Ἔργον
Γρηγόριος ὁ Σιναΐτης – Εἰς τὴν Μεταμόρφωσιν
Η οικονομία του θείου Λόγου και η έσχατη θέωση
Τα στάδια της θείας Οικονομίας, η μυστική ενοίκηση του Λόγου στους πιστούς και ο τελικός δοξασμός της ανθρώπινης φύσης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η οικονομία του θείου Λόγου και η έσχατη θέωση
Τα στάδια της θείας Οικονομίας, η μυστική ενοίκηση του Λόγου στους πιστούς και ο τελικός δοξασμός της ανθρώπινης φύσης.
Μία γάρ ἐστιν ἡ τοῦ Πατρὸς χάρις δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη, καὶ μία θεότης καὶ εἷς Θεὸς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενος. Δεῖ δὲ γινώσκειν ἀκριβῶς τοὺς φιλομαθεῖς καὶ τὴν ὄντως εὐσέβειαν ἐκ τῶν φυσικῶν παραδειγμάτων ποιεῖσθαι, καὶ μάλιστα τῶν παρ’ ἡμῖν· βεβαιότερα γάρ ἐστι καὶ ἀληθῆ πρὸς ἀπόδειξιν. Δωδεκαχῶς γὰρ εἶναι τὴν ἐνέργειαν τοῦ ἐν ἡμῖν φυσικῶς λόγου, καὶ τριαδικῶς ἐν πᾶσι τούτοις προερχόμενος γινώσκεται καὶ θεωρεῖται. Πρῶτον μὲν γεννᾶται ἐκ νοὸς καὶ τοῦ πνεύματος· εἶτα βουλεύεται λογιζόμενος καὶ διατίθεται μετὰ τοῦ νοὸς καὶ τοῦ πνεύματος· εἶτα προέρχεται, συντίθεται, γράφεται, πέμπεται, δίδοται, λέγεται, ἀκούεται, ὁρᾶται, γνωρίζεται, φανεροῦται τοῖς θέλουσι καὶ τοῖς μὴ βουλομένοις. Καὶ ὁ αὐτὸς τοῖς πᾶσι, καὶ πανταχοῦ καὶ ταὐτός, ὥστε κατὰ τὸ φυσικὸν τοῦτο ὑπόδειγμα τριαδικὸν εἶναι τὸν λόγον ἀνελλιπῶς, πανταχοῦ ἔννουν καὶ ζῶντα καὶ ἐνεργὸν καὶ ταὐτὸν μετακινούμενον. Καὶ ὁ τοῦ Θεοῦ δὲ Λόγος, πρὸ τῶν αἰώνων ἀπαθῶς ἐκ Πατρὸς γεννηθείς, ἀεὶ κατὰ Πνεῦμα γεννᾶται τοῖς βουλομένοις κατὰ τὸν μέγαν Μάξιμον· εἰς τὴν ἡμῶν γὰρ σωτηρίαν ἀεὶ προνοητικῶς τε καὶ μυστικῶς προέρχεται.
Αὐτὸς γὰρ δι’ ἑαυτοῦ ἐμαρτύρατο περὶ τῆς ἀειγεννησίας αὐτοῦ, ἧς ἀεὶ ὡς ἐκ νοὸς ἀρρήτως ἐκ τοῦ Πατρὸς γεννᾶται, τοῖς Ἰουδαίοις φάσκων, ὅτι «ὑμεῖς οὐκ οἴδατε, πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω». Ὅλος γὰρ ἐν τῷ πατρικῷ μένει κόλπῳ καὶ ὅλος ἐν ἡμῖν ἐστι καὶ πανταχοῦ, καὶ πορεύεται ἀρρήτως καὶ ἔρχεται, ὅπερ ἐστὶν ἐνεργείας δηλωτικόν· ἀλλ’ οὖν καὶ αὐτὸ ἀφράστως καὶ θεοπρεπῶς νοητέον.
Γεννᾶται τοίνυν ἐκ Θεοῦ Πατρὸς ὁ ἐν ἀρχῇ Λόγος· εἶτα τὴν προαιώνιον τῆς οἰκονομίας βουλὴν μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀχρόνως διέθετο· εἶτα προῆλθεν καιροῖς ἰδίοις ἐπ’ ἐσχάτων εἰς τὴν ἡμῶν σωτηρίαν, συνετέθη ἐν ἑαυτῷ πλαστουργηθεὶς ἐν Πνεύματι, ὁ εἰς ἅπαν ἁπλοῦς· ἐγράφη καὶ ὁ Λόγος παχυνθεὶς σεσάρκωται· ἐπέμφθη παρὰ τοῦ Πατρός, βαπτιζόμενος καὶ μαρτυρούμενος ἄνωθεν καὶ διδάσκων· δέδοται τοῖς πιστεύσασι χάριτι ὁ Λόγος, ἐλαλήθη ἐν κόσμῳ κηρυττόμενος, ἠκούσθη τοῖς ἐν πίστει δεχομένοις, ἑωράθη τοῖς ἀξίοις, ἐγνώσθη τοῖς καθαροῖς τὴν διάνοιαν· καὶ γινώσκεται τοῖς ἡνωμένοις αὐτῷ καὶ προεγνωσμένοις πρὸ καταβολῆς κόσμου, ὥσπερ εἴρηται· καὶ φανεροῦται οἷς αὐτὸς οἶδεν, καὶ φανερωθήσεται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν πάσαις φυλαῖς καὶ γλώσσαις. Ἢ τὸ ἔμπαλιν τὸ αὐτὸ φάναι, τὸ εἰς ἑκάστου προνοητικῶς σωτηρίαν μυστικῶς γινόμενον, σαφέστερόν τε καὶ κυριώτερον.
Ὁ γὰρ ἐκ γαστρὸς πρὸ ἑωσφόρου τῆς τοῦ Πατρὸς οὐσίας γεννηθεὶς ἀρρεύστως Θεὸς Λόγος εἰς τὴν ἡμῶν ἑκάστοτε ἑκάστου τῶν πιστῶν σωτηρίαν ἐντυγχάνει τῷ Πατρὶ ἐν Πνεύματι ὑπὲρ ἡμῶν καὶ εἰς βουλὴν διατίθεται. Εἶτα πρὸς τὴν ἡμῶν καινουργίαν καὶ μεταποίησιν προέρχεται ἐνεργὴς ὁ Λόγος, καὶ σπέρμα αὐτοῦ ἐν ἡμῖν διδόμενον μένει.
Ἔπειτα συντίθεται τοῖς ἡμῶν μέλεσι καὶ ὄργανον αὐτοῦ γινόμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν κρυπτῶς· αὐτὸς γάρ ἐστιν <ὁ ἐνεργῶν> ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Εἶτα γράφεται σωματούμενος, καὶ ὁ Λόγος παχύνεται καὶ (ἀληθῶς εἰπεῖν καὶ εὐαγγελικῶς) σὰρξ γίνεται παραδόξως καὶ οἰκεῖ ἐν ἡμῖν ἐν Πνεύματι, τὰ ἡμῶν οἰκειούμενος· πέμπεται ἀεὶ διὰ τοῦ Πατρὸς εἰς ἡμᾶς μυστικῶς καὶ ἀποστέλλεται δι’ ἀγαθότητα· δίδοται παντὶ πιστῷ καὶ τῶν ἐντολῶν ἐργάτῃ, ὡς ἔμφυτος ὁ Λόγος <ὁ δυνάμενος> σῶσαι τὰς ψυχὰς ἡμῶν· λέγεται κατ’ ἐντεύξεως σχῆμα παρ’ ἡμῖν ὁ Λόγος ἐν Πνεύματι, ὅτι Κύριον Ἰησοῦν οὐδεὶς εἰπεῖν δύναται, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ ἐπικαλέσηται· ἀκούεται τοῖς ψυχικοῖς ὠσὶν ἡμῶν ἐν καρδίᾳ ἁλλόμενος καὶ ἐντυγχάνων ὑπὲρ ἡμῶν τῷ Πατρὶ στεναγμοῖς ἀλαλήτοις.
Ὁρᾶται τοῖς καθαροῖς τῇ καρδίᾳ ὁ σεσαρκωμένος Λόγος πενταχῶς· ἐν τῷ φωτὶ τῆς δόξης γνωρίζεται ὁ Λόγος ἀληθῶς παρὰ τῶν αὐτοῦ, καὶ αὐτὸς προέγνω τοὺς ὄντας αὐτοῦ καὶ ἔγνωσται ὑπ’ αὐτῶν, γινώσκει γὰρ τὰ αὐτοῦ κατ’ ἐνέργειαν καὶ αὐτὰ αὐτόν, ἡνωμένος ὢν μετ’ αὐτῶν, ὡς αὐτὸς εἶπεν· εἶτα φανεροῦται καὶ φανερωθήσεται ἐν δόξῃ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὁ σεσαρκωμένος Θεὸς Λόγος, ὅτε καὶ οἱ πιστοὶ φανερωθήσονται ἐν δόξῃ, κατὰ τὸ γεγραμμένον, εἰς αἰσχύνην τῶν ἀπίστων καὶ κακοπίστων καὶ ὄνειδος, ἡνίκα καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ ἀρρήτῳ ἐκείνῃ μεταμορφώσει καὶ τῇ ἀλλοιώσει τῆς δεξιᾶς τοῦ ὑψίστου, μεταποιούμενοι ἀπὸ δόξης εἰς δόξαν καὶ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, καὶ ἀπὸ σαρκὸς εἰς πνεῦμα θεότητος συγκιρνώμενοι, καὶ λογικοὶ κυρίως τότε καὶ γενόμενοι καὶ ὁρώμενοι, τῷ προαιωνίῳ Λόγῳ καὶ μόνῳ Θεῷ ἑνούμενοι πάντῃ καὶ θεουργούμενοι παραδόξως.
Κατὰ γοῦν τὰ προειρημένα παραδείγματα ἐπιδημήσας ὁ Παράκλητος ἐν πυρί, διὰ τῆς καθαρτικῆς δυνάμεως οἱ μαθηταὶ φωτισθέντες τὸν Υἱὸν ἐπέγνωσαν καὶ ἐν αὐτοῖς αὐτὸν κατεῖδον γνωστῶς, ὅνπερ ἀκριβῶς οὐκ ἐγίνωσκον, τὸ ἐκ μέρους τέλειον εἰληχότες γινώσκειν· καὶ ὁ Υἱὸς δὲ λάμψας ἀρρήτως ἐν τῷ Θαβὼρ ἐν τῷ φωτὶ τῆς δυνάμεως αὐτοῦ τὸν Πατέρα τῶν φώτων διὰ τῆς ἄνωθεν φωνῆς ἐκείνης καὶ τὸ Πνεῦμα διὰ τῆς φωτεινῆς νεφέλης τρανῶς ἰδόντες, τὴν Τριάδα ἐπέγνωσαν ὡς ἀληθῶς ἐν τῷ Χριστῷ ἀπαστράψασαν μεταμορφουμένῳ φωτοχυσίαν ἀένναον καὶ λαμπρότητα. Τότε δὲ καὶ τὰ ὄρη ἠγαλλιάσαντο εὐφραινόμενα κατὰ τὸν εἰπόντα· «Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», καὶ ὁ οὐρανὸς γέγηθε καὶ ἡ γῆ πᾶσα ἐσκίρτησεν εὐφραινομένη, ὑπὲρ ἥλιον αἰσθητῶς τε καὶ νοητῶς τὸν ἑαυτῶν ὁρῶντες ἐν ὄρει δεσπότην ἐκλάμψαντα καὶ τὰ πάντα φωτίσαντα καὶ ἁγιάσαντα· ἀλλὰ μὲν καὶ οἱ οὐρανοὶ διηγοῦντο δόξαν αὐτοῦ, διαλάμψασαν ἰδόντες καθάπερ ἔμψυχοι, καὶ τὸ στερέωμα τῇ φαιδρότητι τὴν τῶν πατρικῶν χειρῶν ποίησιν τῆς εὐπρεπεστάτης ἀνήγγειλεν ἀνθρωπότητος· ἄνωθεν αἱ δυνάμεις ὁρῶσαι ἔφριξαν, καὶ ἡ γῆ κάτωθεν χαρᾷ καὶ φόβῳ ἐτρόμαξεν.
Πᾶσα τοίνυν κτίσις, πᾶσα φύσις, πᾶσα πνοὴ ᾔνεσεν, ἐδόξασεν, ἐμεγάλυνεν, ὁρῶν τὸν ἑαυτῆς δεσπότην καὶ βασιλέα, τὸν διαφανέντα πρότερον ὡς κτίστην, ὡς δημιουργὸν ἐν ὄρει μεταμορφούμενον καὶ ἀλλοιούμενον καὶ ὡς Θεὸν ὑπὲρ ἥλιον λάμψαντα, ὡς ἄνθρωπον παρὰ Θεοῦ δοξαζόμενον καὶ ὡς Θεὸν ὑπὲρ αὐτὸν ἀνυμνούμενον, ὡς Θεὸν δοξαζόμενον καὶ ὡς ἄνθρωπον δι’ αὐτοῦ καὶ σὺν αὐτῷ συνδοξαζόμενον, ὡς Θεὸν ἀστράπτοντα καὶ ὡς ἄνθρωπον συνεκλάμποντα, ὡς ἄνθρωπον γινωσκόμενον καὶ ὡς θεάνθρωπον ἐπιγινωσκόμενον, σαρκὶ πρότερον ἐπιφαινόμενον καὶ ἐν φωτὶ θεωρούμενον, ὡς ἄνθρωπον γνωριζόμενον καὶ ὡς Θεὸν καθορώμενον, ὡς ἄνθρωπον μεταμορφούμενον καὶ ὡς θεάνθρωπον ἄνωθεν μαρτυρούμενον, τὸ πρόσωπον αὐτοῦ ὑπὲρ ἥλιον λάμποντα καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιὼν φῶς ἀποστίλβοντα. Ἀμέλει καὶ αὐτὸς ὁ Υἱὸς μετὰ μικρὸν ἔλεγε πρὸ τοῦ πάθους πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ καὶ θεούργησον τὸ ἐμὸν φύραμα τῇ δόξῃ ᾗ εἶχον τῆς θεότητος πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί»· ὅθεν καὶ ὁ Πατὴρ ἄνωθεν εἴρηκε πρὸς αὐτόν· «Καὶ ἐδόξασα», ἐν Θαβὼρ δηλονότι συναστράψας καὶ μαρτυρήσας καὶ ἐπισκιάσας, «καὶ πάλιν δοξάσω» ἐν τῷ σταυρῷ φαιδρότερόν τε καὶ τελεώτερον.
Διὸ καὶ πάλιν ἔλεγεν ἐν ἐκείνῳ σαφέστερον· «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου» ἀπαστράπτων θεότητι, «καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ» πάσχων ἀνθρωπότητι· «εἰ ὁ Θεὸς ἐδοξάσθη» ἐνταῦθα ἐν αὐτῷ θαυμαζόμενος, καὶ αὐτὸς «δοξάσει αὐτὸν ἐν ἑαυτῷ» ἐν τῷ μέλλοντι, δείξας θεαρχικώτατον ἐν πᾶσι Κύριον Ἰησοῦν ὄντα τε καὶ γινόμενον καὶ ὡς ἄδυτον δικαιοσύνης ἥλιον καὶ κριτὴν ζώντων καὶ νεκρῶν αὐτὸν γνωριζόμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.