Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαὶ πρὸς Θεοδώραν τὴν Ῥαούλαιναν

Γρηγόριος Βʹ Κύπριος

Αποστολή καρπών και προτροπές για συνάντηση

Μηνύματα συνοδευόμενα από δώρα καρπών ως ευλογία, συμβουλές για ιατρική χρήση, και έκφραση πατρικών αισθημάτων με την επιθυμία συνάντησης εν μέσω δυσχερειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 3 από 7

Τῇ Ῥαουλαίνῃ Κἀμοὶ μοναχοί τινες ἐκ τῆς περαίας δῶρον ἥκασι κομίζοντες πέπονας· οἱ δέ, παρὰ τοὺς ἐγχωρίους καὶ αὐτόχθονας βυζαντίους, ἐλάττους μέν εἰσι τὸν ὄγκον, τὴν δὲ καθ’ ἡδονὴν ποιότητα, ὑπὲρ αὐτούς, καὶ πολὺ πλέον ὑπερβάλλουσι ταύτῃ, ἢ καθ’ ὅσον ἐλαττοῦνται τῷ ὄγκῳ. Ἐκ δὴ τῶν πολλῶν ὧν κεκομίκασιν, ὀλίγους ἀποκρίναντες, πέμπομεν· τοῦτο μέν, εἰς εὐλογίαν, ἐπειδὴ καὶ μοναχικόν, εἰ δὲ βούλει, πατριαρχικόν ἐστι τὸ δῶρον, τοῦτο δέ, ἵν’ εἰδείης, ὡς κἀν τοῖς ἐξωτερικοῖς καὶ περὶ αἴσθησιν πόνοις, τὰ μοναχῶν ὑπερβάλλουσιν, ἀρετῇ· ἐκ τῆς ὑψηλοτέρας οἶμαι πολιτείας, τοῦ εὖ καὶ ἐπὶ τὰ τῶν χειρῶν μεταρρέοντος ἔργα. Ἀλλὰ δέδεξο πεμπόντων, καὶ εὖ πράττε, θεοῦ πάντοτε καὶ ἐν πᾶσι βοηθοῦ ἀπολαύουσα.

Τῇ Ῥαουλαίνῃ Ἀλλὰ μηδὲ τοὺς παρόντας σύ γε ἀπαξιώσῃς προσέσθαι καρπούς, ἐν εὐλογίαις καὶ αὐτούς σοι πρὸς ἡμῶν ἥκοντας λόγῳ· ἐοίκασιν μὲν οὖν τῶν ὁμογενῶν, ὅσους τὸ ἐνεστὼς ἤνεγκεν ἔτος καὶ εἰς γεῦσιν τε καὶ ὄψιν ἥκασι τὴν ἐμήν, ἡδίους εἶναί τε καὶ καλλίους. Οὐ μὴν δὲ τοῦδε χάριν ἀλλ’ οὗπερ εἴρηται πέμπονται· καὶ προσέτι γε λόγῳ δευτέρῳ, τοῦ εἰς μνήμην ἐνάγειν τινά· τίνα δὲ ταύτην; Ὥστ’ εἰς Νίκαιαν τὴν τῶνδ’ ἐπιστέλλειν μητέρα ἕως καιρὸς καὶ τοῦ καρποῦ ἀναξηραίνειν κελεύειν ὡς ἔνι πολύν· καὶ γὰρ ὠφέλιμος οὐδὲν ἧττον καὶ ξηροῦ γε ὄντος ἡ χρῆσις αὐτοῦ· καὶ ὅτιπερ ὠφέλιμος, ἴδοις ἂν καθ’ ὅλον τὸ ἔτος καὶ μάλα πολλοὺς ἥκοντας παρ’ ἡμᾶς, καὶ λιπαρῶς τυχεῖν δεομένους, τοῦ μηδὲν ἀποτυγχάνειν αἰτοῦντας, ἔθους ἐνάγοντος ἔτι καὶ νῦν, γεγονότος αὐτοῖς ἐξ οὗπερ πατριάρχαι γεγόναμεν· οὐ μὴν ἀλλὰ καὶ αὐτὸς δ’ ἐγὼ ὁπηνίκα γ’ ἔχω, ἀντ’ ἄλλου παντὸς τῶν εἰς ὑγείαν τελούντων σώματος κέχρημαι· ἀλλὰ γὰρ οὖν ἄγε δέχου, μὴ δῆτα πρὸς ἀηδίαν καὶ ἀχθηδόνα, ὡς ἑτέρως δέ, ὅπερ ἐστὶν ἠπίως καὶ προσηνῶς, μηθ’ ἡμῶν τὸ σμικρολόγον, μήτε τῶνδε τὸ εὐτελὲς ὑπολογιζομένη. Οὕτω δέχου, καὶ ἅμα εὐλογίαν καὶ χάριν παρὰ θεοῦ.

Τῇ Ῥαουλαίνῃ Εἴ σου δεηθείην ὡς ἐμὲ τὴν σήμερον ἐπιστῆναι, τῆς τε διὰ σαυτῆς ἐπισκέψεως ἀξιῶσαι, οὐκ ἂν εἴην παρὰ καιρὸν δεηθείς, εἰ μόνον τὸν χρόνον ἐξ ὅτουπερ ἐπεσκέφθημεν, ἀναλογίζεσθαι βουληθῇς, καὶ ἔτι τό γε μεῖζον προσαναλογίζεσθαι, ὅτι τέκνον μὲν ἐμὸν σὺ καὶ μονογενὲς τέκνον, καὶ οἷον οὐδενὶ οὐδέποτε ὑπῆρξε πατρί· ἐγὼ δὲ πατήρ, τοιᾷδε προσήκων παιδί, ὃς καὶ ἀντὶ πάντων μετά γε θεὸν ἄγων σέ, οὔ ποτέ μοι δοκῶ τοῖς ὀρθὰ φρονοῦσιν ὑπ’ αἰτίαν γενέσθαι, τὴν διὰ τοσούτου ἐπίσκεψιν, ὥς τι χρέος παρὰ σοῦ ἀπαιτῶν.

Ἀλλὰ δέομαί γε ἤδη, καὶ σύ γε πέραινε ᾗπερ δέομαι καὶ περαίνειν χρεών· καὶ ἴθι δή, καὶ νῦν δὴ μάλιστα, ὅτε περὶ ἡμᾶς ἀκμάζειν δοκοῦντα τὰ δυσχερῆ, εἰς χρείαν ἡμᾶς σοῦ τε καθίστησι καὶ τῶν κατὰ σέ, εἰ ἄρά τις καὶ ἕτερος ἡμῖν κατὰ σὲ ἀντιλήπτωρ ἐν ἅπαντι τῷ παρεστῶτι, καὶ παρακλήτωρ καὶ σύμβουλος, ἀλλὰ μὴ πάντες τοσοῦτον δεύτεροι σοῦ τά γε πρὸς ἡμᾶς, ὁπόσον ἀληθείας ὀνείρατα.

Ταῦτα μὲν οὖν, οὕτως ἔστω· ὁ δέ γε Δημήτριος ὁ μικρός, ἧκε μὲν ὧδε χθές, πολὺ πρὸς δυσμῶν, ἀπηλλάγη δὲ πολὺ μετὰ λύχνων ἁφάς, μόλις καὶ τό τε γράμμα λαβὼν πρὸς ἡμῶν, μὴ πρότερον ἐγχωροῦν, διὰ τοὺς ἐπιδημοῦντας· οἵ γε πολλοί τε ὄντες, καὶ οἷοι μὴ παροπτέοι, οὐ δ’ ἡμῖν γε τηνικαῦτα παρώφθησαν, ἀλλ’ ἐπειδήπερ τηνικαῦτα λαμβάνει, σπουδῇ καὶ δρόμῳ χρήσασθαι καὶ πρὸς σὲ ἀνακάμπτειν ἀκούει. Εἴτ’ οὖν οἷός τε γέγονε διὰ τῆς νυκτὸς ἐγχειρίζειν, εἴτε σήμερον τοῦτο πράξει, δίδαξον μηνύσασα μὴ ἐπιστῆναι τέως φάσκουσα· εἰ δ’ ἐπισταίης, ἐπίσχες ἐν τοσούτῳ τὸν λόγον, καὶ πάντως διδάξεις ἐφεστηκυῖα.