Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων

Γρηγόριος Παλαμᾶς

Τριάδα Α', Λόγος 1ος: Περί της έξωθεν παιδείας

Η πρώτη απόκριση του αγίου Γρηγορίου που αναλύει την ανεπάρκεια της κοσμικής φιλοσοφίας για τη θεογνωσία και την υπεροχή της πνευματικής σοφίας που αποκτάται δια της καθάρσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 9

[ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ἈΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΑ ΠΡΟΣ ΤΟΝ ΒΑΡΛΑΑΜ ΣΥΓΓΡΑΜΜΑΤΑ] ἘΡΩΤΗΣΙΣ ΠΡΩΤΗ Ἐπειδή τινων ἤκουσα λεγόντων δεῖν μεταδιώκειν τὴν ἔξω σοφίαν καὶ τοὺς μονάζοντας, ὡς ἄνευ ταύτης οὐκ ἐνὸν ἀγνοίας καὶ ψευδῶν ἀπαλλαγῆναι δοξασμάτων, κἂν εἰς ἀπάθειαν ἀφίκηταί τις ἄκραν, οὐδὲ τελειότητός τε καὶ ἁγιότητος ἐπιλαβέσθαι, εἰ μὴ πανταχόθεν τὸ εἰδέναι συλλέξει, μάλιστα δὲ τῆς καθ’ Ἕλληνας παιδείας, Θεοῦ γὰρ καὶ αὕτη δῶρον, τῶν προφήταις καὶ ἀποστόλοις δι’ ἀποκαλύψεως δεδομένων ὁμοίως, καὶ γνῶσις δι’ αὐτῆς τῶν ὄντων τῇ ψυχῇ προσγίνεται καὶ τὸ γνωστικόν, κρεῖττον ὂν ἁπασῶν τῶν τῆς ψυχῆς δυνάμεων, κοσμεῖ, πᾶσάν τε ἄλλην κακίαν ἐξορίζει τῆς ψυχῆς, καὶ γὰρ πᾶν πάθος ἐξ ἀγνοίας φύεταί τε καὶ κρατύνεται, ἀλλὰ καὶ εἰς τὴν τοῦ Θεοῦ γνῶσιν ποδηγεῖ τὸν ἄνθρωπον· ἄλλως γὰρ οὐκ ἔνι γνῶναι τὸν Θεὸν εἰ μὴ διὰ τῶν αὐτοῦ κτισμάτων· ἐπειδὴ ταῦτ’ ἤκουσα λεγόντων, ἥκιστα μὲν ἐπείσθην, τῆς μικρᾶς ἐν τῇ μοναχικῇ πολιτείᾳ μοι πείρας πᾶν τοὐναντίον προδειξάσης, ἀπολογήσασθαι δὲ πρὸς αὐτοὺς οὐκ ἐδυνήθην, ἐπεὶ καὶ λόγον ὑψηλότερόν τινα φασὶν ὡς «οὐχ ἁπλῶς τῆς τε φύσεως πολυπραγμονοῦμεν τὰ μυστήρια καὶ τὸν οὐρανοῦ καταμετροῦμεν κύκλον καὶ τὰς ἀντιτεταγμένας τῶν ἄστρων κινήσεις ἐρευνώμεθα, συνόδους τε καὶ ἀποστάσεις καὶ ἐπιτολὰς τὰς τούτων, καὶ τὰ ἐκ τούτων συμβαίνοντα θηρώμεθα καὶ μέγα φρονοῦμεν ἐπὶ τούτοις, ἀλλ’ ἐπεὶ τούτων μὲν οἱ λόγοι ἐν τῷ θείῳ καὶ πρώτῳ καὶ δημιουργικῷ νῷ, τῶν δ’ ἐν ἐκείνῳ λόγων αἱ εἰκόνες ἔνεισι τῇ καθ’ ἡμᾶς ψυχῇ, τούτων οὖν ἐν ἐπιγνώσει σπεύδομεν γενέσθαι καὶ διαιρετικαῖς καὶ συλλογιστικαῖς καὶ ἀναλυτικαῖς μεθόδοις τῶν τῆς ἀγνοίας ἑαυτοὺς τύπων ἀπαλλάξαι καὶ οὕτω καθ’ ὁμοίωσιν, ζῶντές τε καὶ μετὰ θάνατον, εἶναι τοῦ ποιήσαντος», ἐπεὶ οὖν πρὸς ταῦτα οὐχ ἱκανὸς εἶναι ἀντειπεῖν ἐνόμισα, σιωπήσας πρὸς ἐκείνους τότε, παρὰ σοῦ νῦν ἀξιῶ, πάτερ, διδαχθῆναι τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους, ὡς «ἕτοιμος γενοίμην» κατὰ τὸν ἀπόστολον «διδόναι λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος».

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ἈΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΓΡΗΓΟΡΙΟΥ ΛΟΓΟΣ ὙΠΕΡ ΤΩΝ ἹΕΡΩΣ ἩΣΥΧΑΖΟΝΤΩΝ, ΤΩΝ ΠΡΟΤΕΡΩΝ Ὁ ΠΡΩΤΟΣ· ΚΑΤΑ ΤΙ ΚΑΙ ΜΕΧΡΙ ΤΙΝΟΣ ΛΥΣΙΤΕΛΗΣ Ἡ ΠΕΡΙ ΛΟΓΟΥΣ ΤΡΙΒΗ ἈΠΟΚΡΙΣΙΣ ΠΡΩΤΗ Ἀδελφέ, «καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν», ἀποστολικῶς εἰπεῖν, λόγῳ δὲ πῶς ἂν ἐνδείξαιτό τις τὸ ὑπὲρ λόγον ἀγαθόν; Χρὴ τοίνυν καὶ κατὰ τοῦτό σε χάριτας ὁμολογεῖν Θεῷ χάριν παρασχόντι τοιαύτην ἣ τοῖς τὰ πάντα οἰομένοις εἰδέναι περιουσίᾳ σοφίας οὐδ’ ἐπὶ νοῦν ἔρχεται.

Κἂν μὴ τούτοις ἀντιλέγειν ἔχῃς, καίτοι τῆς ἀληθείας μὴ καταστοχαζομένους εἰδώς, δυσχεραίνειν οὐ δεῖ. Σὺ μὲν γὰρ ἔργῳ πεπεισμένος, πάντη τε καὶ πάντως εἰς τὸ διηνεκὲς ἐστηριγμένος ἔσῃ καὶ ἀπερίτρεπτος, μόνιμον ἔχων παρὰ σεαυτῷ τὴν τῆς ἀληθείας ἵδρυσιν. Οἱ δὲ λογικαῖς ἀποδείξεσιν ἐπερειδόμενοι περιτραπήσονται πάντως, κἂν μὴ νῦν ὑπὸ σοῦ· καὶ γὰρ «λόγῳ παλαίει πᾶς λόγος», δηλαδὴ καὶ ἀντιπαλαίεται, καὶ τὸν νικῶντα λόγον διὰ τέλους εὑρεῖν ἀμήχανον, ὡς εἶναι τῆς οἰκείας ἥττης ἀνέλπιδα· καὶ τοῦτ’ ἔδειξαν Ἑλλήνων παῖδες καὶ οἱ κατ’ ἐκείνους σοφοί, κρείττονι τῷ δοκεῖν δείξει λόγου διηνεκῶς ἀλλήλους ἀνατρέποντες καὶ ὑπ’ ἀλλήλων ἀνατρεπόμενοι.

Πρὸς οὖν τοὺς ἐκείνοις προσέχοντας διὰ βίου καὶ θηρωμένους γνῶσιν ἐκ τῆς ἔξω παιδείας καὶ ταύτην ἐπὶ τοσοῦτον ἐγκωμιάζοντας ταῦτ’ εἰπών, ἀποχρώντως τε καὶ πρεπόντως, ἔμοι γε δοκεῖν, ἐρεῖς ὡς «οὐ μᾶλλον γνῶσιν ἢ ἀγνωσίαν ἐκ τούτων ὑμῖν αὐτοῖς περιποιεῖσθε, ὦ βέλτιστοι».

Καθάπερ γὰρ οἱ τῆς παρ’ ἀνθρώπων ἐφιέμενοι δόξης καὶ πάνθ’ ὑπὲρ αὐτῆς πράττοντες ἀδοξίας μᾶλλον ἢ δόξης ἐπιτυγχάνουσιν, ἐπείπερ ἄλλοις ἄλλα ἀρέσκει, τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τῶν ἔξω σοφῶν τὴν γνῶσιν θηρώμενοι, μᾶλλον ἀγνωσίαν, κατ’ αὐτοὺς ἐκείνους, ἢ γνῶσιν καρποῦνται· διαφέρουσι γὰρ ἀλλήλων αἱ δόξαι καὶ διαφέρονται πρὸς ἀλλήλας καὶ οἱ ἀντικείμενοι πλείους τῶν ὁμολογούντων ἑκάστῃ.

Τὸ δὲ πιστεύειν εὑρηκέναι τινὰ τούτων δυνηθῆναι τοὺς ἐν τῷ δημιουργικῷ νῷ λόγους, μὴ καὶ λίαν πλημμελὲς ᾖ; «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» φησὶν ὁ Ἀπόστολος· εἰ δὲ μὴ τούτους, οὐδὲ τὰς ἐν τῇ ψυχῇ τούτων εἰκόνας ἐκ τῆς ἔξω σοφίας συνιδεῖν ἐστι. Ψευδογνωσία τοίνυν ἐστὶν ἡ ἐκ ταύτης τῆς σοφίας τὸ κατ’ εἰκόνα θείαν θηρωμένη γνῶσις. Οὔκουν οὐκ ἔσται δι’ αὐτὴν τῇ αὐτοαληθείᾳ ἐμφερὴς ἡ ταύτην ἔχουσα ψυχή, ἀλλ’ οὐδὲ ποδηγοῖτο ἂν πρὸς τὴν ἀλήθειαν ἐκ ταύτης, καὶ ἡ καύχησις λοιπὸν ματαία τῶν ἐπ’ αὐτῇ τούτου γε ἕνεκα σεμνυνομένων. Ἀκουέτωσαν Παύλου «σαρκικὴν σοφίαν» καλοῦντος τὴν θύραθεν, ὃς καὶ «νοῦν σαρκὸς» λέγει τὴν «φυσιοῦσαν γνῶσιν». Ἡ τοίνυν τῆς σαρκὸς σοφία, πῶς τῇ ψυχῇ τὸ κατ’ εἰκόνα παρέξεται; «Βλέπετέ» φησι «τὴν κλῆσιν ἡμῶν· οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς»· ὡς οὖν ἡ τῆς σαρκὸς εὐγένειά τε καὶ δύναμις τὴν ψυχὴν οὐκ ἐνδυναμώσειεν ἂν οὐδ’ ἐξευγενίσειεν, οὕτως οὐδ’ ἡ τῆς σαρκὸς σοφία σοφὴν ἀπεργάσεται τὴν διάνοιαν. Καὶ ὄντως ἀρχὴ σοφίας γνῶναι σοφίαν, ὥστε διελέσθαι καὶ προελέσθαι τῆς χαμερποῦς καὶ γηΐνης καὶ ἀνονήτου τὴν μεγαλωφελῆ καὶ οὐρανίαν καὶ πνευματικὴν καὶ παρὰ Θεοῦ καὶ πρὸς Θεὸν ἐρχομένην καὶ Θεῷ τοὺς κτησαμένους συμμόρφους ἀποδεικνῦσαν.

Οὐ μὴν ἀλλ’ ἐπεί, καθάπερ κἀκεῖνοι λέγουσι, τῶν ἐν τῷ δημιουργικῷ νῷ λόγων αἱ εἰκόνες ἐν ἡμῖν εἰσι, τί τὸ ταύτας τὴν ἀρχὴν ἀχρειῶσαν τὰς εἰκόνας; Οὐχ ἡ ἁμαρτία καὶ ἡ τοῦ πρακτέου εἴτε ἄγνοια, εἴτε περιφρόνησις; Διατί μὴ ἀδιδάκτως ἐνορῶμεν ταύτας, ἐν ἡμῖν αὐτοῖς οὔσας ἐντετυπωμένας;

Οὐχ ὅτι τὸ παθητικὸν μέρος τῆς ψυχῆς κακῶς ἐπαναστάν, αὐτάς τε διέστρεψε καὶ τὸ διορατικὸν αὐτῆς συνέχεε καὶ μακρὰν ἐποίησε τῆς ἀρχετύπου καλλονῆς; Οὐκοῦν τούτου παντὸς μᾶλλον ἐπιμελητέον καὶ τῆς ἁμαρτίας ἀφεκτέον καὶ τὸν νόμον τῶν ἐντολῶν διὰ πράξεως ἀναγνωστέον καὶ ἀρετῆς πάσης ἀνθεκτέον καὶ δι’ εὐχῆς καὶ θεωρίας ἀληθοῦς ἐπανιτέον πρὸς Θεόν, τὸν βουλόμενον τό τε κατ’ εἰκόνα σῶν καὶ τὴν ἀληθογνωσίαν σχεῖν. Καθαρότητος γὰρ ἄνευ, κἂν μάθῃς τὴν ἀπὸ Ἀδὰμ μέχρι συντελείας φυσικὴν φιλοσοφίαν, μωρὸς οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον ἔσῃ ἢ σοφός· ἐκείνης δὲ ἄνευ, καθαρθεὶς καὶ τῶν πονηρῶν ἠθῶν καὶ δογμάτων ἀπαλλάξας τὴν ψυχήν, τὴν νικῶσαν τὸν κόσμον τοῦ Θεοῦ σοφίαν κτήσῃ καὶ «τῷ μόνῳ σοφῷ Θεῷ» συνδιαιωνίσεις ἀγαλλόμενος. Δογμάτων δὲ λέγω, οὐ τῶν περὶ μεγέθους καὶ κινήσεως οὐρανοῦ καὶ τῶν κατ’ οὐρανὸν σωμάτων καὶ ὅσα διὰ ταῦτα γίνεται, οὐδὲ γῆς καὶ τῶν περὶ γῆν καὶ τῶν ἐντεθησαυρισμένων ταύτῃ μετάλλων καὶ λίθων διαυγῶν, οὐδὲ τῶν ἐκ τῆς διπλῆς ἀναθυμιάσεως κατὰ τὸν ἀέρα συμβαινόντων. Πρὸς γὰρ τὴν ἐπιστήμην τῶν τοιούτων βλέποντας πᾶσαν ἀπευθύνειν σπουδήν τε καὶ ζήτησιν αἵρεσίς ἐστιν ἑλληνική. Οἱ γὰρ Στωϊκοὶ πάντες τέλος τῆς θεωρίας τὴν ἐπιστήμην ὁρίζονται.

Νῦν δή τινες, ὡς σὺ φῄς, τοῦ τοῖς χριστιανοῖς προκειμένου τέλους, τῶν ἐπηγγελμένων ἡμῖν ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἀρρήτων ἀγαθῶν, ὡς ἐλαχίστου περιφρονήσαντες καὶ τὴν ἐπιστήμην εἰς γνῶσιν μεταλαβόντες, τῇ τῶν κατὰ Χριστὸν φιλοσοφούντων ἐπεισάγουσιν Ἐκκλησίᾳ. Τοὺς γὰρ οὐκ εἰδότας τὰς μαθηματικὰς ἐπιστήμας ἀνάγνους ἀποφαίνονται καὶ ἀτελεῖς, ἐντεῦθεν δ’ ἀνάγκη πάντας, τῶν μὲν ἑλληνικῶν ἀπρὶξ ἀντέχεσθαι μαθημάτων, τῶν δ’ εὐαγγελικῶν κατολιγωρεῖν διδαγμάτων—παρ’ αὐτῶν γὰρ οὐδέποτε γένοιτ’ ἂν τῆς τῶν κατ’ αὐτοὺς ἐπιστημῶν ἀγνοίας ἀπαλλαγή—καὶ τοῦ λέγοντος «γίνεσθε τέλειοι» καὶ «εἴ τις ἐν Χριστῷ τέλειος» καὶ «ἡμεῖς δὲ λαλοῦμεν ἐν τοῖς τελείοις» καταμωκωμένους ἀναχωρεῖν, ὡς ἀπείρου παντάπασιν ἐπιστήμης τοιαύτης.

Οὐ ταύτης οὖν ἐγὼ τῆς ἀγνοίας ἀπαλλαγὴν ὑποτιθέμενος, καθαρότητα σωτήριον ἐκάλεσα ταύτην· οἶδα γὰρ καὶ ἀνέγκλητον ἄγνοιαν καὶ γνῶσιν ἐγκεκλημένην· οὔκουν ταύτης, ἀλλὰ τῆς περὶ Θεοῦ καὶ τῶν θείων δογμάτων ἀγνοίας ἀπαλλαγείς, ὅσην οἱ καθ’ ἡμᾶς ἀπηγόρευσαν θεολόγοι, καὶ πᾶν ἦθος κατὰ τὰς αὐτῶν βελτιώσας ὑποθήκας, γενήσῃ Θεοῦ σοφίας ἀνάπλεως, εἰκὼν ὄντως καὶ ὁμοίωμα Θεοῦ, διὰ μόνης τῆς τῶν εὐαγγελικῶν ἐντολῶν τηρήσεως τετελεσμένος· ὃ καὶ ὁ τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας ὑποφήτης Διονύσιος κατ’ αὐτὴν ἀπεφήνατο σαφῶς· «ἡ γὰρ πρὸς τὸν Θεὸν ἀφομοίωσίς τε καὶ ἕνωσις, ὡς τὰ θεῖά» φησι «διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τελεῖται».

Εἰ δ’ οὐκ ἀληθὴς ὁ λόγος οὗτος, ἀλλ’ ἐκ τῆς ἔξω παιδείας τὸ κατ’ εἰκόνα τὸν ἄνθρωπον εὑρεῖν καὶ ἰδεῖν ἐστιν, ὡς τοὺς χαρακτῆρας ἐπὶ τὸ κρεῖττον μεταρρυθμιζούσης καὶ τὸ σκότος τῆς ἀγνοίας ἐξαιρούσης τῆς ψυχῆς, οἱ καθ’ Ἕλληνας σοφοὶ θεοειδέστεροι ἂν εἶεν καὶ θεοπτικώτεροι τῶν πρὸ νόμου πατέρων καὶ τῶν ἐν τῷ νόμῳ προφητευσάντων, ὧν οἱ πλείους ἐξ ἀγροικικοῦ βίου πρὸς ταύτην τὴν ἀξίαν ἐκλήθησαν. Ἰωάννης δέ, ἡ τῶν προφητῶν ὑστάτη κορωνίς, οὐκ ἐξ ἁπαλῶν ὀνύχων ἐπ’ ἐρημίας διετέλει τὸν βίον ἀνύων; Οὐ τοίνυν πρὸς αὐτὸν ὡς πρὸς ἀρχέτυπον ἀφορῶσιν ἕκαστος ὅπως ἔχει δυνάμεως τῶν ἀποταττομένων τῷ κόσμῳ; Παντί που δῆλον. Ποῦ τοίνυν ἐν ἐρημίᾳ διδασκαλεῖα τῆς ματαίας, ὡς δ’ αὐτοὶ λέγουσι, σωτηρίου φιλοσοφίας;

Ποῦ πολύπτυχοι βίβλοι καὶ οἱ ταύταις διὰ βίου προστετηκότες καὶ τοὺς ἄλλους πείθοντες; Ποῦ δὲ τῶν βίβλων τούτων ὑποθῆκαι βίων τοιούτων ἐρημικῶν τε καὶ παρθενικῶν καὶ ἀγὼν ἀνάγραπτος, πρὸς μίμησιν ἐπαίρων τοὺς ἐντυγχάνοντας;

Καὶ ἵνα τοῦτον ἀφῶ τὸν «ἐν γεννητοῖς γυναικῶν ὑψηλότερον» ᾦ πρὸς τοσοῦτον ὕψος ἀναβεβηκότι τῆς, ὡς αὐτοί φασιν, ὁδηγούσης πρὸς Θεὸν παιδείας οὐδὲν ἐμέλησε, καὶ γὰρ οὐδ’ ἱεραῖς οὗτος ἐντετύχηκε βίβλοις, ἵνα τοίνυν τοῦτον ἀφῶμεν, «ὁ πρὸ τῶν αἰώνων ὢν» καὶ μετ’ αὐτὸν φανεὶς καὶ διὰ τοῦτο «ἐλθὼν εἰς τὸν κόσμον ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ» καὶ ἀνακαινίσῃ τὸ κατ’ εἰκόνα καὶ πρὸς τὸ ἀρχέτυπον ἐπαναγάγῃ, πῶς οὐ παρέσχε ταύτην τὴν διὰ τῶν ἔξω μεθόδων ἄνοδον; Πῶς δ’ οὐκ εἶπεν «εἰ θέλεις τέλειος εἶναι, τῆς ἔξω παιδείας ἐπιλαβοῦ, σπεῦσον πρὸς τὴν τῶν μαθημάτων ἀνάληψιν, περιποίησαι σεαυτῷ τὴν ἐπιστήμην τῶν ὄντων», ἀλλὰ «τὰ ὑπάρχοντα πώλησον, διάδος πτωχοῖς, τὸν σταυρὸν ἆρον, ἀκολουθεῖν ἐμοὶ προθυμήθητι»;

Πῶς δ’ οὐκ ἐδίδαξεν ἀναλογίας καὶ σχηματισμοὺς καὶ ποσότητας καὶ τὰς πολυπλανεῖς τῶν πλανήτων ἀποστάσεις τε καὶ συνόδους καὶ τῶν φυσικῶν προβλημάτων τὰς ἀπορίας διέλυσεν, ὡς ἂν ἀπὸ τῆς ἡμετέρας ψυχῆς τὸ τῆς ἀγνοίας σκότος ἐξέληται; Τί δὲ καὶ μαθητὰς ἁλιεῖς, ἀγραμμάτους, ἀγροίκους, ἀλλὰ μὴ σοφοὺς συνεκάλει καὶ ταῦθ’ «ἵνα καταισχύνῃ τοὺς ἔξω σοφούς», ὡς ὁ Παῦλός φησι; Πῶς οὖν καταισχύνει τοὺς πρὸς αὐτόν, ὡς οὗτοι λέγουσιν, ὁδηγοῦντας; Διατί δὲ καὶ «τὴν σοφίαν αὐτῶν ἐμώρανε»; Τίνος δὲ χάριν καὶ «διὰ τῆς μωρίας τοῦ κηρύγματος εὐδόκησε σῶσαι τοὺς πιστεύοντας»; Οὐκ ἐπειδὴ «διὰ τῆς σοφίας ὁ κόσμος οὐκ ἔγνω τὸν Θεόν»; Τί δὲ καὶ μαθόντες οὓς φῄς, Λόγου Θεοῦ σωματικῶς ἐνδημήσαντος, «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ», καὶ τοῦ φωτὸς ἀνασχόντος, «ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», «ἡμέρας τε διαυγάσης καὶ φωσφόρου ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν» τῶν πιστῶν, κατὰ τὸν τῶν ἀποστόλων κορυφαῖον, αὐτοί τε δέονται θρυαλλίδος ἐπισκευαστῆς, τῆς ἀπὸ τῶν ἔξω φιλοσόφων γνώσεως πρὸς θεογνωσίαν ὁδηγούσης καὶ τοὺς ἄλλους παραινοῦσιν, ἀφεμένους τοῦ καθ’ ἡσυχίαν διὰ τῆς τῶν λογισμῶν ἐπιστασίας καθαίρειν ἑαυτοὺς καὶ δι’ ἀδιαλείπτου προσευχῆς προσανέχειν τῷ Θεῷ, καταγηρᾶν μάτην, λύχνῳ τυφωμένῳ παρακαθημένους;

Ἆρ’ οὐδ’ ἐκεῖνό ποτ’ ἐπῆλθεν ἐπὶ νοῦν αὐτοῖς, ὡς ἐφέσει τε καὶ μεταλήψει τοῦ φυτοῦ τῆς γνώσεως ἐκπεπτώκαμεν ἐκείνου τοῦ θείου χωρίου τῆς τρυφῆς; «Ἐργάζεσθαι γὰρ αὐτὸ καὶ φυλάττειν» κατὰ τὴν ἐντολὴν οὐκ ἐθελήσαντες, εἴξαμεν τῷ πονηρῷ συμβούλῳ τὴν εἴσοδον κλέψαντι καὶ τῷ κάλλει θέλξαντι τῆς γνώσεως τοῦ καλοῦ καὶ πονηροῦ.

Τάχα δὴ καὶ νῦν οὗτος τοῖς μὴ βουλομένοις ἐργάζεσθαι καὶ φυλάττειν τὴν ἑαυτῶν καρδίαν, κατὰ τὴν τῶν πατέρων ὑφήγησιν, οὐρανίων σφαιρῶν τε καὶ τῶν κατ’ αὐτὰς ἀκριβῆ γνῶσιν ἐπαγγέλλεται, πολυκινήτων τε καὶ ἀντιρρόπων, γνῶσιν οὖσαν καλοῦ καὶ πονηροῦ, τῷ μὴ ἐν τῇ ἑαυτῆς φύσει κεκτῆσθαι τὸ καλόν, ἀλλ’ ἐν τῇ τῶν χρωμένων προαιρέσει, συμμεταβάλλουσαν ταύτῃ πρὸς ἑκάτερον. Πρὸ δὲ τούτων μικροῦ καὶ διὰ ταῦτ’ ἴσως, ἐμπειρίας τε καὶ χάριτας πολυγλώσσων διαλέκτων, δύναμιν ῥητορείας, εἴδησιν ἱστορίας, μυστηρίων φύσεως εὕρεσιν, πολυειδεῖς μεθόδους λογικῆς πραγματείας, πολυμερεῖς σκέψεις λογιστικῆς ἐπιστήμης, σχηματισμῶν ἀΰλων πολυσχήμονας ἀναμετρήσεις, ἅπαντα καλά τε καὶ πονηρὰ φαίην ἂν ἔγωγε, μὴ μόνον πρὸς τὸ δοκοῦν τοῖς χρωμένοις μεταγινόμενα καὶ συμμεταμορφούμενα ῥαδίως τῷ σκοπῷ τῶν ἐχόντων, ἀλλ’ ὅτι καὶ καλὸν μὲν ἡ πρὸς ταῦτα σχολή, γυμνάζουσα πρὸς ὀξυωπίαν τὸν τῆς ψυχῆς ὀφθαλμόν, παραμένειν δ’ ἄχρι γήρως ταύτῃ προσανέχοντα πονηρόν· πρὸς ἀγαθοῦ δ’ ἂν εἴη μετρίως ἐγγυμνασάμενον πρὸς τὰ μακρῷ κρείττω καὶ μονιμώτερα μετασκευάσασθαι τὸν ἀγῶνα, πολλὴν αὐτῷ καὶ τῆς τῶν λόγων περιφρονήσεως φερούσης τὴν ἐκ Θεοῦ ἀμοιβήν.

Διό φησιν ὁ Θεολόγος ὁ δεύτερος περὶ Ἀθανασίου τοῦ πάνυ τοῦτ’ ἐκ τῶν ἔξω κερδῆσαι λόγων τὸ συνιδεῖν «ὧν ὑπεριδεῖν ἐδοκίμασεν»· αὐτός τε τούτων, ὡς αὐτὸς αὖθις λέγει, τοῦτ’ ἀπήλαυσε μόνον τὸ παριδεῖν καὶ ἐσχηκέναι ὧν Χριστὸν προετίμησεν.

Ἀλλ’ ὁ πονηρός, πονηρῶς ὑποσπᾶν ἡμᾶς τῶν κρειττόνων ἀεὶ γλιχόμενος, ἴυγγας ἐντίκτει ταῖς ἡμετέραις ψυχαῖς καὶ δεσμοῖς ἀγαπωμένοις τοῖς ἀνονήτοις σχεδὸν ἀδιαλύτως συνδεῖ, τὸ πολύ τε καὶ μακρὸν ὑποτίθεται μῆκος καὶ πλῆθος τούτων τῶν γνώσεων, ὥσπερ ἑτέροις πλοῦτον ἢ δόξαν ἄδοξον καὶ σαρκικὰς ἡδονάς, ὡς ἄν, τῇ τούτων ζητήσει διὰ βίου παντὸς ἀπασχολήσαντες ἑαυτούς, ἀπρὶξ ἐπιλαβέσθαι τῆς καθαιρούσης τὴν ψυχὴν παιδείας οὐκ ἐξισχύσωμεν, ἧς «ἀρχὴ μὲν ὁ φόβος τοῦ Θεοῦ», παρ’ οὗ δέησις ἐν κατανύξει συνεχὴς πρὸς τὸν Θεὸν γεννᾶται καὶ ἡ τῶν εὐαγγελικῶν θεσπισμάτων φυλακή, διὰ τούτων δὲ καταλλαγῆς γεγονυίας πρὸς Θεόν, ὁ φόβος εἰς ἀγάπην μεταβάλλει καὶ τὸ τῆς εὐχῆς ὀδυνηρὸν εἰς τερπνὸν μετενεχθὲν τοῦ φωτισμοῦ τὸ ἄνθος ἀνατέλλει· τούτου δ’ οἷον ὀσμὴ διαδιδομένη πρὸς τὸν φέροντα ἡ τῶν τοῦ Θεοῦ γνῶσις μυστηρίων· αὕτη παιδεία καὶ γνῶσις ἀληθής, ἧς οὐδὲ τὴν ἀρχήν, τὸν τοῦ Θεοῦ φόβον δηλαδή, δύναται χωρῆσαί τις ἐνεσχημένος τῇ τῆς ματαίας ἀγάπῃ φιλοσοφίας καὶ ταῖς στροφαῖς αὐτῆς καὶ θεωρίαις ἐνειλούμενός τε καὶ συστρεφόμενος. Πῶς γὰρ ἂν εἰς ψυχὴν ὅλως εἰσέλθοι;

Πῶς δ’ εἰσελθὼν παραμεῖναι δυνηθείη προκατειλημμένην καὶ ἐνηδυνομένην καὶ οἷον στενοχωρουμένην παντοδαποῖς καὶ πολυτρόποις διαλογισμοῖς, εἰ μὴ πᾶσι χαίρειν εἰποῦσα τῆς κατὰ Θεὸν ὅλη γένοιτο σχολῆς, ἵνα καὶ τῆς ἀγάπης ὅλη τούτου γένηται κατὰ τὴν ἐντολήν;

Διὰ τοῦτο γὰρ τῆς θείας σοφίας καὶ θεωρίας ἀρχή ἐστι τούτου ὁ φόβος, ἐπεὶ μεθ’ ἑτέρων παραμένειν οὐκ ἔχων, πάντων ἀπαλλάξας τὴν ψυχὴν καὶ τῇ προσευχῇ καταλεάνας, ἐπιτήδειον οἷον πυξίον ποιεῖ πρὸς καταγραφὴν τῶν χαρισμάτων τοῦ Πνεύματος.

Ταῦτ’ ἄρα καὶ ὁ μέγας Βασίλειος, προθεὶς τὸ τοῦ Φαραὼ πρὸς τὸν Ἰσραὴλ ὅτι «σχολάζετε, σχολασταί ἐστε, λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξώμεθα», ἐπιφέρει· «Αὕτη μὲν οὖν ἡ ἀγαθὴ σχολὴ καὶ ὠφέλιμος τῷ σχολάζοντι· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἳ εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, ἣν καὶ νῦν τινες μιμοῦνται τῇ τοῦ βίου σχολῇ, φίλην οὖσαν πονηροῖς πνεύμασιν». Ὡς ἂν δὲ μή τις εἴπῃ πρὸς τὰς ῥητορικὰς μόνας λογολεσχίας ἀποτεινόμενον ταῦτα λέγειν τὸν μέγαν, ἐκεῖνο προσθήσομεν ὅ φησιν αὖθις αὐτός, διευκρινῶν τὸ Σολομώντειον ἐκεῖνο παράγγελμα· «Γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως»· «Ἤδη γάρ τινές» φησι «γεωμετρίᾳ σχολάζοντες ἣν ἐξεῦρον Αἰγύπτιοι ἢ ἀστρολογίᾳ τῇ παρὰ τῶν Χαλδαίων τετιμημένῃ ἢ ὅλως περὶ σχήματα καὶ σκιὰς καὶ μετεωρολογίαν ἔχοντες, τῆς ἐκ τῶν θείων λογίων παιδεύσεως ὑπερεῖδον· ἐπειδὴ οὖν πολλοὶ τῇ περὶ ταῦτα σπουδῇ κατεγήρασαν ἐν τῇ τῶν ματαίων ἐρεύνῃ, διὰ τοῦτο ἀναγκαία ἡ τῆς παιδείας ἐπίγνωσις, πρός τε τὴν αἵρεσιν τῆς ὠφελίμου παιδείας καὶ πρὸς ἀποταγὴν τῆς ἀνοήτου καὶ βλαβερᾶς».

Ὁρᾷς πῶς ματαίαν, βλαβεράν, ἀνόητον, τὴν ἔξω παιδείαν καὶ αὐτὴν τὴν τῶν μαθημάτων καὶ τὴν ἐξ αὐτῶν προσαγορεύει γνῶσιν, ἥν τινες, ὡς σὺ φῄς, τέλος θεωρίας καὶ σωτήριον ἀποφαίνονται; Ἐκεῖνος δὲ καὶ τὴν οἰκείαν ἀπολοφύρεται ζωήν, πρὸς τὸν Σεβαστείας Εὐστάθιον γράφων, ὅσην τῇ περὶ τὰ μαθήματα ταῦτα μελέτῃ τὸν νοῦν προσέχων διήνυσεν· «Ἐγὼ» γάρ φησι «πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστάς, κατεῖδον τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, εὐχόμην δοθῆναί μοί τινα χειραγωγίαν».

Ἤκουσας τίνα τῆς παιδείας καὶ τῆς γνώσεως, ἣν νῦν ἐξαίρειν μάτην σπεύδουσί τινες, τὰ προσρήματα; Ματαιότης, ματαιοπονία κατονομάζεται, σοφία μωρανθεῖσα, σοφία καταργουμένη, σοφία τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων αὐτοῦ, σοφία τῆς κατὰ Θεὸν ζωῆς καὶ πολιτείας ἀφανιστική. Διὸ καὶ ὁ τῆς ἀληθινῆ σοφίας ἐραστὴς πολὺν μετάμελον ἔσχεν ἐνδιατρίψας αὐτῇ καὶ μηδεμίαν χειραγωγίαν πρὸς τὴν ἀληθινὴν σοφίαν εὑρόμενος.

Νῦν δ’ εἰσὶν ἀπηρυθριασμένως οὐκ οἶδ’ ὅπως οἳ λέγουσιν, ὡς αὐτὸς λέγεις, μηδὲν ἐμπόδιον εἶναι πρὸς τελειότητα βίου τὸ διὰ βίου τὴν ἑλληνικὴν παιδείαν ἐκμελετᾶν, μηδὲ τῶν τοῦ Κυρίου λόγων ἀκούοντες ἄντικρυς πρὸς αὐτοὺς λεγομένων· «Ὑποκριταί, τὰ μὲν σημεῖα τοῦ οὐρανοῦ οἴδατε διακρίνειν, τὸν δὲ καιρὸν τῆς βασιλείας πῶς οὐ διακρίνετε;».

Τοῦ γὰρ καιροῦ τῆς αἰωνίου βασιλείας ἐπιστάντος καὶ τοῦ διδόντος αὐτὴν Θεοῦ ἐπιδεδημηκότος, πῶς εἴγε ἀληθῶς ἐφίενται τῆς τοῦ νοῦ ἀνακαινίσεως, οὐ δι’ εὐχῆς αὐτῷ προσέρχονται τὸ τῆς ἐλευθερίας ἀρχαῖον ἀξίωμα ληψόμενοι, ἀλλὰ πρὸς τοὺς μηδὲ ἑαυτοὺς ἐλευθερῶσαι δυνηθέντας τρέχουσι, καὶ ταῦτα τοῦ ἀδελφοθέου τρανῶς περιαγγέλλοντος· «Εἴ τις λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ καὶ λήψεται»; Πῶς δὲ καὶ ἡ παρὰ τῆς ἔξω σοφίας γνῶσις κακίαν πᾶσαν ὡς ἐξ ἀγνοίας τικτομένην ἐξορίζει τῆς ψυχῆς, μήδ’ αὐτῆς τῆς ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας γνώσεως μόνης ποιῆσαι τοῦτο δυναμένης; «Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου σωθήσονταί» φησιν ὁ Παῦλος, «ἀλλ’ οἱ ποιηταὶ αὐτοῦ», τὸν δὲ γνόντα τὸ θέλημα τοῦ Θεοῦ καὶ μὴ ποιήσαντα, «δαρήσεσθαί» φησιν ὁ Κύριος «πολλά», καὶ τοῦ μὴ εἰδότος πλέον. Ὁρᾷς ὡς οὐδένα ὀνίνησιν ἡ γνῶσις μόνη; Καὶ τί λέγω τὴν περὶ τὰ πρακτέα ἢ τὴν τοῦ ὁρατοῦ κόσμου ἢ τὴν τοῦ ἀοράτου; Οὐδ’ αὐτὴ ἡ γνῶσις τοῦ κτίσαντος αὐτὰ Θεοῦ δυνήσεταί τινα ὀνινῆναι μόνη. «Τί γὰρ ὄφελος δογμάτων, θεοφιλοῦς ἀπόντος βίου, ὃν ἦλθε φυτεῦσαι ἐπὶ γῆς ὁ Κύριος;», ὁ χρυσοῦς θεολόγος Ἰωάννης φησί. Μᾶλλον δὲ οὐ μόνον οὐκ ἔστι ταύτης ὄφελος, ἀλλὰ καὶ μεγίστη βλάβη ἣν καὶ οὗτοι πεπόνθασι, παρ’ ὧν ἤκουσας οὓς ἀνήγγειλάς μοι λόγους.

Τί γάρ, «ὁ μὴ καθ’ ὑπεροχὴν ἐλθὼν λόγου, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τοῦ σταυροῦ», «ὁ μὴ ἐν πειθοῖς λαλῶν ἀνθρωπίνης σοφίας λόγοις», «ὁ μηδὲν εἰδὼς εἰ μὴ Κύριον Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον», τί οὖν οὗτος γράφει πρὸς τοὺς Κορινθίους; «Ἡ γνῶσις φυσιοῖ». Εἶδες τὸν κολοφῶνα τῆς κακίας, τὸ ἰδιαίτατον τοῦ διαβόλου κρῖμα, τὸν τῦφον ἐκ τῆς γνώσεως τικτόμενον;

Πῶς οὖν πᾶν πάθος ἐξ ἀγνοίας φύεται; Πῶς δ’ ἡ γνῶσις καθαίρει τὴν ψυχήν; «Ἡ γνῶσις οὖν φυσιοῖ» φησιν, «ἡ δὲ ἀγάπη οἰκοδομεῖ». Εἶδες ὅτι ἐστὶ χωρὶς ἀγάπης γνῶσις, μηδαμῶς καθαίρουσα, ἀλλὰ καθαιροῦσα τὴν ψυχήν, ἀγάπης, τῆς καὶ κορυφῆς καὶ ῥίζης καὶ μεσότητος πάσης ἀρετῆς;

Πῶς οὖν ἡ μηδὲν ἀγαθὸν οἰκοδομοῦσα γνῶσις (τῆς γὰρ ἀγάπης τοῦτο), πῶς οὖν ἡ γνῶσις αὕτη τὸ κατ’ εἰκόνα παρέξεται τοῦ ἀγαθοῦ; Καίτοι τὸ εἶδος τοῦτο τῆς γνώσεως, τὸ κατὰ τὸν τοῦ Ἀποστόλου λόγον «φυσιοῦν», οὐ τῆς φύσεως, ἀλλὰ τῆς πίστεώς ἐστιν· εἰ δὲ αὕτη «φυσιοῖ», πόσῳ μᾶλλον ἐκείνη, περὶ ἧς ἡμῖν ὁ λόγος· φυσικὴ γάρ ἐστιν αὕτη καὶ τοῦ «παλαιοῦ ἀνθρώπου». Τῇ γὰρ φυσικῇ ταύτῃ ἡ ἔξω παιδεία βοηθεῖ, πνευματικὴ δ’ οὔποτε γένοιτ’ ἄν, εἰ μὴ μετὰ τῆς πίστεως καὶ τῇ τοῦ Θεοῦ συγγένοιτο ἀγάπῃ, μᾶλλον δὲ εἰ μὴ πρὸς τῆς ἀγάπης καὶ τῆς ἐξ αὐτῆς ἐγγινομένης χάριτος ἀναγεννηθείη καὶ ἄλλη παρὰ τὴν προτέραν γένοιτο, καινή τε καὶ θεοειδής, «ἁγνή, εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστή τε λόγων τοὺς ἀκούοντας οἰκοδομούντων καὶ καρπῶν ἀγαθῶν», ἥτις δὴ καὶ «ἄνωθεν σοφία» καὶ «Θεοῦ σοφία» κατονομάζεται, καὶ ὡς πνευματική πως, ἅτε τῇ τοῦ Πνεύματος ὑποτεταγμένη σοφίᾳ, τὰ τοῦ Πνεύματος χαρίσματα καὶ γινώσκει καὶ ἀποδέχεται.

Ἡ δὲ μὴ τοιαύτη, «κάτωθεν, ψυχική, δαιμονιώδης», καθάπερ ὁ τῶν ἀποστόλων ἀδελφόθεος λέγει, διὸ καὶ τὰ τοῦ Πνεύματος οὐ προσίεται κατὰ τὸ γεγραμμένον· «Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος», ἀλλὰ μωρίαν αὐτὰ καὶ πλάνην καὶ ψευδοδοξίαν λογίζεται, καὶ τὰ πλείω μὲν τούτων τελέως ἀνατρέπειν πειρᾶται καὶ φανερὸν ἀγῶνα ποιεῖται διαστρέφειν τε καὶ μεταδιδάσκειν ὁπόση δύναμις, ἔστι δ’ ἃ καὶ πανούργως προσίεται, συγχρωμένη τούτοις, οἷά περ οἱ φαρμακοὶ τοῖς γλυκέσι τῶν ἐδωδίμων.

Οὕτως οὐκ ἄλλη μόνον ἡ παρὰ τῆς ἔξω παιδείας γνῶσις, ἀλλὰ καὶ ἐναντίως πρὸς τὴν ἀληθῆ καὶ πνευματικὴν διάκειται γνῶσιν, εἰ καί τινες αὐτοί τε παρ’ αὐτῆς ὡς ἔοικε παρηγμένοι καὶ τοὺς αὐτῶν ἀκροωμένους παράγειν ἐγχειροῦντες, ὡς περὶ μιᾶς καὶ τῆς αὐτῆς διαλέγονται, τέλος τῆς θεωρίας ἀποφαινόμενοι ταύτην. Ἵνα δὲ καί τι τοῦ δεινοῦ βάθους τῆς τῶν ἔξω φιλοσόφων πονηρίας ἀνακαλύψω σοι· κέκλοφε μὲν ὁ πονηρὸς καὶ οἱ παρ’ αὐτοῦ πονηρῶς σοφισθέντες ἐκεῖνοι παράγγελμά τι τῶν ἡμετέρων λυσιτελέστατον καὶ καθάπερ τι πονηρὸν προβάλλονται δέλεαρ τῇ τῶν ῥημάτων ταὐτότητι, τὸ «Σαυτῷ πρόσεχε» καὶ «Γνῶθι σαυτόν»· ἀλλ’ ἂν ζητήσῃς τί τὸ τέλος ἐκείνοις τούτου τοῦ παραγγέλματος, κακοδοξίας εὑρήσεις χάρυβδιν· μετεμψυχώσεις γὰρ δογματίζοντες, τότ’ οἴονταί τινα σχεῖν ἑαυτὸν γνῶναι καὶ τοῦ παραγγέλματος ἱκανῶς ἐφικέσθαι, ἡνίκ’ ἂν τίνι προσυνῆπτο σώματι γνοίη καὶ ποῦ ποτε ἦν οἰκῶν καὶ τί πράττων καὶ τί ἤκουε· μανθάνει δὲ ταῦτα, πειθήνιον ἑαυτὸν παρασχὼν τῷ τὰ τοιαῦθ’ ὑποψιθυρίσαντι δολίως πονηρῷ πνεύματι. Πρὸς τοῦτο τοίνυν ἐνάγοντες διὰ τοῦ «Γνῶθι σαυτὸν» τοῖς οὐχ ἱκανῶς ἔχουσιν ἐπαΐειν τοῦ δόλου, συνωδὰ τοῖς ἡμετέροις πατράσι λέγειν νομίζονται.

Διὸ Παῦλος καὶ Βαρνάβας τὰ τοῦ πονηροῦ νοήματα μὴ ἀγνοοῦντες καὶ τῶν ὑπ’ ἐκείνου μεμυημένων, τὴν λέγουσαν περὶ αὐτῶν ὡς «οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν» ἥκιστα παρεδέξαντο, καίτοι τί τούτου τοῦ ῥήματος εὐσεβέστερον εἴποι τις ἄν; Ἀλλ’ ᾔδεισαν ἐκεῖνοι «τὸν εἰς ἄγγελον φωτὸς μετασχηματιζόμενον» καὶ τοὺς διακόνους αὐτοῦ «δικαιοσύνης διακόνους» ὑποκρινομένους, ὡς οὖν οὐκ ἐμπρέπουσαν τῷ ψευδηγόρῳ στόματι παραιτοῦνται τὴν ἀληθινὴν φωνήν.

Ταῦτ’ ἄρα καὶ ἡμεῖς θεοσεβοῦς ῥήματα παρ’ Ἑλλήνων ἀκούοντες, οὔτ’ οἰόμεθα θεοσεβεῖς ἐκείνους, οὔτ’ ἐν διδασκάλων τάττομεν αὐτοὺς μοίρᾳ, καὶ γὰρ ἴσμεν ἐκ τῶν ἡμετέρων μὲν ὑφελομένους αὐτά. Διὸ καί τις ἐκείνων περὶ Πλάτωνος ἔφη· «Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;» Ἴσμεν μὲν οὖν εἴ τι χρηστὸν αὐτοῖς, ἐκεῖθεν ἐκ παρακουσμάτων μετειλημμένον, ἀλλὰ καὶ συνήκαμεν ἐπισκεψάμενοι μὴ πρὸς τὴν ὁμοίαν διάνοιαν ἐξειλημμένον.

Κἄν τις τῶν πατέρων τὰ αὐτὰ τοῖς ἔξω φθέγγηται, ἀλλ’ ἐπὶ τῶν ῥημάτων μόνον· ἐπὶ δὲ τῶν νοημάτων, πολὺ τὸ μεταξύ· «Νοῦν» γὰρ οὖτοι, κατὰ Παῦλον, «ἔχουσι Χριστοῦ», ἐκεῖνοι δέ, εἰ μή τι καὶ χεῖρον, ἐξ ἀνθρωπίνης διανοίας φθέγγονται. «Καθόσον δὲ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, κατὰ τοσοῦτον ἀπέχει ἡ διάνοιά μου ἀπὸ τῶν διανοιῶν ὑμῶν» λέγει Κύριος. Οὐ μὴν ἀλλ’ εἰ καὶ τῆς διανοίας ἔστιν οὗ κοινωνεῖεν ἐκεῖνοι Μωυσεῖ τε καὶ Σολομῶντι καὶ τοῖς κατ’ αὐτούς, τί τούτοις ἐκ τούτου τὸ ὄφελος ἢ τίς αὐτοὺς παρὰ τοῦ Θεοῦ δεδιδάχθαι ταῦτ’ εἴποι νοῦν ἔχων ὑγιᾶ καὶ μεθ’ ἡμῶν τεταγμένος, εἰ μὴ καὶ τοὺς μετὰ Χριστὸν κακοδόξους θεοδιδάκτους φαίη τις, ἐπεὶ παρὰ τῆς Ἐκκλησίας ἀκηκοότες μὴ πᾶσαν παρεσάλευσαν τὴν ἀλήθειαν; «Πᾶν δώρημα τέλειον ἄνωθεν εἶναι παρὰ τοῦ Πατρὸς τῶν φώτων» ὁ τοῦ φωτὸς ἀπεφήνατο μαθητής· κολοβὰ δ’ εἰ μὴ ἐκεῖνος ζῶα δῶρα προσίεται, πῶς ἂν αὐτὸς παράσχοι; Καίτοι ζῶον κολοβὸν οὐδὲν ἧττον ζῶόν ἐστι.

Θεὸς δέ, ὃς οὐκ ἐκ μὴ ὄντων δημιουργεῖ, μηδὲ τῶν ἡμετέρων προϋπῆρχε ψυχῶν, μηδὲ τῆς κατ’ ἐκείνους ἀνειδέου ὕλης, μᾶλλον δὲ καὶ τῆς οἴκοθεν ταλαντευομένης εἰδοπεποιημένης, ἀκόσμου δ’ ὅμως, πῶς ἂν εἴη Θεός; Καὶ ἵνα κατὰ τὸ προφητικὸν μικρὸν προσθεὶς εἴπω· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν» ἐκ μὴ ὄντων «οὐκ ἐποίησαν, ἀπολέσθωσαν» καὶ πρὸς τούτοις οἱ τούτους θεολογήσαντες.

Περὶ δὲ τῶν τούτους θεολόγους καὶ τοῖς παρ’ ἡμῖν θεολόγοις ὁμοφώνους ἢ καὶ διδασκάλους λεγόντων, οἰομένων παρ’ ἐκείνων τὰς θεολογικὰς παρειληφέναι φωνάς, τί χρὴ λέγειν; Ἢ δεῖσθαι «τοῦ φωτὸς τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἀπαλλάξαι καὶ αὐτοὺς τοῦ δεινοῦ τούτου τῆς ἀγνοίας σκότους καὶ φωτίσαι συνιδεῖν, ὡς καὶ παρὰ τῶν ὄφεων ἔστι τι χρήσιμον ἡμῖν;

Ἀλλ’ ἀνελοῦσι καὶ διελοῦσι καὶ συσκευασαμένοις καὶ χρησαμένοις σὺν λόγῳ κατὰ τῶν ἐκείνων δηγμάτων· εἰς τοῦτο τοίνυν χρήσιμα τἀκείνων ἡμῖν, ὡς κατ’ ἐκείνων χρῆσθαι καθαιροῦντας, οἱονεὶ τῇ ἑαυτοῦ ῥομφαίᾳ Γολιὰθ ἄλλον, ἐπανιστάμενον καὶ ἀνθιστάμενον καὶ «ὀνειδίζοντα παράταξιν Θεοῦ ζῶντος» ἐξ ἁλιέων καὶ ἀγραμμάτων τὰ θεῖα πεπαιδευμένην.

Ταῦτ’ ἄρα καὶ τὴν ἔξω παιδείαν μετιέναι τοὺς βουλομένους τῶν μὴ τὸν μονήρη βίον ἐπανελομένων οὐκ ἂν ἀπείρξαιμεν. Διὰ τέλους δὲ ταύτῃ προσεσχηκέναι παραινοῦμεν ἥκιστα τῶν ἁπάντων οὐδένα· προσδοκᾶν δέ τι τῶν θείων ἀκριβῶς παρ’ αὐτῆς εἴσεσθαι καὶ τελέως ἀπαγορεύομεν· οὐ γὰρ ἔστιν ἐξ αὐτῆς διδαχθῆναί τι περὶ Θεοῦ ἀσφαλές. «Ἐμώρανε γὰρ αὐτὴν ὁ Θεός», οὐκ αὐτὸς τοιαύτην ποιήσας— πῶς γὰρ ἂν σκοτίσαι τὸ φῶς; —, ἀλλὰ μωρὰν οὖσαν ἀπελέγξας, οὐ πρὸς τὴν αὐτοῦ παραβληθεῖσαν, ἄπαγε, εἰ γάρ τις τοῦτ’ εἴποι, καὶ τὸν διὰ Μωσέως δεδομένον νόμον καταργηθῆναί τε καὶ μωρανθῆναι φήσει, τοῦ νόμου φανερωθέντος τῆς χάριτος. Εἰ δὲ μὴ τοῦτον, καὶ γὰρ ἐκ Θεοῦ, κατὰ τοῦτο πάντως ἡ τῶν Ἑλλήνων ἐμωράνθη· σοφία, καθότι οὐκ ἐκ Θεοῦ· πᾶν δ’ ὃ μὴ θεόθεν οὐκ ὄν· διὰ τοῦτο ἡ σοφία τῶν Ἑλλήνων ψευδώνυμος. Ὁ μὲν γὰρ ταύτην εὑρηκὼς νοῦς, ᾗ νοῦς, ἐκ Θεοῦ· ταύτην δὲ τοῦ προσήκοντος τέλους τῆς θεογνωσίας ἐκπεσοῦσαν, ἔκπτωσιν σοφίας καὶ σοφίαν ἠλογημένην, ταὐτὸν δ’ εἰπεῖν μεμωραμένην, δικαιότερον ἄν τις ἢ σοφίαν προσείποι.

Διὸ καὶ ὁ Ἀπόστολος οὐχ ὡς συγκρινομένην εἶπε μωραίνεσθαι, ἀλλ’ ὡς τὰ τοῦ αἰῶνος τούτου ζητοῦσαν καὶ τὸν προαιώνιον Θεὸν μὴ γνοῦσαν, μηδὲ γνῶναι βουλομένην· εἰπὼν γὰρ «ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;», εὐθὺς ἐπήγαγεν ὅτι «ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», τουτέστιν ἐφανέρωσε φανεὶς τῆς ἀληθινῆς γνώσεως ἐκπεπτωκυῖαν καὶ μὴ οὖσαν σοφίαν, ἀλλὰ καλουμένην μόνον. Εἰ δ’ ἦν σοφία, πῶς ἂν ἐγένετο μωρία καὶ ταῦθ’ ὑπὸ Θεοῦ καὶ τῆς αὐτοῦ σοφίας ἐπὶ γῆς φανερωθείσης;

Κατὰ γὰρ τὸν μέγαν Διονύσιον «καλῷ καλὸν οὐκ ἐναντιοῦται, τῷ ἥττονι τὸ κρεῖττον», ἐγὼ δ’ ἂν φαίην ὡς οὐδὲ ἀμβλύνεταί ποθ’ ὑπ’ ἀλλήλων τά γε νοητά, προσθείην δ’ ἂν ὅτι καὶ τῆς ἑαυτοῦ καλλονῆς ἕκαστον ἐπίδοσιν λαμβάνει τῇ τοῦ κρείττονος ἐπιφανείᾳ. Τί δ’ ἂν εἴποι τις, αὐτῆς τῆς καλλοποιοῦ δυνάμεως ἐπιφανείσης; Οὐδὲ γὰρ τὰ δεύτερα φῶτα, τὰς ὑπερκοσμίους λέγω φύσεις, ὑπὸ τοῦ πρώτου φωτὸς ἀχρειοῦσθαι φαίη τις ἐπιλάμποντος αὐτοῖς· οὐδὲ τὸ πολὺ τούτων ἀποδέον, φῶς δ’ ὅμως ὄν, τὸ καθ’ ἡμᾶς λέγω λογικὸν καὶ νοερόν, σκότος γέγονε, τοῦ θείου φωτὸς ἐπιφανέντος, καὶ ταῦτ’ «εἰς τὸ φωτίσαι πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». Ὁ δ’ ἀντιταττόμενος τούτῳ, εἴτ’ ἄγγελος, εἴτ’ ἄνθρωπος, ὡς ἑαυτὸν ἑκὼν στερήσας τοῦ φωτός, ἐγκαταλειφθεὶς σκότος ἀναπέφηνεν.

Οὕτω τοίνυν καὶ ἡ σοφία ἐκείνη, ἀντιταξαμένη τῇ σοφίᾳ τοῦ Θεοῦ, μωρία γέγονεν. Εἰ δ’ ἦν διορατικὴ καὶ ἐξαγγελτικὴ τῆς τοῦ Θεοῦ ἐν τοῖς κτίσμασι σοφίας, φανέρωσις οὖσα τοῦ ἀφανοῦς, ὄργανον ἀληθείας, ἀφανιστικὸν ἀγνοίας, ἐκεῖνο κατὰ μέθεξιν, ὃ κατ’ αἰτίαν τὸ ἀγγελλόμενον, πῶς ἂν ἐμωράνθη, καὶ ταῦθ’ ὑπὸ τοῦ τὴν σοφίαν ταύτην ἐγκαταβαλόντος τῇ κτίσει; Πῶς δ’ οὐκ ἂν εἰς αὐτὴν τὴν ἐμφαινομένην τῷ παντὶ τοῦ Θεοῦ σοφίαν τὸ βλάβος ἀνεφέρετο τοῦτο; Πῶς δ’ ἂν οὐχ ἑαυτῷ μάχοιτο σαφῶς ὁ τῆς εἰρήνης τῆς τε ὅλης καὶ τῆς καθ’ ἕκαστον ὑποστάτης, διὰ μὲν τῆς ἐγκαταβληθείσης τῷ κόσμῳ σοφίας διδοὺς σοφίαν, διὰ δὲ τῆς ἑαυτοῦ παρουσίας τούς τε εἰληφότας καὶ τὴν δεδομένην ταύτην μωραίνων σοφίαν; Ἔδει δὲ καὶ ταύτην, οὐκ εἰς τὸ μωράναι, ἀλλ’ εἰς τὸ πληρῶσαι παραγενέσθαι, καθάπερ καὶ τὸν πάλαι νόμον, περὶ οὗ Παῦλος βοᾷ· «Νόμον οὖν καταργοῦμεν; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν», ὃν καὶ ὁ Κύριος «ἐρευνᾶν» προτρέπεται, ὡς ἐντεθησαυρισμένην ἔχοντα τὴν ζωὴν τὴν αἰώνιον· καὶ πάλιν «εἰ ἐπιστεύετέ» φησι «Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί».

Βλέπεις ὑπερβάλλουσαν ὁμολογίαν τοῦ νόμου καὶ τῆς χάριτος; Διὰ τοῦτο, τοῦ ἀληθινοῦ φωτὸς ἐπιφανέντος, βελτίων ἑαυτοῦ γέγονεν ὁ νόμος, τρανωθέντος αὐτῷ τοῦ ἀποθέτου κάλλους, ἀλλ’ οὐχ ἡ καθ’ Ἕλληνας σοφία· μωρίαν δ’ ὑποκαθεζομένην ἔχουσα κομψείᾳ τινὶ καὶ εὐεπείᾳ καὶ πιθανότητι λόγων, τοῦ αἴσχους ἀνακαλυφθέντος αἰσχίων ἐγένετο καὶ τῆς μωρίας δικαίως ἐπώνυμος, οὐ τῆς καθ’ ὑπεροχήν, ὡς ὑπὲρ ἔννοιαν οὖσα, τοῦτο γὰρ ἐπωνυμία τῆς τοῦ Θεοῦ σοφίας ἀπόρρητος, ἀλλὰ τῆς κατ’ ἔλλειψιν ἀληθείας ἐχομένης γνώσεως, ὡς καὶ τοῦ προσήκοντος ἀπολειφθεῖσα τῇ κατ’ ἄνθρωπον σοφίᾳ τέλους, οὐκ ἀπολειφθεῖσα δὲ μόνον, ἀλλὰ καὶ εἰς πᾶν τοὐναντίον ἀποβουκοληθεῖσα καὶ τοῦ μὲν ψεύδους ὡς ἀληθείας ἀντεχομένη, τῆς δ’ ἀληθείας ὡς ψεύδους καταψεύδεσθαι πειρωμένη, καὶ ἐπανιστᾶσα τὴν κτίσιν κατὰ τοῦ κτίσαντος, ἧσπερ καὶ νῦν ἔργον ἐπανιστάναι κατά τε τοῦ Πνεύματος καὶ τῶν πνευματικῶν ἔργων καὶ ἀνδρῶν τὰς τοῦ Πνεύματος γραφάς.

Οὔκουν διορατικὴ καὶ ἐξαγγελτική ἐστι τῆς τοῦ Θεοῦ σοφίας ἡ τῶν ἔξω σοφῶν μεμωραμένη φιλοσοφία. Πῶς γάρ, «δι’ ἧς οὐκ ἔγνω ὁ κόσμος τὸν Θεόν»; Εἰ δ’ ἀλλαχοῦ φησιν ὁ Παῦλος ὅτι «γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν», οὐχ ἑαυτῷ μάχεται ὁ τῆς εἰρήνης μαθητής, τῆς δ’ ἐν ἡμῖν αὐτοῖς παρὰ Χριστοῦ μόνου διδομένης ὑπερκοσμίου εἰρήνης κληρονόμος; Ἀλλ’ ἦλθον μέν, φησίν, εἰς ἔννοιαν Θεοῦ, ἀλλ’ οὐχὶ τὴν πρέπουσαν Θεῷ· οὐδὲ γὰρ παντουργόν, οὐ παντοδύναμον, οὐ παντεπίσκοπον, οὐ μόνον ἄναρχόν τε καὶ ἄκτιστον ἐδόξασαν αὐτόν. Διόπερ ἀπὸ τῶν κατ’ αὐτοὺς ἐκείνων χρόνων ἐγκαταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, ὡς καὶ τοῦτ’ ἔδειξεν ὁ Παῦλος, «εἰς ἀδόκιμον» οἱ σοφοὶ «παρεδόθησαν νοῦν», «λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ τῷ βορβόρῳ τῶν αἰσχρῶν καὶ πονηρῶν ἐγκαλινδούμενοι παθῶν· οὐ μόνον δέ, ἀλλὰ καὶ νόμους ἔθεντο καὶ λόγους συνεγράψαντο—φεῦ τοῦ πάθους, φεῦ τῆς ἀπάτης —ὁμολόγους τοῖς δαίμοσι καὶ συνηγόρους τοῖς πάθεσιν.

Ὁρᾷς ὡς ἀρχῆθεν ἔχει καὶ αὐτόθεν τὴν μωρίαν ἡ φιλοσοφία τῶν κοσμικῶν φιλοσόφων, ἀλλ’ οὐχ ὑπὸ συγκρίσεως ἔλαβεν αὐτήν; Ὁ τοίνυν ἀποδοκιμάσας αὐτὴν ἐξ οὐρανοῦ τότε, τῆς ἀληθείας διαπεσοῦσαν, καὶ νῦν ἐλθὼν εἰς τὴν γῆν, ὡς τῇ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀντιταττομένην ἁπλότητι δικαίως ἐμώρανε· διόπερ εἴ τις αὖθις ταύτῃ προσέχει τὸν νοῦν, ὡς παρ’ αὐτῆς πρὸς θεωγνωσίαν ὁδηγεῖσθαι μέλλων ἢ ψυχῆς σχήσειν κάθαρσιν, τοῦτ’ αὐτὸ πάσχει καὶ μωραίνεται σοφὸς ὤν. Καὶ τοῦ παθεῖν τοῦτο δεῖγμα σαφές, ἓν μὲν καὶ πρῶτον, τὸ μὴ προσίεσθαι πίστει τὰς παραδόσεις ἃς παρὰ τῶν ἁγίων πατέρων ἐν ἁπλότητι παρειλήφαμεν, εἰδότες κρείττους οὔσας καὶ σοφωτέρας ἢ κατ’ ἀνθρωπίνην ἔτασιν καὶ ἐπίνοιαν καὶ δι’ ἔργων φανερουμένας, ἀλλ’ οὐχὶ διὰ λόγων ἀποδεικνυμένας· καὶ τοῦτ’ ἴσασι καὶ συμμαρτυρήσουσι πάντες, οἱ μὴ προσέμενοι μόνον, ἀλλὰ καὶ πείρᾳ καρπωσάμενοι τὴν ἐκ τούτων ὠφέλειαν καὶ παρ’ ἑαυτῶν ἔργῳ γνόντες ὅτι τὸ «μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν».

Ἀλλ’ ἓν μὲν δὴ τοῦτο καὶ πρῶτον ἱκανὸν τεκμήριον τῶν μεμωραμένων σοφῶν. Δεύτερον δὲ καὶ μεῖζον, κατὰ τῶν ἐν ἀφελότητι καρδίας παραδεχομένων ἐκείνας ἐπιστρατεύειν τοῦ μεμωραμένου καὶ κατηλογημένου λόγου τὴν δύναμιν καὶ κατὰ τοὺς παραθεωρήσαντας ἐκείνους καὶ τῷ κτίστῃ τὴν κτίσιν ἐπαναστήσαντας παραθεωρεῖν τὰ τοῦ Πνεύματος λόγια καὶ ταῖς μυστικαῖς τοῦ Πνεύματος ἐνεργείαις, κρεῖττον ἢ λόγος ἐν τοῖς κατὰ Πνεῦμα ζῶσιν ἐνεργουμέναις, δι’ αὐτῶν ἐπιτίθεσθαι. Τρίτον δὲ καὶ σαφέστερον, ἐκ Θεοῦ καθάπερ καὶ τοὺς προφήτας σεσοφίσθαι λέγειν τοὺς ἀσόφους ἐκείνους σοφούς, καίτοι σαφῶς ὁ Πλάτων, τοὺς κατ’ αὐτοὺς διαφέροντας ἐπαινῶν, ἐν ἐγκωμίου μεγίστῃ μοίρᾳ τίθεται δεῖξαι μεμηνότας αὐτούς. «Καὶ ὃς ἄν» φησιν «ἄνευ δαιμόνων ἐπιπνοίας ἐπὶ ποιητικοὺς λόγους ἀφίκηται, ἀτελὴς αὐτός τε καὶ ἡ ποίησις, καὶ ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη».

Καὶ αὐτὸς δὲ διὰ Τιμαίου μέλλων περὶ κόσμου φύσεως φιλοσοφεῖν, εὔχεται μηδὲν εἰπεῖν ὅ τι μὴ τοῖς θεοῖς φίλον. Ἡ δὲ τοῖς δαίμοσι φίλη φιλοσοφία, πῶς ἂν εἴη Θεοῦ τε καὶ ἐκ Θεοῦ; Τῷ δὲ Σωκράτει συνῆν δαιμόνιον, ᾧ δήπου καὶ μεμύηται, τάχα δὲ καὶ τὴν σοφίαν ἄριστος ὑπ’ αὐτοῦ μεμαρτύρηται. Θεὰν δ’ Ὅμηρος ᾄδειν δι’ αὐτοῦ τὴν Ἀχιλλέως ἀνδροφόνον μῆνιν προτρέπεται, παρέχων ἑαυτὸν ὡς ὀργάνῳ χρῆσθαι τῷ δαίμονι καὶ τῆς αὐτοῦ σοφίας καὶ εὐεπείας τὴν αἰτίαν ἐπ’ αὐτὴν ἀναφέρων. Ἡσιόδῳ δ’ οὐκ ἀπέχρησεν ὑφ’ ἑνὸς ἐνεργεῖσθαι δαίμονος, ἅτε τῆς Θεογονίας ὄντι ποιητῇ, διόπερ ἐννέα κατὰ ταὐτὸ πρὸς ἑαυτὸν ἐπισπᾶται, νῦν μὲν ἐκ Πιερίας, νῦν δ’ ἐξ Ἑλικῶνος, δικαιότατα, καὶ γὰρ ὑπ’ αὐτῶν αὐτῷ δοθείσης, «ὕας βόσκοντι κατ’ οὖρος, δάφνης φαγὼν ἑλικωνίτιδος, σοφίης ἐμπέπληστο παντοίης». Ἄλλῳ δ’ ἄλλος θεῶν «ἑῆς ἐνεκάρπησεν ἀλκῆς». Ἕτερος δ’ ἑαυτοῦ μάρτυς γίνεται, «πάντ’ ἐδάην» λέγων «μούσᾳ θεόφραδι». Ἄλλος δ’ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς, πάντα φεῦ χορεῦσαι τὸν μουσῶν ἐπεύχεται χορόν, ὡς ὑπὸ μὲν ἑπταπόρης τάχα τῆς Πιέρου, τὰς ἑπτὰ μάθοι ζώνας καὶ τοὺς ἑπτὰ ἀστέρας τοὺς πλάνητας καὶ ὅσα κατ’ αὐτούς, ὑπὸ δ’ Οὐρανίας τῆς Διὸς τὴν ἄλλην πᾶσαν ἀστρολογίαν, ὑπὸ δὲ τῶν ὑπολοίπων καὶ κατ’ αὐτοὺς ἐφόρων τῶν κάτω τὰ ἐπὶ γῆς.

Τί δὴ φῄς, σοφίαν ἐροῦμεν ἔχειν Θεοῦ τοὺς τοιαῦτα περὶ σφῶν αὐτῶν λέγοντας ἀριδήλως; Οὐχ, ἕως ἂν ἡμῶν αὐτῶν ὦμεν καὶ τῆς ὄντως σοφίας θεραπευταί, ἥτις εἰς κακότεχνον καὶ δαίμοσι φίλην οὐκ εἰσέρχεται ψυχήν· κἂν εἰσελθοῦσα φθάσῃ, μεταβαλούσης ἐπὶ τὸ χεῖρον ἀφίπταται. «Πνεῦμα» γὰρ «ἅγιον παιδείας ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων», κατὰ Σολομῶντα τὸν Θεοῦ σοφίας εὐμοιρηκότα καὶ περὶ αὐτῆς συγγραψάμενον. Τί δὲ ἀσυνετώτερον τῶν μέγα φρονούντων ἐπὶ τῷ δαίμοσι τελεῖσθαι καὶ προσμαρτυρούντων ἐκείνοις τὴν χορηγίαν τῆς σφετέρας σοφίας;

Οὐ γὰρ περὶ φιλοσοφίας ἡμεῖς ἁπλῶς λέγομεν ἅττα λέγομεν νῦν, ἀλλὰ περὶ τῆς τῶν τοιούτων φιλοσοφίας. Εἰ γὰρ καὶ κατὰ Παῦλον οὐ δύναταί τις «ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων», πῶς ἂν δυνηθείη τις Θεοῦ σοφίαν ἔχειν καὶ ὑπὸ δαιμόνων ἐμπνεῖσθαι; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν.

Εἰ γὰρ καὶ Παῦλος ἔστιν οὗ φησιν ὡς «ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν Θεόν», οὐ τὴν ἐν τοῖς ἀσόφοις ἐκείνοις ἐγγεγενημένην σοφοῖς «Θεοῦ σοφίαν» ἐκάλεσεν, ἄπαγε, τὴν δ’ ἐγκαταβεβλημένην ὑπὸ τοῦ κτίστου τοῖς κτίσμασιν, ἣν ὁ γνοὺς ἄγγελον οὖσαν Θεοῦ, Θεὸν ἐπέγνω τὸν δι’ αὐτῆς ἀγγελλόμενον καὶ γνῶσιν ἔχει τῶν ὄντων ἀληθῆ καὶ Θεοῦ σοφίαν τρόπον ἕτερον, Θεοῦ σοφίας ἐπιγνώμων γενόμενος. «Ἐχρῆν γάρ» φησιν ὁ μέγας Διονύσιος «διὰ τῆς γνώσεως τῶν ὄντων πρὸς τὸν αἴτιον τῶν ὄντων ἀνάγεσθαι τούς γε ἀληθεῖς φιλοσόφους».

Εἰ γοῦν ὁ ἀληθὴς φιλόσοφος ἀνάγεται πρὸς τὸν αἴτιον, ὁ μὴ ἀναγόμενος, οὐκ ἀληθής, οὐδ’ ἔχων σοφίαν, ἀλλ’ οἷον σοφίας ἀληθινῆς ἀπατηλὸν εἴδωλον καὶ στέρησιν σοφίας, ἀλλ’ οὐ σοφίαν. Τὴν γοῦν τῆς σοφίας στέρησιν, πῶς ἂν εἴη «Θεοῦ σοφίαν» προσειπεῖν; Ἄλλως τε καὶ ὁ δαιμόνιος νοῦς, ᾗ νοῦς, καλόν, ᾗ δ’ ἑαυτῷ κακῶς χρῆται, πονηρόν· καίτοι μέτρα κόσμου, διεξόδους τε καὶ συνόδους καὶ διορισμοὺς τῶν κινουμένων κρεῖττον οἶδεν ἢ καθ’ ἡμᾶς, μὴ θεοφιλῶς δὲ τῇ γνώσει χρώμενος, νοῦς ἐστιν ἄνους καὶ ἐσκοτισμένος. Τὸν ἴσον ἄρα τρόπον καὶ ἡ καθ’ Ἕλληνας σοφία διὰ τῆς ἐν τοῖς κτίσμασι Θεοῦ σοφίας, καθ’ ἣν τὴν ἑτέρου φθορὰν γένεσιν ἐποίησεν ἑτέρου, πειρωμένη δεῖξαι τὸν Θεὸν οὐ τῶν ὅλων Κύριον, οὐδὲ κτίστην τοῦ παντός, τῷ μὴ συνορᾶν μηδὲν ἐκ μηδαμῇ μηδαμῶς γινόμενον καὶ οὕτω τὸ τοῦ ὄντως Θεοῦ ἀπωσαμένη σέβας καὶ τοῖς «θείοις οὐχ ὁσίως», κατ’ αὐτὸν τὸν μέγαν Διονύσιον, «ἐπὶ τὰ θεῖα χρησαμένη» καὶ παρὰ τοῦτο μωρὰ καὶ ἄσοφος γεγονυῖα, πῶς ἂν εἴη Θεοῦ σοφία; Διὸ καὶ ὁ Παῦλος διττὸν ἡμῖν ἐνταυθοῖ δεικνὺς τὸ τῆς σοφίας εἶδος, «ἐν σοφίᾳ» φησὶ «Θεοῦ, διὰ τῆς σοφίας οὐκ ἔγνω ὁ κόσμος τὸν Θεόν».

Ὁρᾷς ὅτι τὴν μὲν σοφίαν εἶπε τοῦ Θεοῦ, τὴν δὲ ψιλὴν σοφίαν καὶ αἰτίαν τοῦ μὴ γνῶναι τὸν Θεόν; Αὕτη δέ ἐστιν ἡ τοῖς Ἕλλησιν ἐξευρημένη, παρὰ τὴν τοῦ Θεοῦ ἑτέρα, τῷ διπλασιασμῷ τοῦ τῆς «σοφίας» ὀνόματος φανερωθεῖσα. Τί γὰρ καὶ προϊών φησιν οὗτος ὁ θεόσοφος; «Ἡμεῖς δὲ λαλοῦμεν Θεοῦ σοφίαν»· ἆρ’ οὖν ἢ ἐκεῖνοι κατὰ τοῦτον ἢ οὗτος κατ’ αὐτούς; Οὐμενοῦν· διὸ καὶ αὐτὸς τοῦτ’ ἀπαγορεύων, «σοφίαν» φησὶ «Θεοῦ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων» καὶ «ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν». Αὕτη δ’ ἡ σοφία ἐν ἡμῖν ἐστιν ἐν Χριστῷ Ἰησοῦ, «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ».

Ἐκείνη δ’ ἐν ἐκείνοις οὐκ ἦν, ἀλλ’ ἐν τοῖς ὑπ’ ἐκείνων ἐρευνωμένοις κτίσμασιν, ὧν τοὺς λόγους ἐζητηκότες διὰ βίου, ἦλθον μέν πως εἰς ἔννοιαν Θεοῦ, τῆς μὲν φύσεως καὶ τῆς κτίσεως ἀφορμὰς χορηγούσης οὐ μικράς, τῶν δὲ δαιμόνων δαιμονίως οὐκ ἀπειργόντων· πῶς γὰρ ἂν θεοὶ ἐνομίσθησαν, μηδαμῶς Θεοῦ ἐννοίας τὴν ἀνθρωπίνην εἰσελθούσης διάνοιαν;

Οὐκοῦν ἦλθον μὲν εἰς ἔννοιαν ἐκεῖνοι Θεοῦ τὴν τῶν αἰσθητῶν φύσιν ἐξητακότες, ἀλλ’ οὐχὶ τὴν ἀξίαν καὶ τῇ μακαρίᾳ φύσει προσήκουσαν· «ἐσκοτίσθη γὰρ ἡ ἀσύνετος αὐτῶν καρδία» ὑπὸ τῶν κακομηχάνως μυούντων πονηρῶν δαιμόνων· πῶς γὰρ ἂν οὗτοι θεοὶ ἐνομίσθησαν, πῶς δ’ ἂν ἐπιστεύθησαν πολυθεΐαν διδάσκοντες, ἀξίας Θεοῦ ἐννοίας ἐπιφαινομένης τῇ διανοίᾳ; Διὰ τοῦτο οἱ τῆς ἀνοήτου καὶ μωρᾶς σοφίας ἐκείνης καὶ ἀπαιδεύτου παιδείας ἐπειλημμένοι καὶ Θεοῦ καὶ φύσεως κατεψεύσαντο, τὴν μὲν εἰς δεσποτείαν ἀναγαγόντες, τὸν δὲ τῆς δεσποτείας, τό γε εἰς αὐτοὺς ἧκον, κατενεγκόντες, δαίμοσί τε τὸ θεῖον ἐπιφημίσαντες ὄνομα καὶ τὴν τῶν ὄντων γνῶσιν εὑρεῖν, ὃ προὔργου καὶ διὰ σπουδῆς ἦν αὐτοῖς, τοσούτου δεήσαντες, ὡς ἔμψυχα μὲν εἰπεῖν τὰ ἄψυχα, πρὸς δὲ καὶ κρείττονος ἢ τῆς καθ’ ἡμᾶς μετειληχέναι ψυχῆς, λογικὰ δὲ τὰ ἄλογα, τῆς γὰρ ἀνθρωπίνης δεκτικὰ ψυχῆς, κρείττους δ’ ἢ καθ’ ἡμᾶς τοὺς δαίμονας καὶ κτίστας, ὢ τῆς ἀσεβείας, ἡμῶν, συναΐδια δὲ τῷ Θεῷ καὶ ἄκτιστά τε καὶ ἄναρχα, οὐ τὴν ὕλην μόνον καὶ τὴν τοῦ κόσμου παντός, ὡς αὐτοὶ λέγουσι, ψυχὴν καὶ τὰ τῶν νοερῶν μὴ ἐνημμένα πάχος σώματος, ἀλλὰ καὶ αὐτὰς τὰς ἡμετέρας ψυχάς. Τί οὖν; Θεοῦ σοφίαν ἔχειν τοὺς ταῦτα ταύτῃ φιλοσοφήσαντας ἐροῦμεν; Ἢ σοφίαν ὅλως ἀνθρωπίνην γοῦν; Μή ποθ’ οὕτω μανείη τις τῶν καθ’ ἡμᾶς. «

Δένδρον γὰρ ἀγαθὸν καρποὺς πονηροὺς οὐ ποιεῖ», κατὰ τὸν τοῦ Κυρίου λόγον. Ἐγὼ γὰρ ἐπ’ ἐμαυτοῦ λογιζόμενος, οὐδ’ ἀνθρωπίνην δικαίαν εἶναι προσειρῆσθαι νομίζω τὴν σοφίαν ἐκείνην, ἐπὶ τοσοῦτον οὖσαν ἑαυτῇ ἀνακόλουθον ὡς τὰ αὐτὰ λέγειν ἔμψυχά τε καὶ ἄψυχα, λογικά τε καὶ ἄλογα καὶ τὰ μηδὲ πρὸς αἴσθησιν ὁπωσοῦν πεφυκότα, μήδ’ ὄργανον ὅλως ἐσχηκότα τοιαύτης δυνάμεως, χωρητικὰ λέγειν τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ ὁ Παῦλος «ἀνθρωπίνην σοφίαν» ἔστιν οὗ λέγει ταύτην —«Τὸ γὰρ κήρυγμά μού» φησιν «οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις», καὶ πάλιν· «Λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις»—, ἀλλὰ καὶ «σοφοὺς κατὰ σάρκα», «σοφοὺς μωρανθέντας», «συζητητὰς τοῦ αἰῶνος τούτου» τοὺς κεκτημένους ταύτην ἀξιοῖ καλεῖν καὶ τὴν σοφίαν αὐτῶν παραπλησίων τῶν προσρημάτων, σοφίαν γὰρ καὶ ταύτην «μεμωραμένην», «σοφίαν καταργουμένην» καὶ «κενὴν ἀπάτην», «σοφίαν τοῦ αἰῶνος τούτου» καὶ «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων».

Ἐγὼ δὲ καὶ τοῦ λέγοντος ἀκούω πατρός· «Οὐαὶ σώματι, ὅταν μὴ τὴν ἔξωθεν προσενέγκηται τροφήν, καὶ οὐαὶ ψυχῇ, ὅταν μὴ τὴν ἄνωθεν ἐπιδέξηται χάριν». Εἰκότως. Τὸ μὲν γὰρ εἰς τὰ ἄψυχα μεταχωρῆσαν οἰχήσεται, ἡ δὲ τοῦ καθήκοντος παρατραπεῖσα ταῖς δαιμονικαῖς καὶ ζωαῖς καὶ φρονήμασι συναπαχθήσεται. Εἰ δέ τις τῷ φυσικὴν εἶναι τὴν φιλοσοφίαν ἐκ Θεοῦ δεδόσθαι λέγει ταύτην, ἀληθῆ μὲν λέγει καὶ ἡμῖν οὐκ ἀντιλέγει καὶ τοὺς κακῶς ταύτῃ χρησαμένους καὶ πρὸς τὸ παρὰ φύσιν τέλος κατασπάσαντας οὐκ ἐξαιρεῖται τῆς αἰτίας· ἴστω δὲ καὶ τὴν καταδίκην τούτων ἐπὶ μᾶλλον αὔξων, ὅτι τοῖς ἐκ Θεοῦ θεοφιλῶς οὐκ ἐχρήσαντο. Ἄλλως τε καὶ ὁ δαιμόνιος νοῦς ἐκ Θεοῦ πεποιημένος φυσικῶς ἔχει τὸ φρονεῖν, ἀλλὰ τὴν αὐτοῦ ἐνέργειαν οὐκ ἐροῦμεν ἐκ Θεοῦ, εἰ καὶ τὸ δύνασθαι ἐνεργεῖν ἔχει ἐκ Θεοῦ· διὸ καὶ παραφροσύνη μᾶλλον ἢ φρόνησις αὕτη δικαίως ἂν προσρηθείη. Οὕτω τοίνυν καὶ ὁ τῶν ἔξω φιλοσόφων νοῦς δόμα θεῖον, ἔμφυτον ἔχων τὴν ἔμφρονα σοφίαν, παρατραπεὶς δὲ ταῖς ὑποβολαῖς τοῦ πονηροῦ εἰς μωρὰν καὶ πονηρὰν καὶ ἄνουν, ὡς προϊσταμένην τοιούτων δογμάτων, μετεποίησε σοφίαν.

Εἰ δέ τις αὖθις φαίη μηδὲ τὴν τῶν δαιμόνων ἔφεσιν καὶ γνῶσιν εἶναι παντάπασι κακόν, ἐφίενται γὰρ τοῦ εἶναι καὶ ζῆν καὶ νοεῖν, πρῶτον μὲν ἐκεῖνο δικαίως παρ’ ἡμῶν αὖθις ἀντακούσεται μὴ δικαίως δυσχεραίνειν «Δαιμονιώδη» μετὰ τοῦ ἀδελφοθέου, ὡς ἔριδος γέμουσαν καὶ πᾶν σχεδὸν φαῦλον δόγμα περιέχουσαν, τὴν ἐν τοῖς Ἕλλησι σοφίαν ἡμῶν ἀποκαλούντων, ἅτε δὴ καὶ τοῦ οἰκείου τέλους ἔκπτωτον, τῆς θεογνωσίας δηλαδή· μεθέξει γὰρ καὶ οὕτω τοῦ ἀγαθοῦ κατ’ ἔσχατον καὶ ἀμυδρὸν ἀπήχημα. Ἔπειτα καὶ τοῦτο διανοεῖσθαι τοῦτον ἀξιοῦμεν ὡς οὐδὲν κακόν, ᾗ ἔστι, κακόν ἐστιν, ἀλλ’ ᾗ τῆς καταλλήλου τε καὶ προσηκούσης ἐνεργείας καὶ τοῦ τῆς ἐνεργείας τέλους ἀποπέπτωκε.

Τί τοίνυν ἔργον τε καὶ τέλος τῶν ζητούντων τὴν ἐν τοῖς κτίσμασι Θεοῦ σοφίαν; Οὐχ ἡ τῆς ἀληθείας ἐμπορία καὶ ἡ πρὸς τὸν κτίσαντα δοξολογία; Παντί που δῆλον. Ἀλλ’ ἀμφοτέρων διαπέπτωκεν ἡ τῶν ἔξω φιλοσόφων γνῶσις.

Ἀλλ’ ἔνεστι καί τι χρήσιμον ἡμῖν ἐν ταύτῃ; Πάνυ γε. Καὶ γὰρ ἐν τοῖς τῶν ὀφείων σαρκῶν ἀπειλημμένοις πολὺ τὸ δραστικὸν καὶ θεραπευτικὸν καὶ ἰατρῶν παῖδες ἀντιδότων ἀρίστην καὶ χρησιμωτάτην τὴν ἐκ τούτων συνεσκευασμένην ἥγηνται· κἀν τοῖς πρὸς ἀπάτην συνεσκευασμένοις τῶν δηλητηρίων τῶν ἐδωδίμων τὰ ἥδιστα παραλαμβάνεται, συγκαλύψαι δυνάμενα τὴν περίεργον κατασκευήν. Ἔστι τοίνυν χρήσιμον ἐν τούτοις καὶ πολύ γ’ ἴσως ὡς μέλι κωνείῳ παραμιχθέν· ἀλλὰ καὶ πολὺ τὸ δέος μὴ διακρίνουσιν ἐκεῖθεν λάθῃ τι συναποληφθὲν λείψανον θανατηφόρον. Κἂν ἐξετάσῃς, ἴδοις ἂν πάσας ἢ τὰς πλείστας τῶν δεινῶν αἱρέσεων ἐντεῦθεν λαβούσας τὰς ἀρχάς, καὶ τοὺς εἰκονογνώστας τούτους, οἵ φασιν ἐκ τῆς γνώσεως τὸ κατ’ εἰκόνα τὸν ἄνθρωπον λαμβάνειν καὶ δι’ αὐτῆς κατὰ Θεὸν μορφοῦσθαι τὴν ψυχήν.

Κατὰ γὰρ τὸ πρὸς τὸν Κάϊν εἰρημένον· «Οὐκ ἂν ὀρθῶς προσενέγκοις, ὀρθῶς δὲ μὴ διέλῃς». Τὸ δὲ διελεῖν ὀρθῶς ἐπιεικῶς ὀλίγων, κἀκείνων μόνων ὅσοι τὰ αἰσθητήρια τῆς ψυχῆς ἔχουσι γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Τίς τοίνυν χρεία παρακινδυνεύειν μάτην, καὶ ταῦτ’ ἐνὸν οὐχ ὅπως ἀκινδύνως, ἀλλὰ καὶ λυσιτελῶς τὴν ἐν τοῖς κτίσμασι Θεοῦ σοφίαν κατιδεῖν; Ἄφροντις γὰρ βίος διὰ τὴν εἰς Θεὸν ἐλπίδα φυσικῶς κινεῖ τὴν ψυχὴν πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ· ἐκπλήττεταί τε ταύτῃ προσανέχουσα καὶ ἐμβαθύνουσα, καὶ παραμένει δοξάζουσα τὸν κτίστην, καὶ διὰ τοῦ θαύματος τούτου χειραγωγεῖται πρὸς τὰ μείζω· κατὰ γὰρ τὸν ἅγιον Ἰσαὰκ «θησαυροῖς ἐντυγχάνει, διὰ γλώττης φρασθῆναι μὴ δυναμένοις», καὶ οἷά τινι κλείθρῳ χρησαμένη τῇ εὐχῇ, δι’ αὐτῆς εἰσδύεται πρὸς τὰ μυστήρια ἐκεῖνα «ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», διὰ μόνου τοῦ Πνεύματος, καθά φησιν ὁ Παῦλος, φανερούμενα τοῖς ἀξίοις.

Ὁρᾷς ἐπιτομωτάτην καὶ πολυωφελῆ καὶ ἀκίνδυνον ὁδὸν πρὸς αὐτοὺς φέρουσαν τοὺς ὑπερφυεῖς καὶ οὐρανίους θησαυρούς; Ἐπὶ δὲ τῆς θύραθεν σοφίας, δεῖ μὲν πρῶτον τὸν ὄφιν ἀποκτεῖναι, καθελόντα σε τὸ παρ’ αὐτῆς προσγενόμενόν σοι φύσημα· πόσης δὲ τοῦτο δυσχερείας· «Ταπεινώσει» γάρ φασιν «ἔκφυλον τὸ τῆς φιλοσοφίας φρύαγμα».

Καθελόντα δ’ ὅμως, ἔπειτα διελεῖν καὶ διαρρῖψαι κεφαλήν τε καὶ οὐράν, ὡς ἄκρα καὶ ἄκρατα κακά, τὴν περὶ τῶν νοερῶν καὶ θείων καὶ ἀρχῶν δηλαδὴ σαφῶς πεπλανημένην δόξαν καὶ τὴν ἐν τοῖς κτίσμασι μυθολογίαν. Τὸ δὲ μεταξύ, τοὺς περὶ φύσεως τουτέστι λόγους, ὡς οἱ φαρμακοποιοὶ πυρὶ καὶ ὕδατι τὰς τῶν ὄφεων σάρκας ἀποκαθαίρουσιν ἕψοντες, οὕτω σὲ τῷ τῆς ψυχῆς ἐξεταστικῷ καὶ θεωρητικῷ τῶν βλαβερῶν διακρῖναι νοημάτων. Οὐ μὴν ἀλλ’ εἰ καὶ ταῦθ’ ἅπαντα ποιήσεις καὶ καλῶς χρήσῃ τῷ καλῶς διακριθέντι, ὅσον δὲ καὶ τοῦτ’ ἔργον καὶ ὅσης δεῖται διακρίσεως· ὅμως εἰ καὶ καλῶς χρήσῃ τῷ καλῶς ἀπειλημμένῳ μορίῳ τῆς ἔξωθεν σοφίας, κακὸν μὲν οὐκ ἂν εἴη τοῦτο, καὶ γὰρ ὄργανον πέφυκε γίνεσθαι πρός τι καλόν. Ἀλλ’ οὐδ’ οὕτως ἂν κληθείη Θεοῦ κυρίως δῶρον καὶ πνευματικόν, ἅτε φυσικὸν καὶ μὴ ἄνωθεν καταπεμφθέν.

Διὸ καὶ ὁ σοφὸς εἴπερ τις τὰ θεῖα Παῦλος «σαρκικὸν» αὐτὸ καλεῖ, «βλέπετε» λέγων «τὴν κλῆσιν ἡμῶν, ὡς οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα». Καίτοι τίς ἂν χρήσαιτο κάλλιον τῇ σοφίᾳ ταύτῃ τῶν ὑπὸ Παύλου κεκλημένων «ἔξωθεν» σοφῶν; Ἀλλ’ ὅμως «κατὰ σάρκα» τούτους, τό γε εἰς ταύτην ἧκον, ὀνομάζει σοφούς· εἰκότως.

Ὡς γὰρ ἡ ἐπὶ παιδοποιΐᾳ κατὰ τοὺς νομίμους τῶν γάμων ἡδονὴ θεῖον Θεοῦ δῶρον ἥκιστ’ ἂν κληθείη, σαρκικὸν γάρ, καὶ φύσεως, ἀλλ’ οὐ χάριτος τὸ δῶρον, καίτοι τὴν φύσιν ὁ Θεὸς ἐποίησεν, οὕτω καὶ ἡ παρὰ τῆς ἔξω παιδείας γνῶσις, εἰ καὶ καλῶς τις ταύτῃ χρῷτο, φύσεώς ἐστιν, ἀλλ’ οὐ χάριτος τὸ δόμα, διὰ τῆς φύσεως παρὰ Θεοῦ κοινῇ πᾶσι δεδομένον καὶ μελέτῃ πρὸς ἐπίδοσιν ἀγόμενον· ὃ καὶ τοῦτο τεκμήριον ἐναργὲς ὡς φυσικόν, ἀλλ’ οὐ πνευματικὸν ἄρα δῶρον, τὸ μὴ σπουδῆς καὶ μελέτης ἄνευ μηδενὶ τῶν ἁπάντων παραγίνεσθαι· Θεοῦ γὰρ κυρίως δῶρον, ἀλλ’ οὐ φυσικόν, ἡ καθ’ ἡμᾶς θεοσοφία, ἣ κἂν ἁλιεῦσιν ἄνωθεν ἐπιπτῇ, βροντῆς υἱούς, κατὰ τὸν θεολόγον Γρηγόριον, ἀπεργάζεται, περιηχοῦντας τῷ λόγῳ τῆς οἰκουμένης τὰ πέρατα, κἂν τελώναις, ψυχῶν ἐμπόρους δημιουργεῖ, κἂν διώκταις θερμοῖς τὸν ζῆλον, μετατίθησι καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, ἀπὸ γῆς «μέχρις οὐρανοῦ τρίτου» φθάνοντας καὶ «ἀκούοντας ἄρρητα»· δι’ αὐτῆς τοίνυν ἔνι καὶ ἡμᾶς κατ’ εἰκόνα Θεοῦ γενέσθαι τε καὶ μετὰ θάνατον εἶναι. Τῆς δὲ φυσικῆς σοφίας καὶ τῷ Ἀδὰμ εἴπερ τινὶ τῶν μετ’ αὐτὸν περιεῖναι λέγεται, καίτοι τὸ κατ’ εἰκόνα πρώτῳ πάντων μὴ φυλάξαντι. Καὶ ἡ ταύτῃ δ’ αὖθις βοηθοῦσα τῶν ἔξω φιλοσοφία, πρὸ τοῦ κατελθεῖν τὸν δι’ ἑαυτοῦ πρὸς τὸ ἀρχαῖον κάλλος τὴν ψυχὴν ἐπανακαλεσάμενον, εὕρηται.

Πῶς οὖν οὐ πρὸ Χριστοῦ δι’ αὐτῆς ἀνεκαινίσθημεν, ἀλλ’ ἐδεήθημεν ἐκεῖνοί τε καὶ πάντες οὐ τοῦ διδάσκοντος φιλοσοφίαν, τέχνην τῷ αἰῶνι τούτῳ συγκαταλυομένην, διὸ καὶ «τοῦ αἰῶνος τούτου» λέγεται, ἀλλ’ αὐτοῦ «τοῦ τὴν ἁμαρτίαν αἴροντος τοῦ κόσμου» καὶ παρέχοντος σοφίαν ἀληθῆ τε καὶ διαιωνίζουσαν, εἰ καὶ «μωρία» τοῖς προσκαίροις καὶ ἀπολλυμένοις ἐστὶ σοφοῖς, οὐ δοκοῦσα μόνον, ἀλλὰ καὶ μωραίνουσα τῇ ἑαυτῆς ἀπουσίᾳ τοὺς μὴ ταύτῃ προσέχοντας τὸν νοῦν; Ὁρᾷς σαφῶς ὡς οὐχ ἡ τῆς ἔξω παιδείας μάθησίς ἐστιν ἡ σώζουσα καὶ τὸ τῆς ψυχῆς γνωστικὸν καθαίρουσα καὶ πρὸς τὸ θεῖον ἀρχέτυπον ἀφομοιοῦσα; Τοιγαροῦν τοῖς περὶ αὐτῆς λόγοις προσῆκον ἐποίσω τέλος. Εἴ τις πρὸς τὰς νομικὰς παρατηρήσεις ὡς καθαρθησόμενος ἐκ τούτων ἐπιστρέφεται, Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει, καίτοι παρὰ τοῦ Θεοῦ ποτε νενομοθέτηνται σαφῶς ἐκεῖναι, ἀλλ’ οὐχὶ καὶ ἡ τῶν ἔξω μαθημάτων ἀνάληψις· ᾧ δὴ καὶ πολλῷ μᾶλλον, εἴ τις πρὸς τὴν ἀποδεδοκιμασμένην τῶν ἔξω φιλοσοφίαν ὡς ἐξ αὐτῆς τὴν ψυχὴν καθαρθησόμενος αὖθις ἐπιστρέφει, Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει. Τὸ τοῦ Χριστοῦ στόμα Παῦλός ἐστιν ὁ λέγων ἐκεῖ καὶ ἡμῖν ἐνταυθοῖ συμμαρτυρῶν.

Ταῦτα πρὸς τοὺς τὴν ἔξω σοφίαν πλέον ἢ δέον ἐξαίροντας, ἀδελφέ, εἰπέ. Καὶ πρὸς τούτοις δεῖξον αὐτοῖς, διὰ τῶν ὑπογεγραμμένων κεφαλαίων, πῶς ματαία καὶ περιφρονητέα τοῖς ἁγίοις ἡμῶν πατράσιν ἐνομίσθη καὶ μάλιστα τοῖς ἐν πείρᾳ γεγονόσιν αὐτῆς.

Τοῦ Νύσσης, ἐκ τῆς Θεωρίας τῆς τοῦ σώματος κατασκευῆς· «Οὗτος τῶν πνευματικῶν προβάτων ὁ νόμος· μηδὲν τῆς ἔξωθεν τῆς Ἐκκλησίας φωνῆς ἐπιδέεσθαι καί, καθά φησιν ὁ Κύριος, ἀλλοτρίας φωνῆς μὴ ἀκούειν». Τοῦ αὐτοῦ, Πρὸς Εὐπάτριον· «Ἡ περὶ τοὺς ἔξωθέν σου τῶν λόγων σπουδὴ τοῦ μηδεμίαν σε τῶν θείων μαθημάτων ἐπιμέλειαν ἔχειν ἀπόδειξις ἡμῖν ἐγένετο».

Τοῦ μεγάλου Βασιλείου, ἐκ τοῦ Ἑβδόμου ψαλμοῦ· «Δύο τὰ σημαινόμενα τῆς ἀληθείας εὕρομεν· ἓν μέν, τὴν κατάληψιν τῶν ἐπὶ τὸν μακάριον βίον φερόντων, ἕτερον δέ, τῶν περὶ οἱουδήποτε τῶν ἐν τῷ κόσμῳ εἴδησιν ὑγιῆ. Ἡ μὲν οὖν συνεργὸς τῆς σωτηρίας ἀλήθεια τῇ καρδίᾳ ἔνεστι τοῦ τελείου, ὃς καὶ παραδίδωσι ταύτην τῷ πλησίον ἀδόλως· περὶ δὲ γῆς καὶ θαλάσσης, ἀστέρων τε καὶ τῆς τούτων κινήσεως ἢ τάχους, ἐὰν μὴ ἴδωμεν τὴν ἐν τοῖς τοιούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν τῆς ἐν ἐπαγγελίαις μακαριότητος».

Τοῦ μεγάλου Διονυσίου, ἐκ τοῦ πρώτου τῆς Ἐκκλησιαστικῆς ἱεραρχίας· «Ἡ πρὸς Θεὸν ἀφομοίωσίς τε καὶ ἕνωσις, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τελεῖται».

Τοῦ Χρυσοστόμου, ἐκ τῆς Ἑρμηνείας τοῦ κατὰ Ματθαῖον ἁγίου εὐαγγελίου· «Ἃ μηδὲ ὄναρ οἱ ἔξωθεν σοφοὶ φαντασθῆναι ἠδυνήθησάν ποτε, ταῦτα οἱ ἁλιεῖς καὶ ἀγράμματοι μετὰ πολλῆς τῆς πληροφορίας ἡμῖν ἀπαγγέλλουσι καὶ τὴν γῆν ἀφέντες πάντα περὶ τῶν ἐν οὐρανοῖς διαλέγονται, ἑτέραν ἡμῖν ζωὴν καὶ βίον εἰσάγοντες, ἐλευθερίαν τε καὶ δουλείαν καὶ κόσμον ἕτερον, καὶ ἁπλῶς πάντα ἐξηλλαγμένα, οὐ καθάπερ Πλάτων καὶ Ζήνων καὶ εἴ τις ἕτερος νόμους συνέθηκε· καὶ γὰρ αὐτόθεν ἅπαντες ἐδείκνυντο οὗτοι ὅτι πνεῦμα πονηρὸν καὶ δαίμων τις ἄγριος πολεμῶν ἡμῶν τῇ φύσει ταῖς αὐτῶν ἐνήχησε ψυχαῖς. Καὶ περὶ Θεοῦ δὲ ταῦτα φιλοσοφεῖν πείθουσιν οἱ ἁλιεῖς, ἃ μηδεὶς μηδέποτε ἐκείνων μηδὲ εἰς νοῦν λαβεῖν ἴσχυσε, διὸ τὰ μὲν τῶν φιλοσόφων ἐκείνων οἴχεται καὶ ἀπόλωλε, καὶ μάλα εἰκότως· δαίμονες γὰρ αὐτὰ διηγόρευσαν· ἠφανίσθη τοίνυν καὶ καταπεφρόνηται, ὡς ἀραχνίων εὐτελέστερα, μᾶλλον δὲ ὡς καταγέλαστα καὶ ἀσελγῆ καὶ πολὺν ἔχοντα τὸν ζόφον καὶ τὸ ἄχρηστον· ἀλλ’ οὐχὶ τὰ ἡμέτερα τοιαῦτα».

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου· «Σοφία πρώτη βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος ἢ καθαιρόμενος τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ καὶ μόνην ἀπαιτοῦντι παρ’ ἡμῶν θυσίαν, τὴν κάθαρσιν. Σοφία πρώτη σοφίας ὑπερορᾶν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσι.

Ταύτην ἐπαινῶ τὴν σοφίαν ἐγὼ καὶ ταύτην ἀσπάζομαι, μεθ’ ἧς ἁλιεῖς εἰς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ τὴν καταργουμένην σοφίαν νικήσαντες».

Τοῦ ἁγίου Κυρίλλου, ἐκ τῆς Ἑρμηνείας τοῦ ἐνάτου ψαλμοῦ· «Οἱ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες ἀλαζονεύονται διὰ τοῦτο καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς· οὗτοι συλλαμβάνονται, καθάπερ εἰς παγίδα πεσόντες, εἰς τὰ τῶν πλάνων διαβούλια· ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀμαθεστέροις πάγη καὶ βρόχος γίνεται». [Τοῦ Νύσσης, ἐκ τῆς εἰς τὸν Ἐκκλησιαστὴν Ἐξηγήσεως·

Ὅρα τὴν συλλογιστικὴν ἀπόδειξιν τοῦ Ἐκκλησιαστοῦ, πῶς φησι· «Τῷ πλήθει τῆς σοφίας» ἀκολουθεῖ «τὸ πλῆθος τῆς γνώσεως»· καὶ τῇ προσθήκῃ τῆς γνώσεως ἡ προσθήκη τῶν ἀλγημάτων παρομαρτεῖ κατὰ τὸ ἀκόλουθον, ὥστε πρὸς τῷ μηδὲν ἀναγκαῖον καὶ λυσιτελὲς καὶ πρόξενον ζωῆς αἰωνίου ἐκ τῆς ἀναλήψεως τῶν θύραθεν πολλῶν καὶ περιττῶν μαθημάτων καὶ τῆς ἐν ἀγρυπνίαις καὶ κόποις προσγινομένης ἀνθρωπίνης σοφίας καὶ γνώσεως ἀκροτάτης ἀκολουθεῖν τοῖς περὶ τὰ τοιαῦτα λίαν ἐσπουδακόσιν, ἔμπαλιν καὶ ἡ ἐπίτασις συμβαίνει τῶν ἀλγημάτων. Δέον τούτοις πᾶσι χαίρειν εἰπόντας διαγρυπνεῖν ἐν ὑμνῳδίαις καὶ προσευχαῖς καὶ δεήσεσι, ταῖς πρὸς τὸν ἴδιον ποιητὴν καὶ Θεὸν καὶ δεσπότην, καὶ τούτοις ἐγκαρτερεῖν, τούτοις σχολάζειν, διὰ τῶν τοιούτων ἀνυψοῦν τὴν καρδίαν καὶ τὸν νοῦν πρὸς τὸ ἀκατάληπτον ὕψος τῆς θείας μεγαλωσύνης καὶ τῷ κάλλει τοῦ ἡλίου τῆς δόξης προσατενίζειν καὶ ταῖς ἐκεῖθεν μεθέξεσι καὶ μετουσίαις καταλαμπρύνεσθαι καὶ τὸν ἐντὸς καὶ τὸν ἐκτὸς ἡμῶν ἄνθρωπον καὶ τῆς ἀρρήτου δόξης κατατρυφᾶν ἐν ταῖς κατὰ τὸ δυνατὸν πρὸς αὐτὴν θεωρίαις καὶ φαντασίαις καὶ πληροῦσθαι τῆς ὄντως ἀνεκλαλήτους καὶ θείας ἀγαλλιάσεως, ἵνα μὴ τοῖς ἀσυμφόροις σχολάζοντες εἰς κατάγνωσιν ἔλθωμεν μικρὸν ὕστερον τῆς ἀνονήτου σχολῆς. 𐅼]