Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Η εκπόρευση εκ της θείας φύσεως και η αναίρεση των λατινικών συλλογισμών

Διάκριση μεταξύ ουσίας και υποστάσεως, ανάλυση της διδασκαλίας περί του Πνεύματος ως ζώντος ύδατος και έλεγχος της προσπάθειας των Λατίνων να εφαρμόσουν φυσικούς νόμους στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 11

Ἀλλ’ ὁ τῆς Ἀλεξανδρείας, φασί, Κύριλλος, ἔχειν φησὶ τὸν υἱὸν φυσικῶς ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ἴδια καὶ ἐξαίρετα, διαβαινούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος καὶ ἐκ τῆς οὐσίας τοῦ υἱοῦ τὸ πνεῦμα λέγει· καὶ προχεόμενον ἐκ πατρὸς δι’ υἱοῦ τὴν κτίσιν ἁγιάζειν, καὶ ἐξ ἀμφοῖν προχεόμενον οὐσιωδῶς. Καὶ αὖθις ἐν ἑβδόμῳ τῶν Πρὸς Ἑρμείαν ἐξενηνεγμένων λόγων περὶ τοῦ υἱοῦ ταῦθ’ ἡμῖν διατρανοῖ· «ἀπολύων γάρ, φησίν, ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτός, ὡς ἐκ θεοῦ πατρὸς λόγος καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως. Καὶ οὐκ ἐκ μέτρου ἔχων δίδωσι τὸ πνεῦμα κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ’ αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ, καθάπερ ἀμέλει καὶ ὁ πατήρ».

Καιρὸς δὴ ἡμῖν εἰπεῖν πρὸς τὸν τὰ τοιαῦτα προβαλλόμενον· ἔτ’ ἀσύνετος εἶ καὶ οὐδ’ ἀκηκοὼς πάνυ πολλάκις ἀνωτέρω παρ’ ἡμῶν συνῆκας, ὅτι θεὸς καὶ θεοῦ ὕπαρξις ἀναίτιός τε καὶ ὑπέρχρονος; Ἐνταῦθα γὰρ προχεόμενόν φησι καὶ τὴν κτίσιν ἁγιάζον.

Χρονικὸν τοίνυν καὶ δι’ αἰτίαν ἀκούων τὸ προχεῖσθαι—καὶ γὰρ μετ’ αὐτὴν καὶ δι’ αὐτὴν προκέχυται τὴν ἁγιαζομένην· πῶς γὰρ οὔ; —Πρὸς δὲ καὶ εἰς ἄφεσιν ἁμαρτιῶν διδόμενον παρὰ τοῦ υἱοῦ, ὥσπερ ἀμέλει καὶ παρὰ τοῦ πατρός, καὶ οὐκ ἀπολύτως πηγαζόμενον ἀλλὰ τισὶν ἀκούων, οὐκ ἀναμιμνήσκῃ ὃ διδαχθεὶς ἔχεις παρ’ ἡμῶν τε καὶ τῆς ἀληθείας, ὡς ἡ παρὰ τοῦ πατρὸς προαιώνιος τοῦ ἁγίου πνεύματος ἐκπόρευσις, οὐ διά τι οὐδὲ πρός τινας οὔτε ὑπὸ χρόνον ὅλως; Εἰ δὲ καὶ οὐσιωδῶς ἐξ ἀμφοῖν εἶπε προχεόμενον, οὐδὲν καινόν. Ὡς γὰρ ἐπιδημοῦν τοῖς ἀποστόλοις καὶ ἐνεργοῦν τελεώτερον, καὶ ὡς Γρηγόριος ὁ θεολόγος λέγει, «οὐσιωδῶς ὡς ἂν εἴποι τις παρὸν καὶ συμπολιτευόμενον». Τί δέ, οὐκ οὐσιώδης ἦν καὶ ἡ πρὸς ἡμᾶς ἀποστολὴ τοῦ λόγου, ἐξ ἀμφοῖν τοῦ πατρὸς γενομένη καὶ τοῦ πνεύματος; Ἀλλ’ ἡ ἀποστολὴ γέννησις οὐκ ἦν· οὐ γὰρ ἐξ ἀμφοῖν ὁ υἱὸς γεγέννηται, οὐδὲ δι’ ἡμᾶς, ἀλλ’ οὐδὲ μεθ’ ἡμᾶς, εἰ καὶ μεθ’ ἡμᾶς δι’ ἡμᾶς οὐσιωδῶς κατῆλθεν ἑνωθεὶς τῇ καθ’ ἡμᾶς φύσει καθ’ ὑπόστασιν καὶ γεγονὼς καθ’ ἡμᾶς ὑπὲρ ἡμῶν, μὴ πρὸ ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸ τῶν αἰώνων, ἐκ μόνου τοῦ πατρὸς γεγεννημένος ὤν. Καὶ τὸ πνεῦμα τοίνυν τὸ ἅγιον οὐσιωδῶς ἐπέμφθη ἐξ ἀμφοῖν ἀρτίως, εἰ δὲ βούλει, καὶ ἐκκέχυται παρ’ ἀμφοτέρων· ὕδωρ γὰρ ἐκλήθη ζῶν. Καὶ «Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι· ὑμεῖς δέ, φησὶν ὁ κύριος, βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ».

Πῶς ἂν οὖν ἐβαπτίσθησαν, μὴ τοῦ ζῶντος ἐκχυθέντος ὕδατος;

Ἐκκέχυται τοίνυν οὐσιωδῶς δι’ ἡμᾶς καὶ μεθ’ ἡμᾶς· αὐτὸ γὰρ ἐφανερώθη δι’ ἑαυτοῦ τὴν θείαν δύναμιν παρέχον, ἀλλὰ καὶ πάρεστιν ἀεὶ οὐσιωδῶς ἡμῖν, πάντως δὲ καὶ καθ’ ὑπόστασιν, κἂν ἡμεῖς τῆς οὐσίας ἢ τῆς ὑποστάσεως ἥκιστα μετέχωμεν, ἀλλὰ τῆς χάριτος. Ἐκπορεύεται δὲ οὐ πρὸ ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸ τῶν αἰώνων ἀναιτίως ἐκ μόνου τοῦ πατρός. Ὁ δὲ τῆς ἐκκλησίας ἐν ταὐτῷ καὶ θεμέλιος καὶ κορυφαῖος Πέτρος καὶ αὐτῆς τῆς παρ’ ἀμφοτέρων ἐκχύσεως τοῦ ἁγίου πνεύματος διαφορὰν ἐγνώρισεν ἡμῖν· «τὴν γὰρ ἐπαγγελίαν τοῦ πνεύματος ὁ υἱὸς λαβών, φησί, παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε», ἄντικρυς ἐκείνην λέγων τοῦ κυρίου καὶ διδασκάλου τὴν φωνήν· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός».

Ἐκχεῖται τοιγαροῦν ἡμῖν τὸ πνεῦμα παρὰ τοῦ πατρὸς ὡς καὶ ἑαυτοῦ, παρὰ δὲ τοῦ υἱοῦ ὡς παρὰ τοῦ πατρὸς λαμβάνοντος. Ὥστε, οὐκ ἐξ ἑαυτοῦ μὲν ἔχει τὸ πνεῦμα ὁ υἱός, οὐδὲ διὰ τοῦ υἱοῦ τὴν ὕπαρξιν τὸ πνεῦμα ἔχει, ἀλλ’ ἐξ ἑαυτοῦ ἔχει ὁ πατήρ, ἐξ ἑαυτοῦ ἀμέσως ἐκπορευόμενον ἀναιτίως καὶ προαιωνίως· ἀλλὰ καὶ ἐκ τῆς ἰδίας ἡμῖν, φησὶν ὁ υἱός, τοῦτ’ ἀναπηγάζει φύσεως, εἰκότως καὶ παναληθῶς· μία γὰρ φύσις τοῖς τρισὶ καὶ φυσικῶς ἔνεισιν ἀλλήλοις. Καὶ ὁσάκις ὁ θεόφρων οὗτος Κύριλλος ἐκ τῆς οὐσίας τοῦ υἱοῦ τὸ πνεῦμα λέγει, τὸ ὁμοούσιον παρίστησιν, ἀλλ’ οὐκ αἴτιον εἶναι τὸν υἱὸν τοῦ πνεύματος.

Ἐπεὶ καὶ πρὸς τοὺς ἀντιλέγοντας τῷ ὁμοουσίῳ τὰ τοιαῦτα γέγραφεν· ὕδωρ μὲν γὰρ ζῶν καλεῖται τὸ πνεῦμα τὸ ἅγιον καὶ πηγή ἐστι τούτου τοῦ ὕδατος ὁ πατήρ, ὃς διὰ τοῦ προφήτου περὶ τῶν Ἰουδαίων λέγει· «ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους».

Πηγή ἐστι τούτου τοῦ ὕδατος καὶ ὁ υἱός, καθὰ καὶ ὁ Χρυσόστομος περὶ τοῦ βαπτίσματος γράφων, «δείκνυσι, φησίν, ἑαυτὸν ὁ σωτὴρ πηγὴν ζωῆς καὶ ὕδωρ ζῶν τὸ πνεῦμα τὸ ἅγιον». Ἀλλὰ τοῦ ὕδατος τούτου πηγὴν εἶναι δείκνυσιν ὁ Χριστὸς καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον· «ὁ πιὼν γάρ, φησίν, ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω, δηλαδὴ τὸ πνεῦμα τὸ ἅγιον, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».

Ἔστιν οὖν καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ὁμοῦ πηγὴ τοῦ ζῶντος ὕδατος, τουτέστι τῆς θείας χάριτος καὶ ἐνεργείας τοῦ πνεύματος· «τὴν χάριν γὰρ τοῦ πνεύματος ἡ γραφή, ὁ Χρυσόστομός φησι πατήρ, ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας».

Οὐ γὰρ ἐκ διαφόρων οὐσιῶν συνέστηκε τὸ πνεῦμα τὸ ἅγιον, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. «Ἀλλ’ ἐκ τῆς θείας φύσεως, φασί, καὶ αὐτῆς τῆς τοῦ υἱοῦ ἀναπηγάζει τὸ πνεῦμα τὸ ἅγιον». Ἔστω δή, εἰ βούλεσθε, καὶ κατὰ τὴν ἀΐδιον ὕπαρξιν· πηγάζει γοῦν ἐκ τῆς θείας φύσεως, ἀλλὰ καθ’ ὑπόστασιν μόνην τὴν πατρικήν. Διὸ οὐδεὶς οὐδέποτε τῶν ἀπ’ αἰῶνος εὐσεβῶν θεολόγων ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ τὸ πνεῦμα εἶπεν, ἀλλ’ ἐκ τῆς τοῦ πατρὸς ὑποστάσεως· ἐκ δὲ τῆς φύσεως τοῦ υἱοῦ καὶ φυσικῶς εἶναι ἐξ αὐτοῦ εἴπερ τις φαίη, ἀλλ’ ὡς μιᾶς καὶ τῆς αὐτῆς φύσεως οὔσης τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.

Ἵνα γὰρ κατ’ αὐτὸν εἴπω τὸν θεῖον Κύριλλον, ὡς αὐτὸς Πρὸς Ἑρμείαν γράφει, «οὐχ ἕτερος ἂν ὁ υἱὸς εἶναι νοοῖτο παρὰ τὸν πατέρα, ὅσον εἰς ταὐτότητα φυσικήν, πάντως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον», ὡς καὶ περὶ τούτου ὁ αὐτὸς ἐξηγούμενος ἐκεῖνο τὸ εὐαγγελικόν, «οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ», φησίν, «οὐδὲν ἕτερον παρὰ τὸν υἱὸν ὑπάρχει τὸ πνεῦμα τὸ ἅγιον, ὅσον εἰς ταὐτότητα φύσεως». «Πηγὴ δέ ἐστι ζωῆς, κατὰ τὸν μέγαν Διονύσιον, ἡ θεία φύσις εἰς ἑαυτὴν χεομένη καὶ ἐφ’ ἑαυτῆς ἑστῶσα καὶ ἀεὶ δι’ ἑαυτῆς θεωμένη».

Ἀλλ’ οὐκ ἔστι, φασίν, ἐκ τῆς οὐσίας τοῦ υἱοῦ εἶναι τὸ πνεῦμα καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ μὴ εἶναι· οὐ γὰρ συνορῶσιν, ὡς, ὅταν τι μιᾶς μὲν οὐσίας ᾖ καὶ ὑποστάσεως, τὸ ἐξ ἐκείνης τῆς οὐσίας ἔχον ὁπωσδήποτε τὴν ὕπαρξιν καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνης ταύτην ἔχει, καὶ ἀντιστρόφως· ὃ γὰρ ἂν ἐκ τῆς ὑποστάσεως ἐκείνης ᾖ καὶ ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν.

Ὅταν δέ τι μιᾶς μὲν οὐσίας ᾖ, οὐ μιᾶς δὲ ὑποστάσεως, ἀλλὰ πλειόνων, τὸ ἐκ τῆς μιᾶς ἐκείνης οὐσίας οὐκ ἐκ τῶν λοιπῶν αὐτῆς ὑποστάσεών ἐστιν, ἀλλ’ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεὶ γοῦν ἡ ἀνωτάτω καὶ προσκυνητὴ τριὰς ἡμῖν μία φύσις ἐστὶν ἐν ὑποστάσεσι τρισίν, οὐχὶ τὸ ἐκ τῆς οὐσίας τὴν ὑπόστασιν ἔχον ἐκ τῶν ὑπολοίπων ὑποστάσεών ἐστιν, ἀλλ’ ἐκ μιᾶς τινος αὐτῶν, δηλαδὴ τῆς πατρικῆς· ἐκ ταύτης γὰρ μὴ εἶναι οὐκ ἐνδέχεται, οὐκοῦν οὐχὶ καὶ ἐξ ἑτέρας, ἀλλ’ ἐκ μόνης, εἴπερ ἐκ μιᾶς.

Καὶ τοῦτο δῆλον ἀπὸ τῶν ἀνθρώπων· ἕκαστος γὰρ ἡμῶν ἐκ τῆς οὐσίας μὲν ἔστι τοῦ Ἀδάμ, οὐκ ἔστι δὲ καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ, διότι μία μὲν οὐσία τῶν ἀνθρώπων νῦν, πολλαὶ δὲ ὑποστάσεις. Ἀνθρωπίνης δὲ τὴν ἀρχὴν μιᾶς οὔσης οὐσίας τε καὶ ὑποστάσεως, τῆς τοῦ Ἀδάμ, ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ ἡ Εὔα οὖσα, καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνου ἦν. Ἀλλὰ καὶ πρὶν τὸν Κάϊν εἶναι, μιᾶς οὔσης ἀνδρικῆς οὐσίας τε καὶ ὑποστάσεως, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς οὐσίας τε καὶ ὑποστάσεως ὑπῆρχε, τοῦ Ἀδάμ· δυοῖν δὲ ἀνδρῶν ἤδη καθ’ ὑπόστασιν τελούντων, ὁ τοῦ Κάϊν Ἐνὼχ ἐκ τῆς οὐσίας μὲν ὑπῆρχε τοῦ Ἀδάμ, ἀλλ’ οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἀλλ’ ἐκ μόνης τῆς τοῦ Κάϊν.

Οἱ γοῦν λατινικῶς φρονοῦντες διατεινόμενοι καὶ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ τὸ πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, πλὴν τοῦ θείου πνεύματος, μίαν εἶναι δείκνυνται φρονοῦντες ὥσπερ οὐσίαν οὕτω καὶ ὑπόστασιν ἐπὶ θεοῦ, τὸν πατέρα τελέως ἀθετοῦντες καὶ τὸν υἱὸν εἶναι μόνον καθ’ ὑπόστασιν δεικνύντες καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ υἱοῦ τὴν ὕπαρξιν ἔχειν παριστῶντες.

Εἴ τις οὖν ἐκ τῆς φύσεως ἀκούων τοῦ υἱοῦ τὸ πνεῦμα, ἐκ τῆς ὑποστάσεως νοεῖ, ὁμοϋπόστατον ποιεῖ τῷ πατρὶ τὸν υἱόν, ἐπειδήπερ ὁμοούσιος· ἢ καὶ τὴν διαφορὰν καὶ τὴν διάκρισιν κἀν τῇ θείᾳ φύσει, ἀλλ’ οὐκ ἐν μόναις ταῖς τρισὶ θείαις ὑποστάσεσι νοεῖ, μὴ πρὸς τοῖς ἄλλοις καὶ τοῦ Χρυσοστόμου θεολόγου διδάσκοντος ἀκούων, «ὡς ἡ μὲν τῶν θείων ὑποστάσεων διακριτικὴ τάξις, τοῖς ἁγίοις καθέστηκε γνώριμος, ἡ δὲ φύσεων διακριτικὴ ἐπὶ τῆς ἁγίας τριάδος ἀπόβλητος». «Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ τοῦ πατρὸς εἰς υἱόν, πρὸς τὰς κανονικάς φησιν ὁ μέγας Βασίλειος, οὐδὲ ῥυεῖσα ἐγέννησεν».

Τοιγαροῦν εὖ ἂν ἔχοι λέγειν οὐκ ἐκ τῆς ὑποστάσεως τοῦ υἱοῦ, ἀλλ’ ἐξ αὐτοῦ φυσικῶς κἀκ τῆς οὐσίας τοῦ υἱοῦ τὸ πνεῦμα, διὰ τὸ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοούσιον καὶ τῆς τοῦ θείου πνεύματος πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ὁμοουσιότητος ἐντεῦθεν δεικνυμένης, ἀλλ’ οὐχὶ τῆς διαφόρου ἐκ τοῦ πατρὸς ὑπάρξεως τοῦ πνεύματος, ἴσον δέ ἐστιν εἰπεῖν καὶ ἐκ τῆς οὐσίας τοῦ υἱοῦ τὸ πνεῦμα διὰ τὴν ὁμοουσιότητα, καὶ ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας τῷ υἱῷ τὸ πνεῦμα. Ἐκ δὲ τῆς τοῦ υἱοῦ ἡ ὁμοουσιότης δείκνυται τοῦ πνεύματος ὡς φανερωτέρας καὶ προκατηγγελμένης καὶ προπεπιστωμένης· «ἔχει τε ὁ υἱὸς φυσικῶς ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ἴδια καὶ ἐξαίρετα, διαβαινούσης εἰς αὐτὸν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος»· οὐ τὰ ὑποστατικὰ ἴδια τοῦ πατρὸς καὶ ἐξαίρετα—οὐδὲ γὰρ τὸ ἄναρχον ἔχει καὶ ἀγέννητον ἢ τὸ γόνιμον—ἀλλὰ τὰ φυσικὰ καὶ ἴδια τῆς τοῦ πατρὸς φύσεως αὐχήματα, ἅπερ ἔχει φυσικῶς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Καὶ τοῦτο διὰ πολλῆς ποιούμενος σπουδῆς ὁ θεῖος Κύριλλος, τὸ μηδένα παραχθέντα δοξάζειν ἐκ τῆς ὑποστάσεως τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, ἐκ τῆς φύσεως αὐτοῦ καὶ φυσικῶς καὶ κατὰ φύσιν ὁσάκις λέγει, τὸ πνεῦμά φησι τὸ ἅγιον καὶ ἐκ τῆς φύσεως αὐτοῦ πηγάζειν, καθ’ ἣν ὁ αὐτός ἐστι μετὰ πατρός, ἀλλ’ οὐδαμοῦ τῶν λόγων ἐκ τῆς ὑποστάσεως· καὶ τὰ ἴδια τοῦ πατρὸς ἔχειν αὐτὸν φυσικῶς τε καὶ οὐσιωδῶς καὶ κατὰ φύσιν ἀεὶ θεολογεῖ.

Καὶ συκοφαντηθεὶς γὰρ ὡς καὶ ἐκ τῆς ὑποστάσεως τοῦ υἱοῦ δοξάζων τὴν ὕπαρξιν τὸ πνεῦμα ἔχειν, τοῦτ’ αὐτὸ ὅτι συκοφαντεῖται ἰσχυρίσατο, ἴδιον τοῦ υἱοῦ καὶ οὐκ ἀλλότριον εἶναι τὸ πνεῦμα διατεινάμενος, ἀλλ’ οὐκ ἐκ τοῦ υἱοῦ. Καὶ τοῦτ’ ἀνάγραπτον κεῖται πρὸς Λατίνων περιφανῆ τε καὶ λαμπρὸν ἔλεγχον· οἳ παρ’ ὧν ἔδει μᾶλλον ἀποσχέσθαι τῆς κακονοίας, ἐκ τούτων ἐνάγεσθαι δικαιοῦσιν εἰς τὸ μὴ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὴν τοῦ υἱοῦ ὑπόστασιν αἰτίαν εἶναι κακῶς νομίζειν τῆς τοῦ θείου πνεύματος ὑποστάσεως. Ὁ δὲ λέγων εἶναι ἐκ τῆς τοῦ υἱοῦ ὑποστάσεως τὸ πνεῦμα, διὰ τὸ εἰπεῖν τὸν θεῖον Κύριλλον διαβαίνειν φυσικῶς εἰς τὸν υἱὸν τὴν τοῦ γεννήσαντος ἰδιότητα, παρ’ αὐτοῦ τοῦ θείου Κυρίλλου ἐντρεπέσθω, γράφοντος ἐν Θησαυροῖς· «πῶς οὐκ ἔσται τὸ πνεῦμα θεός, ὅλην ἔχον ἐν ἑαυτῷ οὐσιωδῶς τὴν ἰδιότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, οὗ καὶ πνεῦμά ἐστι, δι’ υἱοῦ τῇ κτίσει χορηγούμενον»; Κατὰ γὰρ τὴν αὐτῶν σύνεσιν, ἣν ἐν ταῖς τῶν θεοφόρων κέκτηνται θεολογίαις, τὸ πνεῦμα γεννητόν τε ἅμα καὶ γεννήτωρ ἔσται· οὗ τί ἂν ἀκουσθείη καινότερον;

Ἀλλὰ ταῦτα μὲν ὥσπερ ἐκ περιουσίας ἡμῖν ἀρτίως εἴρηται πρὸς τοὺς διατεινομένους ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ τὸ πνεῦμα, ἐπειδήπερ ἐκ τῆς φύσεως εἴρηται. Ὁ γὰρ θεῖος Κύριλλος ἐνταῦθ’ ἡμῖν ἀναπηγάζειν ἐκ τῆς φύσεως οὐ τὴν φύσιν φησὶ τοῦ πνεύματος, οὐδὲ τὴν ὑπόστασιν, ἀλλὰ τὴν ἐνέργειαν, ἥτις ἀναπηγάζει, κατὰ τὸν Δαμασκηνὸν θεολόγον, ἐκ μιᾶς τρισυποστάτου φύσεως. Ὅτι μὲν γὰρ ἄκτιστός ἐστι καὶ ἡ τῆς θείας φύσεως ἐνέργεια καὶ ὅτι φυσικὴ καὶ οὐσιώδης λέγεται, παραστήσει δι’ ὀλίγων καὶ ὁ μέγας Ἀθανάσιος ἐν τοῖς Κατὰ Μακεδονίου γράφων· «οὐ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ πατὴρ καὶ ὁ υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν».

Ὅτι δὲ οὐκ ἐκ μιᾶς τινος τῶν ὑποστάσεων, ἀλλ’ ἐκ τῆς τρισυποστάτου φύσεως ἡ τοιαύτη ἐνέργεια πηγάζει προσμαρτυρείτω καὶ ὁ μέγας Διονύσιος γράφων ἐν κεφαλαίῳ τετάρτῳ τῆς Περὶ τῆς οὐρανίου ἱεραρχίας βίβλου· «πάντα μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης». Ὅτι δὲ πνεῦμα ἐνταῦθα ὁ θεῖος Κύριλλος ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ διδόμενον ἡμῖν οὐ τὴν φύσιν φησὶν οὐδὲ τὴν ὑπόστασιν τοῦ πνεύματος, ἀλλὰ τὴν ἄκτιστον αὐτοῦ καὶ φυσικὴν χάριν καὶ ἐνέργειαν, σαφὲς δεῖγμα πρὸς τοῖς ἄλλοις καὶ τὸ μνησθῆναι τῆς ἐν τῷ εὐαγγελίῳ τοῦ προδρόμου καὶ βαπτιστοῦ περὶ τοῦ Χριστοῦ φωνῆς, τῆς οὐκ ἐκ μέτρου δίδοσθαι λεγούσης παρὰ τοῦ πατρὸς τὸ πνεῦμα τῷ υἱῷ. Ἰωάννης γὰρ ὁ χρυσορρήμων, τὸ χωρίον τοῦτο τοῦ κατὰ τὸν θεολόγον Ἰωάννην εὐαγγελίου ἐξηγούμενος, «πνεῦμα, φησίν, ἐνταῦθα τὴν ἐνέργειαν λέγει· πάντες γὰρ ἡμεῖς μέτρῳ τὴν ἐνέργειαν τοῦ πνεύματος ἐλάβομεν, ἐκεῖνος δὲ ὁλόκληρον· εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία».

Οὕτω πάντα νικᾷ τῆς τῶν παρ’ ἡμῶν εἰρημένων ἀληθείας ἡ δύναμις, εὐπορίας ἀφορμὴν ποιουμένη τὰς ὑμῶν ἀπορίας καὶ δι’ ἑαυτῆς ὡς διὰ μιᾶς τινος εὐθείας πλῆθος σκολιῶν, ἑτεροκλινεῖς ἀπελέγχουσα γραμμάς. Ταύτῃ τοι τῶν μὲν γραφικῶς προβαλλομένων ἅλις.

Ἐπεὶ δὲ οὐ μόνον τοῖς λογίοις οἱ Λατῖνοι χρῶνται καθ’ ἡμῶν, μᾶλλον δὲ καθ’ ἑαυτῶν, ἀλλὰ καὶ διανοήμασιν οἰκείοις, φέρ’ ἴδωμεν τὸ ἀναμφίλεκτον αὐτοῖς δοκοῦν, ᾧ καὶ τ’ ἄλλα συνδιαρρυήσεται λυθέντα, μᾶλλον δὲ καὶ τὸ παρωνύμως ἀπὸ τῆς διανοίας λέγεσθαι στερήσεται, ἀδιανόητα δειχθέντα· κατὰ μέρος γὰρ ταῦτ’ ἐπεξιέναι οὐκ ἀνάγκη. Καὶ ταῦθ’ ἡμῖν ἀρτίως οἷς πέρα τοῦ μετρίου μηκύνειν ἥκιστα προῃρημένοις, ὅμως εἰς μῆκος ἐκτέταται ὁ λόγος, ταῖς αὐτῶν ἐξ ἀγνοίας ἀπορίαις συμπαρεκτεινόμενος.

Ἀλλὰ τί τὸ δοκοῦν αὐτοῖς ἀκράδαντον τῆς δυσσεβείας ἔρεισμα; Πᾶν, φησί, τὸ ἐκπορευόμενον ἔκ τινος, διά τινος ἐκπορεύεται καὶ οὕτως ἐπὶ πάντων ἐστί, κἂν μὴ ῥήματι ὁ λέγων ἐπισημαίνηται· τὸ δ’ αὖ διά τινος, καὶ ἐξ ἐκείνου δι’ οὗ ἐστι λέγεται· διὰ τίνος οὖν ἑτέρου, εἰ μὴ διὰ τοῦ υἱοῦ τὸ πνεῦμα; Σαφὲς οὐκοῦν τὸ περαινόμενον, ὅτι διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα ἐκπορεύεται.

Τί οὖν ἡμεῖς πρὸς ταῦτα; Οὐ τὴν ‘διὰ’ μὲν αὐτοῖς δώσομεν, τὴν δὲ ‘ἐκ’ ἀπαγορεύσομεν, ὃ πολλοὶ πεπόνθασιν, ἀγνοοῦντες ὃ πεπόνθασι. Τὸ γὰρ διὰ στόματος, καὶ ἐκ στόματος σαφῶς προφέρεται. Καὶ τῷ Ἰὼβ «διὰ νεφέλης» γέγραπται λαλήσας ὁ θεὸς καὶ αὖθις «ἐκ τοῦ νέφους». Ἀλλ’ οὐδ’ ἐπὶ τῶν κτιστῶν καὶ κατὰ φύσιν ἐκπορευομένων τὸ διά τινος οὐ συννοήσομεν καὶ μὴ λεγόμενον. Οὐ μὴν διὰ τοῦτο τοῖς κατὰ φύσιν τὰ ὑπὲρ φύσιν ὁμοιώσομεν· ἀπόκριναι γὰρ δή μοι ὁ ἐμβατεύων ἃ μὴ ἑώρακας· οὐχὶ καὶ πᾶς υἱὸς ἔκ τινος γεννώμενος διά τινος γεννᾶται καὶ οὕτως ἐπὶ πάντων ἔχει, κἂν μὴ ῥήματι ὁ λέγων ἐπισημαίνηται;

Ἆρ’ οὖν διὰ τοῦτο καὶ τὴν κάτω καὶ χρονικὴν τοῦ μονογενοῦς ὑπὲρ φύσιν οὖσαν ἐκ μόνης παρθένου μητρὸς ἀθετήσομεν γέννησιν καὶ τὴν ἄνω ἐκ μόνου παρθένου πατρὸς προαιώνιον, ζητοῦντες τὸ διὰ τίνος τε καὶ ἐκ τίνος κατὰ τὰς ἀπολουμένας σὰς ὑποθήκας καὶ τοὺς ἀσυλλογίστους συλλογισμούς; Οὔμενουν, ἀλλὰ δι’ αὐτῆς κἀπὶ γῆς φανερωθείσης καὶ τὴν τοῦ ἁγίου πνεύματος ἐκπόρευσιν ἀμέσως οὖσαν ἐκ πατρὸς ἐπιγνωσόμεθα καὶ τὴν σὴν ἀποποιησόμεθα προσθήκην, ὡς τοῖς φυσικῶς διοικουμένοις τὰ ὑπερφυῆ συντάττουσαν.

Καὶ τοῦτο δὲ οὐ συννοεῖς ὁ τῶν ἀνεξερευνήτων ἐξεταστής, ὅτι τὸ ἐκπορευόμενον ἅπαν οὐ διά τινος μόνον, ἀλλὰ καὶ εἴς τι ἀεὶ ἐκπορεύεται; Ἢ τοίνυν δώσεις ἡμῖν εἰς τί πρὸ τῶν αἰώνων τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, καὶ ἀντὶ τῆς μόνης προαιωνίου καὶ σεπτῆς διὰ τοῦτο τριάδος τετράδα σεβόμενος ἀποδειχθήσῃ, τὸ ἐξ οὗ, τὸ δι’ οὗ, τὸ εἰς ὃ καὶ αὐτὸ τὸ ἐκπορευόμενον, ἢ τοῦτο σοῦ μὴ διδόντος οὐδ’ ἐκεῖνο δεξόμεθα. Τίς γὰρ ὁ λόγος καθ’ ὅν, ἀμφοτέρων ἑπομένων τῷ ἐκπορευομένῳ παντί, τὸ μὲν προσίεσθαι, τὸ δὲ μή;

Καίτοι τὸ μὲν ἐκ πατρὸς ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν τῷ υἱῷ ἀναπαύεσθαι, καὶ γέγραπται παρὰ τῶν θεολόγων καὶ πεφανέρωται ἐν Ἰορδάνῃ τοῦ σωτῆρος βαπτιζομένου καὶ τοῦθ’ οὕτως ἔχον ὁμολογοῦμεν, οὐκ ἐκ τῶν ὄντων τὰ ὑπὲρ πάντα τὰ ὄντα στοχαζόμενοι, ἀλλ’ ἐκ τῶν ἀρρήτως τελουμένων τὰ ὑπὲρ ἔννοιαν διδασκόμενοι. Ποῦ δή σοι τὸ δι’ υἱοῦ καὶ ἐξ υἱοῦ ἐπὶ τῆς τοῦ θείου πνεύματος ὑπάρξεως, εἰ ἐκ πατρὸς ἐκπορευόμενον τὸ πνεῦμα πρὸς τὸν υἱὸν σαφῶς ἔρχεται καὶ ἐν αὐτῷ ἀναπαύεσθαι θεολογεῖται; Καθάπερ ὁ ἱερὸς Δαμασκηνὸς ἐπὶ λέξεώς φησι καὶ Γρηγόριος ὁ θεολόγος τοῦτ’ αὐτὸ δεικνὺς ταμίαν εἶναι τοῦ θείου πνεύματος ὡς θεοῦ υἱὸν καταγγέλλει τὸν Χριστόν.

Καὶ ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς ἐν υἱῷ παρὰ πατρὸς φυσικῶς ὑπάρχειν τὸ πνεῦμα συμπεραίνει καὶ παρὰ πατρὸς φυσικῶς τε καὶ οὐσιωδῶς διήκειν ἐν υἱῷ τὸ πνεῦμα λέγει, δι’ οὗ πάντα χρίων ἁγιάζει ὁ υἱός. Ἐκ γοῦν τοῦ πατρὸς ἐν τῷ υἱῷ ὑπάρχον φυσικῶς καὶ ἀϊδίως, ἐκ τοῦ υἱοῦ πρὸς τοὺς ἀξίους, ὅπως καὶ ἡνίκα δέοι, πρόεισι καὶ φανεροῦται τὸ πνεῦμα τὸ ἅγιον.