Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Σιναΐτης – Κεφάλαια περὶ τῶν τεσσάρων ἱεραρχιῶν

Γρηγόριος ὁ Σιναΐτης

Η πνευματική σημασία της υπακοής

Ανάλυση της πνευματικής λειτουργίας, των καρπών και της σημασίας της υπακοής και της υποταγής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Σιναΐτης

—

Κεφάλαιο 5 από 5

Περὶ ὑποταγῆς καὶ ὑπακοῆς Ὑποταγή ἐστι Χριστοῦ δουλεία, ἀγγελικὴ ἐργασία, πλήρωσις ἐντολῶν. Ὑπακοή ἐστι ζωὴ αἰώνιος, οὐρανῶν κλῖμαξ, ἄνοδος σύντομος, πλοῦτος στεφάνων, ἀγγέλων ἔργον, ἀπαθείας δρόμος, οὐρανοβάμων πορεία.

Ὑποταγὴ μέν ἐστι ταπεινώσεως μήτηρ, ὑπακοὴ δὲ ἀναβάσεως θύρα. Ἡ μὲν γὰρ ὑποταγὴ συνάγει πρὸς Θεὸν τὸν ὑπήκοον Χριστοῦ, οἰκειοῖ, ἑνοῖ, ἐλευθεροῖ τῆς ὕλης, τῆς σχέσεως διακόπτει, τῆς προσπαθείας ἀποτέμνει, ἐκ πάντων λύει δεσμῶν σαρκικῶν καὶ παθῶν, ὡς ἀγάπης γεννήτρια, ὡς πόθου φλογὸς μήτηρ, καθαρὸν τῷ Θεῷ καὶ ἄμωμον θῦμα παριστάνων αὐτόν· ἡ δὲ ὑπακοὴ πάσας ἐνεργεῖ τὰς ἐντολάς, πάντα κατορθοῖ, πάντα ποιεῖ καὶ οἰκοδομεῖ τὴν ψυχήν, ἀοράτως τε καὶ ἀγνώστως οἰκονομικῶς, καὶ πλουτεῖ καὶ θησαυρίζει καθ’ ὥραν καὶ πρὸς Θεὸν ἀνέρχεται καὶ παρίσταται καὶ στεφανοῦται καὶ ὡραΐζεται μυστικῶς. Ἔοικεν γὰρ ἡ μὲν ὑποταγὴ μήτηρ, νέον τίκτουσα τῷ Θεῷ βρέφος τὸν ἀποταξάμενον καὶ καινὸν καὶ ἐπουράνιον αὐτὸν προσάγουσα· ἡ δὲ ὑπακοὴ τροφὸς ἔοικε, θηλάζουσα καὶ αὐξάνουσα καὶ τελειοῦσα τὸν ὄντως ὑπήκοον. Ἡ μὲν γὰρ ὑποταγὴ οὐρανός ἐστιν, ἡ δὲ ὑπακοὴ οὐρανὸς τοῦ οὐρανοῦ ὡς ἄνοδος θειοτέρα. Ἡ μὲν γὰρ ταπεινώσεως, ἡ δὲ ἀγάπης ἐποχοῦνται θρόνῳ τῆς χάριτος. Διὰ τοῦτο καὶ ὁ τῆς ὑποταγῆς ἐκπεσὼν ἐξ οὐρανοῦ καὶ ἐκ Θεοῦ ἔρριπται, ὡς οἱ θειότατοι πατέρες ἐθέσπισαν.