνύς, ὡς ἂν αὐτό τε τὸ πρᾶγμα φωνὴν ὥσπερ ἀφιὲν κηρύττῃ καὶ ὁ τῆς θεολογίας ἐπώνυμος ἐξηγήσαιτο. Εἰ μὴ παρὰ τοῦ πατρὸς ὁ κύριος μόνου, ἀλλὰ καὶ παρ’ ἑαυτοῦ ᾔδει ἐκπορευόμενον καὶ τὴν ὕπαρξιν ἔχον, πῶς οὐ προσθεὶς εἶπεν, «ὃ παρὰ τοῦ πατρὸς καὶ παρ’ ἐμοῦ ἐκπορεύεται»; Οὐ γὰρ ἦν ταπεινότερον τηνικαῦτα περὶ ἑαυτοῦ φθεγγόμενος, δι’ ὅπερ ἂν τοῦτο μόνον καὶ παρῆκεν ἐπικρυψάμενος. Δῆλον οὖν καὶ τυφλῷ, φασίν, ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον.

Μέγα μὲν οὖν ἀξίωμα τὸ πέμπειν ἔχει τὸ θεῖον πνεῦμα, καὶ τοσοῦτο μέγα, ὡς ὁμοφυᾶ καὶ ἴσον καὶ ὁμότιμον δεικνύναι τῷ πατρὶ τὸν υἱόν, καθάπερ καὶ τὸ πνεῦμα ὁμοούσιόν τε καὶ ὁμότιμον τῷ πατρὶ συνίστησι τὸ μὴ παρὰ τοῦ πατρὸς μόνου, ἀλλὰ καὶ παρ’ αὐτοῦ τοῦ πνεύματος τὸν υἱὸν ἀποστέλλεσθαι. Θεϊκόν γε μὴν καὶ φυσικόν ἐστι τουτὶ τὸ ἀξίωμα, ἀλλ’ οὐχ ὑποστατικόν· εἰ γὰρ ὑποστατικὸν ἦν τὸ ἀποστέλλειν, οὐκ ἂν ἦν κοινὸν πατρός, υἱοῦ καὶ πνεύματος. Θεὸς οὖν ἀληθινὸς ὁ ἄλλος παράκλητος, ὁ δὴ τοῦτον ἀποστέλλων πῶς οὐχὶ θεὸς ἀληθινός; Εἰ δὲ καὶ παρ’ ἑαυτοῦ ἐρχόμενον ὡς αὐτοκέλευστον ἀποστέλλει τὸν παράκλητον ὁ υἱός, πῶς οὐ μιᾶς ἂν εἴη σὺν αὐτῷ θελήσεως καὶ ἐξουσίας; Εἰ δὲ μιᾶς ἐστιν ἐξουσίας καὶ θελήσεως, πῶς οὐχὶ καὶ μιᾶς ἂν εἶεν φύσεως;

Ὁρᾷς ὡς ἡ ἀποστολὴ τοῦ θείου πνεύματος τὴν τοῦ ἀποστέλλοντος πρὸς τὸν ἀποστελλόμενον ὁμοβουλίαν καὶ ὁμοουσιότητα παρίστησιν, ὃ μέγιστόν ἐστιν ἀξίωμα, προσὸν μέντοι τοῖς τρισὶ καλῶς τε καὶ θεοπρεπῶς, ὡς καὶ τὴν αὐτεξουσιότητα δεικνῦον τῶν ἀποστελλομένων οὕτως; Ὁ δὲ λέγων μὴ θεϊκὸν εἶναι τὸ ἀξίωμα τοῦτο, ἀλλὰ προβλητικόν, πρῶτον μὲν οὐ τὸν υἱὸν μόνον αἴτιον δείκνυσι τοῦ θείου πνεύματος, ἀλλὰ καὶ τοῦ υἱοῦ τὸ πνεῦμα. Πρὸς δὲ τούτῳ καὶ τῆς πρὸς ἡμᾶς ἐλεύσεως τὴν ἑκατέρου τούτων αὐτοβουλίαν ἄλλοτε ἄλλην ἀθετεῖ κακῶς, μὴ θελήσεως ἀλλὰ φύσεως δογματίζων εἶναι τὴν πρὸς ἡμᾶς ἀποστολήν, τοιγαροῦν καὶ ἄναρχον. Ἃ γὰρ μὴ τῷ θέλειν ἀλλὰ τῷ πεφυκέναι ἐκ θεοῦ, προάναρχά ἐστιν, ἀλλ’ οὐκ ἀρκτά.

Καὶ μὴν ὁ τῆς θεολογίας ἐπώνυμος πρὸς τοὺς ἐλάττω νομίσαντας τὸν υἱόν, ὅτι ἀπεστάλη παρὰ τοῦ πατρός, τεκμήριον εἶναί φησι τὴν ἀποστολὴν τῆς πατρικῆς εὐδοκίας, ἀλλ’ οὐχὶ τῆς αὐτοῦ προαιωνίου ὑπάρξεως. Φρενοβλαβῶς οὐκοῦν οἱ Λατῖνοι τεκμήριον ἡγοῦνται τὴν ἐκ τοῦ υἱοῦ τοῦ πνεύματος ἀποστολὴν τῆς παρ’ αὐτοῦ προαιωνίου ὑπάρξεως. Ἀλλὰ καὶ ἐγηγέρθαι γέγραπται, φησί, καὶ ἀνειλῆφθαι παρὰ τοῦ πατρός, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι καὶ ἀνεληλυθέναι πάλιν· ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Ἐπεὶ γοῦν καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰ καὶ παρὰ τοῦ υἱοῦ ἀπεστάλη, ἀλλὰ καὶ παρ’ ἑαυτοῦ πρὸς ἡμᾶς ἀφίκετο, ἐκεῖνο τῆς εὐδοκίας χρὴ λέγειν, τοῦτο τῆς ἐξουσίας· ἀλλὰ μὴ καινοτομεῖν ἐντεῦθεν ἀλόγως τὸν τῆς ὑπάρξεως τρόπον τοῦ θείου πνεύματος.

Πρὸς μὲν δὴ τῷ τῆς θεολογίας ἐπωνύμῳ τούτῳ οὐδ’ ὁ μέγας Βασίλειος εὕρηταί που λέγων καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα· εἰ δ’ ἐκ τοῦ πατρὸς τοῦτο διὰ τοῦ υἱοῦ ἐν τοῖς Πρὸς Εὐνομιανοὺς περὶ τοῦ θείου πνεύματος εἰρήκει κεφαλαίοις, ἀλλ’ αὐτὸς ἑαυτοῦ ἐν τοῖς αὐτοῖς κεφαλαίοις ἑρμηνεὺς γενόμενος, ἐπὶ τῆς μεταδόσεως τοῦτο φάναι διεσάφησε γράφων· «τὸ μὲν ἐκ θεοῦ τὸ πνεῦμα εἶναι τρανῶς ἀνεκήρυξεν ὁ ἀπόστολος, λέγων ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ἐλάβομεν· καὶ τὸ διὰ τοῦ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, υἱοῦ πνεῦμα ὀνομάσας αὐτό, καθάπερ θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ θεοῦ πνεῦμα ὡς τοῦ ἀνθρώπου».

Ὁρᾷς ὅτι ἐκ θεοῦ μέν, δηλονότι τοῦ πατρός, ἔχει τὸ εἶναι, διὰ δὲ τοῦ υἱοῦ τὸ μεταδίδοσθαι καὶ φανεροῦσθαι; Καὶ ὡς υἱοῦ πνεῦμα ὀνομάζεται καὶ νοῦς, ἀλλ’ οὐκ ἐκ τοῦ υἱοῦ, καθάπερ καὶ τοῦ ἀνθρώπου; Καὶ τούτου γὰρ τὸ οἰκεῖον πνεῦμα καὶ ὁ νοῦς αὐτοῦ ἐστιν, ἀλλ’ οὐκ ἐξ αὐτοῦ, εἰ μὴ ἄρα κατ’ ἐνέργειαν.

Τοῦτο δὴ καὶ ἀλλαχοῦ ποιῶν ἀριδηλότερον ὁ μέγας οὗτος, «τὸ πνεῦμα, φησί, τοῦ υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· ἐκ δὲ τῆς τοῦ πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ὑπάρξεως σημεῖον ἔχον, τὸ μετὰ τὸν υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ πατρὸς ὑφεστάναι. Ὁ δὲ υἱός, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν πατέρα ἢ τὸ πνεῦμα τὸ ἅγιον».

Ἀκούεις τὸ γνωριστικὸν σημεῖον τῆς τοῦ θείου πνεύματος ὑποστάσεως, ὅτι τὸ γνωρίζεσθαι διὰ τοῦ υἱοῦ ἐστιν, ἀλλ’ οὐχὶ τὸ τὴν ὑπόστασιν ἔχειν ἐξ αὐτοῦ, ἀλλ’ ἐκ τοῦ πατρὸς ὑφεστάναι; Λέγων δὲ καὶ αὐτὸς ὁ κύριος ἐν τοῖς εὐαγγελίοις, «ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», οὐχὶ τοῦ πνεύματος μὲν ἔδειξεν ἰδιάζον ὑπάρχον γνώρισμα τὸ ἐκπορεύεσθαι, τὸ δὲ ἐκπορεύειν τοῦ πατρός, ἐπεὶ καὶ ὑποστατικὸν τούτων ἑκάτερόν ἐστιν, ἰδιάζοντα δέ ἐστι τὰ ὑποστατικά; Μηδεμίαν οὖν κατὰ τὸν μέγαν Βασίλειον πρὸς τὰ ἰδιάζοντα τῶν γνωρισμάτων τοῦ πατρὸς τὴν κοινωνίαν ἔχων ὁ υἱός, οὐδὲ τὸ ἐκπορεύειν ἕξει.

Διὰ τοῦτο πάλιν ὁ αὐτὸς Πρὸς τοὺς Εὐνομιανοὺς περὶ τοῦ πνεύματός φησιν· «υἱὸς θεοῦ, καρπὸς ἅγιος ἐξ ἁγίου, ἀΐδιος ἐξ ἀϊδίου, πνεύματος ἁγίου χορηγὸς εἰς ὑπόστασιν καὶ μόρφωσιν κτίσεως». Ὁρᾷς ὅτι χορηγὸς τοῦ πνεύματος, ἀλλ’ οὐκ ὑποστάτης ὁ υἱός; Καὶ ὡς ἡ ἐκ τοῦ υἱοῦ χορηγία δι’ αἰτίαν, ἵν’ ὑποστήσῃ καὶ μορφώσῃ τὴν κτίσιν τῷ πνεύματι; Πρόσεχε δὴ καὶ τοῖς ἑξῆς· «ὁ γὰρ τὸν υἱόν, φησίν, ἀναιρῶν, τὴν ἀρχὴν τῆς τῶν ὅλων δημιουργίας ἀνεῖλεν· ἄρχει γὰρ τῆς ἁπάντων ὑποστάσεως ὁ τοῦ θεοῦ λόγος, δι’ οὗ τὰ πάντα γέγονεν». Ὁρᾷς;

Τῆς ἁπάντων ὑποστάσεως ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ οὐχὶ τῆς τοῦ θείου πνεύματος ὑποστάσεως ἄρχει· καὶ ἀρχή ἐστι τῆς τῶν ὅλων δημιουργίας, ἀλλ’ οὐχὶ τῆς ὑπάρξεως τοῦ πνεύματος. Πῶς δ’ ἂν ἐνταῦθα τὸν υἱὸν ὑπερυψοῦν βουλόμενος ὁ μέγας Βασίλειος, εἴπερ εἶχε λέγειν ἀρχὴν τοῦτον τοῦ θείου πνεύματος, ὡς δι’ αὐτοῦ τὸ εἶναι σχόντος οὐκ ἂν εἶπεν, ἀλλὰ χορηγὸν μὲν αὐτοῦ μόνον, ἀρχὴν δὲ μόνης τῆς δι’ αὐτοῦ τὸ εἶναι λαβούσης κτίσεως;

Ἀλλ’ ὁ Χρυσόστομος, φασί, θεολόγος, «ἦλθε, φησίν, ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ πνεῦμα καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα»· καὶ πάλιν, «διὰ τὸ γενέσθαι ναὸν τῆς θείας δυνάμεως ἐπὶ γῆς τὸ σῶμα τοῦ Χριστοῦ, γίνῃ καὶ σὺ ναὸς καθ’ ὁμοίωσιν αὐτοῦ· δέχῃ γὰρ ἐκπεμπόμενον παρ’ αὐτοῦ τὸ πνεῦμα· ὥσπερ οὖν Χριστὸν ἐπιγνοὺς ἐπέγνως θεόν, οὕτω δὴ καὶ πνεῦμα Χριστοῦ δεξάμενος ἐδέξω θεόν».

Περὶ μὲν οὖν τῆς ἐπιγνώσεως αὐτόθεν δῆλον· περὶ δὲ τῆς ἀποστολῆς καὶ τῆς δόσεως καὶ πρότερον εἰρήκαμεν. Δεῖ δ’ ὅμως κἀνταῦθα πρῶτον συνιδεῖν, τί ποτ’ ἄρα πνεῦμά φησιν ὁ Χρυσόστομος πατὴρ λαμβανόμενόν τε καὶ διδόμενον, αὐτὴν τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν τοῦ πνεύματος ἢ τὴν χάριν καὶ τὴν ἐνέργειαν; Ἀλλ’ ἵνα μὴ κάμνωμεν ἀνερευνῶντες, αὐτὸν τοῦτον τὸν χρυσοῦν θεολόγον ἑρμηνέα προβαλλώμεθα καὶ τοῦ νῦν ζητουμένου παρ’ ἡμῶν· οὗτος γὰρ ἐν μὲν τῷ Περὶ τοῦ πνεύματος λόγῳ, «ἡ δωρεά, φησί, πέμπεται, τὸ πνεῦμα οὐκ ἀποστέλλεται».

Ἰωάννου δὲ τοῦ προδρόμου καὶ βαπτιστοῦ λέγοντος ἀκηκοὼς περὶ Χριστοῦ, ὡς οὐκ ἐκ μέτρου παρὰ τοῦ πατρὸς ἔλαβε τὸ πνεῦμα, «οὐ γὰρ ἐκ μέτρου, φησί, δίδωσι τὸ πνεῦμα ὁ πατήρ», ἀλλὰ «πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ», ἐξηγούμενος αὐτός φησι· «πνεῦμα ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Πάντες γὰρ ἡμεῖς μέτρῳ τὴν ἐνέργειαν τοῦ πνεύματος ἐλάβομεν, ἐκεῖνος δὲ ὁλόκληρον ἔλαβε πᾶσαν τὴν ἐνέργειαν· εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία». Καὶ ἀλλαχοῦ πάλιν ἐκεῖνο τὸ ψαλμικὸν εἰς ἐξήγησιν προθείς, «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «ὁρᾷς, φησίν, ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος»; Καὶ μετ’ ὀλίγα· «τὴν χάριν γάρ, φησίν, ἐνταῦθα τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον· ‘οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τὸ πνεῦμα ὁ πατήρ’. Ἡμεῖς δέ, μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν· ‘ἐκ τοῦ πληρώματος γάρ, φησίν, αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν’, ὡς ἂν εἴποι τις, ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος. Καὶ πάλιν, οὐκ εἶπε ‘δίδωμι τὸ πνεῦμα’, ἀλλ’ ‘ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα’. Καὶ ἡ ἐν τοσούτοις τοῦ κόσμου κλίμασι διδομένη χάρις μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών· ‘δοὺς γάρ, φησί, τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν’.

Τὸ μέρος λέγει τῆς ἐνεργείας, οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται». Τὴν γοῦν ἐνέργειαν ταύτην καὶ ὁ ναὸς ἐκεῖνος ἔλαβε καὶ τοῖς ἀξίοις παρ’ ἑαυτοῦ παρέχει ὁ Χριστός. Σὺ δ’ ἐνταῦθα νῦν ἀκούων τοῦ χρυσορρήμονος λέγοντος, «ὁ Χριστὸς ἔδωκεν ἡμῖν», ἀναμνήσθητι καὶ τῶν λόγων ἐκείνων, οὓς φθάσαντες εἰρήκαμεν, ὅτι θεὸς καὶ θεοῦ ὕπαρξις πρὸς ἕτερον οὐκ ἔστιν, οὐδὲ δίδοταί τινι· ἀλλὰ καὶ ἀναίτιός ἐστιν, αὐτὸν αἰτίαν ἔχων τὸν ἐξ οὗ ὑπάρχει ἀναιτίως, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ὑπάρχων δι’ αἰτίαν. Ὥσπερ δὲ θεὸς καὶ θεοῦ ὕπαρξις ἀναίτιος, οὕτω τὸ δι’ αἰτίαν γεγονὸς κοινὸν αὐτῷ τε τῷ ἀναιτίῳ καὶ τοῖς ἀναιτίως ἐξ αὐτοῦ ὑπάρχουσι.

Διὸ πολλάκις εἰρημένον καὶ παρὰ τοῦ θεανθρώπου λόγου καὶ καθεξῆς παρὰ τῶν θεοφόρων πέμπεσθαί τε καὶ δίδοσθαι παρὰ τοῦ υἱοῦ τὸ πνεῦμα, οὐδαμοῦ χωρὶς αἰτίας εἴρηται, οὐδ’ ἄνευ προσώπου τοῦ λαμβάνοντος, δι’ ὃν καὶ πέμπεται· ἀλλ’ ἀεὶ συνεζευγμένον ταῖς αἰτίαις ἀποδέδωκε πρῶτον μὲν ὁ μόνος καὶ θεὸς καὶ θεολόγος, ὃς καὶ τὸ ἐκπορευόμενον ἀπολύτως ἔθηκε χωρὶς ἡστινοσοῦν αἰτίας, ἔπειτα δὲ καὶ οἱ δι’ αὐτοῦ λαλοῦντες ἅπαντες, παρ’ ὧν ἡμεῖς διδασκόμεθα μὴ τὴν ὑπόστασιν τοῦ παναγίου πνεύματος εἶναι καὶ ἐκ τοῦ υἱοῦ, μηδὲ δίδοσθαι ταύτην, μηδὲ λαμβάνεσθαι παρ’ οὐδενός, ἀλλὰ τὴν θείαν χάριν καὶ τὴν ἐνέργειαν. Εἰ δ’ ἄρα καὶ μὴ πάντες, μηδ’ ἀεὶ μέμνηνται τῶν προσώπων ἢ τῶν αἰτιῶν, οὐχ ὡς μὴ οὕτω φρονοῦντες, ἀλλ’ ὡς πολλάκις εἰρημένων καὶ ὡς ἐντεῦθεν ὁμολογουμένων ὄντων.

Καὶ τοῦτο μὴ προσχόντες μηδ’ ἐπιστήσαντες οἱ λατινικῶς φρονοῦντες, πολλὰ καὶ τῶν τοῦ μεγάλου Ἀθανασίου καὶ τῶν τοῦ θείου Κυρίλλου παρενόησαν καὶ περιέτρεψαν κακῶς. Ἀλλὰ τί ἄν τις εἴποι, πάλιν οἱ τοιοῦτοι λέγουσιν, τοῦ Νύσσης θεηγόρου ἀκούων Γρηγορίου λέγοντος, «προθεωρεῖσθαι τὸν υἱὸν κατὰ τὸν τῆς αἰτίας λόγον τῆς τοῦ πνεύματος ὑποστάσεως»;

Τί δ’ ἄν τις φαίη, ἕτερον ἡμεῖς ἐροῦμεν ἀνθυπενεγκόντες ἢ τὸ ἀληθὲς καὶ τοῖς μικρὸν ἐφιστᾶσι γνωριμώτατον, ὅτι προθεωρεῖται ἡ τοῦ υἱοῦ ὑπόστασις ἐκ τοῦ πατρὸς κατὰ τὸν τῆς αἰτίας λόγον τῆς τοῦ πνεύματος ὑποστάσεως, οὐ κατὰ τὸν λόγον τῆς αἰτίας τοῦ πνεύματος, ἀλλὰ κατὰ τὸν λόγον τῆς ἑαυτοῦ ἐκ τοῦ πατρὸς ὑποστάσεως, ὅς ἐστι τὸ γεννητῶς ὑπάρχειν ἐκ πατρός; Πατέρα γάρ τις ἀκούων, γεννήματος εὐθὺς αὐτὸν ἐννοεῖ πατέρα· ἡνίκα δ’ ἂν ὄντα καὶ λόγον ἀκούσῃ τὸ γέννημα, τότε καὶ τοῦ θείου πνεύματος εἰς ἔννοιαν ἔρχεται. Καὶ διὰ τοῦτο ὁ υἱὸς πρὸ τοῦ πνεύματός ἐστι καθ’ ὕπαρξιν οὐδαμῶς. Διό φησιν ὁ Νύσσης θεῖος οὗτος πρόεδρος ἐν τῷ πρώτῳ τῶν Πρὸς Εὐνόμιον ἀντιρρητικῶν· «ὡς συνάπτεται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ μονογενοῦς ἔχεται τὸ πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνον κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ πνεύματος ὑποστάσεως».

Τί οὖν ἐστι τὸ ἐντεῦθεν τῷ ἁγίῳ δεικνύμενον; Οὐδὲν ἄλλο πάντως ἢ ὅτι ἅμα ἐστὶν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· καὶ οὔτε τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱὸν προσίσταταί τι κωλῦον ἅμα τῷ πατρὶ ἐξ ἀϊδίου εἶναι τὸν υἱόν, οὔτε τὸ ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς οἰκείας αἰτίας λόγον, τουτέστιν ὡς υἱὸν προθεωρεῖσθαι ἀπὸ τοῦ πατρός, προσίσταταί τι κωλῦον τοῦ υἱοῦ ἔχεσθαι τὸ πνεῦμα καὶ σὺν αὐτῷ ἅμα εἶναι ἀπὸ τοῦ πατρός.

Σκεπτέον δὲ καὶ τοῦτο φανερῶς προσκείμενον, ὡς οὐδ’ ἁπλῶς ἐπινοίᾳ, ἀλλ’ ἐπινοίᾳ μόνον ἔφη προθεωρεῖσθαι τὸν υἱὸν τοῦ πνεύματος· καὶ ὅτι τὸν μὲν υἱὸν εἶπεν ἐκ πατρός, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἔχεσθαί φησι τοῦ υἱοῦ, τουτέστιν ἅμα σὺν τῷ υἱῷ ἐκ τοῦ πατρὸς ὑπάρχειν, ἀλλ’ οὐκ ἐξ αὐτοῦ τὸ εἶναι ἔχειν.

Ἀλλ’ ὁ αὐτός, φασί, Νύσσης θεηγόρος, ἀλλαχοῦ σαφῶς μέσον τίθησι τὸν υἱὸν τοῦ πατρὸς καὶ τοῦ πνεύματος, καὶ δι’ αὐτοῦ προσεχῶς ὄντος τῷ πατρὶ τὸ πνεῦμα παραδίδωσιν· οὕτω γάρ, φησιν, ἔσται καὶ μονογενής. Τί γοῦν, ἂν ἡμεῖς δείξωμεν αὐτὸν τὴν ἐκπορευτικὴν ἰδιότητα μόνῳ τῷ πατρὶ προσμαρτυροῦντα καὶ μόνον αἴτιον υἱοῦ καὶ πνεύματος τὸν πατέρα λέγοντα καὶ ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προσώπου τὸν υἱόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ προσεχῶς ἄμφω ἐξ αὐτοῦ καὶ τὸν μὴ οὕτω φρονοῦντα πολύθεον δεικνύντα; Διδάσκων γάρ, πῶς ἐν τρισὶ προσώποις εἷς ἐστι θεός, «τὰ τοῦ ἀνθρώπου, φησί, πρόσωπα πάντα, οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια. Ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτὸ τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὐτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρρηκότως». Τὴν δὲ ἐκπορευτικὴν ἰδιότητα μόνῳ προσεῖναι δεῖξαι τῷ πατρὶ διὰ τοσαύτης ἐποιήσατο σπουδῆς, ὡς καὶ μάρτυρα παραγαγεῖν τὸν ἐν βασιλεῦσι θεῖον ᾠδικὸν Δαβίδ, οὐ μόνον ἐκ τοῦ πατρὸς ἐκπορευόμενον λέγοντα τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐξ αὐτῆς αὐτοῦ τῆς ὑποστάσεως.

Φησὶ γὰρ ἐν τῷ Περὶ θεογνωσίας λόγῳ προφιλοσοφήσας οὐκ ὀλίγα περὶ πατρὸς καὶ υἱοῦ, ὡς «πνεῦμα δὲ τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως· τούτου γὰρ ἕνεκα καὶ πνεῦμα στόματος ὁ Δαβὶδ εἴρηκεν, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ πατρὶ μόνῳ προσοῦσαν πιστώσηται». Τί τούτων τῶν ῥημάτων σαφέστερον ἢ βεβαιότερον ἢ ἀληπτότερον ἢ δεικτικώτερον, ὡς οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα;

Εἰ γὰρ καὶ ἐξ αὐτοῦ, οὐκ ἂν ἦν ἐξ ἑνὸς προσώπου κατὰ τὸ προσεχὲς ἑκάτερον, οὐδ’ ἂν εἴχομεν θαρρεῖν μίαν λέγειν σέβειν θεότητος ἀρχὴν καὶ ἕνα θεὸν ἰσχυρίζεσθαι τὰ τρία εἶναι πρόσωπα. Εἰ καθάπερ τὸ αἰτιατόν, οὕτω καὶ τὸ αἴτιον ἐν δυσὶ προσώποις ἦν, ὡς καὶ ἐφ’ ἡμῶν ὁρᾶται, οὐδ’ ἂν ἦν ἡ ἐκπορευτικὴ ἰδιότης μόνου τοῦ πατρός, εἰ καὶ ὁ υἱὸς τὸ ἐκπορεύειν εἶχε· νῦν δὲ μόνῳ τῷ πατρὶ προσοῦσαν αὐτός τε ὁ Νυσσαέων Γρηγόριος πιστοῦται καὶ τὸν θεοπάτορα Δαβὶδ προάγει προσπιστούμενον, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ τῶν προφητῶν λαλῆσαν.

Ὁρᾷς τἀναντία σαφῶς τοῦ πνεύματος φρονῶν καὶ ἀπεναντίας ἐκείνου δογματίζων καὶ μαχόμενος, ἀλλ’ οὐ θεολογῶν τὸ πνεῦμα, πονηρὸς διαιτητὴς θεογόνου θεότητος γενόμενος καὶ τῶν τοῦ θεοῦ πατρὸς ἰδίων ἀποστερητής, κινῶν καὶ μεταφέρων τὰς ἀκινήτους ἰδιότητας καὶ τὸ σαυτοῦ μέρος κυκῶν καὶ συνταράσσων τὴν ὑπὲρ πάντα νοῦν καὶ αὐτόχρημα εἰρήνην; Τί οὖν, οὐ φρίττεις ταῦτ’ ἀκούων καὶ ἀφίστασαι πρὸς τάχος τῆς δεινῆς κακοδοξίας καὶ θρηνεῖς τὸν πρῴην βίον ὡς μὴ εὐσεβῶς ἀνύσας;