Οὕτω καὶ οἱ ἔκκριτοι τῶν μαθητῶν, καθάπερ ἀκούεις ψάλλουσαν τὴν Ἐκκλησίαν, εἰ μὴ ἐκκεκώφησαι τὰ ὦτα, τὴν οὐσιώδη τοῦ Θεοῦ καὶ ἀΐδιον εὐπρέπειαν εἶδον ἐν Θαβώρ, οὐ τὴν ἀπὸ τῶν κτισμάτων δόξαν τοῦ Θεοῦ, ὡς αὐτὸς χαμαιζήλως ὑπείληφας, ἀλλ’ αὐτὴν τὴν ὑπέρφωτον τοῦ ἀρχετύπου κάλλους λαμπρότητα, αὐτὸ τὸ ἀνείδεον εἶδος τῆς θεϊκῆς ὡραιότητος, δι’ οὗ θεουργεῖται καὶ τῆς πρὸς πρόσωπον θείας ὁμιλίας καταξιοῦται ὁ ἄνθρωπος, αὐτὴν τὴν ἀΐδιον καὶ ἀδιάδοχον βασιλείαν τοῦ Θεοῦ, αὐτὸ τὸ ὑπὲρ νοῦν καὶ ἀπρόσιτον φῶς, φῶς οὐράνιον, ἄπλετον, ἄχρονον, ἀΐδιον, φῶς ἀπαστράπτον ἀφθαρσίαν, φῶς θεοῦν τοὺς θεωμένους· αὐτὴν γὰρ εἶδον ἣν καὶ ἔνοικον ἐσχήκασιν ὕστερον τὴν χάριν τοῦ Πνεύματος· μία γὰρ χάρις Πατρός, Υἱοῦ καὶ Πνεύματος, ἣν εἰ καὶ σωματικοῖς εἶδον ὀφθαλμοῖς, ἀλλὰ διανοιγεῖσιν, ὡς ἐκ τυφλῶν γενέσθαι βλέποντας, κατὰ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, καὶ ἰδεῖν τὸ ἄκτιστον ἐκεῖνο φῶς, ὃ κἀν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις μόνοις ἀκαταλήκτως ἔσται θεατόν, κατὰ τοὺς ἁγίους Διονύσιόν τε καὶ Μάξιμον.