Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Ανακεφαλαίωση και επίλογος του Δεύτερου Λόγου

Τελική σύνοψη της ορθόδοξης αλήθειας, επανάληψη της διάκρισης μεταξύ ύπαρξης και έκφανσης του Πνεύματος, και ολοκλήρωση του έργου με προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 11

Οὐ μήν, ἀλλ’ ἐπιεικέστερον τὸν προκείμενον μεταχειρίζων λόγον, μάλιστα διὰ τοὺς μετ’ εὐγνωμοσύνης ἐντυγχάνειν μέλλοντας, καθολικωτέραν ἔκφανσιν ἐν βραχεῖ ποιήσομαι τῆς ἀληθείας, ὡς ἐν ἐπιλόγῳ τὸ πᾶν διαλαμβάνουσαν. Ὁ δ’ ἔχων ὦτα πρὸς διάκρισιν ὀρθοῦ καὶ μὴ τοιούτου μυείσθω κατὰ τὸ ἐγχωροῦν τὸ τοῦ μυστηρίου βάθος· πύλας δ’ ἐπίθεσθε τοῖς ἑαυτῶν ὠσίν, ὅσοι μὴ κριτικωτάτην κέκτησθε διάνοιαν, εἰ μὴ τοῖς εὖ λέγειν δυναμένοις, μᾶλλον δὲ παρὰ θεοῦ δυναμουμένοις, πειθηνίους ἑαυτοὺς παρέχετε, ὡς ἂν μὴ τὸ ὑπὲρ τὴν ὑμετέραν γνῶσιν ἀφροσύνην τῶν εὖ εἰδότων ὀνομάσητε. Τί δέ ἐστιν ὃ λέγω; Καὶ συντείνατε παρακαλῶ τὸν νοῦν.

Τὸ πνεῦμα τὸ ἅγιον πρὸ αἰώνων καὶ ἐπ’ αἰῶνας καὶ ἔτι ἰδιαίτατον μὲν ἔχει τῆς ἰδιοτρόπου ὑπάρξεως τὸ ἐκ τοῦ πατρός, τῆς μόνης πηγαίας θεότητος, ἐκπορεύεσθαι, τουτέστιν ἐκ τῆς ὑπερθέου ἐκείνης οὐσίας καθ’ ὑπόστασιν μόνην τὴν πατρικήν, ὑπέρθεος ὂν καὶ αὐτοουσία καὶ κατ’ αὐτὴν τοῦ προσενεγκόντος κατ’ οὐδὲν ἀποδέον, μᾶλλον δὲ μηδαμῶς διαφέρον ἢ διαιρούμενον, ἑτεροϋπόστατον δ’ ὅμως καὶ αὐθυπόστατον. Οὕτω δὲ ὂν ἐκ τοῦ πατρός, οὔτ’ αὐτοῦ διΐσταταί ποτε, καὶ τῷ υἱῷ οὐχ ἧττον ἥνωται οὐσιωδῶς τε καὶ ἀδιαστάτως, αὐτῷ τε ἐπαναπαυόμενον καὶ ἴδιον αὐτοῦ ὑπάρχον καὶ ἐν αὐτῷ φυσικῶς διατελοῦν ἀεί· αὐτὸς γάρ ἐστιν ὁ τοῦ πνεύματος ταμίας. Οὐδὲν οὖν καινόν, εἰ καὶ ἐξ αὐτοῦ καὶ ἐκ τῆς φύσεως αὐτοῦ προϊέναι λέγεται, καθ’ ὑπόστασιν μέντοι τὴν πατρικήν· καὶ δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ φυσικῶς καὶ δίδοται καὶ πέμπεται καὶ προχεῖται καὶ προέρχεται, δι’ αὐτοῦ διδόμενόν τε καὶ φανερούμενον, εἰ δὲ βούλει καὶ ἐκπορευόμενον πρὸς οὓς ἄξιον. Καὶ ἐκπόρευσιν γὰρ εἴπουπερ ἂν ἐν τοῖς τοιούτοις ἀκροάσῃ, τὴν φανέρωσιν νόει· οὐ γὰρ ἀεὶ τὸ ἐκπορεύεσθαι παρὰ θεοῦ ὑπάρξεώς ἐστι σημαντικὸν αὐθυποστάτου· «οὐκ ἐπ’ ἄρτῳ γάρ, φησί, μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ».

Ὁρᾷς ὅτι τὰ μὲν παρὰ θεοῦ ἐκπορευόμενα πολλά, πλήθους γὰρ συνεκτικὸν τὸ πᾶν, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἕν, ὃ καὶ ἰδιοτρόπως παρὰ πάντα ἐκπορεύεται παρὰ θεοῦ; Καὶ πάλιν· «ἐθαύμαζον, φησίν, οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». Ἆρ’ οὖν ἡ τῶν λόγων χάρις αὐθυπόστατος, ὥσπερ τὸ πνεῦμα τὸ ἐκπορευόμενον παρὰ μόνου τοῦ πατρός;

Ἄπαγε· καίτοι ταύτην τὴν χάριν ὁ κύριος πνεῦμα προσηγόρευσεν εἰπών, «τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, πνεῦμά εἰσι καὶ ζωή εἰσιν». Ἀλλ’ ὁρᾷς ὅπως ἐξ υἱοῦ ἡ χάρις καὶ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ δωρεαὶ τοῦ ἁγίου πνεύματος;

Εἰ γὰρ ἐκ τῆς τῶν πιστευόντων εἰς Χριστὸν κοιλίας ποταμοὶ ῥέουσιν ὕδατος ζῶντος κατὰ τὴν ἐπαγγελίαν—«ὁ πιὼν γάρ, φησὶν ὁ κύριος, ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», ταὐτὸν δ’ εἰπεῖν ἐκπορευομένη, κατὰ τὸ «πηγὴ δὲ ἦν ἐκπορευομένη ἐξ Ἐδέμ»— εἰ οὖν ἐκ τῶν ὡμοιωμένων τῷ υἱῷ ποταμηδὸν ἅλλεται, ταὐτὸν δ’ εἰπεῖν πηγάζεται καὶ ἐκπορεύεται τὸ πνεῦμα κατὰ χάριν ἐνυπάρχον αὐτοῖς, πολλῷ μᾶλλον ἐκ τοῦ υἱοῦ τοῦ κατὰ φύσιν προαιωνίως τε καὶ ἀϊδίως ἔχοντος ἑαυτῷ ἐπαναπαυόμενον αὐτὸ καὶ συνημμένον φυσικῶς.

Ἀλλ’ οὐ διὰ τοῦτο δογματίσομεν ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ καὶ ἐκ τῶν ὡμοιωμένων κατὰ χάριν τῷ υἱῷ ἐκπορεύεσθαι τὸ πνεῦμα· ἰδιαίτατα γὰρ ἐκ τοῦ πατρός, ὡς ἐξ αὐτοῦ μόνου τὴν ὕπαρξιν ἔχον τὴν προαιώνιόν τε καὶ ὁμοούσιον. Ἔστι γὰρ καὶ ἐκ τοῦ πατρὸς καὶ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον· καὶ προηγεῖται τῇ ἐπινοίᾳ τοῦ εἶναι πατρὸς τὸ ἐκ τοῦ πατρὸς εἶναι· τὸ γὰρ εἶναί τι προθεωρεῖται τοῦ τινὸς εἶναι, εἰ καὶ μὴ κατὰ χρόνον· καὶ διὰ τοῦτο τοῦ πατρός, ὅτι ἐκ πατρός, ὡς καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Πρὸς Εὐνομιανούς φησι κεφαλαίοις· «τὴν πρὸς τὸν πατέρα οἰκειότητα νοῶ τοῦ πνεύματος, ἐπειδὴ παρὰ τοῦ πατρὸς ἐκπορεύεται». Ἐκ δὲ τοῦ υἱοῦ, εἴπου εὑρεθείη καὶ οἷς τισι ῥήμασιν, ὡς αὐτῷ φυσικῶς ἐναναπαυόμενον προαιωνίως τε καὶ ἀϊδίως, ἅτε κατὰ τὴν ἀπόρρητόν τε καὶ ἄχρονον ἐκείνην γέννησιν τέλειον ἐν ἑαυτῷ σχόντι ἐκ πατρὸς τὸ πνεῦμα, ἐκ τῆς αὐτῆς ὂν αὐτῷ οὐσίας, καθ’ ὑπόστασιν μέντοι τὴν πατρικήν. Οὐκοῦν ἐπὶ τοῦ υἱοῦ προθεωρεῖται τὸ εἶναι αὐτοῦ πνεῦμα τοῦ ἐξ αὐτοῦ εἶναι, εἰ καὶ μὴ κατὰ χρόνον· καὶ διὰ τοῦτο ἐκ τοῦ υἱοῦ, ὅτι τοῦ υἱοῦ. Τοιγαροῦν οὐκ ἔχει παρ’ αὐτοῦ τὴν ὕπαρξιν.

Διὰ δὲ τοῦ υἱοῦ λέγεται τὸ πνεῦμα τὸ ἅγιον, ἔσθ’ ὅτε μὲν ὡς δι’ αὐτοῦ νοούμενον πνεῦμα πατρὸς καὶ ἐκ πατρός, ἅτε μὴ γεννητὸν ὑπάρχον ἀλλ’ ἐκπορευτόν, καὶ ὡς ἐκπορευτὸν ἀμέσως ἐκ τοῦ ἐκπορεύοντος αὐτὸ νοούμενον· ἔστι δὲ καὶ ὡς συμπαρομαρτοῦν ἀχρόνως αὐτῷ κατὰ τοὺς θεολόγους καὶ σὺν αὐτῷ καὶ μετ’ αὐτοῦ, ἀλλ’ οὐχὶ καὶ ἐξ αὐτοῦ ἐκ τοῦ πατρὸς ὑπάρχον, ὡς καὶ αὐτόθεν τοῖς συνετοῖς ἐστι κατάδηλον· οὐδεὶς γὰρ τῶν εὖ φρονούντων λόγον ἀκούσας προαιωνίως ἐκ πατρὸς γεννώμενον οὐκ εἰς ἔννοιαν εὐθὺς ἔρχεται τοῦ τῷ λόγῳ συμφυῶς καὶ συνανάρχως συμπαρομαρτοῦντος πνεύματος, καθ’ ἣν ἔννοιαν οὐδ’ εἰς ‘ἐκ’ τὴν ‘διὰ’ χρὴ μεταλαμβάνειν· ἔστι δὲ καὶ ὡς δι’ υἱοῦ καὶ ἐξ υἱοῦ τοῖς ἁγίοις χορηγούμενον, οὐ μὴν προαιωνίως ἐκεῖθεν πεμπόμενον ἢ διδόμενον ἢ πηγάζον, εἰ δὲ βούλει ἐκπορευόμενον, ἀλλ’ ἡνίκα ληφθῆναι καὶ φανερωθῆναι εὐδόκησε καὶ ὡς εὐδόκησε διδόμενόν τε καὶ φανερούμενον· οὐ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἡ οὐσία καὶ ἡ ὑπόστασις φανεροῦταί ποτε τοῦ θείου πνεύματος. Εἰ δὲ Λατῖνοί φασιν ἐντεῦθεν στοχάζεσθαι τὴν προαιώνιον πρόοδον, ἀκολούθως οὐδ’ ἐκεῖ κατὰ τὴν ὕπαρξιν ἔσται.

Καὶ τὸ τεκμήριον ὅ φασιν αὐτοὶ τοῦτο, οὐδὲν αὐτοῖς συμβαλεῖται πρὸς τὴν πρόθεσιν. Ἀλλ’ ἐκ μὲν τοῦ υἱοῦ καὶ διὰ τοῦ υἱοῦ οὕτω προϊὸν θεολογεῖται τὸ πνεῦμα τὸ ἅγιον· μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὐσίας, μία καὶ ἡ αὐτὴ καὶ θέλησις καὶ δόσις καὶ φανέρωσις. Ἐκ δὲ τῶν υἱοποιήτων τῷ θεῷ καὶ διδόμενόν ἐστι καὶ ἁλλόμενον καὶ πηγάζον καὶ ἐνεργοῦν καὶ φαινόμενον, ὡς ἐνυπαρχούσης μὲν αὐτοῖς καὶ ἐνοικούσης τῆς ἐμφύτου χάριτος καὶ δυνάμεως τοῦ πνεύματος, ἀλλὰ κατὰ χάριν καὶ οὐ φυσικῶς καὶ ὕστερον ἐπιδημησάσης, τουτέστι δι’ αὐτῶν ἐνεργησάσης, ἀλλ’ οὐ προαιωνίως ἐναναπαυομένης.

Ὁρᾷς ὅση ἡ διαφορά, ὡς ἀπειρίας ἐπέκεινα; Λατῖνοι δὲ ἐν τῷ συμβόλῳ τῆς πίστεως, ἐκ μὲν τοῦ πατρὸς λέγοντες γεννηθῆναι τὸν υἱόν, ἐκ δὲ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα ἐκπορεύεσθαι, οὐ σαφῶς περὶ τῶν προαιωνίων καὶ ὑποστατικῶν φασι προόδων καὶ αὐτῆς τῆς ὑπάρξεως τοῦ υἱοῦ τε καὶ τοῦ πνεύματος;

Σαφῶς τοιγαροῦν μιγνύουσι τὰ ἄμικτα· τοῖς ὑπὲρ χρόνον τὰ ὑπὸ χρόνον· τοῖς ὑπὲρ αἰτίαν τὰ δι’ αἰτίαν. Δι’ ἡμᾶς γὰρ ἐκ τοῦ υἱοῦ πέμπεται· εἰ δὲ δι’ ἡμᾶς, καὶ μεθ’ ἡμᾶς· ἐκ δὲ τοῦ πατρὸς οὐ διά τι, οὐδὲ πρός τι, οὐδὲ μετά τι· ἄπαγε τῆς βλασφημίας.

Εἰ μὴ σὺ καὶ τοῦτ’ ἀναπλάσεις ὁ πάντολμος, μᾶλλον δὲ ψευδώνυμος θεολόγος, καὶ τὸν λόγον οἷον ἐγγυτέρω τοῦ πατρὸς τιθείς, πορρωτέρω δὲ τὸ πνεῦμα τὸ ἅγιον. Ταῦτ’ ἄρα καὶ οἱ θεόσοφοι πατέρες ἡμῖν μὲν παραδιδόντες τὴν τῆς πίστεως ὁμολογίαν, ὡς ἐκ τοῦ πατρὸς ἐθεολόγησαν γεννηθέντα τὸν υἱόν, οὕτω καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ τοῦ πατρὸς ἐκπορευόμενον· δηλονότι ἀμέσως ἑκάτερον αὐτῶν καὶ ἐκ μόνου τοῦ πατρός, ἐξ αὐτῆς δηλαδὴ τῆς πατρικῆς ὑποστάσεως. Εἰ δὲ διὰ τὴν γενομένην ἐπιφοίτησιν ὕστερον ἡμῖν, καὶ ταῦτα πρὸς τοὺς ἀλλοτριοῦντας τοῦ υἱοῦ τὸ πνεῦμα ἐνιστάμενοι, ἐξ ἀμφοῖν εἶπέ τις αὐτό, ἢ ἐκ πατρὸς δι’ υἱοῦ ἢ ὅτι τοῦ υἱοῦ ἐκλάμπει καὶ τὰ ὅμοια τούτοις, ἀλλ’ ὡς καὶ ἐν τῷ υἱῷ ὑπάρχον καὶ ἴδιον αὐτοῦ καὶ κατ’ οὐδὲν ἀλλότριον.

Πρὸς δὲ τούτοις οὐδ’ ἄνευ χρονικῆς προσθήκης ἢ αἰτίας εἴρηκέ τις δι’ υἱοῦ ἢ καὶ ἐξ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἀποστελλόμενον, προσσημαίνων δὲ ἀεὶ ἐνέργειαν, καθ’ ἣν ἐφ’ ἡμᾶς ἐλθεῖν πρὸ ἡμῶν τῶν ἀδυνάτων ἦν. Εἰ δ’ ἄρα που καὶ μὴ προσσημήναντες εἰρήκεσαν, ἀλλ’ ὡς πολλάκις τοῦτο πράξαντες. Ἔπειτα οὐδὲ συνίης τοῦτο, ὦ ὑπερλίαν σὺ καὶ καυχώμενος εἰς τὰ ἄμετρα, ὅτι πολλ’ ἄττα τῶν λεγομένων παρὰ τῇ θείᾳ γραφῇ, τῇ μὲν συνόδῳ τῶν ῥημάτων ἐστὶν ἕν, τῇ δὲ διανοίᾳ καὶ τῷ πράγματι οὐχ ἕν; Ὃ καὶ τοῖς αἱρετικοῖς τὴν πλάνην ὡς ἐπίπαν ἀπειργάσατο, μὴ δυναμένοις διακρίνειν τὸ τῇ συνόδῳ τῶν ῥημάτων ἕν, τοῖς δὲ πράγμασιν οὐχ ἕν, ὡς καὶ Γρηγορίῳ τῷ θεολόγῳ συνδοκεῖ;

Σαφὲς γὰρ τοῦτο τοῖς σοφοῖς τὰ θεῖα καὶ τῷ θείῳ πνεύματι μεμυημένοις, ὡς ὅταν ἐξ ἀμφοτέρων, πατρὸς καὶ υἱοῦ, τὸ πνεῦμα λέγηται, ἢ ἐκ πατρὸς δι’ υἱοῦ, εἰ καὶ συνάγεται ῥήματι, ἀλλὰ διέστηκε πράγματι. Καὶ πρὸς μὲν τοὺς ἀλλοτριοῦντας τὸ πνεῦμα τοῦ υἱοῦ δεόντως ἂν συνημμένως οὕτως εἴποιμεν ἐν κρίσει τοὺς λόγους οἰκονομοῦντες, οἰκειωθεῖσι δὲ θεῷ διὰ τοῦ γνῶναι ἴδιον υἱοῦ τὸ πνεῦμα ἠκριβωμένως ἐκκαλύψομεν ἑκάτερον, ὡς ἐκ πατρὸς μὲν ἔχει πρὸ πάντων τῶν αἰώνων τὴν ὑπαρκτικὴν τὸ πνεῦμα πρόοδον, τῷ υἱῷ δὲ αἰωνίως ἐνυπάρχον, ἐξ αὐτοῦ εἰς εἰς τοὐμφανὲς προῆλθε δι’ ἡμᾶς καὶ μεθ’ ἡμᾶς κατ’ ἐκφαντικὴν καὶ οὐχ ὑπαρκτικὴν προέλευσιν.

Ἀλλὰ καὶ ὁ υἱός, φησίν, ἐν τῷ πνεύματί ἐστι. Πάνυ γε, διὸ καὶ ἐκφαντικόν ἐστιν αὐτοῦ τὸ πνεῦμα· καὶ ἀποστέλλεται καὶ παρ’ αὐτοῦ οὐχ ὡς ἄνθρωπος μόνον, ἀλλὰ καὶ ὡς θεὸς κατὰ τὸν θεολόγον Γρηγόριον, καὶ ἐμμορφοῦται ταῖς καρδίαις τῶν πιστῶν καὶ ἐνοικεῖ καὶ ὁρᾶται δι’ αὐτοῦ. Ἐν γὰρ Θησαυροῖς ὁ θεῖος Κύριλλος, «Χριστοῦ, φησί, τὸ πνεῦμα, τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον»· καὶ πάλιν, «Χριστοῦ τὸ πνεῦμα, ὡς τοῦ θεοῦ λόγου διὰ πνεύματος ἡμῖν ἐνοικιζομένου». Γεννᾶσθαι δὲ οὐ λέγεται, ἐπεὶ τὸ γεννώμενον υἱὸς ἀεὶ τοῦ γεγεννηκότος ἐστί τε καὶ λέγεται καὶ ὁ γεννῶν ἀεὶ πατήρ· τὸ δὲ ἐκπορευόμενον ἐπὶ θεοῦ, καθὰ προέφημεν, οὐχ ἁπλῶς οὐδὲ μόνου τοῦ ἁγίου πνεύματός ἐστιν· ἀλλὰ τὸ μὲν προαιώνιον καὶ ὑπαρκτικὴν πρόοδον δηλοῦν, ἑτερότροπον οὖσαν τῆς τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς γεννήσεως, μόνου τοῦ ἁγίου πνεύματός ἐστι· τὸ δ’ ἐκ τοῦ κρυφίου φανεροῦσθαι καὶ παρρησιάζεσθαι καὶ δημοσιεύειν τὴν οἰκείαν δύναμιν διὰ τῶν ἐπιτελουμένων θαυμασίων οὐ μόνον τοῦ ἁγίου πνεύματος, ἀλλ’ ἔστι καὶ αὐτοῦ· «ὁ θεὸς» γάρ, φησὶν ὁ προφητικώτατος ἐν βασιλεῦσιν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη».

Καὶ τοῦ πατρὸς τοίνυν πάλαι ποτὲ φανερουμένου καὶ διὰ Μωσέως θαυματοποιοῦντος, ὁ πρῶτος κατὰ τὸν θεολογικώτατον Γρηγόριον γέγονε σεισμός. Μετατιθεμένων τῶν Ἑβραίων ἀπὸ τῆς τῶν εἰδώλων προσκυνήσεως ἐπὶ τὴν ἀμυδρὰν μέν, ἀληθῆ δὲ θεογνωσίαν. Ἀλλὰ καὶ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὁ δεύτερος γέγονε σεισμός, τῶν μὲν Ἰουδαίων μεταρρυθμιζομένων ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, παντὸς δὲ ἔθνους καλουμένου πρὸς τὴν εὐαγγελιζομένην κοινωνίαν τῆς θεώσεως. Ἀλλὰ καὶ τοῦ υἱοῦ μόνου διὰ τοῦ σταυροῦ διαβαίνοντος ἐν τῇ ὡς ἀληθῶς ἐρήμῳ, τῷ θανάτῳ καὶ τῷ ᾅδῃ καὶ φανερουμένου ἐν μέσῳ τοῦ λαοῦ τῶν Ἰουδαίων, διὰ τῆς ἐκ τῶν οὐρανῶν θεοσημίας καὶ αἰσθητῶς ἡ γῆ ἐσείσθη. Ὁρᾷς ἐπὶ τῆς τοιαύτης σημασίας τὸ ἐκπορευόμενον οὐ μόνον ὂν τοῦ πνεύματος, ἀλλὰ κοινὸν πατρός, υἱοῦ καὶ πνεύματος; Ἀλλ’ ὑστερογενὴς καὶ ὑπὸ χρόνον αὕτη ἡ ἐκπόρευσις· «ἐν τῷ λαῷ» γάρ φησιν. Εἰ δ’ ἐν τῷ λαῷ, καὶ μετὰ τὸν λαόν.

Καλῶς ἄρ’ ἔφημεν, ὡς τὸ ἐκπορευόμενον ἐπὶ τοῦ ἁγίου πνεύματος οὐκ ἀεὶ τὴν ἐκ τοῦ πατρὸς προαιώνιον ὕπαρξιν δηλοῖ, ἀλλ’ ἔστιν ὅτε καὶ τὴν ὕστερον φανέρωσιν, καθ’ ἣν καὶ ὁ υἱὸς κοινωνήσει τῷ πατρί, ὃ καὶ ὁ θεῖος Κύριλλος δείκνυσι σαφῶς λέγων, «τὸ πνεῦμα τὸν υἱὸν ἐξ ἰδίας ἡμῖν ἀναπηγάζειν φύσεως». Προστιθεὶς γὰρ τὸ ‘ἡμῖν’, συνιέναι δίδωσι τὸ χρονικὸν τῆς ἀναδόσεως. Καὶ ὅτι ἐνέργεια καὶ δωρεά ἐστι τοῦ θείου πνεύματος τὸ ἐκ πατρὸς καὶ υἱοῦ πηγαζόμενον ἡμῖν, Ἰωὴλ προκαταγγέλλων, μᾶλλον δὲ διὰ τούτου ὁ θεός, οὐκ «ἐκχεῶ τὸ πνεῦμά μου», φησίν, ἀλλ’ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου». Ὡς γὰρ καὶ ὁ Χρυσόστομός φησι πατήρ, «τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ ὁ παράκλητος μερίζεται». Ὁ δὲ τῶν ἀποστόλων κορυφαῖος πολλαχοῦ, μᾶλλον δὲ πανταχοῦ, δωρεὰν καλεῖ τὴν ἐκχυθεῖσαν τηνικαῦτα πρὸς αὐτούς. Καὶ ὁ χρυσοῦς πάλιν θεολόγος· «οὐχ ὁ θεός, φησίν, ἀλλ’ ἡ χάρις ἐκχεῖται».

Οὐκ ἄρα διὰ ταῦτα ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκπορεύεσθαι δοξάσομεν τὸ πνεῦμα· ἀτιμάσαιμεν γὰρ ἂν τοῦτο μᾶλλον ἢ δοξάσαιμεν, τοῖς διὰ τοῦ υἱοῦ τὸ εἶναι σχοῦσι συντάττοντες αὐτό. Τοιγαροῦν ἐκ τοῦ πατρὸς μόνου δοξάζομεν ἐκπορευόμενον ἰδιοτρόπως καὶ προαιωνίως, ὡς καὶ ὁ υἱὸς γεννᾶται· καὶ οὕτω δοξάζοντες, συνδοξάζομεν αὐτὸ καὶ συμπροσκυνοῦμεν τῷ υἱῷ καὶ τῷ πατρί.

Καὶ τοῦτο δηλοῦντες οἱ θεόσοφοι πατέρες, ἐπὶ τοῦ συμβόλου τῆς ὀρθοδοξίας τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι τὸ πνεῦμα καὶ τὸ συνδοξάζεσθαι τῷ πατρὶ καὶ τῷ υἱῷ συνήγαγον εἰς ἕν, συνημμένως ἐκφωνήσαντες καὶ παραδόντες, ὡς τῶν μὴ δοξαζόντων ἐκ μόνου τοῦ πατρὸς ἐκπορευόμενον τὸ πνεῦμα τὸ ἅγιον, ὥσπερ ἀμέλει καὶ τὸν υἱὸν γεγεννημένον, οὐδὲ συμπροσκυνεῖν τὸ πνεῦμα ἐκείνοις δυναμένων, ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον.

Εἰ γὰρ κοινὸν ἀεὶ αὐτοῖς ὡς ἐξ αὐτῶν ἡ τοῦ πνεύματος ἐκπόρευσις, ἐνέργεια ἂν τὸ πνεῦμα εἴη μόνη καὶ οὐκ ἐν ὑποστάσει· μόνον γὰρ ἐνέργεια, ἥ γε αὐτοῖς κοινή. Κοινὸν μὲν οὖν αὐτοῖς ὡς ὁμοούσιον, ἀλλ’ οὐκ ἀεὶ αὐτοῖς κοινὸν ὡς ἐξ ἀμφοῖν· εἰ καὶ νῦν ἐπ’ ἐσχάτου τῶν αἰώνων ἐξ ἀμφοῖν ἐκκέχυται, προσθήσω δ’ ὅτι καὶ παρ’ ἑαυτοῦ—καὶ γὰρ αὐτεξουσίως πρὸς ἡμᾶς ἐκχεῖται—καὶ πρὸς τὸν υἱὸν γὰρ εἴρηται προφητικῶς εἰπεῖν. «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Ἀλλ’ ἴσμεν ὑπὸ χρόνον ταύτην ὑπάρχουσαν τὴν γέννησιν. Τί δέ, οὐχὶ καὶ τὸ πνεῦμα ταύτην συνειργάσατο τὴν γέννησιν, ᾧ τὸ καθ’ ἡμᾶς ἀνειλημμένον τοῦ υἱοῦ φύραμα ἐπὶ τοῦ βαπτίσματος ἐχρίσθη καὶ χρισθὲν ἐφανερώθη, ὅτι καὶ πρὸ τοῦ βαπτίσματος γέγονεν ὁμόθεον, ἐπεὶ καὶ τὴν ἀρχὴν ὁ τοῦ θεοῦ υἱὸς «ἐκ πνεύματος ἁγίου καὶ Μαρίας ἐσαρκώθη τῆς παρθένου», κατὰ τὸ γεγραμμένον;

Ἆρ’ οὖν ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ πνεύματος ἐρεῖς γεγεννῆσθαι πρὸ αἰώνων τὸν υἱὸν διὰ τὴν ὑπὸ χρόνον ταύτην γέννησιν; Σύ γε ἴσως ὁ λογικαῖς ἐφόδοις τὴν περὶ θεοῦ γνῶσιν ποριζόμενος καὶ ἐκ τῶν ὕστερον ὡς αὐτὸς φῂς γεγονότων τὰ προαιωνίως ὄντα στοχαζόμενος· ἀλλὰ καὶ μάρτυρά γε ἀξιολογώτατον ἡμῖν ἂν ἐπαγάγοις τὸν υἱὸν αὐτὸν διὰ τοῦ προφήτου λέγοντα, «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ»· καὶ τοῦτο γὰρ σόν, ταὐτὸν οἴεσθαι ἀποστολήν τε καὶ τρόπον ὑπάρξεως. Πρὸς δὲ τούτῳ καὶ τῷ τοῦ μεγάλου προσχρήσῃ καὶ παρεξηγήσῃ Παύλου, καὶ τοῦθ’ ἑκὼν καὶ ἐθελοκακῶν ἢ ἀγνοῶν καὶ μὴ ὁμολογῶν. «ᾯ μὲν γάρ, φησὶν ἐκεῖνος, διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως». Ἀλλὰ καὶ ὁ Χριστὸς ἐνοικεῖ ταῖς καρδίαις τῶν μὴ ἀδοκίμων, πάντως διὰ τοῦ πνεύματος, καὶ νοερῶς ὁρᾶται καὶ ἐμμορφοῦται καὶ ἐμφανίζεται, καὶ ταῦτα διὰ τοῦ πνεύματος. Οὐκοῦν προσυλλογιζόμενος ἐρεῖς, εἰ διὰ τοῦ πνεύματος, καὶ ἐκ τοῦ πνεύματος. Εἰ δ’ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ πνεύματος ὁ υἱὸς σαφῶς ἀποστέλλεται καὶ τὸ βάπτισμα δέχεται, καθ’ ὃ πᾶς ὁ βαπτιζόμενος γεννᾶται ἐκ πνεύματος, καὶ ταῖς καρδίαις ἐλλάμπει, καὶ τοῦτο διὰ τοῦ πνεύματος, καὶ πολλὰ ἕτερα τῶν παραπλησίων συνείρας, εἶτα κοινῶς κατὰ τὰς σὰς ἐπιστήμας συμπεραίνων, καὶ ἐκ τοῦ πνεύματος γεγεννημένον εἶναι τὸν υἱὸν δοξάσεις τε καὶ δείξεις.

Ἀλλ’ οὐχ ἡμεῖς γε, ὦ σοφώτατε ἐπιχθονίων, οἱ τῆς κατὰ σὲ ταύτης θεολογίας ἄμοιροι παντάπασιν, ἀλλ’ ὀρθῶς ἂν καὶ προενέγκωμεν καὶ διέλωμεν τὴν τῆς πίστεως ὁμολογίαν, ἐκ τοῦ πατρὸς μόνου λέγοντες ἐξ ἀρχῆς ἀμέσως εἶναι τὸν υἱόν τε καὶ τὸ πνεῦμα, ἰδιοτρόπως μέντοι ἑκάτερον αὐτῶν.

Καὶ δὴ τὸ ἴδιον δηλοῦντες ἑκατέρου τρόπου, τὴν μὲν ἐκ πατρὸς ὕπαρξιν τοῦ υἱοῦ γέννησιν προσαγορεύομεν, ἐκπόρευσιν δὲ τὴν τοῦ ἁγίου πνεύματος. Τὰ δ’ ὕστερον ἐν χρόνῳ καὶ μετὰ τὴν κτίσιν ἐπὶ ταύτης καὶ ὑπὸ τούτων ὑπηργμένα, νοήμασι μὲν ἀεὶ διαιροῦμεν τῶν προαιωνίων καὶ ἀνάρχων ὑπάρξεων ἐκείνων, ῥήμασι δ’ ἔστιν ὅτε καὶ τοῦτο σπανιώτατα συνάπτοντες ἢ καὶ συνημμένα παρά τινων ἀκούοντες, τὴν ἐν τοῖς νοήμασι διαίρεσιν οὐκ ἀποβάλλομεν. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ κυρίου λεγόμενον, «ἐγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω», καὶ «ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον». Κἀνταῦθα γὰρ τὸ ‘ἐξῆλθον’ ἓν ὂν οὐ μιᾶς διανοίας ἐστὶ δηλωτικόν· τήν τε γὰρ ἐφ’ ἡμᾶς δι’ ἡμᾶς ἐφ’ ἡμῶν παρὰ τοῦ πατρὸς ἀποστολὴν δηλοῖ καὶ τὴν ἐκ τῆς οὐσίας καὶ τῆς τοῦ πατρὸς ὑποστάσεως προαιώνιον πρόοδον.

Τί οὖν, διὰ τὸ τοῦ ῥήματος ἑνιαῖον συνάψομεν τὰ πλεῖστον καὶ ὑπὲρ τὸ πλεῖστον διεστῶτα; Ἢ διότι τὸ ‘ἐξῆλθον’ καὶ τὴν ἀποστολὴν δηλοῖ, ἡ δὲ τοῦ υἱοῦ ἀποστολὴ παρὰ τοῦ πατρὸς ἐγεγόνει καὶ τοῦ πνεύματος, κατὰ τὸ «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ», ἵν’ εἴπω πάλιν τὸ πολλάκις εἰρημένον, προελθεῖν δογματίσομεν ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ πνεύματος τὸν υἱὸν καὶ τὸν λόγον τοῦ θεοῦ; Οὔμενουν. Οὐκοῦν οὐδὲ διὰ τὴν ἐκ πατρὸς καὶ υἱοῦ τοῦ ἁγίου πνεύματος ἀποστολὴν ἢ ἔκφανσιν ἢ πρόοδον, τὴν ἐκφαντικὴν καὶ ὑπὸ χρόνον λέγω, κἂν εἰς ἓν τῇ προαιωνίῳ ἐνίοτε συνάγηται κατὰ τὴν λέξιν, ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ δογματίσομεν ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον, μέχρις ἂν ἐκ θεοῦ θεὸν γινώσκωμεν αὐτὸ τῷ προενεγκόντι πατρὶ ἐπίσης προαιώνιον.

Ἀλλ’ ὁ μόνος διανοίγων ὀφθαλμοὺς τυφλῶν, καὶ δι’ οὗ ὁρῶσιν οἱ ὁρῶντες, εἰ καὶ μὴ ἁπαξαπλῶς τοῖς πᾶσιν, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ σε ζητοῦσιν ἅπασι, δίδου δι’ ἀοράτου θεωρίας ἀνηκούστοις σοῖς ἐν νῷ διδάγμασιν, ἐπιγινώσκειν τὴν ἀλήθειαν. Εἰ δ’ οὖν, ἀλλὰ δι’ ἀκοῆς πιστεύσαντας πρὸς τὴν ἑνότητα τῆς σῆς ἐπιγνώσεως διὰ πίστεως ἀνάγαγε, καὶ δι’ ἔργων ἀγαθῶν βεβαιοπίστους ἀποδείξας ἐν καιρῷ εὐθέτῳ φανέρωσον σαυτὸν αὐτοῖς, ἵν’ εἰδῶμεν τὴν σὴν ἐπ’ ἀληθείας δόξαν ἅπαντες καὶ καταπολαύσαιμεν ἐν πνευματικῇ καὶ ἀπορρήτῳ θέᾳ τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαιδρότητος, καὶ δοξάζωμέν σε πρὸς δύναμιν ἀδιαλείπτως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.