Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Βʹ Κύπριος – Ἐπιστολαὶ πρὸς Θεοδώραν τὴν Ῥαούλαιναν

Γρηγόριος Βʹ Κύπριος

Προσωπικές δοκιμασίες και φιλολογικές μέριμνες

Αναφορές του συγγραφέα στις σωματικές του αλγηδόνες, ζητήματα βιβλιοδεσίας και προσεκτικής διόρθωσης κειμένων, καθώς και αποδοχή προσφορών εδεσμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Βʹ Κύπριος

—

Κεφάλαιο 4 από 7

Τῇ Ῥαουλαίνῃ Τρίτη μὲν ἡ παροῦσα, ἐξότουπερ τὰ περὶ στόμαχον ἀλγῆσαι, τά τ’ ἄλλα νοσῆσαι ἐδόξαμεν, εἴς τ’ ἀδρανείας τὰς ἐσχάτας καὶ τὸ παρὰ μικρὸν ἐκλελοιπέναι γεγόναμεν· σὺ δ’ ὅμως εἰδυῖα, οὐκ ἔπεμψας, οὐκ ἐπύθου, οὐδέ τι τῶν δηλούντων πρόνοιαν ἡμῶν εἶναί σοι, διαπέπραξαι. Ἄλλος μὲν οὖν ἐγκείσθω, καὶ λόγους τῆς ὀλιγωρίας τῆσδε ζητείτω, ἄλλος δυσχεραινέτω καὶ ἐγκαλείτω· ἐγὼ δὲ τόνδ’ ἐάσας πράττειν τὸν τρόπον, ἐκεῖνο γε διερωτᾶν καὶ μανθάνειν ἐθέλω, ποῖ προῆλθεν ὑμῖν τῇ θεοῦ βοηθείᾳ καὶ νεύσει τὰ πράγματα, πῶς νῦν ἔχοντες ἐστέ, ἐπειδὴ μόλις συνεληλύθατε, συχνὸν ἤδη χρόνον ἀφεστηκότες· ἔτι τε πότε τὸν ἕτερον ἢ πρότερον διαστήσεσθε τρόπον· τότε μὲν γὰρ ἔρις διέστησε, καὶ λόγων ἀηδία μὴ προσηκόντων· νῦν δὲ εὔχομαί τε καὶ γένοιτο κατὰ τὴν εὐχήν, ἐν εἰρήνῃ ἀπαλλαγέντας, σώζειν καὶ πόρρωθεν ὄντας, τὴν τοῦ ἀγαπᾶν ἐπείγεσθαι πρὸς ἀλλήλους διάθεσιν. Δήλωσον ταῦτά μοι· καί σοι θεὸς ἔλεος νέμοι· νέμοι δὴ καὶ χάριν, εὐαρεστεῖν αὐτῷ κατὰ πᾶσαν ἡμέραν καὶ πάντα δὴ τἄλλα πράττειν καλῶς.

Τῇ Ῥαουλαίνῃ Τὴν κτῆμα μὲν ἐμὸν οὖσαν καὶ πόνημα βίβλον, διαλελυμένην δ’ ἔτι, καὶ οὐκ ἀκριβῶς βίβλον, νῦν ἐγχειρίζειν βούλομαι τῷ βιβλοποιῷ, ὥστ’ αὐτὸν αὐτὴν εἰς τελειότητα, διὰ τῆς συνδετικῆς ἑαυτοῦ τέχνης προαγαγεῖν. Ἐθέλω δὲ τὸν αὐτὸν ὑπ’ ἐμοὶ σπουδαστῇ δρᾶσαι τοῦτ’ αὐτὸ καὶ τὴν σήν, ἣν τά τ’ ἄλλα καὶ ἀτελῆ κατὰ τὴν ἐμὴν οὖσαν, δώρημά τε τελοῦσαν ἐμὸν πρὸς σέ, οὐ δεῖν ἥγημαι καὶ εἰς τοὔμπροσθεν ἔτι, ἐᾶν μένειν ἀτέλεστον, μὴ καὶ ἐπὶ τοσοῦτον τοῦ κατὰ τὴν ἀδελφὴν ἀμέμπτου, ἐφ’ ὅσον καὶ τοῦ κατ’ ἐκείνην τελείου λείποιτο. Ἀλλ’ ἐπειδήπερ οὕτως ἐθέλω, ἄμφω μοι πέμψον τὼ κτήματε σύ, —καὶ γὰρ ἄμφω ἐστὸν παρὰ σοί—, ὡς ἂν ὑπὸ τὰς συνδετικὰς ᾗπερ ἔφην χεῖρας καὶ βιβλοποιητικὰς ὑπαχθέντα, τῶν τε δεόντων ἐπιτετευχότα, τοῖς κεχρῆσθαι βουλομένοις, ἐπιτήδεια γένοιτο τοῦ λοιποῦ κεχρῆσθαι, τοῦτ’ αὐτοῖς, διὰ τοῦ συνδῆσαι καὶ συναρμόσαι τῆς τέχνης παρασχομένης.

Τῇ Ῥαουλαίνῃ Ἐμοί τις ἄνθρωπος φίλος, Σύρος τὸ γένος, χριστιανὸς ἔμπορος, νεὼς κύριος, ἄρτι σὺν νηῒ τῇ ἑαυτοῦ τὴν βασιλίδα τήνδε πόλιν κατειληφώς, δῶρα τινὰ μέτρια προσκομίσας, —φοινικές εἰσι τὰ δῶρα καὶ ἄλλάττα μελίπηκτα ὁποῖα παρὰ Σύροις σκευάζεται· τῶν δὴ μετρίων τούτων, βούλομαι μὲν ὅπως καὶ σοὶ ἀπόμοιράν τινα ποιῶμαι καὶ πέμπω· δειλιῶ δ’ ὅμως μὴ οὐ προσείη πέμψαντος φειδὼ δῆθεν τῆς ἡμετέρας πενίας λαμβάνουσα, οὐχ’ ὡς μέντοι γε δι’ εὐτελείας ἀπαξιοῦσα εἶτ’ ἔσομαί γε ὡς καταισχυνθεὶς παρὰ σοί. Διὰ τοῦτο καὶ δεῖν ᾠήθην ἀξίωσιν μὲν πάμπρωτα κινεῖν περὶ τοῦδε, ἐν ὑστέροις δὲ καὶ πέμπειν, πέμπειν γε κελευούσης· καὶ τοίνυν ἀξιοῦμεν ἤδη. Καὶ σύ γε ταῦθ’ ἥκοντα προσδέχου, κἂν ᾖ γε καὶ μετρίων μετριώτερα, καὶ μηδαμῶς ἀποπέμπου, ὡς ἂν καὶ δύο ταῦθ’ ἅμα σοι τῶν τιμιωτάτων προσηκαμένη προσείη χάριτας, ἃς εἰσόμεθά σοι, καὶ εὐχὰς ἃς ἀποδώσομεν, οὐ μικρὰν παρὰ σοῦ καὶ τοῦτ’ εἰς ἡμᾶς αὐτοὺς εὐεργεσίαν κρίναντες, τὸ μὴ τὴν φαύλην ἡμῶν ἀποστολὴν ἀπαξιῶσαι λαβεῖν.

Τῇ Ῥαουλαίνῃ Καὶ νεῦρα κατὰ τὸ σὸν ἐπίταγμα καὶ ὀστᾶ δή τινα ἐμβεβληκέναι φαμὲν τῇ ἐπιστολῇ· διὰ τοιούτων γὰρ ὀνομάτων τὸ δεῖν ἰσχυροτέραν γενέσθαι αὐτὴν ὑπῃνίττου φαμὲν καὶ τἄλλα πρὸς τὸ μᾶλλον εὖ πως ἔχει αὐτὴν διαθέσθαι, οὔπω δ’ ὅμως δῆλον εἰ καὶ ἀληθῶς ταῦτα γέγονεν ἐπ’ αὐτῇ, εἰ μὴ καὶ αὐτὴ κρίνασα γεγονέναι φαίης ἡ τὰ τοιαῦτα πρὸς ἡμῶν ἀπαιτήσασα. Κρινεῖ δὲ ὀρθῶς ἐὰν οὐχ ἅπαξ, πλειστάκις δὲ διέλθῃς αὐτὴν καὶ καθεκάστην πάνυ προσέχουσα· τὸ γὰρ ἄλλως διϊέναι, λέγω δὴ καὶ περὶ ταύτης, καὶ παντὸς τοῦ εἰς ἀνάγνωσιν προκειμένου πάνυ τὴν ἀρετὴν αὐτῇ ἐὰν ᾖ, πάνυ δὲ καὶ τὴν φαυλότητα ἐὰν αὕτη γε ᾖ, ποιῇ λανθάνουσαν· τοῦτο καταμάθοι τις ἂν τελεώτερον κἀκ τοῦ τοῖς ὁδοιποροῦσι συμβαίνοντος· λάθοι γὰρ ἂν ἐκείνους, οὐδὲν τῆς ὁδοῦ σχολαίως καὶ τὸν νοῦν ἐφιστῶντας βαδίζοντας. Εἰ δ’ ἄρα κατεσπουδασμένη τις καὶ σύντονος αὐτῶν ἡ πορεία, ἔξω δέ ποι τῶν προκειμένων ἡ διάνοια φέρεται, πάντες εἴποιεν ἂν μᾶλλον ἤπερ ἐκεῖνοι τὰ ὄντα περὶ τῆς ὁδοῦ. Ἀλλ’ ὡς ἀσφαλής τις κριτὴς λόγων γίνεται, ἀκούσασα ἔχεις ἤδη· καὶ ὅπως εἴης καὶ αὐτὴ οὕτω κρίνουσα, σοὶ τοῦ λοιποῦ μελέτω.

Τῇ Ῥαουλαίνῃ Ἦν τῆς ἑβδομάδος τῶν ἡμερῶν ἡ τρίτη· ἦν καὶ τῆς ἡμέρας τῶν ὡρῶν περὶ τρίτην· κἀμοί τις ἐνσκήπτει περί τε νεφροὺς αὐτοὺς περί τε γόμφους ὀδύνη, οὐ πάνυ δὴ τὰ πρῶτα σφοδρὰ ἀλλὰ γέγονε σφοδρὰ προϊούσης τῆς ὥρας· ἐκ ταύτης δή, καὶ ἡ καθέδρα δυσχερὴς ἐμοὶ καὶ μᾶλλον τῆς καθέδρας ἡ στάσις· καὶ ταύτης κἀκείνης πολὺ πλέον ἡ βάδισις· οἱ γὰρ ταύτῃ σπόνδυλοι καὶ τὰ ἄρθρα, ἐξίσου τε κάμπτεσθαι καὶ πρὸς τὸ ὄρθιον ἀνεγείρεσθαι πεφυκότα τῆς φύσεως οὕτω τούτοις τὸ χρήσιμον ἑαυτῆς συνιδούσης, θάτερον μὲν ἐς τήνδε τὴν ἡμέραν ἕκτην, οὖσαν ἐκ τῆς πρώτης, οὐκ ἔχουσιν ἐνεργεῖν, κάμπτεσθαι δὲ οὐδόλως κωλύονται· ξύνες ἐκ τῶν εἰρημένων ὡς ἡμῖν οὐκ ἔνι, πλὴν τοῦ πρὸς γῆν ἐπινεύειν, ἄλλο τι ἀπόνως ἐργάζεσθαι.