Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως λόγοι δύο

Γρηγόριος Παλαμᾶς

Εισαγωγή στον Πρώτο Λόγο: Το αμετάβλητο του Συμβόλου και η ορθόδοξη πίστη

Εισαγωγικές παρατηρήσεις για τις αιρέσεις, προσευχή προς την Αγία Τριάδα, υπεράσπιση του αμετάβλητου του Συμβόλου της Πίστεως και απάντηση στη λατινική ένσταση περί της λέξεως «μόνου».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 11

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΓΡΗΓΟΡΙΟΥ ΛΟΓΟΣ ΠΡΩΤΟΣ ΟΤΙ ΟΥΧΙ ΚΑΙ ΕΚ ΤΟΥ ΥΙΟΥ ΑΛΛ’ ΕΚ ΜΟΝΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΕΚΠΟΡΕΥΕΤΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ Πάλιν ὁ δεινὸς καὶ ἀρχέκακος ὄφις, τὴν ἑαυτοῦ κεφαλὴν καθ’ ἡμῶν διαίρων, ὑποψιθυρίζει τὰ τῆς ἀληθείας ἀντίθετα. Μᾶλλον δὲ τὴν μὲν κεφαλὴν τῷ τοῦ Χριστοῦ σταυρῷ συντριβείς, τῶν δὲ κατὰ γενεὰς πειθομένων ταῖς ἀπολουμέναις ὑποθήκαις αὐτοῦ κεφαλὴν ἑαυτοῦ ποιούμενος ἕκαστον καὶ οὕτω πολλὰς ἀντὶ μιᾶς κατὰ τὴν ὕδραν ἀναδοὺς κεφαλάς, δι’ αὐτῶν ἀδικίαν εἰς τὸ ὕψος λαλῶν οὐκ ἀνίησιν. Οὕτως Ἀρείους, οὕτως Ἀπολιναρίους, οὕτως Εὐνομίους καὶ Μακεδονίους, οὕτω πλείστους ἑτέρους προσαρμοσάμενος τῷ αὐτοῦ προσφύντας ὁλκῷ, διὰ τῆς ἐκείνων γλώττης τὸν οἰκεῖον κατὰ τῆς ἱερᾶς Ἐκκλησίας ἐπαφῆκεν ἰόν, ἀντ’ ὀδόντων ἰδίων τοῖς ἐκείνων λόγοις χρησάμενος καὶ περιπείρας τούτους τῇ τῆς εὐσεβείας ἀρχῇ, οἷόν τινι ῥίζῃ νεαρῶς καλὸν τεθηλότος φυτοῦ καὶ καρποῖς ὡραιοτάτοις βρίθοντος, οὐ μὴν τούτῳ καὶ λυμήνασθαι ἴσχυσε· καὶ γὰρ ὑπ’ αὐτῶν τῶν δηχθέντων αὖθις συνετρίβη τὰς μύλας, ὑπὸ τῶν ὡς ἀληθῶς κεφαλὴν ἑαυτῶν ποιησαμένων Χριστόν.

Οὗτος τοίνυν ὁ νοητὸς καὶ διὰ τοῦτο μᾶλλον ἐπάρατος ὄφις, τὸ πρῶτον καὶ μέσον καὶ τελευταῖον κακόν, ὁ πονηρὸς καὶ τὴν χαμερπῆ καὶ γηΐνην πονηρίαν ἀεὶ σιτούμενος, ὁ τῆς πτέρνης, δηλαδὴ τῆς ἀπάτης, ἐπιτηρητὴς ἀκάματος, ὁ πρὸς πᾶσαν θεοστυγῆ δόξαν ποριμώτατος σοφιστὴς καὶ ἀμηχάνως εὐμήχανος, μηδαμῶς ἐπιλελησμένος τῆς οἰκείας κακοτεχνίας, διὰ τῶν αὐτῷ πειθηνίων Λατίνων περὶ θεοῦ καινὰς εἰσφέρει φωνάς, μικρὰν μὲν δοκούσας ἔχειν ὑπαλλαγήν, μεγάλων δὲ κακῶν ἀφορμὰς καὶ πολλὰ καὶ δεινὰ φερούσας τῆς εὐσεβείας ἔκφυλά τε καὶ ἄτοπα, καὶ τοῖς πᾶσι φανερῶς δεικνύσας, ὡς οὐ μικρὸν ἐν τοῖς περὶ θεοῦ τὸ παραμικρόν. Εἰ γὰρ ἐφ’ ἑκάστου τῶν καθ’ ἡμᾶς ὄντων ἑνὸς ἀτόπου τὴν ἀρχὴν δοθέντος πολλὰ τὰ ἄτοπα γίνεται, πῶς οὐ μᾶλλον ἐπὶ τῆς κοινῆς ἁπάντων ἀρχῆς καὶ τῶν κατ’ αὐτὴν οἶον ἀναποδείκτων ἀρχῶν ἑνὸς ἀήθους δοθέντος οὐκ εὐσεβῶς πολλὰ γενήσεται παρὰ τοῦτο τὰ ἀτοπήματα; Πρὸς ἃ καὶ φανερῶς τὸ Λατίνων γένος ἐκπεπτώκασιν ἄν, εἰ μὴ παρ’ ἡμῶν ἀντιλεγόντων τῇ καινοφωνίᾳ τοῦ δόγματος τῆς κακοδοξίας τὸ πλεῖστον περιῃρεῖτο. Καὶ γὰρ ἐπὶ τοσοῦτον ἔστιν ὅτε συστέλλονται, ὡς καὶ διανοίας ἡμῖν εἶναι τῆς αὐτῆς λέγειν, διαφωνοῦντας τοῖς ῥήμασι, σφῶν αὐτῶν ὑπ’ ἀπορίας καταψευδόμενοι.

Ἡμῶν γὰρ οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως τοῦ υἱοῦ λεγόντων εἶναι τὴν τοῦ ἁγίου πνεύματος ὕπαρξιν, ἐκείνων δὲ καὶ ἐκ τῆς τοῦ υἱοῦ, τῶν ἀδυνάτων εἰς μίαν ἀμφοτέρους συνάγεσθαι ἔννοιαν· εἷς γὰρ ὁ μονογενὴς καὶ μία ἡ τοῦ πνεύματος ὕπαρξίς ἐστιν.

Ἡ γοῦν ἀπόφασις τῇ καταφάσει ἀεὶ ἀντίκειται καὶ ἀεὶ ψευδὴς ἡ ἑτέρα, εἰ ἀληθὴς ἡ ἑτέρα· καὶ τὸ αὐτὸ περὶ τοῦ αὐτοῦ καταφῆσαι καὶ ἀποφῆσαι σὺν ἀληθείᾳ οὐκ ἔνι. Ἀλλ’ ὡς μὲν ἡμῖν οὐ λέγουσι μόνον ἀλλὰ καὶ φρονοῦσι τὰ ἐναντία, οὐδεὶς οἶμαι τῶν εὖ φρονούντων καὶ μὴ ὁμοφρονούντων ἐκείνοις ἀντερεῖ. Ὡς δὲ οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ τῆς ἀληθείας ἀντιδογματίζουσι λόγῳ, ὃς παρ’ ἡμῖν ἀμείωτος καὶ ἀναυξὴς καὶ τὸ πᾶν ἀμεταποίητος διαπεφύλακται, πάντες μὲν ὑμεῖς καὶ χωρὶς ἀποδείξεως ἀκριβῶς ἴστε, τὸ τῶν εὐσεβούντων λέγω πλήρωμα. Δειχθήσεται δὲ ὅμως, θεοῦ διδόντος, καὶ διὰ τοῦδε τοῦ λόγου, ὡς ἂν καὶ «πᾶν στόμα» τὸ ἀντιλέγον «φραγῇ», καὶ πρὸς μίαν ὁμολογίαν στηριχθῇ τὸ ἀμφίρροπον.

Ἀλλ’, ὦ θεὲ τοῦ παντός, ὁ μόνος δοτὴρ καὶ φύλαξ τῆς ἀληθινῆς θεολογίας καὶ τῶν κατ’ αὐτὴν δογμάτων καὶ ῥημάτων, ἡ μόνη μοναρχικωτάτη τριάς, οὐ μόνον ὅτι μόνη τοῦ παντὸς ἄρχεις, ἀλλ’ ὅτι καὶ μίαν ἐν σεαυτῇ μόνην ἔχεις ὑπεράρχιον ἀρχήν, τὴν μόνην ἀναίτιον μονάδα, ἐξ ἧς προάγεσθον καὶ εἰς ἣν ἀνάγεσθον ἀχρόνως καὶ ἀναιτίως ὁ υἱός τε καὶ τὸ πνεῦμα, πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ἐκ θεοῦ πατρὸς ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχον, καὶ δι’ υἱοῦ τοῖς ὀρθῶς πιστεύουσιν εἰς σὲ καὶ διδόμενον καὶ πεμπόμενον καὶ φαινόμενον· υἱὲ μονογενές, ἐκ θεοῦ πατρὸς γεννητῶς τὴν ὕπαρξιν ἔχων καὶ διὰ τοῦ ἁγίου πνεύματος ταῖς καρδίαις τῶν εἰς σὲ πιστευόντων ἐμμορφούμενος καὶ ἐνοικῶν καὶ ἀοράτως ὁρώμενος· πάτερ ἀγέννητε μόνε καὶ ἀνεκπόρευτε, καί, τὸ σύμπαν εἰπεῖν, ἀναίτιε, ὁ μόνος πατὴρ τῶν ἀνεκφοιτήτων καὶ ὁμοτίμων σοι φώτων, ἓν κράτος, μία δύναμις, ἡ δημιουργὸς τῶν ποιητῶν καὶ ὑπὸ χεῖρά σοι φώτων, ἡ πάσης γνώσεως δότειρα, ἡ πολυειδεῖς ἰδέας παραγαγοῦσα γνωστικῶν τε καὶ γνωστῶν καὶ καταλλήλως τοῖς γινώσκουσι καὶ φυσικῶς ἐνθεῖσα τὰς γνώσεις, τοῖς μὲν νοεροῖς ἁπλᾶς καὶ ἀπαθεῖς νοήσεις, τοῖς δὲ αἰσθητικοῖς πολυμερεῖς καὶ παθητὰς αἰσθήσεις, τοῖς δὲ μικτοῖς ἡμῖν ἀμφότερα· ἡ καὶ τὴν περὶ σοῦ κατὰ τὸ ἐγχωροῦν γνῶσιν μόνοις τοῖς λογικοῖς σου κτίσμασιν ἀφάτῳ χρηστότητι χαριζομένη, δὸς καὶ ἡμῖν ἀρτίως εὐαρέστως σοι θεολογῆσαι καὶ τοῖς ἀπ’ αἰῶνος ἔργῳ σοι καὶ λόγῳ εὐαρεστήσασι συμφώνως· ὡς ἂν καὶ τοὺς μὴ θεαρέστως σε θεολογοῦντας ἀπελέγξωμεν, καὶ τοὺς ἐν ἀληθείᾳ σε ζητοῦντας πρὸς τὴν ἀλήθειαν στηρίξωμεν, ἵνα σε γινώσκωμεν πάντες μίαν μόνην πηγαίαν θεότητα, τὸν μόνον πατέρα τε καὶ προβολέα, καὶ σοῦ υἱὸν ἕνα καὶ υἱὸν μόνον, ἀλλ’ οὐχὶ καὶ προβολέα, καὶ σὸν ἓν πνεῦμα ἅγιον, καὶ πρόβλημα μόνον, ἀλλ’ οὐχὶ καὶ ποίημα· καὶ δοξάζοιμεν ἕνα θεόν, ἐν μιᾷ μὲν καὶ ἁπλῇ, πλουσίᾳ δ’, ἵν’ οὕτως εἴπω, καὶ ἀστενοχωρήτῳ θεότητι, καὶ ἀντιδοξαζοίμεθα παρὰ σοῦ ἐν πλουσίᾳ θεώσει καὶ τρισσοφαεῖ φωτοχυσίᾳ, νῦν καὶ εἰς τοὺς ἀκαταλήκτους αἰῶνας.

Ἀμήν.

Κοινὴ μὲν ἥδε ἡ εὐχὴ πᾶσι τοῖς μίαν σέβουσιν ἀρχήν. Ὑμεῖς δὲ τί φατε οἱ τὰς δύο λέγοντες ἐπὶ τῆς θεότητος ἀρχάς; Τί γάρ, εἰ μὴ φανερῶς τοῦτο λέγετε, ἀλλ’ ἐξ ὧν λέγετε τοῦτο συνάγεται; Τοιαῦτα τὰ βαθέα τοῦ σατανᾶ, τὰ τοῦ πονηροῦ μυστήρια, ἃ τοῖς ὑπέχουσιν αὐτῷ τὰ ὦτα ψιθυρίζει οὐ χαλῶν καὶ ὑπεκλύων τὸν τόνον τῆς φωνῆς, ἀλλὰ τὸ βλαβερὸν ὑποκρύπτων τοῦ νοήματος.

Οὕτω καὶ τῇ Εὔᾳ, ὡς ἐγᾦμαι, ἐψιθύρισεν. Ἀλλ’ ἡμεῖς διδαχθέντες ὑπὸ τῆς θεοσοφίας τῶν πατέρων αὐτοῦ τὰ νοήματα μὴ ἀγνοεῖν, ἀφανῆ τὴν ἀρχὴν ὡς ἐπίπαν τοῖς πολλοῖς τυγχάνοντα, οὐδέποτ’ ἂν ὑμᾶς κοινωνοὺς δεξαίμεθα μέχρις ἂν καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα λέγητε.

Ἆρα γὰρ οὕτω λέγοντες οὐ φανερῶς διατελεῖτε προστιθέντες πρῶτον μὲν τῇ περὶ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος ἐκφαντορικῇ θεολογίᾳ τῆς αὐτοαληθείας Χριστοῦ, ὃς θεὸς ὢν προαιώνιος δι’ ἡμᾶς καὶ θεολόγος ἐγεγόνει, ὃς αὐτόχρημα ὢν ἀλήθεια διὰ φιλανθρωπίαν κῆρυξ ἡμῖν ἀναπέφηνε τῆς ἀληθείας, ὃς διὰ τοῦτο εἰς τὸν κόσμον ἦλθεν, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, οὗ καὶ πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας καὶ ταύτην ἐν ἀληθείᾳ ζητῶν, ἐπαΐει τῆς ἀληθινῆς φωνῆς;

Ἆρ’ οὖν οὐ πρώτῳ μὲν τούτῳ ἀντιπίπτετε τῷ καὶ πρώτῳ πάντων οὕτω θεολογήσαντι; «Τὸ πνεῦμα γάρ, φησί, τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται»· ἔπειτα τοῖς αὐτόπταις καὶ αὐτηκόοις γεγενημένοις μαθηταῖς καὶ ἀποστόλοις αὐτοῦ, μᾶλλον δὲ πρὸ τούτων καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, ὃ καὶ ἦλθε κατὰ τὴν δεδομένην ὑπὸ τοῦ σωτῆρος αὐτοῖς ἐπαγγελίαν, ὃ καὶ ἐδίδαξεν αὐτοὺς τὰ πάντα, ὃ τοῦτο οὐκ ἐδίδαξεν ὡς οὐκ ἐκ μόνου τοῦ πατρὸς ἐκπορεύεται τῶν φώτων, ἀλλὰ καὶ ἐκ τοῦ υἱοῦ; Εἰ γὰρ οὕτω τούτους τοῦτο ἐδίδαξε, καὶ ἡμᾶς ἂν οὗτοι ὁμοίως ἐδίδαξαν.

Ἐπεὶ καὶ διὰ τοῦτο διδαχθέντες τε καὶ φωτισθέντες ἀπεστάλησαν, ἵνα διδάξωσιν ὡς ἐδιδάχθησαν, ἵνα φωτίσωσιν ὡς ἐφωτίσθησαν, ἵνα κηρύξωσιν ἐν παρρησίᾳ, ὃ εἰς τὸ οὖς ἀκούσειαν, τουτέστιν οὐκ ἐν ἐπηκόῳ πάντων, ἵν’ εἴπωσιν ἐν τῷ φωτί, δηλονότι φανερῶς τοῖς πᾶσιν, ἃ τούτοις εἴρηται ἐν τῇ σκοτίᾳ, ὡς ἔγωγ’ ἂν φαίην, δι’ ἀποκαλύψεως ἐν ὑπερφώτῳ γνόφῳ, ἔστω δὲ καὶ παραβολικῶς, καὶ οἷος ὁ παρὰ τῷ Σολομῶντι σκοτεινὸς λόγος ὁ τῷ μετειληχότι τῆς σοφίας τρανούμενος. Εἰ δὲ βούλει, τὸ κατὰ μόνας ἡ σκοτία δηλούτω καὶ ἀποκρύφως καὶ μήπω τοῖς πολλοῖς ἐγνωσμένως.

Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος, ὃ μὴ τούτοις εἴρηται τοῖς παρρησιασαμένοις τὴν ἀλήθειαν, ὃ μὴ ἀνήγγειλε τὸ πνεῦμα τὸ πᾶσαν ἀπαγγεῖλαν τὴν ἀλήθειαν, ὃ μὴ ἐμαρτύρησεν ἢ ἐγνώρισεν ὁ πάντα ὅσα ἤκουσε παρὰ τοῦ πατρὸς τοῖς ἀγαπητοῖς γνωρίσας, καὶ διὰ τοῦτο ἐλθών, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, πῶς ὑμεῖς τοῦτο τολμᾶτε λέγειν οὕτως ἔκφυλον εἰσάγοντες προσθήκην ἐν τῷ τῆς πίστεως ὅρῳ, ὃν οἱ πρόκριτοι πατέρες κοινῇ συνειλεγμένοι πνευματοκινήτως, σύμβολον ἀψευδοῦς δόξης τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καὶ βάσανον εἰλικρινοῦς θεογνωσίας καὶ ὁμολογίαν ἀσφαλῆ πᾶσι τοῖς ὀρθοτομεῖν προῃρημένοις τὸν λόγον τῆς ἀληθείας συνεγράψαντό τε καὶ παραδεδώκασιν;

Ἣν γὰρ ὑπολογίζεσθε πρόφασιν, ὡς ἔστιν ὧν λεγόντων οὐκ ἴσον εἶναι τῷ πατρὶ τὸν υἱόν, ὅτι μὴ καὶ αὐτὸς ἔχει τὸ ἐκπορεύειν, ὑμεῖς ἴσον δεικνύναι σπεύδοντες τὴν προσθήκην εἰσηνέγκατε ταύτην, οὐδαμόθεν ἔχει τὸ εὔλογον. Εἰ γάρ τινες φαῖεν χρῆν εἶναι καὶ τὸ γεννᾶν ἔχειν τοῦτον, ὡς μὴ τούτου προσόντος τὸ ἴσον ἀφαιρουμένου, ἀνάγκη προστιθέναι καὶ τοῦτο πειθομένους τοῖς ἀσυνέτοις· καὶ ἁπλῶς μὴ μείζω λέγειν τῷ αἰτίῳ τοῦ υἱοῦ τὸν πατέρα, ἵνα μὴ τὸ πρὸς αὐτὸν ἴσον τοῦ υἱοῦ ἀθετήσωμεν.

Ὅπερ ἄρα δοκεῖτε καὶ ὑποβάλλειν δολίως πρὸς ἀντίθεσιν τῶν εὐαγγελικῶν δογμάτων καὶ διδαγμάτων· ὁ γὰρ καὶ τὸν υἱὸν αἴτιον θεότητος λέγων αὐτὸν ἀθετεῖ τὸν υἱὸν ἐν τῷ εὐαγγελίῳ σαφῶς εἰπόντα, «ὁ πατήρ μου μείζων μού ἐστιν», οὐχ ὡς ἀνθρώπου μόνον, ἀλλὰ καὶ ὡς θεοῦ, τῷ τῆς θεότητος αἰτίῳ. Διὸ καὶ οὐχ ὁ θεὸς εἶπεν, ἀλλ’ ὁ πατήρ· οὐ γὰρ ὡς θεὸς μείζων τοῦ υἱοῦ, ἄπαγε τῆς ἀσεβείας, ἀλλ’ ὡς αἴτιος θεότητος, καθάπερ καὶ οἱ θεοφόροι πατέρες ἡμῖν ἡρμήνευσαν. Τούτοις οὖν ὡς ἔοικε τοῖς θεοφόροις καὶ Χριστῷ τῷ θεῷ τῶν θεοφόρων ἀντιλέγετε, τῷ πατρὶ τὸν υἱὸν οὐκ ἴσον κατὰ τὸ αἴτιον λέγουσιν.

Ἀλλ’ ἡμεῖς καὶ τὸ ἴσον ἴσμεν τοῦ υἱοῦ πρὸς τὸν πατέρα κατὰ τὴν φύσιν καὶ τὸ μεῖζον τοῦ πατρὸς ὁμολογοῦμεν κατὰ τὸ αἴτιον. Ὅπερ ἄμφω, τό τε γεννᾶν καὶ ἐκπορεύειν, συμπεριβάλλει, καὶ αὐτοῖς δὲ τοῖς συγγραψαμένοις τὴν ἀρχὴν ὑπὲρ τῆς πρὸς τὸν πατέρα τοῦ υἱοῦ συμφυΐας, ταὐτὸ δ’ εἰπεῖν ὁμοτιμίας, οὔσης τῆς ἀγωνίας, χωρὶς τῆς παρ’ ὑμῶν προσθήκης ἀποχρῶν ἐνομίσθη τὸ τῆς πίστεως σύμβολον.

Οὔκουν εὐλόγως οὐδὲ εὐσεβῶς ταύτην εἰσάγετε τὴν προσθήκην ἐν τῷ τῆς πίστεως ὅρῳ, ὃν οἱ πρόκριτοι πατέρες κοινῇ συνειλεγμένοι, πνευματοκινήτως συνεγράψαντό τε καὶ παραδεδώκασιν. ᾯ καὶ προσθῆναι ἢ ἀφελεῖν ὅλως οὐκ ἐφεῖται μετὰ τὴν τῷ χρόνῳ δευτερεύουσαν ἐκείνης τῶν ἁγίων σύνοδον, δι’ ἧς καὶ ὁ τοῦτο τολμήσων ἀραῖς ὑποβάλλεται καὶ τῆς ἐκκλησίας ἐκβάλλεται καὶ ταῦτα προσθήκην οὐκ εἰρημένην ὡς εἴρηται τῷ λόγῳ, οὐκ ἀποκεκαλυμμένην τῷ πνεύματι, οὐχ εὑρημένην ἐν τοῖς τῶν ἁγίων ἀποστόλων ἀναγράπτοις λογίοις.

Οἷς συμφώνως καὶ οἱ ἐκθέμενοι τὸν τῆς πίστεως τοῦτον θεῖον ὅρον ἐξέθεντο καὶ οἱ μετ’ αὐτοὺς γεγονότες συνέθεντο, εἰ καὶ μὴ συνεξέθεντο. Οὐ γὰρ ἔχετε λέγειν, ὡς οὐχὶ οὕτως οἱ μὲν ἐξέθεντο, οἱ δὲ τοῖς τὴν ἀρχὴν ἐκθεμένοις συνέθεντο, ὑπό τε τῶν ἀναγραψάντων τὰ καθέκαστα τῶν ἁγίων ἁπασῶν συνόδων ἐξελεγχόμενοι, καὶ αὐτῆς τῆς ἐξ ἐκείνων μέχρι καὶ νῦν, μᾶλλον δὲ καὶ ἐσαεὶ συμφωνίας τῶν τεσσάρων πατριαρχικῶν θρόνων, καὶ αὐτῶν τῶν πολλῶν καὶ διαφόρων καὶ γενῶν καὶ γλωσσῶν ἀδιάφορον φερουσῶν τὴν ἐξ ἀρχῆς ἔκθεσιν καὶ ἀμεταποίητον.

Καὶ τοίνυν αἱ μὲν ἐκφαντορικαὶ κοιναὶ φωναὶ τῶν θεοφόρων θεολόγων, εὐαγγελιστῶν, ἀποστόλων, καὶ τῶν πρὸ αὐτῶν ἐξ αἰῶνος προφητῶν οὕτως ὁμολογουμένως ἔχουσι περὶ τοῦ πνεύματος καὶ οὕτως ὁμολόγως τῷ θεανθρώπῳ λόγῳ· πρὸς δὲ καὶ αἱ κατὰ διαφόρους αἰτίας καὶ καιροὺς ὑπὲρ εὐσεβείας συγκροτηθεῖσαι πᾶσαι σύνοδοι, ταὐτὸ δὲ σχεδὸν εἰπεῖν πᾶσα γλῶσσα θεοφόρος· ἐν οὐδεμιᾷ γὰρ τῶν συνόδων τούτων καὶ ἐκ τοῦ υἱοῦ τεθεολόγηται τὸ πνεῦμα τὸ ἅγιον. Ἔδειξα δ’ ἂν ἀρτίως τοῦτ’ αὐτὸ καὶ τοὺς θεηγόρους πάντας αὖθις ἕκαστον ἐν μέρει στέργοντας ἀπαραλλάκτως διὰ τῶν ἰδίως ἑκάστῳ τούτων ἐξενηνεγμένων λόγων ἐφεξῆς.

Ἀλλ’ οὐκ ἐπὶ τοσοῦτον ἀνέξεται τὸ φίλερι τοῦ λατίνου μακροὺς ἡμῶν ἀποτεινόντων λόγους, ἀλλ’ ἀπαντήσει λέγον· πῶς οὖν καὶ ὑμεῖς καὶ πόθεν εὑρόντες τὴν προσθήκην ταύτην, παρὰ μόνου τοῦ πατρὸς ἐννοεῖτε τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, διὸ καὶ ἡμᾶς ἑτεροδόξους οἴεσθε, τοῦ Χριστοῦ τοῦτο μὴ εἰπόντος, ἀλλ’ οὐδὲ τῶν ἐκείνου μαθητῶν τινος;

Πρὸς ὃ νῦν ἡμεῖς εὐθὺς ἀπαντήσομεν· οὕτω λέγοντες τὸ τῶν εὐσεβούντων πλήρωμα χεῖλος γεγονότες ἓν ἐπ’ ἀγαθῷ, πύργον εὐσεβείας ᾠκοδόμησαν, δυσσεβείας νοητοῦ κατακλυσμοῦ παντάπασιν ἀνώτερον. Ἐπεδήμησε γὰρ καὶ αὐτοῖς οἰκοδομεῖν ἐπιχειροῦσιν ἡ τελεσιουργὸς τῶν ἀγαθῶν τριὰς οὐ συγχέουσα, ἀλλὰ συνδέουσα καὶ τὰς δόξας καὶ τὰς γλώσσας εἰς εὐσεβεστάτην καὶ ὀρθόδοξον ὁμοφροσύνην. Αὐτοῦ τοίνυν ἡμεῖς ἐπ’ ἀσφαλοῦς ὀχυρώματος ἱστάμενοι τοὺς ἀπεναντίας τῶν ὀρθῶν δογμάτων φερομένους πρῶτον μὲν ἐντεῦθεν εὐστοχώτατα καὶ γενναιότατα βαλοῦμεν, ἅμα δὲ καὶ λυσιτελῶς αὐτοῖς, εἰ βούλοιντο. Μετὰ τοῦτο δὲ τὰς πολλαχόθεν, μᾶλλον δὲ τῶν πανταχόθεν ἀναφαινομένων ἀποδείξεων τῆς ἀληθείας, ἔστιν ἃς προκομίσομεν αὐτοῖς, πρὸς πόθον ταύτης καὶ αὐτοὺς ἐπαίροντες, ἵν’ εἴπω κατὰ τὸ γεγραμμένον· «εἰ ἄραγε ψηλαφήσειαν αὐτὴν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ὑπάρχουσαν αὐτῶν». Νῦν δὲ μᾶλλον τούτους οὐχ ἡμεῖς, ἀλλ’ αὐτὸ τὸ οἷον λογικὸν τῆς εὐσεβείας περιτείχισμα καὶ βαλεῖ καὶ πατάξει καὶ τροπώσεται, εἰ δὲ βούλει, καὶ ἰάσεται.

Τοιοῦτος γὰρ ὁ τῶν θείων θεῖος ὅρος οὗτος· οὐ περιβάλλει μόνον τοὺς ἐμμένοντας καὶ καθίστησιν ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ προπολεμεῖ καὶ ἀνυποστάτως ἀντιτάττεται τοῖς ἐπανισταμένοις· τὸ δ’ ὅπως, ἄκουε. «Πιστεύω εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα», «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων». Ἆρ’ οὖν οὐ συννοεῖται οὐδὲ συνυπακούεται τὸ μόνου, οὐδ’ ἐκ μόνου τοῦ πατρὸς γεγέννηται, εἰ καὶ μὴ προστέθειται τὸ μόνου; Καὶ πάνυ μὲν οὖν συνυπακούεται, καὶ οὐχ ἧττον ἢ προσκείμενον, εἰ ὅλως εὐσεβεῖν ἐθέλεις, εἴποις ἄν. Ἐντεῦθεν τοίνυν καὶ περὶ τοῦ πνεύματος διδάσκου. Καὶ ἡνίκ’ ἂν ἀκούοις ἐπὶ τοῦ αὐτοῦ συμβόλου, «τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον», εὐθὺς ἐξ ἀνάγκης συνυπακουόμενον νόμιζε τὸ «μόνου» καὶ μὴ προσθήκην ἄλλως νόμιζε ἡμῶν, ὑπὲρ ἀληθείας διὰ τὴν σὴν ἀθέτησιν ἐν ταῖς πρὸς ὑμᾶς διαλέξεσι προστιθέντων ἀκροώμενος. Εἰ δὲ μή, οὐδ’ ἐπὶ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως ἐάσεις συνυπακούεσθαι τὸ «μόνου»· καὶ οὕτω σου πολυπλασιάσεις τὸ δυσσέβημα.

Καὶ τοῦτο δέ μοι λάβε κατὰ νοῦν, ὡς ἐπὶ τοῦ τῆς πίστεως συμβόλου τὸν υἱὸν ἐκ τοῦ πατρὸς ἀκούοντες γεννηθέντα πρὸ πάντων τῶν αἰώνων καὶ τῷ ἐκ τοῦ πατρὸς συννοούμενόν τε καὶ συνυπακουόμενον ἔχοντες τὸ «μόνου», καθάπερ ἂν καὶ αὐτὸς ἡμῖν συμφήσαις, ὅμως οὐδεὶς οὐδέποτε τὸ «μόνου» προσέθηκεν ἐκεῖ, ὥστε καὶ τὴν σὴν δόξαν ὅτι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα ἐκπορεύεται, εἰ καὶ ἀνωμολογημένον ἦν, καὶ ἡμῖν καὶ ἁπλῶς πάσῃ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ συνδοκοῦν, οὐδ’ οὕτως ἐχρῆν ἐν τῷ τῆς πίστεως συμβόλῳ προστεθῆναι παρ’ ὑμῶν.

Ἦν οὖν ἄρα τῶν δικαιοτάτων μηδὲ λόγου ἀξιοῦν ὑμᾶς, εἰ μὴ τοῦ προστιθέναι τῷ ἱερῷ συμβόλῳ παύσησθε· τῆς δὲ παρ’ ὑμῶν προσθήκης παρ’ ὑμῶν ἐκβεβλημένης πρότερον, ἔπειτα ζητεῖν, εἰ καὶ ἐκ τοῦ υἱοῦ ἢ οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἀναφανὲν τοῖς θεοφόροις συνδοκοῦν κυροῦν· ἀλλ’ οὐδ’ οὕτω προστιθέναι τῷ συμβόλῳ τῆς πίστεως, καθάπερ ἐπὶ τῶν δύο τοῦ ἑνὸς Χριστοῦ φύσεων καὶ θελημάτων καὶ ἐνεργειῶν, τῆς τε καθ’ ὑπόστασιν ἑνώσεως καὶ τοῦ ἐπωνύμου τῆς παρθενομήτορος, οἱ πρὸ ἡμῶν πεπράχασι καλῶς τε καὶ φιλευσεβῶς, ὡς μετὰ τῆς εὐσεβείας καὶ τῆς κοινῆς εἰρήνης ἀντιποιούμενοι, καίτοι πολλάκις ἔπειτα κοινῇ συνειλεγμένοι, συνεκκλησιαζόντων ἢ συνευδοκούντων καὶ τῶν κατὰ καιροὺς τῆς παλαιᾶς Ῥώμης ἀρχιερατικῶς προϊσταμένων. Οὔκουν ἔχει τις ὑπολογίζεσθαι τὴν τοῦ περιόντος πάπα περιωπήν· οὐ γὰρ διὰ τοῦτον ἢ τούτους τοὺς μετ’ ἐκείνους, ἐκείνους ἀποστερκτέον τοὺς τοσούτους καὶ τηλικούτους καὶ μακαρίῳ τέλει τὴν ἡγιασμένην καὶ πολυειδῶς παρὰ θεοῦ μεμαρτυρημένην κατακλείσαντας ζωήν.

Ἀλλὰ γὰρ οὐ μόνον τὸ τῆς ὀρθοδόξου πίστεως σύμβολον, —δεῖ γὰρ τῶν εὐγνωμόνως ἀκουσομένων ἕνεκα λέγειν—μὴ μόνον οὖν τὸ τῆς πίστεως σύμβολον, ἀλλὰ καὶ πᾶσα σχεδὸν γλῶσσα θεολόγος ἐκ πατρὸς γεννηθέντα τὸν υἱὸν κηρύττουσα καὶ παρὰ τοῦ αὐτοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον, οὐ προστίθησι τὸ «μόνου»· ὡς κἂν μὴ προσκέηται, ἐξ ἀνάγκης συνυπακουόμενον, καὶ τοῦτ’ εἴσῃ ἀνελίττων καὶ διεξιὼν αὐτὰς τὰς θεολόγους βίβλους. Σὴν δ’ ὅμως χάριν, καὶ ἡμεῖς ὀλίγ’ ἄττα προενέγκωμεν καὶ διὰ βραχέων γεγραμμένα. Ὁ γοῦν μέγας Ἀθανάσιος, «τί ἐστι, φησί, θεός; Ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστολον, λέγοντα, ‘εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα’, καὶ γὰρ ὁ λόγος ἐξ αὐτοῦ γεννητῶς καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς».

Ὁρᾷς ὁμοίως ἐπ’ ἀμφοῖν τὸ ἐξ αὐτοῦ καὶ οὐδαμοῦ ῥήματι προσκείμενον τὸ «μόνου»; Καὶ σὺ τοίνυν ὁμοίως ἐπ’ ἀμφοῖν ἢ τὴν σὴν προσθήκην λήψῃ ἢ τὸ μόνου ἐξ ἀνάγκης συνυπακουόμενον νοήσεις. Τί δὲ ὁ μετ’ αὐτὸν εὐθὺς τῷ χρόνῳ, καὶ οὐ μετ’ αὐτὸν τῇ μεγαλειότητι παρὰ θεῷ, τὸ φερωνύμως βασίλειον ἱεράτευμα, ἆρ’ οὐ συμφωνήσει τε καὶ συμφρονήσει; Ἀλλ’ ἄκουε καὶ μάνθανε· «κυρίως ὁ υἱὸς ἐκ τοῦ θεοῦ καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ, ἐπειδὴ ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορεύεται· ἀλλ’ ὁ μὲν ἐκ τοῦ πατρὸς γεννητῶς, τὸ δὲ ἀρρήτως ἐκ τοῦ θεοῦ». Ἰδοὺ πολυπλασίως ὁμοίως ἐπ’ ἀμφοῖν τέθεικε τὸ ἐκ τοῦ πατρός· ἔχεις οὖν ὅλως λέγειν ἔτι, ὡς οὐκ ἐκ μόνου τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ὅτι μὴ πρόσκειται τὸ «μόνου»;

Βούλει δὴ καὶ τοῦ μεγάλου θεολόγου ἀκοῦσαι Γρηγορίου, ἐν βραχεῖ τὸ πᾶν συνάγοντος καὶ τὴν σὴν ὥσπερ τινὶ σμιλίῳ ἀποσμιλεύοντος προσθήκην καὶ ἀμφοτέροις τὸ ἐκ μόνου ἐφαρμόζοντος, καὶ τὸ θαυμασιώτερον, οὐχ ὅτι προστίθησιν, ἀλλ’ ὅτι μὴ προστίθησιν; «Ἡμῖν εἷς θεός, φησίν, ὅτι μία θεότης, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει, κἂν τρία πιστεύηται». Ἀκήκοας;