Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Κεφάλαια περὶ τῶν τεσσάρων ἱεραρχιῶν

Γρηγόριος ὁ Σιναΐτης

Διαίρεση των ιεραρχιών και αγγελική αντιστοιχία

Ορισμός των τεσσάρων ιεραρχιών (νομικής, συμβολικής, μοναχικής, νοερής) και η αντιστοιχία τους με τους αγγελικούς διακόσμους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 1 από 5

Γρηγορίου τοῦ Σιναΐτου περὶ τῶν τεσσάρων ἱεραρχιῶν Ποσαχῶς ἱεραρχία λέγεται καὶ ὁσαχῶς διαιρεῖται· ὁριστικὴ θεωρία Ἡ μὲν αἰτία τῶν ὅλων Τριὰς ἐκ τῆς νοερᾶς, ἡ δὲ νοερὰ ἐκ τῆς λογικῆς εἴτουν μοναδικῆς, ἡ δὲ μοναδικὴ ἐκ τῆς συμβολικῆς, ἡ δὲ συμβολικὴ ἐκ τῆς νομικῆς ἱεραρχίας ἀπαρχὰς καὶ δέκατα ὡς δῶρα λαμβάνει· καὶ αἱ μὲν δύο ὑλικά, αἱ δὲ δύο ἄϋλα καὶ θεῖα δῶρα προσάγουσιν· καὶ ἡ μὲν νομικὴ τὸν ἀμνόν, ἡ δὲ συμβολικὴ τὸν ἄρτον, ἡ δὲ μοναδικὴ τὸν Χριστὸν ἐν Πνεύματι, ἡ δὲ νοερὰ τὸν ἐν σαρκὶ Λόγον καὶ θύει καὶ μετέχει καὶ μεταδίδωσι καὶ ὄνομα τοῖς πᾶσι τὸ αὐτὸ Ἰσραήλ, εἴτουν νοῦς ὁρῶν τὸν Θεόν· ἀλλὰ τοῖς μὲν δυσὶ καταχρηστικῶς, τοῖς δὲ δυσὶ πραγματικῶς κέκληται, καὶ ναὸς τοῖς μὲν ἡ σκηνή, τοῖς δὲ τὸ θυσιαστήριον τὸ ὑλικόν, τοῖς δὲ ἡ κτίσις καὶ τὰ ὄντα καὶ ἡ ψυχή, τοῖς νοεροῖς δὲ τὰ νοερὰ καὶ ἄϋλα καὶ θεῖα.

Περὶ τῆς ἑκάστης τῶν ἱεραρχιῶν προσηγορίας καὶ τάξεως Ὥσπερ δὲ κατὰ τὴν ἀγγελικὴν ἱεραρχίαν ἐνναδικὴν οὖσαν, οὕτως καὶ αἱ λοιπαὶ ἐνναδικῶς ἔχουσι τὰς προσηγορίας αὐτῶν καὶ τάξεις· ἡ μὲν γὰρ ἀγγελικὴ εἰς τρεῖς ἀφορίζεται τριαδικὰς διακοσμήσεις· καὶ πρώτη μὲν εἰς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ ἀρχάς· δευτέρα δὲ εἰς δυνάμεις καὶ ἐξουσίας καὶ κυριότητας· τρίτη δὲ εἰς χερουβὶμ καὶ σεραφὶμ καὶ θρόνους. Ἡ δὲ μοναδικὴ τάξις καὶ αὐτὴ τριχῶς διαιρεῖται εἰς ὑποτακτικοὺς καὶ πρακτικοὺς καὶ θεωρητικούς, διὸ μὲν ἐνναχῶς ἔχει τὰς σημασίας. Καὶ ὑποτακτικοὶ μέν εἰσι διάκονοι, ὅσοι καθ’ ὑπακοὴν ὑπηρέται, ὑποδιάκονοι δέ, ὅσοι κατ’ ἀρετὴν ἀπεσταλμένοι· ἱεροδιάκονοι δέ, ὅσοι τὰς ὑπηρεσίας ἐπιστατοῦσιν· ἢ πάλιν ὑποδιάκονοί εἰσιν, ὅσοι τῆς κατ’ ἀρετὴν ὑπακοῆς τὰς ἀποστολὰς καὶ ἀποκρίσεις ποιοῦσι· διάκονοι δέ, ὅσοι καθ’ ὑπακοὴν τὰς ἐργασίας τῶν πραγμάτων ἐνεργοῦσιν· ἱεροδιάκονοι δέ, ὅσοι κατ’ ἀρετὴν ἐν πίστει τὰς ὑπηρεσίας τελοῦσιν· ἱερὰ γὰρ ὄντως καὶ θεῖα ἀναθύματα τὰ ὑλικὰ χρειώδη τοῖς ἱερῶς τὴν ζωὴν πᾶσαν ἀναθεμένοις, διὸ καὶ ἀναθύματα προσαγορεύονται, καὶ σκεύη τίμια λογικά τε καὶ ὑλικὰ πάντα ὅσα ἡ μοναδικὴ περιέχει πολιτεία· αὕτη πρώτη καὶ ἐσχάτη ταξιαρχία ὑλικὴν ἔχουσα τὴν κατ’ ἀρετὴν ἐπιστήμην, καὶ ὡς ὑλικωτέρα, τὴν καθ’ ὑπακοὴν ἀγωγὴν κεκτημένη.

Περὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας Ἡ δὲ ἐκκλησιαστικὴ ἱεραρχία συμβολικὴ οὖσα καὶ αὐτὴ εἰς τρεῖς ἀφορίζεται τριαδικὰς ταξιαρχίας· κατὰ τὴν νοερὰν τύπον μὲν ἔχουσα τὰ σύμβολα, τὴν ἀλήθειαν δὲ κατὰ τὴν ἀγγελικὴν ὀλίγοις ἐμφαινομένην· καὶ πρώτη μὲν εἰς διακόνους καὶ ὑποδιακόνους καὶ ἱεροδιακόνους διαιρεῖται, εἴτουν ἀγγέλους καὶ ἀρχαγγέλους καὶ ἀρχάς· δευτέρα δὲ εἰς ἱερεῖς καὶ ἀρχιερεῖς καὶ ἀρχιεπισκόπους, εἴτουν εἰς δυνάμεις, ἐξουσίας καὶ κυριότητας ἀφορίζεται· ἡ τρίτη δὲ εἰς πατριάρχας ὁμοταγεῖς, ἤγουν εἰς σεραφίμ, χερουβὶμ καὶ θρόνους· ἡ δὲ νομικὴ καὶ αὐτὴ ὁμοίως ἐνναδικὴν ἔχουσα τάξιν, διαιρεῖται εἰς λεβίτας καὶ γραμματεῖς καὶ ἱεράρχας προφητικοὺς μάλιστα.

Τίς ἡ τῆς μέσης μοναδικῆς πολιτείας κατάστασις; Καὶ πρώτοι μέν εἰσι τῆς μέσης καταστάσεως πρακτικοί, ψάλται καὶ ψαλτῳδοὶ καὶ λειτουργοί, εἴτουν εἰς δυνάμεις, ἐξουσίας καὶ κυριότητας ἀφοριζομένη· Καὶ ψάλται μέν εἰσι καθ’ ὁμοιότητα τῶν δυνάμεων δυνατοί, ὅσοι ἐν πάσῃ ἀρετῇ τὸ δύνασθαι κεκτημένοι πρὸς τὰς ἀοράτους ἀρχάς· ἐν αἷς παρατασσόμενοι ἀήττητοι διαμένουσι, τὰς πράξεις τῶν ἀρετῶν ἀνδρικῶς ἐπιτελοῦσι. Ψαλτῳδοὶ δέ εἰσι κατὰ τὰς ἐξουσίας πρακτικαὶ ἐξουσίαι, ὅσοι τὰς θελητικὰς τῆς ψυχῆς δυνάμεις ὑποτάξαντες, καὶ τὰς τῶν παθῶν προσβολὰς καὶ δαιμόνων ἐξουσιαστικῶς κατ’ ἐνέργειαν διὰ τῶν ἀρετῶν ἐκβάλλουσι. Λειτουργοὶ δὲ εἰσὶν ὅσοι κατὰ τὰς κυριότητας πρακτικοί, ὅσοι παντὸς πάθους καὶ λογισμοῦ καὶ πνεύματος καὶ αὐτῆς τῆς φύσεως κυριεύσαντες, καὶ ὑπ’ οὐδενὸς σιαινόμενοι πνεύματος.

Τῆς δὲ τρίτης ἱεραρχίας ἤγουν τῆς μοναδικῆς καταστάσεως κατὰ τὰ σεραφὶμ καὶ τὰ χερουβὶμ καὶ τοὺς θρόνους εἰσίν, ὅσοι πύρινοι, σεραφικοὶ καὶ θεοειδεῖς πέλουσι, καθαρτικὴν ἔχουσι δύναμιν τῆς αὐτῶν ἡσυχίας ἰδιότητα· χερουβικοὶ δέ, ὅσοι φωτιστικὴν καὶ γνωστικὴν καὶ σοφιστικὴν κέκτηνται δύναμιν καὶ ἐνέργειαν τῆς αὐτῶν καταστάσεως ἰδιότροπον· θρόνοι δὲ ἡσύχιοι εἰσίν, ὅσοι πραεῖς καὶ ἁπλοὶ καὶ ἄπλαστοι καὶ ἄγνωστοι τὴν καλὴν ἄγνοιαν πεπλουτηκότες διὰ τὴν ὁλικὴν πρὸς Θεὸν ἔκστασιν, τί τῶν ὄντων οὐκ εἰδότες, καὶ τὸν ὄντα μόνον εἰδότες, Θεοῦ ἀνάπαυσις καὶ ὄντες καὶ λεγόμενοι· εἴπερ ψυχαί φησιν ἁπλαί, θρόνοι αἰσθήσεως.