Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαὶ πρὸς Θεοδώραν τὴν Ῥαούλαιναν

Γρηγόριος Βʹ Κύπριος

Παραμυθητική επιστολή για την απώλεια ενάρετης γυναίκας

Παρηγορητική επιστολή προς την πρωτοβεστιαρία και την αδελφή της, με εκφράσεις βαθιάς οδύνης και προτροπές για αναζήτηση πνευματικής παρηγοριάς στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 1 από 7

Τῇ πρωτοβεστιαρίᾳ καὶ τῇ ἀδελφῇ αὐτῆς παραμυθητική Σὺ μὲν ἴσως, κυρία καὶ θύγατερ ἐν Χριστῷ, οὐκ ἀπεικότως ἡμᾶς ἀφίλους ἡγήσῃ καὶ διαθέσεως τῆς κατὰ πνεῦμα ἀμνήμονας, μηδὲν παθεῖν δόξαντας, πρὸς τὴν ἐπελθοῦσαν σοι συμφοράν. Τὸ γὰρ δι’ αἰσθήσεων ὡς ἐπὶ πολὺ τοὺς ἀνθρώπους ἡμᾶς πεφυκέναι τὰς κρίσεις ποιεῖσθαι, δώσει που καὶ περὶ ἡμῶν τοιαύτην σχεῖν τὴν ὑπόληψιν, μηδὲν παρασχόντων τοῖς ἄλλοις, οἷον ἐπὶ τῷ συμβάντι πεπόνθαμεν αἰσθανθῆναι, οὐ μὴν δὲ ταῖς ἀληθείαις, ὡς ἡ ἐκτὸς ἔδειξεν αἴσθησις καὶ τὸ πρᾶγμα συμβέβηκε· πᾶν μὲν οὖν τοὐναντίον, ἐπεὶ καὶ σφόδρα ὠδυνήθην ἐν ἐμαυτῷ, καὶ πικρίας ἐπλήσθην, καὶ ὅσον οὐκ οἶδα ἐφ’ ἑτέρῳ πάθει πενθήσας, ἐπένθησα. Ταλανίζω τὸν βίον, ταλανίζω καὶ τὴν ζωὴν ἐμαυτοῦ· τὸν μέν, ὅτι ἄνθρωπον, οἷον οὐ πάνυ πολλοὺς ἐξ οὗπερ κόσμος καὶ βίος συνέστη, πεπλούτηκεν, ἀπεβάλετο· τὴν δ’ ὅτι παρακλήσεως ἐστέρηται, ἀνακωχῆς, συμβουλῆς, βοηθείας, πάντων ὁμοῦ τῶν καλλίστων, ἅ μοι περιοῦσα τῷ βίῳ παρεῖχεν ἡ ἐκδημήσασα.

Ἐστέναξα γοῦν τῆς ὄντως μακαρίας ἐκείνης καὶ τότε τὴν ἐκδημίαν ἀκούσας, καὶ συχνὰ τῶν ὀφθαλμῶν κατήγαγον δάκρυα· καὶ νῦν ἔτι στενάζων οὐ παύομαι· τάχα γε μήν, οὐδὲ παύσομαι, ἕως καὶ λογισμὸς ἐν ἐμοὶ μένει, καὶ πνοὴ παραμένει, καὶ δύναμις σύνεστιν ἄλλη, τῶν ὧν ἐστέρημαι μνημονεύουσα. Οὐ μόνον δέ, ἀλλὰ καὶ διαδικασίαν μέμνημαι τηνικαῦτα, τρόπον τινὰ πρὸς Θεὸν συστησάμενος· καὶ ὅτι μὲν ἔφασκον· δέσποτα καὶ δημιουργὲ πάσης φύσεως, εἰς ζωὴν ἐκτρέπεις τὴν θανάτου σκιάν, εἰς ἀφθαρσίαν δὲ τὸ θνητὸν μεθιστᾷς, πάντα τε ποιεῖς καὶ μετασκευάζεις μόνῳ τῷ βούλεσθαι· καὶ ἄπορον οὐδέν, οὐδ’ ἀδύνατον παρὰ σοί, πᾶς τις οἶδε καὶ πᾶς τις ὁμολογεῖ, ὁ καὶ Θεόν σε γνησίως καὶ εἰδὼς καὶ ὁμολογῶν. Ἀλλ’ ἐπειδὴ σὸς νόμος ἄλυτος οὗτος εἰς γῆς τοὺς ἐκ γῆς ἀποστρέφεσθαι, καὶ δεῖ κατὰ πᾶσαν ἀνάγκην θανάτῳ λειτουργεῖν τοὺς καὶ τὴν ἀρχὴν εἰς γένεσιν ἥκοντας, ἵνα τί μὴ προσέθηκας ἡμέρας ταῖς ἡμέραις ἐκείνης ὁ χρόνων πατήρ, ὡς συμβῆναι μικρὸν ὕστερον, ἀλλὰ μὴ νῦν τὴν διάλυσιν; Ἠγώνισται καλῶς ὑπὲρ τῆς σῆς δόξης, ἠνδρίσατο πρὸς τὰς ἀρχάς, ἀντέστη πρὸς τὰς ἐξουσίας, ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν, ἵνα τὴν πίστιν τηρήσῃ, ὡς δὴ καὶ τετήρηκεν.

Ἐχρῆν λοιπὸν αὐτὴν καὶ παραμεῖναι μικρόν· ἐχρῆν καὶ ἔτι περιεῖναι τοῖς ὧδε, εἰ μὴ ἑαυτῆς ἕνεκεν, καὶ τῶν στεφάνων—ἔχει γὰρ αὐτοὺς τελείως ἤδη ἀπολαβοῦσα—, τοῦ γοῦν οἰκοδομῆσαι καὶ στηρίξαι καὶ καταρτίσαι τοὺς ἐπηρεαζομένους ὑπὸ τῆς βασκανίας καὶ σαλευομένους καὶ πορθουμένους.

Τοιαῦτ’ ἐγὼ δυσανασχετῶν ἔλεγον, ἀγνοῶν πάντως τὸ τῆς προνοίας βάθος, καὶ τὸ τῆς περὶ ἡμᾶς οἰκονομίας μυστήριον, καὶ οὐδ’ ἐν ἴχνεσιν ἀβύσσου τῆς θείας βουλῆς τε καὶ γνώσεως πορευόμενος· πλὴν οὕτως ἔχων στεναγμῶν, καὶ ὀδύνης, καὶ σπλάγχνων πυρώσεως, ὡς ὑμᾶς ᾠήθην αὐτὸς ἀφικέσθαι, καὶ μικρὸν οὕτω τῆς κατεχούσης πικρίας ἀνακωχεῦσαι. Ἐντεῦθεν καὶ διχόθεν μοι ὁ πρόσφατος οὗτος ἐπεταχύνετο πλοῦς· τοῦτο μέν, ἐκ τῶν βασιλικῶν γραμμάτων μὴ βραδύνειν μηδ’ ἀναβάλλεσθαι εἰς Ἀτραμύττιον ἀπαντᾶν κελευόντων, τοῦτο δέ, καὶ παρ’ ἐμαυτοῦ ἐλπίζοντος εἰς Καλλιούπολιν ὑμῖν ἐντυχεῖν, ὅπου διὰ θαλάσσης τὴν πορείαν ἐς Βυζάντιον ποιεῖν βουλομένας ὑμᾶς, τὰ βόρεια τῶν πνευμάτων κατεῖχε, κρατοῦντα διὰ τὴν ὥραν—χειμερία γὰρ ἦν—καὶ τοῖς ἀπὸ μεσημβρίας οὐδόλως πνέειν παρέχοντα.

Διὰ τοῦτο καὶ ἐπιδίδωμι ἐμαυτὸν χειμῶνι καὶ κλύδωνι, καὶ δευτεραῖος, λάβρῳ ἀπαρκτίᾳ φερόμενος, εἰς Καλλιούπολιν παραγίνομαι, οὐδεμιᾶς ἑτέρας ἀνάγκης ὡς τῆς ὑμετέρας ἐντυχίας καταίρειν ἐπειγούσης ἐκεῖσε· ἀλλ’ ὧδέ μοι καὶ τοῦτο, ὑμῶν τε καὶ τοῦ σκοποῦ διαμαρτόντι, λύπης ἐπίτασις γίνεται, καὶ ὡς οὐκ ἦν αὖθις ἀναπλέειν διὰ τοῦ πορθμοῦ ἔς τε Προικόνησον καὶ Πείρινθον, καὶ αὐτὸ Βυζάντιον τὴν ἀπ’ αὐτῶν φέροντος, οὐ τὴν ἐς αὐτὰ τοῦ βορέου, λυπηρὸς λυπηρῶς ἐκεῖθεν καὶ δεινῶς σκυθρωπάζων πορεύομαι, πεπεισμένος μὴ ἂν ἄλλοθεν δυνηθῆναι παρακληθῆναι, εἰ μὴ ὑφ’ ὑμῶν αὐτῶν, εἰ καὶ παράδοξός πως ὁ λόγος· αἱ γὰρ πολλὰ καὶ μεγάλα τῷ πρὸ βραχέος χρόνῳ διενεγκοῦσαι ὑμεῖς, ἱκαναὶ γένοισθ’ ἂν καὶ παραμυθίαν ἐπινοήσασθαι τοῖς ὀδυνωμένοις καὶ φέρειν γενναίως εἰσηγήσασθαι τὰ συμπίπτοντα.

Ταυτὶ μὲν οὖν πρὸς ὑμᾶς ἐπέσταλται τὰς γνησίας δούλας τοῦ Θεοῦ, οὐ λόγος ἄλλως ὄντα οὐδὲ συμπεπλασμένα ῥημάτια, ἀμυδρὰ δὲ μᾶλλον τῆς ἐν ἡμῖν φλογὸς ἔκφανσις· καὶ πάσης γενοίμην ἀμέτοχος παρακλήσεως, εἰ μὴ σφόδρα περιπαθῶς διετέθην, καὶ ὡς ὑμᾶς ἔσπευδον οὐ μᾶλλον δοῦναι παράκλησιν, ἢ λαβεῖν. Τέως μὲν οὖν παραμυθεῖσθε Θεοῦ μνημονεύουσαι· καὶ ὑμῖν ὑπόθεσις ἔστωσαν, τῆς εὐθυμοτέρας ζωῆς, οἱ Ἀβραὰμ κόλποι, δεξάμενοι τὴν ἱερὰν ἐκείνης ψυχήν· ἔστω δὴ καὶ Θεὸς αὐτὸς παρακλήτωρ, ᾧ γε καλῶς ἐκείνη διὰ βίου πολιτευσαμένη, ζῶσα μὲν τὴν ζωὴν καὶ ὑμᾶς τὰ τέκνα, μεταστᾶσα δὲ τὸ πνεῦμα καὶ ὑμᾶς αὖθις τὰ τέκνα παρέθετο· παρακαλεῖτε δὲ καὶ ἡμᾶς ἑτέρωθεν δοκοῦντας ἐπὶ τῷ συμβάντι, οὐδὲν ἔλαττον τῶν ἐκείνης γνησιωτάτων ὑμῶν τὴν ψυχὴν πεπονθέναι.