Τῇ Ῥαουλαίνῃ Ἐπιλελῆσθαι μοι δοκεῖς ἐν ὁποίαις ἡμᾶς νοσεραῖς ἀνάγκαις ἐνθένδε ἀπιοῦσα καταλέλοιπας, καὶ διὰ τοῦτο πέμπειν ὡς ἡμᾶς καὶ περὶ τῆς διαθέσεως ἐρωτᾶν ὠλιγώρηκας· καὶ μὴν καὶ τῶν ἀναγκῶν ἐκείνων χωρίς, ἐχρῆν καὶ διὰ τὴν ἄλλην περίστασιν ἅμα πρωῒ πέμπειν, καὶ τὰ καθ’ ἡμῶν σκέμματα τῶν ἀνθρώπων, ποῖ ποτε βλέπει, γνωρίζειν, εἰδυῖα ὡς ἡ τοῦ μέλλοντος γνῶσις, κἂν ἀμυδρά τις οὖσα τυγχάνῃ, οὐκ ὀλίγα οἷς ἂν ὑπάρξῃ, ὀνίνησιν· ἄν τε γὰρ ἀγαθά τις προαγγέλλειν ἔχῃ, πολυπλασίαν διὰ τῆς ἐλπίδος τὴν εὐθυμίαν πεποίηκεν, ἄν τε τἀναντία, ἐλύπησε μὲν πρὸ τοῦ καιροῦ, ἀλλ’ αὐτῆς γε τῆς ἐπὶ τῆς πείρας λύπης, τὸ πλεῖστον ἀφῄρηκε, τῷ χρόνῳ σαφῶς προαναλώσας αὐτήν· οὐδὲν γὰρ οὐδέποτε δεινὸν ἐπίσης ἐκπλήττει καὶ ἀνιᾷ, προσδοκηθέν τε, καὶ μή, ἐπεὶ τό γ’ αἰφνίδιον, σφόδρα δουλοῖ τὰ φρονήματα. Καὶ σὺ τοίνυν ἐφ’ ἡμῖν τοῖν δυοῖν θατέρου φροντίζουσα, ἢ τοῦ διαρκέστερον εὐφράναι, ἢ τοῦ τὰς ἀνίας ἐλάττους ταῖς προαγγελίαις ποιῆσαι, τὸ εἰς γνῶσιν ἧκον τὴν σὴν περὶ ἡμῶν, ἀμελλητὶ δήλωσον· δήλωσον δὴ καὶ θεὸν ἔχε διὰ παντὸς ὑπερασπιστὴν τῆς ψυχῆς, καὶ τῆς ὅλης ζωῆς ἀντιλήπτορα.