Συμεῶνος γὰρ τοῦ νέου θεολόγου τὸν βίον οἶσθα, θαῦμά τε ὄντα πάντα σχεδὸν καὶ δι’ ὑπερφυῶν θαυμάτων ὑπὸ Θεοῦ δεδοξασμένον, τά τε συγγράμματα αὐτοῦ, συγγράμματα ζωῆς εἰπών τις, οὐκ ἂν ἁμάρτοι τοῦ προσήκοντος, καὶ Νικηφόρον δὲ τὸν ὅσιον ἐκεῖνον ὅς, πολυετῆ χρόνον ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ διενεγκών, ἔπειτα τοῖς ἐρημικωτέροις μέρεσι τοῦ ἁγίου ὄρους ἐμφιλοχωρήσας καὶ ἀπασχολήσας ἑαυτόν, ἐκ πασῶν τῶν πατρικῶν φωνῶν συνειλοχώς, τὴν νηπτικὴν ἡμῖν αὐτῶν παραδέδωκε πρᾶξιν. Οὗτοι τοίνυν τοῦθ’ ὅπερ ἀνατρέπειν φῄς τινας σαφῶς τοῖς προαιρουμένοις εἰσηγοῦνται. Καὶ τί λέγω τοὺς παλαιοὺς τῶν ἁγίων; Ἄνδρες γὰρ μικρῷ πρὸ ἡμῶν μεμαρτυρημένοι καὶ ἀποδεδειγμένοι ἐν δυνάμει Πνεύματος ἁγίου ταῦθ’ ἡμῖν διὰ στόματος οἰκείου παρέδωκαν, τόν τε θεολόγον τοῦτον, ὡς ἀληθῶς θεολόγον καὶ τῆς ἀληθείας τῶν Θεοῦ μυστηρίων ἐπόπτην ἀσφαλέστατον, ἐφ’ ἡμῶν ἀνεκήρυττον, τὸν φερωνύμως Θεόληπτον ἐκεῖνον ἀκούεις, τὸν Φιλαδελφείας πρόεδρον, μᾶλλον δ’ ἀπὸ ταύτης ὡς ἀπὸ λυχνίας τὸν κόσμον φωτίσαντα, τὸν Ἀθανάσιον ἐκεῖνον, ὃς ἐπ’ ἐνιαυτοὺς οὐκ ὀλίγους τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, οὗ καὶ τὴν σορὸν ὁ Θεὸς ἐτίμησε, Νεῖλον ἐκεῖνον, τὸν ἐξ Ἰταλῶν, τὸν τοῦ μεγάλου ζηλωτὴν Νείλου, τὸν Σελιώτην καὶ τὸν Ἠλίαν, τοὺς μηδὲν ἀποδέοντας ἐκείνου, Γαβριὴλ καὶ Ἀθανάσιον, τοὺς καὶ προφητικοῦ χαρίσματος ἠξιωμένους.