Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Κεφάλαια περὶ τῶν τεσσάρων ἱεραρχιῶν

Γρηγόριος ὁ Σιναΐτης

Εκκλησιαστικοί και λειτουργικοί συμβολισμοί

Μυσταγωγική προσέγγιση των ιερατικών αμφίων, του ναού, των ιερών σκευών και ειδικότερα της πνευματικής σημασίας του ποτηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 4 από 5

Τί τὰ σύμβολα τῆς ἐκκλησιαστικῆς καὶ ἱεραρχικῆς καταστάσεως;

Ἐπειδὴ αἱ τάξεις ἀμφοτέρων συμβολικαί, φέρε δὴ τὰς ἀμφοτέρας ἀναπτύξωμεν καὶ ἴδωμεν καὶ μάθωμεν τίς ὁ τῶν συμβόλων σκοπὸς καὶ τίς ἡ ἀλήθεια πρὸς ἣν τὰ σύμβολα σημαίνει· οὐ γὰρ εἰκῇ οὐδ’ ὡς ἔτυχε τὴν τούτων χρῆσιν ἐθέσπισαν οἱ θεῖοι θεσμοὶ ἀλλὰ σκοπὸν ἔχοντες ἵνα διὰ τῶν συμβόλων καὶ τύπων πρὸς τὴν τῶν ἀρχετύπων ἀλήθειαν ἀνατρέχωμεν, καὶ ὑπόμνημα καὶ πρᾶγμα τῆς μυστικῆς κατὰ ψυχὴν τὰ σύμβολα καταστάσεως τεκμήρια ἔχοντα· ἵνα μὴ κατὰ τὸν προφήτην ἔσονται οἱ ἱερεῖς ὡς ὁ λαὸς καὶ οἱ μοναχοὶ ὡς οἱ κοσμικοί, ἐν μόνοις τοῖς ἱματίοις καλλωπιζόμενοι ἐν ταῖς ἐσχάταις ἡμέραις· καὶ περὶ μὲν τῆς μοναδικῆς καταστάσεως ἤδη προείρηται, περὶ δὲ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας φαμὲν ὅτι ὁ φελώνης τῆς ἱεραρχικῆς καταστάσεως σύμβολόν ἐστι τῆς καθαρᾶς καὶ ἁπλῆς καὶ παθῶν ἐλευθέρας καὶ φωτοειδοῦς ψυχῆς· τὸ δὲ ὠμοφόριον τὸ σταυροφόρον ἐστὶν ἡ διπλοῒς τῆς χάριτος· σημαίνει δὲ καὶ τὴν δόξαν καὶ τὴν ἐκ παθῶν νέκρωσιν, ἀγγελικὸν εἶδος ἀποσῷζον, καὶ φῶς εἶναι καὶ ἐν φωτὶ διάγειν, φωτιστικὴν ἔχων ἕξιν καὶ δύναμιν, φωτίζεσθαι καὶ φωτίζειν· ἢ πάλιν τὸ ὠμοφόριον κατ’ ἄλλην ἐπινοίαν τὸ πλανώμενον πρόβατον σημαίνει, ὅπερ ἦλθεν ἐπὶ τῶν ὤμων ἀναλαβὼν ὁ ποιμὴν ὁ καλός, καθαρίσας καὶ φωτίσας καὶ ἁγιάσας αὐτό, καὶ τῷ Πατρὶ διὰ σταυροῦ θυσίαν αὐτὸ προσαγαγὼν καὶ τὴν ἐκ πάντων νέκρωσιν καὶ δόξαν αὐτῷ χαρισάμενος καὶ ἓν μετ’ αὐτοῦ ἀτρέπτως γενόμενος.

Τὸ δὲ ἐπιτραχήλιον ἐστὶ καθ’ ἕνα τῆς ἱστορίας τρόπον, τὸ σχοινίον ὅπερ εἵλκυσαν οἱ κακούργοι τὸν δεσπότην σταυρώσαντες· κατὰ συμβολικὴν δὲ θεωρίαν ἐστὶ τὸ διάδημα τὸ βασιλικόν τε καὶ ἀγγελικόν. Τὸ δὲ στιχάριον δηλοῖ τὴν καθαρότητα καὶ φωτοειδεστάτην καλλωνὴν τοῦ σώματος.

Τὰ δὲ ἐπιμάνικα πρὸς εὐταξίαν καὶ συστολὴν ἐπενοήθησαν μόνον· ὁμοίως καὶ καθεξῆς οἱ τὰ τῆς ἐκκλησίας σύμβολα ἐφερμηνεύοντες φάσκουσιν ὅτι ὁ μὲν ναὸς ὁ κόσμος οὗτος, τὸ δὲ ἱερατεῖον ὁ μυστικὸς ἐν ᾧ τὰ τελούμενα τελεσιουργοῦνται· ἡ τράπεζα δέ ἐστιν ἡ Ἱερουσαλήμ, ἐν ᾗ ὁ Κύριος ἐβασίλευσε καὶ καθεζόμενος ὡς ἐπὶ θρόνου ὁ σφαγεὶς ὑπὲρ ἡμῶν· ἡ δὲ πρόθεσις ἡ Βηθλεέμ ἐστιν ἐν ᾗ ἐγεννήθη· ἡ προσφορὰ δὲ τρεῖς ἔχει τὰς σημασίας, καὶ κατὰ πρώτην μὲν ἔννοιαν σημαίνει τὸ πρόβατον τὸ δι’ ἡμᾶς εἰς σφαγὴν ἐρχόμενον, κατ’ ἄλλην δὲ γνῶσιν τὴν ἡμῶν προσαγωγήν, καθ’ ἑτέραν δὲ ἐπίνοιαν καθολικὴν τὴν ὑπέραγνον δηλοῖ Θεοτόκον, ἐξ ἧς ὁ ἀμνὸς τοῦ Θεοῦ ἐγεννήθη· ἡ δὲ προσκομιδὴ δύο ὁμοῦ ἑορτὰς σημαίνει, τὴν γέννησιν καὶ τὴν σφαγήν, ἅμα τελουμένας τὴν ἀρχὴν καὶ τὸ τέλος τοῦ μυστηρίου ἐμφαίνουσι· μεθ’ ὧν καὶ ἡ λόγχη καὶ ὁ σπόγγος τὰ τοῦ πάθους σύμβολα· ὁ δὲ ἀστερίσκος ἐστὶν ὁ ἀστὴρ ὁ μηνύσας τὸ μέγα φῶς τοῖς μάγοις· τὰ δὲ καλύμματα εἰσὶν ὡς ἐπὶ βρέφους σπάργανα καὶ ὡς ἀρετῶν σύμβολα· τὸ δὲ ζέον ἡ ζέσις τοῦ Πνεύματος καὶ ἡ ἐπιφοίτησις· ἡ δὲ τοῦ ἄρτου ὕψωσις ἡ εἰς οὐρανοὺς ἄνοδος· ἡ δὲ αὖθις εἰς τὴν πρόθεσιν ἐπάνοδος εἴτουν εἰς τὴν Βηθλεὲμ ἀποκατάστασις ἵνα πάλιν ἐκεῖθεν ἄρξηται ἐν ᾗ ἐγεννήθη Χριστὸς ἱερουργεῖν τὰ ἑαυτοῦ μυστήρια· ἀντιμήσια δὲ καὶ ποτήρια καὶ δίσκοι καὶ τὰ λοιπὰ σκεύη εἰσὶ τίμια, μεθ’ ὧν τὰ θεῖα τελεῖται· ὅμως καὶ αὐτὰ κατὰ τὴν ἀκριβῆ θεωρίαν τὴν πρόνοιαν καὶ τὴν θείαν ἀπόλαυσιν καὶ τὴν βασιλείαν τῶν ἀξίων σημαίνουσιν.

Ὅροι θεωρητικοί Ποτήριόν ἐστιν αἱ δι’ αἱμάτων ὀδύναι θανάτου· ποτήριόν ἐστι θάνατος, ἡ δι’ ὀδύνων διάζευξις· ἢ πάλιν δι’ ὀδύνης ἀπὸ σώματος ψυχῆς χωρισμός· θάνατός ἐστι λύσις ψυχῆς δι’ ὀδύνης ἀπὸ τοῦ σώματος· λύσις αὖθις ψυχῆς ἐστιν ὁ διὰ θείας δυνάμεως χωρισμὸς ἀπὸ τοῦ σώματος· ποτήριόν ἐστι θυμοῦ πονηροῦ κατ’ οἰκονομίαν εἴς τινα ζέσις· ἢ πάλιν ἡ ἐκτικὴ πτῶσις ἡ δι’ ὀργῆς ἐγκατάλειψις· ποτήριον αὖθις ἐστὶν ἡ ἐκ θείας ἀπολαύσεως ἐκστατικὴ πρὸς θεωρίαν μέθη τοῦ Πνεύματος· ἢ πάλιν ποτήριον ἐστὶ θεώσεως ἐν εὐφροσύνῃ φρενῶν φυσικῶν ἔκστασις.