Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Η έννοια της προελεύσεως «διά του Υιού» ως φανέρωσης

Διευκρίνιση ότι η έκφραση «διά του Υιού» υποδηλώνει τον τρόπο με τον οποίο το Πνεύμα χορηγείται και φανερώνεται, χωρίς να καθίσταται ο Υιός αίτιο της εκπορεύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 11

Ἀλλ’ ἴδωμεν καὶ τὴν προτεινομένην ὑπ’ αὐτῶν ἀρτίως τοῦ Νύσσης μαρτυρίαν καὶ πρὸς δύναμιν ἀναθεωρήσαντες αὐτὴν ἀνακαθάρωμεν τοῖς πᾶσι τὸ ἐν ταύτῃ δύσληπτον, ὃ αὐτοῖς καὶ τὴν πλάνην ὡς ἐπίπαν ἀπειργάσατο· εἴθε δ’ ἦν καὶ αὐτοὺς καθάραντας, ἐξελέσθαι τῆς ἀπάτης. Ἀλλὰ συντείνατε παρακαλῶ τὸν νοῦν οἱ νῦν τε καὶ αὖθις ἐντευξόμενοι. Πάντα μὲν γὰρ τ’ ἀνδρὸς τουτουὶ τὰ ῥήματα βαθείας ἔχεται φρενός, τὰ δὲ περὶ θεοῦ ὡς μάλιστα· καὶ τούτων μᾶλλον τὸ νῦν προτεθησόμενον ἡμῖν· γράφων γὰρ Πρὸς Ἀβλάβιον, διὰ τί, μίαν θεότητα ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου λέγοντες, τρεῖς θεοὺς λέγειν ἀπαγορεύομεν, τὸ παντάπασιν ἑνιαῖον παραστήσας τῆς θείας φύσεως, «εἰ δέ τις, φησί, συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μῖξίν τινα τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα, τοῦτο περὶ τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως· ὅτι τὸ ἀπαράλλακτον τῆς θείας φύσεως ὁμολογοῦντες τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν.

Τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ υἱοῦ μένειν καὶ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ πνεῦμα τῆς φυσικῆς πρὸς τὸν πατέρα σχέσεως μὴ ἀπειργούσης».

Τοῦτο δὴ πρῶτον ἐνταῦθα λεκτέον ἂν εἴη πρὸς Λατίνους· ἐπειδήπερ ὑμεῖς οὐ τὸ ἐξ αἰτίας μόνον, ἀλλὰ καὶ τὸ αἴτιον ἐν δυσὶν οἴεσθε προσώποις—ἐν γὰρ δυσὶ προσώποις τίθεσθε τὴν αἰτίαν τοῦ θείου πνεύματος καὶ ἐν ἑκατέρῳ τούτων διαφόρως— εἴπερ ἐφρόνει καθ’ ὑμᾶς ὁ τῆς Νύσσης οὗτος φανότατος φωστήρ, διεῖλεν ἂν πρὸ τοῦ αἰτιατοῦ τὸ αἴτιον. Τοῦτο δὲ ποιήσας οὐδαμῶς δῆλός ἐστι μηδ’ εἰς νοῦν λαβών, ὅπερ ὑμεῖς ἐκ τῶν ἐκείνου συνάγειν πειρᾶσθε λόγων, ἀφ’ ὧν τῷ καλῶς σκοπουμένῳ καὶ τἀναντία τῶν ὑμετέρων ἀναφαίνεται δογμάτων. Τοῦτο γάρ ἐστιν ὅ φησιν, ὡς ὁ υἱὸς οὐκ ἀπείργει τὴν ἄμεσον τοῦ πνεύματος πρὸς τὸν πατέρα σχέσιν, εἰ καὶ μόνος αὐτός ἐστιν υἱός. Ἔπειτα μηδὲ τοῦτο παραλειπτέον συνιδεῖν, ὡς μετὰ τὸ εἰπεῖν ὅτι «τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα», αἰτιατὸν ὁμοῦ μετὰ τοῦ πνεύματος καὶ τὸν υἱὸν εἰπών, ἐπήνεγκεν, «ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν», φανερῶς ἀπαγορεύων τὴν λατινικὴν καινοτομίαν, ὡς οὐ μόνον αἰτιατός, ἀλλὰ καὶ αἴτιός ἐστιν ὁ υἱός.

Καὶ πάσας τούτων ἐν βραχεῖ τὰς ἐπινενοημένας διαφορὰς ἀποσειόμενος, ὅτι πρῶτον μὲν ὁ πατὴρ αἴτιόν ἐστιν ἐπὶ τοῦ πνεύματος, δεύτερον δὲ ὁ υἱός, καὶ ὅσα τούτοις παραπλήσια· «ἐν μόνῳ γάρ, φησί, τῷ αἰτίῳ καὶ τῷ αἰτιατῷ τὴν θείαν φύσιν κατανοοῦμεν, καὶ τὸ μὲν αἴτιον οὐκ ἐν δυσὶ προσώποις θεωροῦμεν, τοῦ δὲ αἰτιατοῦ μόνου ταύτην τὴν ἐν δυσὶ προσώποις διαφορὰν ἐννοοῦμεν», ἥτις ἐστὶν οὐχ ὅτι τὸ μὲν τούτων καὶ αἴτιόν ἐστι, τὸ δὲ μόνον αἰτιατόν, ὡς Ἰταλοὶ φρονοῦσι, μᾶλλον δὲ παραφρονοῦσιν, ἀλλ’ ὅτι τὸ μὲν υἱός ἐστι, τὸ δὲ οὐχ υἱός. Καὶ οὐκ ἀπείργεται τοῦτο παρὰ τοῦ υἱοῦ τῆς πρὸς τὸν πατέρα κατὰ φύσιν ἑνώσεως. Εἰπὼν γὰρ ἀνωτέρω τοῦ λόγου, τί ἐστι τὰ τρία ταῦτα, ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅτι μία ὑπερούσιος οὐσία, δεικνὺς ἔπειτα πῶς ἐστι τὰ τρία ταῦτα, ἆρα αἰτιατῶς ὡς ἔχοντά τι καὶ αἴτιον, ἢ ἀναιτίως πάντῃ, φησὶν ὅτι τὸ μὲν αὐτῶν ἐστιν αἴτιον, τὸ δὲ αἰτιατῶς ἔχει τὸ εἶναι, αἰτιατῶς δέ φησιν ἔχει τὸ εἶναι ὁ υἱός τε καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Ἆρ’ οὐκ ἐντεῦθεν ἔδειξεν ἐνταῦθα ἓν εἶναι μόνον αἴτιον τὸ ληφθὲν ἐκ τῶν τριῶν, δηλονότι τὸν πατέρα μόνον; Εἶτα θέλων δεῖξαι πῶς τῶν δύο τούτων προσώπων ἑκάτερον αἰτιατῶς ἐστιν, ἵνα μή τις νομίσῃ, καθάπερ οἱ Λατῖνοι, πάλιν ἐκείνην τὴν τοῦ αἰτίου καὶ αἰτιατοῦ διαφορὰν καὶ ἐπὶ υἱοῦ καὶ πνεύματος εἰσάγειν, φησὶ σαφῶς, ὅτι ἐπὶ τούτων ἄλλην διαφορὰν ἐννοοῦμεν.

Λατῖνοι δὲ ἀντιθετικῶς τούτῳ φασὶν οὐκ ἄλλην, ἀλλὰ τὴν αὐτήν· καὶ τοῦ ἁγίου πάλιν, πῶς αἰτιατῶς ἔχει τὸ εἶναι ὁ υἱὸς φάναι προθεμένου, αὐτοὶ πῶς αἴτιός ἐστι φάναι συκοφαντοῦσιν αὐτόν· τὸ μὲν γὰρ εἶναι τὸν υἱὸν ὁπωσοῦν αἴτιον, οὐδαμῇ δείκνυται λέγων ἢ φρονῶν ὁ θεοφόρος οὗτος, καὶ μάλιστα ἐν τοῖς ἀρτίως προκειμένοις ῥήμασιν αὐτοῦ. Ἀλλὰ τὸ αἰτιατῶς μὲν καὶ τοῦτον ὑπάρχειν, καθάπερ καὶ τὸ πνεῦμα τὸ ἅγιον, αἰτιατῶς μέντοι γεννητῶς, αἰτιατῶς δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπάρχειν, οὐ γεννητῶς δέ.

Ἀμφοτέρων γὰρ λεγομένων τοῦ πατρὸς καὶ ἐκ πατρός, υἱοῦ δηλονότι καὶ πνεύματος, τῷ πατρὶ προσεχὲς ὁ μεγαλόνους εἶπε τὸν υἱόν, διὰ μέσου δὲ αὐτοῦ, προσεχοῦς ὄντος τῷ πατρί, ἐκ πατρὸς εἴρηκε τὸ πνεῦμα νοούμενον, ἀλλ’ οὐκ ἐκπορευόμενον διὰ μέσου τοῦ υἱοῦ, πάλιν οἷον ἐκεῖνο λέγων, ὅτι τοῦ αἰτίου καὶ πρώτου ὡς αἰτίου, πατρὸς φώτων ὄντος τε καὶ λεγομένου, τουτέστιν υἱοῦ καὶ πνεύματος—ἄμφω γάρ, ἀλλ’ οὐχ ὁ υἱὸς μόνος δευτερεύει τοῦ πατρός, ὡς καὶ Γρηγόριος ὁ θεολόγος ἐν τοῖς Ἔπεσί φησι—τοῦ γοῦν πρώτου πρὸς ἀμφότερα ταῦτα πατρὸς τῶν φώτων λεγομένου—ἐκ γὰρ τῶν λογίων οὐκ ἂν εὕροις ἑτέραν αὐτοῦ ἐπωνυμίαν—τῶν ἐξ αἰτίου τούτου ὄντων, τὸ γεννητῶς ἐκ φωτὸς προερχόμενον φῶς προσεχῶς τῷ πατρὶ νοεῖται παραυτά, καθάπερ καὶ αὐτὸς ὁ Νύσσης ἐν τῷ δευτέρῳ τῶν Πρὸς Εὐνόμιον διατείνεται γράφων, «ὡς οὐκ ἂν πατὴρ κεχωρισμένος ἀφ’ ἑαυτοῦ νοηθείη μὴ υἱοῦ συνημμένου διὰ τῆς τοῦ πατρὸς ἐκφωνήσεως», καὶ πάλιν, «εἰς τὸν πατέρα τὴν πίστιν ἔχοντες, ὁμοῦ τῷ ἀκοῦσαι τὸν πατέρα συμπαρεδεξάμεθα τῇ διανοίᾳ καὶ τὸν υἱόν».

Ὁ μὲν οὖν υἱὸς ἐκ τοῦ πατρὸς καὶ ἔστι καὶ νοεῖται, τὸ δὲ πνεῦμα τὸ ἅγιον δι’ ἑαυτὸ μὲν ἐκ προβολέως εἴη ἂν καὶ νοηθείη, ἀλλ’ οὐκ ἐκ πατρός, διὰ δὲ τοῦ προσεχῶς νοουμένου ἐκ πατρὸς υἱοῦ, καὶ ἐκ πατρὸς εἴη ἂν τὸ πνεῦμα, ἐκπορεύοντος μὲν αὐτὸ τὸ πνεῦμα, γεννῶντος δὲ τὸν υἱόν. Ἐκ γοῦν τοῦ γεννῶντος τὸ μὴ γεννητὸν πνεῦμα πῶς ἂν ῥηθείη; Οὐ διὰ τὸν υἱὸν μονογενῆ τε ὄντα καὶ διὰ τοῦτο προσεχῶς εὐθὺς τῷ γεννῶντι συννοούμενον καὶ τὸ γεννητὸν ἑαυτοῦ ποιοῦντα μόνον ἴδιον καὶ συντηροῦντα, τὸ δὲ πνεῦμα δεικνύντα οὐ γεννητῶς ὂν ἐκ τοῦ πατρός; Διὰ τοῦ υἱοῦ ἄρ’ ἔχει τὸ εἶναι καὶ νοεῖσθαι ἐκ πατρὸς τὸ πνεῦμα· δι’ ἑαυτοῦ δὲ ἐκ προβολέως ἀμέσως καὶ αὐτὸ προβαλλομένου.

Διό, καθάπερ ἔφημεν, οὐδ’ αἴτιον, ἀλλ’ αἰτιατὸν εἶπε μόνον τὸν υἱὸν καὶ ἐπίσης τῷ πνεύματι αἰτιατόν· καὶ ὁμοίως κατὰ τὸ αἴτιον ταῦτα διέστειλεν ἀπὸ πατρός, καίτοι κατὰ τὴν τῶν Λατίνων ἐκδοχὴν οὐχ οὕτως ἔδει φάναι.

Ἀλλά, καθάπερ ἔφημεν, τὸ αἴτιον πρῶτον διελεῖν διὰ τοῦ κατ’ αὐτοὺς ἐμμέσου καὶ ἀμέσου, ὡς ἐν δυσὶν οὕτω κατ’ αὐτοὺς καὶ τὸ αἴτιον ὑποστάσεσιν ὁρώμενον· εἶτα τῷ λόγῳ προϊὼν καὶ ἐκ τοῦ πατρὸς εὐθὺς νοεῖσθαι τὸν υἱὸν εἰπὼν καὶ τὴν αἰτίαν προστιθείς, ἐχρῆν εἰπεῖν, εἰ κατὰ Λατίνους ἦν φρονῶν, ἵνα μὴ μόνον αἰτιατὸς ὁ υἱός, ἀλλὰ καὶ αἴτιος ἀναφανῇ· ὁ δέ, τοῦτο μὲν οὐδαμῶς φησιν, ἀλλ’ ‘ἵνα, φησί, μόνος ὢν γεννητὸς ἀναφανῇ’ ταὐτὸ δ’ εἰπεῖν αἰτιατὸς τὸν τρόπον τοῦτον. Ποῦ τοίνυν ἐνταῦθ’ ὁρᾶτε τὸν υἱόν, οὗ μόνον αἰτιατὸς ὢν ἀνακηρύττεται;

Καὶ τοῦτο δέ μοι λάβε κατὰ νοῦν, ὅτι μηδὲ συνεργοῦσαν εἴρηκεν ὁ μέγας οὗτος τὴν μεσιτείαν τοῦ υἱοῦ, ἀλλὰ μὴ ἀπείργουσαν, τουτέστι μὴ κωλύουσαν ἀμέσως ἐκ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεσθαι. Ποιήσωμεν δ’ ὡς ἔνι φανερὰν καὶ διὰ παραδειγμάτων τὴν διάνοιαν. Ἐκ τοῦ πυρὸς ἀμέσως καὶ τὸ φῶς καὶ ὁ ἀτμὸς προέρχεται· οὐ γὰρ ἕτερον διὰ θατέρου. Τὸ τοίνυν πῦρ ἐπειλημμένον ὕλης ἀτμίζειν ἅμα καὶ φωτίζειν πέφυκε, τὸ μὲν φῶς οἷα δὴ γεννῶν, τὸν ἀτμὸν δὲ ἐκπορεῦον. Ἐκ μὲν οὖν τοῦ φωτίζοντος τὸ φῶς προσεχῶς καὶ ἔστι καὶ δι’ ἑαυτοῦ νοεῖται ἐξ αὐτοῦ· ὡσαύτως καὶ ὁ ἀτμὸς ἐκ τοῦ ἀτμίζοντος. Εἰ δὲ τὸν ἀτμὸν φαίη τις ἐκ τοῦ φωτίζοντος, διὰ τὸ φῶς ἐρεῖ, διὰ τοῦ φωτὸς νοήσας τὸν ἀτμὸν ἐκ τοῦ φωτίζοντος, τῆς μεσιτείας τοῦ φωτὸς καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸν ἀτμὸν μὴ ἀπειργούσης τῆς πρὸς τὸ φωτίζον σχέσεως, τουτέστι μὴ ἐμποδιζούσης ἀμέσως εἶναι ἐξ αὐτοῦ.

Ἀλλ’, εἰ βούλεσθε, καὶ ἕτερον παράδειγμα προσθῶμεν, οὐ καινὸν οὐδ’ ἄηθες τοῖς θεολόγοις, σαφηνείας χάριν πλείονος. Ὁ Κάϊν υἱὸς ὑπῆρχε τοῦ Ἀδὰμ καὶ μονογενὴς αὐτῷ πρὸ τοῦ τεκεῖν τοὺς ἄλλους, ἡ δὲ Εὔα τμῆμα τοῦ Ἀδάμ. Πατρὸς τοίνυν γενομένου τοῦ Ἀδάμ, πατρὸς ἦν ἡ Εὔα τμῆμα· καὶ ἐλέγετο ἂν καὶ ἐνοεῖτο τότε τμῆμα πατρὸς ἐπ’ ἀληθείας πάσης διὰ τοῦ Κάϊν καὶ εἶναι καὶ νοεῖσθαι καὶ λέγεσθαι πατρὸς τμῆμα κτησαμένη, τῆς τοῦ υἱοῦ τούτου μεσιτείας καὶ τὸ μονογενὲς ἑαυτῷ τότε φυλαττούσης καὶ τὴν Εὔαν πατρὸς εἶναι τμῆμα μὴ κωλυούσης· ἀλλ’ οὐ διὰ τοῦτο ἐμμέσως τε καὶ οὐκ ἀμέσως ἡ Εὔα τὴν ἀρχὴν ἐκ τοῦ Ἀδὰμ ἐτμήθη. Ἀφεὶς τοίνυν τὴν χρονικὴν ἀρχήν τε καὶ διάστασιν καὶ τὴν ἐκ συζυγίας γέννησιν καὶ τ’ ἄλλ’ ὅσα μὴ θεότητι κατάλληλα, σκόπει πρὸς τοὺς τοῦ ἁγίου λόγους τὸ παράδειγμα καὶ συνήσεις τἀληθές.

Ἀλλ’ ἡμεῖς μὲν οὕτω δι’ υἱοῦ νοοῦμεν ἐκ γεννητικοῦ, ταὐτὸν δ’ εἰπεῖν ἀπὸ πατρός, τὸ μὴ γεννητὸν ὑπάρχον πνεῦμα· διὰ τὸν υἱὸν γάρ ἐστί τε καὶ λέγεται πατήρ. Δι’ αὐτοῦ δὲ τοῦ πνεύματος, οὐ γεννητοῦ ὄντος ἀλλ’ ἐκπορευτοῦ, ἀμέσως ἐκ τοῦ ἐκπορεύοντος αὐτὸ νοοῦμεν, ταὐτὸν δ’ εἰπεῖν ἐκ προβολέως. Διὰ τί γὰρ καὶ ὁ φερώνυμος θεολόγος Γρηγόριος ὁ μέγας οὐ πατέρα μόνον, ἀλλὰ καὶ προβολέα τὴν μόνην πηγαίαν θεότητα καλεῖ; Οὐ πατέρα μὲν γεννήματος, προβολέα δὲ προβλήματος;

Ὥσπερ οὖν ἔχει τὸ γέννημα πρὸς τὸν γεννήσαντα, οὕτως ἕξει καὶ τὸ πρόβλημα πρὸς τὸν προβολέα ἑαυτοῦ, ἀμέσως δηλαδὴ ἑκάτερον. Ἐὰν δὲ τὸ πρόβλημα πατρὸς λέγῃς, διὰ τὸν υἱὸν ἐρεῖς. Ἐβουλόμην δὲ καὶ περὶ τῆς ‘διὰ’ διὰ πλειόνων δεῖξαι, ἀλλὰ τίς ἔτι χρεία λόγων, δι’ αὐτοῦ τοῦ ἁγίου πνεύματος ἡμῖν ἑρμηνευθείσης; Ἐγὼ γὰρ ἐξετάζων τίς ὁ πρῶτος εἰρηκὼς τὸ ἅγιον πνεῦμα δι’ υἱοῦ, μᾶλλον δὲ τίς ὁ δι’ ἐπιπνοίας θείας τοῦτο παραδοὺς ἡμῖν—οὐδεμίαν γὰρ λέξιν ἡ καθ’ ἡμᾶς θεολογία φέρει μὴ διὰ θείας ἀποκαλύψεως τὴν ἀρχὴν ἐκπεφασμένην— ἐξετάζων οὖν ἐγὼ τίς ὁ πρῶτος οὗτος εἰρηκώς, τοῦτ’ αὐτὸ περὶ ἑαυτοῦ τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ θεολογικωτάτου ἐν ἀποστόλοις Ἰωάννου, Γρηγορίῳ τῷ θαυματουργῷ τῆς τοῦ θεοῦ μητρὸς προτρεψαμένης, ἀποκαλύψαν τε ὁμοῦ καὶ ἑρμηνεῦσαν εὗρον· καὶ ὁ συγγραφεὺς τοῦ Γρηγορίου θαυμασίου Βίου καὶ τῆς ἐν αὐτῷ ἀποκαλύψεως, ὁμώνυμός τε καὶ ἀξιόλογος οὐχ ἧττον, Γρηγόριος γάρ ἐστιν ὁ Νυσσαέων οὗτος, οὗ μικρὸν ἀνωτέρω διευκρινήσαντες τὴν ῥῆσιν ἐκ πατρὸς δι’ υἱοῦ τὸ πνεῦμα νοούμενον εὑρήκαμεν, ἀλλ’ οὐκ ἐκπορευόμενον· ὃς εὖ ὅτι μάλιστα ποιῶν, αὐτοῖς ῥήμασι προὔθηκεν ἡμῖν τὴν ἀποκάλυψιν ἐκείνην, οὕτω πως ἐν βραχεῖ διατρανοῦσαν τὰ τοῦ πνεύματος· «ἓν γάρ, φησί, πνεῦμα ἅγιον ἐκ πατρὸς καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον καὶ δι’ υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις».

Ὁρᾷς πῶς χρὴ τὸ πνεῦμα νοεῖν καὶ λέγειν δι’ υἱοῦ; Δηλονότι φανερωθὲν τοῖς ἀνθρώποις δι’ αὐτοῦ. Οὕτω τοίνυν νόει καὶ αὐτὸς ὅπουπερ ἂν εὕρῃς διὰ τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς τὸ πνεῦμα διδόμενόν τε καὶ πεμπόμενον, εἴγε μὴ ἀντίθεος ἐθέλεις εἶναι, ἀλλ’ ὁμοῦ καὶ θεοσεβὴς καὶ θεοδίδακτος.

Εἰ δὲ καὶ ἀντὶ τῆς ‘διὰ’ τὴν ‘ἐκ’ πρόθεσιν τιθέναι βούλοιο, μεμψόμεθά σε οὐδαμῶς, μόνον τἀληθὲς καὶ φρονῶν καὶ προστιθείς, ἐκ τοῦ υἱοῦ φανερωθὲν ἡμῖν τὸ πνεῦμα λέγε· ἂν δὲ τὴν τοῦ ἁγίου πνεύματος ὕπαρξιν λέγῃς δι’ υἱοῦ, ὡς ἐκ τοῦ υἱοῦ ὑπάρχουσαν, ὡς ἐκτὸς ὑπάρχοντα τῆς εὐσεβείας καὶ τῆς ἐκκλησίας ἔξω στήσομεν· ἐπεὶ γὰρ «καὶ μεμαθήκαμεν πνεῦμα θεῖον συμπαρομαρτοῦν τῷ λόγῳ, δύναμιν ὂν αὐτὴν ἐφ’ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκφαντικὴν τοῦ λόγου, μὴ χωρισθῆναι τοῦ θεοῦ ἐν ᾧ ἐστι καὶ τοῦ λόγου ᾧ παρομαρτεῖ δυναμένην». Ὡς συνακολουθούσης ἀδιαστάτως τε καὶ ἀχρόνως τῇ γεννήσει τῆς ἐκπορεύσεως, πῶς τὴν ‘διὰ’ ἐπὶ τῆς ἐκπορεύσεως εἰς τὴν ‘ἐκ’ μεταλαμβάνοντες οὐχ ἁμαρτήσομεν; Εὐσεβῶς οὖν εἴπουπερ εὑρεθείη διὰ τοῦ υἱοῦ ἐκπορευόμενον τὸ πνεῦμα τὸ ἅγιον, οὐκ εἰς τὴν ‘ἐκ’, ἀλλ’ εἰς τὴν ‘σὺν’ πρόθεσιν τὴν ‘διὰ’ νοήσομέν τε καὶ μεταληψόμεθα, μετὰ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος, «εἷς ἡμῖν θεός, ὁ ἄναρχος πατήρ· ἡ ἀρχὴ τῶν πάντων, ὁ υἱός, καὶ τὸ οὐκ ἐκ τῆς ἀρχῆς, ἀλλὰ σὺν τῇ ἀρχῇ καὶ μετὰ τῆς ἀρχῆς ἐκ τοῦ πατρὸς πνεῦμα ἅγιον».

Διὸ καὶ αὐτὸς ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς ἐν υἱῷ παρὰ πατρὸς φυσικῶς ὑπάρχειν διὰ πολλῶν τὸ πνεῦμα συμπεραίνει καὶ παρὰ πατρὸς φυσικῶς τε καὶ οὐσιωδῶς διήκειν ἐν υἱῷ τὸ πνεῦμα γράφει, δι’ οὗ πάντα χρίων οὗτος ἁγιάζει· ἐκ μὲν οὖν τοῦ πατρὸς ἐν τῷ υἱῷ διήκει ἀϊδίως, ἐκ δὲ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τοῖς ἁγιαζομένοις ἐγγίνεται, ἡνίκ’ ἂν δέοι.

Καὶ τοῦτο δὲ σκοπεῖν τῶν ἀναγκαιοτάτων, ὡς ὅταν μηδὲν διαφέρῃ φάναι ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ, καὶ τοῦτον τὸν τρόπον ἐπὶ τῆς θεολογίας ἰσοδυναμῶσιν ἀλλήλαις ἡ ‘ἐκ’ καὶ ἡ ‘διά’, οὐ τὴν διαίρεσιν οὐδὲ τὴν διαφορὰν παριστῶσι τῆς ἁγίας τριάδος, ἀλλὰ τὴν ἕνωσιν καὶ τὴν ἀπαραλλαξίαν, ἥτις ἐστὶ κατὰ τὰ φυσικὰ ἰδιώματα, δεικνῦσα μιᾶς καὶ τῆς αὐτῆς ἐνεργείας καὶ θελήσεως εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Λατῖνοι δὲ τὴν διαφορὰν τῶν θείων ὑποστάσεων ἐκ τούτων ἐπιχειροῦσι δεικνύναι τῶν προθέσεων, καὶ ὡς ἐκ τῶν δύο ὑποστάσεων καὶ παρ’ ἑκατέρας τούτων διαφόρως ἔχει τὴν ὑπόστασιν τὸ πνεῦμα. Φανερὸν οὖν ὡς ἐν μὲν τοῖς ἁγίοις αἱ προθέσεις ἔχουσιν εὐσεβῶς τε καὶ καλῶς, ἐκλαμβάνονται δ’ αὗται παρὰ τῶν Λατίνων κακῶς καὶ δυσσεβῶς. Ὅτι δὲ τὴν ἕνωσιν καὶ τὸ ἀπαράλλακτον ἡ τοιαύτη δείκνυσι ‘διά’, παρίστησι σαφῶς ὁ μέγας Βασίλειος γράφων ἐν ὀγδόῳ τῶν Πρὸς Ἀμφιλόχιον· «τὸ διὰ τοῦ υἱοῦ δημιουργεῖν τὸν πατέρα οὔτε ἀτελῆ τοῦ πατρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήματος παρίστησιν».

Ὁ γοῦν λέγων διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα προϊέναι κατὰ τὴν χορηγίαν, τὴν ὁμοβουλίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρέστησε καλῶς· εὐδοκίᾳ γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ αὐτὸ συνευδοκοῦν, τοῖς ἀξίοις χορηγεῖται τὸ πνεῦμα τὸ ἅγιον. Ὁ δὲ λέγων διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν τὸ πνεῦμα ἔχειν, θελήσεως ἔργον καὶ κτίσμα ἐξ ἀνάγκης, ἀλλ’ οὐ θείας φύσεως καρπὸν ὑπάρχειν δυσσεβῶς παρίστησι τὸ πνεῦμα τὸ ἅγιον. Κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνόν, «ἔργον θείας θελήσεως ἡ κτίσις, ἀλλ’ οὐχ ἡ θεότης, ἄπαγε· οὐδὲ γὰρ τῆς θελήσεως, ἀλλὰ τῆς θείας φύσεως ἔργον αὖθις, κατὰ τὸν αὐτόν, ἡ προαιώνιος καὶ ἀΐδιος γέννησίς τε καὶ ἐκπόρευσις».

Πῶς δὲ καὶ φῂς αὐτὸς ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα δι’ υἱοῦ καὶ ἐξ υἱοῦ ὁ λατινικῶς φρονῶν; Ἡμεῖς μὲν γὰρ τὴν φανέρωσιν ὑπὸ χρόνον οὖσαν ἴσμεν, πάντα δὲ τὰ ὑπὸ χρόνον ὄντα διὰ τοῦ υἱοῦ γενόμενα· διὸ καὶ φανεροῦσθαι μὲν ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ φαμεν τὸ πνεῦμα, ἀλλ’ οὐκ ἐκπορεύεσθαι. Σὺ δὲ πῶς λέγεις τὸ πνεῦμα δι’ αὐτοῦ; Εἰ μὲν διαβατικῶς τε καὶ παροδικῶς, βαβαὶ τῆς ἀσεβείας· ὡς γὰρ διὰ σωλῆνος οἴει τοῦ υἱοῦ διέρχεσθαι τὸ πνεῦμα καὶ κενὸν ἑαυτοῦ τοίνυν ἕξει μεταξὺ ὁ πληρῶν τὰ πάντα καὶ πλήρης ὢν ἀεί. Καὶ ὡς ἐν τόπῳ τῷ υἱῷ περιληφθήσεται τὸ πνεῦμα καὶ πέρας ἔσται τοῦ υἱοῦ, καθ’ ὃ τὸ πνεῦμα περιλήψεται· πέρας γὰρ τοῦ περιέχοντος ὁ τόπος· καὶ φύσεως δὲ οὐκ ἔσται τῆς αὐτῆς τῷ πνεύματι· καὶ γὰρ οὐχ ἡ αὐτὴ τόπου φύσις καὶ τοῦ ἐν αὐτῷ. Πῶς δὲ καὶ αὐτὸς ὁ υἱός ἐστιν ἐν τῷ παροδικῶς δι’ αὐτοῦ διερχομένῳ πνεύματι;

Εἰ δ’ ὡς δι’ ὀργάνου, καὶ τοῦτο ἀσεβές· ἄλλη γὰρ ὀργάνου φύσις καὶ τοῦ δι’ ἐκείνου ἄλλη· καὶ αὖθις ἑτέρα τοῦ δι’ αὐτοῦ τὸ τελούμενον τελοῦντος. Οὐκοῦν τοῦτό σοι λέγειν ἔτι λείπεται, ὅτι καθάπερ δι’ αὐτοῦ τὰ πάντα ἐκ πατρός, οὐ διαβατικῶς ἀλλὰ δημιουργικῶς, οὐχ ὡς δι’ ὀργάνου ἀλλ’ ὡς συνδημιουργοῦντος, οὕτω καὶ τὸ πνεῦμα δι’ αὐτοῦ. Ὁρᾷς ποῦ κατάγεις, ὦ οὗτος, τὸ ἀνωτάτω πνεῦμα καὶ τίσι συντάττεις τὸν ἐπὶ πάντων θεόν; Ἀλλ’ οὐχ ὡς συνδημιουργοῦντος λέγω, φησίν, ἀλλ’ ὡς συνεκπορεύοντος. Οὐκοῦν συνεκπορεῦον καὶ τὸ πνεῦμα τελειώσει ἑαυτό, ὥσπερ κἀκεῖ συνδημιουργοῦν τελεσιουργεῖ τὰ πάντα· μᾶλλον δὲ οὐχ ἑαυτό, ἀλλ’ ἕτερον ἀπαράλλακτον αὐτοῦ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον· καὶ τοῦ πατρὸς γὰρ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι δημιουργοῦντος ἕτερον παντάπασι τὸ ὑφιστάμενον· καὶ τοῦ πατρὸς πρὸ τῶν αἰώνων γεννῶντός τε καὶ ἐκπορεύοντος, εἰ καὶ ὁμοούσια τὰ παρ’ αὐτοῦ, ἀλλ’ ἑκάτερον ἕτερον αὐτοῦ τε καὶ ἀλλήλων καθ’ ὑπόστασιν.

Οὐκοῦν ἐπειδήπερ, ὡς κοινὸν πατρί τε καὶ υἱῷ τὸ ἐκπορεύειν κατ’ αὐτούς, ἀνάγκη τοῦτ’ ἔχειν καὶ τὸ πνεῦμα, τετρὰς ἔσται ἡ τριάς. Τί γάρ ποτε κοινὸν υἱῷ τε καὶ πατρί, ὃ μὴ καὶ τῷ πνεύματι κοινόν; Πῶς δὲ οὐχὶ καὶ ὁ υἱὸς αἴτιος θεότητος ἐπίσης τῷ πατρὶ καὶ πηγαία καὶ αὐτὸς θεότης; Καίτοι τοῦτ’ ἀνωτέρω διὰ πλείστων ἀποδέδεικται καὶ μεμαρτύρηται, ὅτι πάντῃ τε καὶ πάντως μία πηγαία θεότης ὁ πατὴρ καὶ μόνος ἀρχὴ καὶ μόνος ἀγέννητος καὶ μόνος αἴτιος καὶ μόνος πατὴρ καὶ μόνος προβολεὺς καὶ μόνος πηγὴ θεότητος καὶ μόνος θεότης θεογόνος· καὶ ὡς τῷ αἰτίῳ τοῦ υἱοῦ μείζων ὁ πατήρ, ὡς αἰτιατοῦ μόνον ὄντος τοῦ υἱοῦ, ἀλλ’ οὐχὶ καὶ θεότητος αἰτίου.

Εἰ δέ τις εὕρηται μείζω λέγων τὸν υἱὸν τοῦ πνεύματος, ἀλλὰ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ, ὡς καὶ ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς φησι· προθεὶς γὰρ ἐκεῖνο τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον, «εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ἐπήνεγκεν, «εἰ διὰ τῆς ἐνεργείας τοῦ πνεύματος θεὸς ἐξελαύνων τὰ δαιμόνια δοξάζεται, πῶς οὐ μεῖζόν ἐστιν αὐτοῦ, τὸ ἐν ᾧ δοξάζεται»; Κατασκευάζων ἐντεῦθεν ἄκτιστον εἶναι τὸ πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ ἂν ἐπὶ κτίσματος ἔμφασιν ἐξ ὧν εἶπεν ὁ κύριος παρεῖχε τοῦ τοιούτου μείζονος; Λέγεται δὲ τὰ τοιαῦτα ἐπί τε τοῦ υἱοῦ καὶ τοῦ πνεύματος οὐ διὰ τὸ ἀλλήλων αἴτια ὑπάρχειν, ἄπαγε, ἀλλὰ διὰ τὸ ποικίλον καὶ πολυειδὲς τῆς κατὰ τὴν πρὸς ἡμᾶς οἰκονομίαν σοφίας τοῦ θεοῦ δι’ ἀλλήλων τὸ ἴσον ἐν πᾶσι δεικνύσης ἀμφοτέρων, τοῦ υἱοῦ λέγω καὶ τοῦ πνεύματος.