Ἵν’ οὖν αὖθις εἴπω τὸ τοῦ θεολόγου, «δεῖξον ὅτι γέγονε τὸ πνεῦμα καὶ τότε τῷ υἱῷ δός», ὥστε δι’ αὐτοῦ ἢ καὶ ἐξ αὐτοῦ τὴν ὕπαρξιν κεκτῆσθαι, —ἐπεὶ καὶ ὁ θεῖος Κύριλλος πρὸς τοὺς λέγοντας ὡς, εἰ καὶ ἐκ τοῦ θεοῦ τὸ πνεῦμα, ἀλλ’ οὐ κυρίως οὐδ’ ἐξῃρημένως, ἵν’ ἐντεῦθεν ὁμοούσιον νοῆται τὸ ἐξ οὗ, γέγραπται γὰρ ὅτι καὶ τὰ πάντα ἐκ τοῦ θεοῦ, «μένει, φησί, τῷ ἁγίῳ πνεύματι κυρίως τὸ ἐξ οὗ, διὰ τὸ ἐκ θεοῦ πατρὸς πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμεῖν, δι’ υἱοῦ δέ»—δεῖξον οὖν, ἵνα πάλιν εἴπω, τὸ θεῖον πνεῦμα ἐκ μὴ ὄντων, καὶ τότε καὶ ἐκ τοῦ υἱοῦ τὴν ὑπόστασιν αὐτῷ παράσχου, ταὐτὸ δ’ εἰπεῖν παρ’ ἀμφοτέρων· ἐξ ἀμφοτέρων οὖν ὑπάρχον τὸ πνεῦμα οὐκ ἔστι μὴ ἓν τῶν πάντων εἶναι· ἢ τὸ τάχα μετριώτερον δοκοῦν, μὴ καὶ ἀμφοτέρους τὸ ἓν αἰτίους ἔχειν καὶ ἀρχὴν ἑκάτερον. Ὡς γὰρ ἐξ ἀμφοτέρων τῆς κτίσεως ἁπάσης προηγμένης ἑκάτερός ἐστιν ἀρχὴ τῶν ὅλων, οὕτως ἐξ ἀμφοτέρων τοῦ πνεύματος ἐκπορευομένου, κατὰ τοὺς λατινικῶς φρονοῦντας, ἑκάτερος ἔσται τοῦ πνεύματος ἀρχή, καὶ δύο κἀντεῦθεν ἔσονται ἀρχαὶ τῆς μιᾶς θεότητος. Εἰ γὰρ συντελεῖ τι κἀνταῦθα, ὥσπερ κἀκεῖ δήπου συνδημιουργεῖ, αἴτιος ὁμολογουμένως καὶ αὐτὸς τοῦ πνεύματος· εἰ δὲ μὴ συντελεῖ τι, μάτην εἴληπται καὶ ὡς ἐκ γεωμετρικοῦ πορίσματος μάταιοι ὄντως ἀνεφάνησαν οἱ λατῖνοι θεολόγοι· οὐ γὰρ ταῦτ’ ἔχουσι λέγειν.